trattasi di traduzione antica da rendere in italiano moderno
῏Ην δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων ἐπαχθὴς ὁ ᾿Αγησίλαος, ὡς δι’ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς Θηβαίους ἀπολέσαι ζητῶν. οὐδὲν οὖν ἔλεγον δεόμενοι φθείρεσθαι δεῦρο κἀκεῖσε καθ’ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες. ἔνθα δὲ δὴ λέγεται τὸν ᾿Αγησίλαον, ἐξελέγξαι βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσασθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετ’ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ’ ἑαυτῶν. εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρῶτον· ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ ᾿Αγησίλαος, “῾Ορᾶτε,” εἶπεν, “ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς.