Λέγουσι δ´ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἥμισυ τῆς κεφαλῆς ἐξυρημένον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς (844e) κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. Προβαίνοντα δὴ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵν´ ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ (844f) κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵν´, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη· τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵν´ ὅλας περιόδους ἀπνεύστως λέγῃ.
mi serve la versione di katalogon "il giovane demostene" AUTORE: PLUTARCO
questa è l'immagine della versione :
inizia: λεγουσι δ αυτον ετι νεον οντα εις σπηλαιον
finisce: ολας περιοδυς απνευστως λεγη