da hatenko92 » 11 mag 2010, 15:41
Cerco questa versione di pag. 348 n.502 di Kleides.
Ἐρωτᾷς, ὦ μειράκιον, ὅπως ἂν ῥήτωρ γένοιο
καὶ τὸ σεμνότατον τοῦτο καὶ πάντιμον ὄνομα
σοφιστὴς εἶναι δόξαις· ἀβίωτα γὰρ εἶναί σοι
φής, εἰ μὴ τοιαύτην τινὰ τὴν δύναμιν περιβάλοιο
ἐν τοῖς λόγοις ὡς ἄμαχον εἶναι καὶ ἀνυπόστατον
καὶ θαυμάζεσθαι πρὸς ἁπάντων καὶ ἀπο-
βλέπεσθαι, περισπούδαστον ἄκουσμα τοῖς
Ἕλλησι δοκοῦντα· καὶ δὴ τὰς ἐπὶ τοῦτο ἀγούσας
ὁδοὺς αἵτινές ποτέ εἰσιν ἐθέλεις ἐκμαθεῖν. ἀλλ᾽
οὐδεὶς φθόνος, ὦ παῖ, καὶ μάλιστα ὁπότε νέος τις
αὐτὸς ὤν, ὀρεγόμενος τῶν ἀρίστων, οὐκ εἰδὼς
ὅθεν ἂν ταῦτα ἐκπορίσαιτο, ἱερόν τι χρῆμα τὴν
συμβουλὴν οὖσαν, καθάπερ νῦν σύ, τοῦτο αἰτοίη
προσελθών. ὥστε ἄκουε, τό γε ἐπ᾽ ἐμοὶ καὶ
πάνυ θαρρῶν ὡς τάχιστα δεινὸς ἀνὴρ ἔσῃ γνῶναί
τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά, ἢν τὸ μετὰ
τοῦτο ἐθελήσῃς αὐτὸς ἐμμένειν οἷς ἂν ἀκούσῃς
παρ᾽ ἡμῶν καὶ φιλοπόνως αὐτὰ μελετᾶν καὶ
προθύμως ἀνύειν τὴν ὁδὸν ἔστ᾽ ἂν ἀφίκῃ πρὸς τὸ
τέρμα.