da vivisuperstar » 22 gen 2011, 17:51
Si chiama ''Una madre spartana''.
Il testo è questo:
Πολεμούντων Ἀθηναίων καὶ Λακεδαιμονίων περὶ τὴν Ἀμφίπολιν καὶ πολλῶν στρατιωτῶν ἐν τῇ μάχῃ ἑκατέρωθεν ἀποθνῃσκόντων, ἐτελεύτησε καὶ Βρασίδας, ὁ τῶν Σπαρτιατῶν στρατηγός. Ἀργιλεωνὶς δέ, ἧς γυναικὸς οὗτος ὁ υἱὸς ἐτελεύτησεν, ὥς τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτὴν τὸν τοῦ υἱοῦ θάνατον ἀγγελοῦντες, ἐπειδὴ τὰ τῶν πρέσβεων ῥήματα ἄνευ δακρύων ἤκουσε, μόνον ἠρώτησεν εἰ ὁ υἱὸς καλῶς καὶ ἀξίως τῆς Σπάρτης ἐτελεύτησε· μεγαλυνόντων δὲ τῶν Ἀμφιπολιτῶν ἐκεῖνον ὡς τὸν ἄριστον τῶν Λακεδαιμονίων, ἡ γυνὴ ἔλεξεν·'' Ὦ ξένοι, καλὸς μὴν ἦν καὶ ἀγαθὸς καὶ ἀνδρεῖος ὁ παῖς μου, πολλοὺς δ'ἄνδρας ἡ Λακεδαίμων ἔχει ἔτι κρείσσονας ἐκείνου ''.
Grazie