Mi servirebbe la traduzione dei capitoli 226 e 277 ( sono i capitoli conclusivi ) della Contro Midia di Demostene che corrispondono più o meno alla versione "Pregiudizi della gente" n.3 pag.145 del libro Triakonta
Ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντ' εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθ' ἃ μίσους ἐστὶ σημεῖ' ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρ' ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθ' ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθ' ὅτε προὐβαλόμην [227] αὐτὸν ἐν τῷ δήμῳ· ἐπειδὴ δ' ἐξελήλεγκται, καὶ προκατέγνωκεν ὁ δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντ' ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετ' ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις;
Grazie