da becomegod » 10 mar 2010, 13:33
Ciao Giada!mi servirebbe la versione di greco "Doti naturali ed educazione" di Isocrate.
Sul mio libro di versioni greche "Anthropoi" è la versione numero 129 pagina 227.
Ecco il testo greco della versione:
Εἰ δὲ δεῖ μὴ μόνον κατηγορεῖν τῶν ἄλλων ἀλλὰ καὶ
τὴν ἐμαυτοῦ δηλῶσαι διάνοιαν, ἡγοῦμαι πάντας ἄν μοι
τοὺς εὖ φρονοῦντας συνειπεῖν ὅτι πολλοὶ μὲν τῶν φιλοσο-
φησάντων ἰδιῶται διετέλεσαν ὄντες, ἄλλοι δέ τινες οὐδενὶ
πώποτε συγγενόμενοι τῶν σοφιστῶν καὶ λέγειν καὶ πολι-
τεύεσθαι δεινοὶ γεγόνασιν. Αἱ μὲν γὰρ δυνάμεις καὶ τῶν
λόγων καὶ τῶν ἄλλων ἔργων ἁπάντων ἐν τοῖς εὐφυέσιν
ἐγγίγνονται καὶ τοῖς περὶ τὰς ἐμπειρίας γεγυμνασμένοις•
ἡ δὲ παίδευσις τοὺς μὲν τοιούτους τεχνικωτέρους
καὶ πρὸς τὸ ζητεῖν εὐπορωτέρους ἐποίησεν• οἷς γὰρ νῦν
ἐντυγχάνουσι πλανώμενοι, ταῦτ' ἐξ ἑτοιμοτέρου λαμβά-
νειν αὐτοὺς ἐδίδαξεν, τοὺς δὲ καταδεεστέραν τὴν φύσιν
ἔχοντας ἀγωνιστὰς μὲν ἀγαθοὺς ἢ λόγων ποιητὰς οὐκ
ἂν ἀποτελέσειεν, αὐτοὺς δ' ἂν αὑτῶν προαγάγοι καὶ πρὸς
πολλὰ φρονιμωτέρως διακεῖσθαι ποιήσειεν.