[quote="giada"]come vedi ho individuato il testo greco
dammi un attimo per la traduzione attendi
Τελευτήσας ὁ Ποπλικόλας οὐ φίλοις οὐδ´ οἰκείοις μόνον, ἀλλὰ καὶ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφ´ αὑτῷ παρέσχεν· αἱ γὰρ Ῥωμαίων γυναῖκες ἐπένθησαν αὐτόν, ὥσπερ υἱὸν ἢ ἀδελφὸν ἢ πατέρα κοινὸν ἀποβαλοῦσαι.
‘Χρήματα δ´ ἱμείρειν μὲν ἔχειν’ φησὶν ὁ Σόλων, ‘ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλειν’, ὡς δίκης ἐπιούσης· Ποπλικόλᾳ δ´ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους. Ὥστ´ εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας. Ἃ γὰρ εὔξατο τῶν ἀγαθῶν ἐκεῖνος ὡς κάλλιστα καὶ μέγιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.