da sandrap » 16 dic 2010, 13:30
La versione di greco di Isocrate si chiama "Consigli ad un sovrano", da Triakonta pagina 119 n2. Questo è il testo completo:
Πιστούς ἡγοῦ μὴ τοὺς ἃπαν ὃ τι ἄν λέγης ἢ ποιῇς ἐπαινοῦντας, ἀλλὰ τοὺς τοῖς ἁμαρταυομένοις ἐπιτιμῶντας. Δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν, ἵνα περὶ ὧν ἂν ἀμφιγνοῇς ἔχῃς τούς συνδοκιμάσοντας. Διόρα κάι τούς τέχνῃ κολακεύοντας καί τούς μετ'εὐυοίας θεραπεύοντας, ἵνα μὴ πλέον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν. Ἄκουε τούς λόγους τούς περὶ ἀλληλων, καὶ πειρῶ γνωρίζειν ἄμα τούς τε λέγοντας, ὁποῖοί τινές εἰσιν, καὶ περὶ ὧν ἂν λέγωσιν. Ταῖς αὐταῖς κόλαζε ζεμίαις τούς ψευδῶς διαβάλλοντας αἷσπερ τούς ἐξαμαρτάνοντας. Ἄρχε σαυτοῦ μηδέν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθ' ἡγοῦ βασιλικώτατον, ἄν μηδεμιᾷ δουλεύῃς τῶν ἡδονῶν, ἀλλὰ κρατῇς τῶν ἐπιθυμιῶν μᾶλλον ἤ τῶν πολιτῶν. Μηδεμίαν συνουσίαν εἰκῇ προσδέχου μηδ' ἀλογίστως, ἀλλ' ἐπ' ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτόν χαίρειν, ἐξ ὧν αὐτός τ'ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις.