da westate93 » 25 nov 2010, 16:47
Ἐὐλαβητέον ἐστì τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρì μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν ἀλλὰ τὸ εἶυαι, καì ἰδίᾳ καì δημοσίᾳ· ἐὰν δέ τις κατά τι κακὸς γίγνηται, κολαστέος ἐστί, καì τοῦτο δεύτερον ἀγαθὸν μετὰ τὸ εἶναι δίκαιον, τὸ γίγνεσται καì κολαζόμενον διδόναι δίκην· καì πᾶσαν κολακείαν καì τὴν περì ἑαυτὸν καì τὴν περì τοὺς ἄλλους, καì περì ὀλίγους καì περì πολλούς, φευκτέον· καì τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπì τὸ δίκαιον ἀεί, καì τῇ ἄλλῃ πάσῃ πράξει. Ἐμοì οὖν πειθόμενος ἀκολούθησον ἐνταῦθα, ὦ Καλλίκλεις, οἷ ἀφικόμενος εὐδαιμονήσεις καì ζῶν καì τελευτήσας· καì ἔασόν τινά σου καταφρονῆσαι ὡς ἀνοήτου καì προπηλακίσαι, ἐὰν βούληται· οὐδὲν γὰρ δεινὸν πείσει, ἐὰν τῷ ὄντι ᾖς καλὸς κἀγαθός, ἀσκῶν ἀρετήν.