Ἐπεὶ δὲ Θουκυδίδης μὲν ἀριστοκρατικήν τινα τὴν τοῦ Περικλέους ὑπογράφει πολιτείαν, λόγῳ μὲν οὖσαν δημοκρατίαν, ἔργῳ δ΄ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχήν, ἄλλοι δὲ πολλοὶ πρῶτον ὑπ΄ ἐκείνου φασὶ τὸν δῆμον ἐπὶ κληρουχίας καὶ θεωρικὰ καὶ μισθῶν διανομὰς προαχθῆναι, κακῶς ἐθισθέντα καὶ γενόμενον πολυτελῆ καὶ ἀκόλαστον ὑπὸ τῶν τότε πολιτευμάτων ἀντὶ σώφρονος καὶ αὐτουργοῦ, θεωρείσθω διὰ τῶν πραγμάτων αὐτῶν ἡ αἰτία τῆς μεταβολῆς.Ἐν ἀρχῇ μὲν γὰρ ὥσπερ εἴρηται πρὸς τὴν Κίμωνος δόξαν ἀντιταττόμενος ὑπεποιεῖτο τὸν δῆμον͵ ἐλαττούμενος δὲ πλούτῳ καὶ χρήμασιν͵ ἀφ΄ ὧν ἐκεῖνος ἀνελάμβανε τοὺς πένητας͵ δεῖπνόν τε καθ΄ ἡμέραν τῷ δεο μένῳ παρέχων Ἀθηναίων καὶ τοὺς πρεσβυτέρους ἀμφιεν νύων͵ τῶν τε χωρίων τοὺς φραγμοὺς ἀφαιρῶν ὅπως ὀπω ρίζωσιν οἱ βουλόμενοι͵ τούτοις ὁ Περικλῆς καταδημαγω γούμενος τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν͵
la traduzione la trovi sul nostro sito cliccando
/isocrate/la-politica-di-pericle.html