da Ilsatrapo18 » 28 set 2024, 9:52
1. Τοσοῦτον δ᾽ ἀπολέλοιπεν ἡ πόλις ἡμῶν περὶ τὸ φρονεῖν καὶ λέγειν τοὺς ἄλλους ἀνθρώπους, ὥσθ' οἱ ταύτης μαθηταὶ τῶν ἄλλων διδάσκαλοι γεγόνασιν, καὶ τὸ τῶν Ἑλλήνων ὄνομα πεποίηκεν μηκέτι τοῦ γένους, ἀλλὰ τῆς διανοίας δοκεῖν εἶναι. 2. Τῶν γὰρ Ἑλλήνων οἱ μὲν ὑφ᾽ ἡμῖν, οἱ δ᾽ ὑπὸ Λακεδαιμονίοις εἰσίν· αἱ γὰρ πολιτεῖαι, δι' ὧν οἰκοῦσι τὰς πόλεις, οὕτω τοὺς πλείστους αὐτῶν διειλήφασιν. 3. Διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλεπτοι τοῖς πολίταις γεγόνασι, ἀδελφαί γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται. 4. Ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται, ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τῷ διαιτητῇ, ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι. 5. Ὁρᾶν δ' ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχνίας καὶ πυνθανομένας, εἰ ζῶσιν, τὰς μὲν
ὑπὲρ ἀνδρός, τὰς δ' ὑπὲρ πατρός, τὰς δ᾽ ὑπὲρ ἀδελφῶν.
Sarebbe possibile avere le traduzioni delle frasi segnate? Grazie mille
- Allegati
-