da din@92 » 25 nov 2010, 10:24
chi mi può fornire la versione Un muzio scevola ateniese-plutarco??Τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δ' ᾗ μάλιστα πεπίστευται καὶ ἡμῖν. ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος. ἐπιβουλεύων δὲ τὸν Πορσίνναν ἀνελεῖν, παρεισῆλθεν εἰς τὸ στρατόπεδον, Τυρρηνίδα φορῶν ἐσθῆτα καὶ φωνῇ χρώμενος ὁμοία. περιελθὼν δὲ τὸ βῆμα τοῦ βασιλέως καθεζομένου, καὶ σαφῶς μὲν αὐτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ὃν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι, σπασάμενος τὸ ξίφος ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο, καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίννᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίνναν ἀποβλέπων ἰταμῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὐτὸν καὶ τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος· ὁ δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο, καὶ διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν.
è urgentissimaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa!!!!!!!! ho 30 min!!
grazieee