da BaldoEli » 5 nov 2010, 15:06
Avrei bisogno di due versioni di greco. La prima è la numero 6 del libro triakonta ' CAMILLO INCORAGGIA L'ESERCITO' di dionigi di alicarnasso. inizio: Ὁ τών Ῥωμαίων δίκτατωρ Καμιλος, συγκαλεσαν τους αμφ'αυτον .
Fine : φοβεισθω δε μηδεις υμων μητε το πληθος των πολεμιων μητε το μεγεθος.
La seconda versione è del libro triakonta pagina 37 numero 7, 'TATTICHE DI AGESILAO' di senofonte !Testo : Διαβὰς δὲ τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῶι παμπληθεῖ στόλωι· καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος. οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδας προεθυμεῖτο. ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι. ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίωι τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δὲ ἐπ᾽ οὐρᾶι ἔχων τῶν ἱππέων· ἐπεὶ δ᾽ ἐκώλυον τῆς πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι τοῖς ὄπισθεν, παραπέμπει ἐπ᾽ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν πλὴν τῶν περὶ ἑαυτόν. ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοί, νομίσαντες οὐκ ἐν καλῶι εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν· οἱ δὲ μάλα σωφρόνως ἐφείποντο. γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον παραπέμπει τοὺς ἀμφ᾽ αὑτὸν μάλ᾽ εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν κατὰ κράτος καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν.
Grazie mille, in anticipo e scusate il disturbo ^^