da Lucchesina » 4 ott 2010, 11:30
salve cerco questa versione:
titolo: Uno stratagemma di Epaminonda
autore: Polieno
libro: taxis, pag 32 n°4
inizio: Ἐπαμινώνδας, πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ
fine: τῆς διαβάσεως τῶν πολεμίων ᾔσθοντο
GRAZIE IN ANTICIPO!
Ἐπαμινώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, Θεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ
περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων, τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὖα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν θέντας ὑφάψαι. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ Ἐπαμινώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ αὖ κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν
πολεμίων ᾔσθοντο