da aluccia » 17 gen 2011, 13:58
C'è x caso la versione di greco di Platone: Solone e i Sacerdoti egiziani ... dal libro Ellenion pag.133 n°85 ???Aiutoo :**
Ἔστιν τις κατ' Αἴγυπτον - ἦ δ' ὅς - ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυϕὴν σχίζεται τὸ τοῦ Νείλου ῥευμα Σαιτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις, οἷ δὴ Σόλων ἔϕη πορευθεὶς σϕόδρα τε γενέσθαι παρ ' αὐτοῖς ἔντιμος, καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν.
Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν· καὶ τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν· " Ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν ".
Ἀκούσας οὖν, " Πῶς τί τοῦτο λέγεις; " ϕάναι.
" Νέοι ἐστέ - εἰπεῖν - τὰς ψυχὰς πάντες· οὐδεμίαν γάρ ἐν αὐταῖς ἔχετε δι ' ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν ".