da dani_asr » 4 apr 2011, 15:37
Ciao a tutti,qualcuno potrebbe aiutarmi con questa versione?
Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυλάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὄρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ
(καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ τὸ ὄρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ
ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.
Il libro è Greco Versioni di Campanini-Scaglietti