da valadry » 28 ago 2012, 14:38
Salve..cortesemente mi servirebbe la traduzione di questa versione. Grazie
Ὃμηῤος λέγει τόν Μίνων συγγίγνεςθαι ἐνάτῳ ἒτει τῷ Διὶ ἐν λόγοις καί ϕοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοϕιστοῦ ὂντος τοῦ Διός. Ὃτι οὖν τοῦτο τὸ γέρας οὐκ ἒστιν ὅτῳ ἀπένειμεν Ὃμηρος τῶν ἡρώων, ύπό Διὸς πεπαιδεῦσθαι, ἂλλῳ ἢ Μίνῳ, τοῦτ' ἒστιν ἒπαινος θαυμαστός. Καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἒχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν· Ῥαδάμανθυν δὲ οὒτ' ἐνταῦθα δικάζοντα πεποίηκεν οὒτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ. Διὰ ταῦτά ϕημ' ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Όμήπου ἐγκεκωμιάσθαι. Τὸ γὰρ Διὸς ὂντα παῖδα μόνον ὑπὸ Διὸς πεπαιδεῦσθαι οὐκ ἒχει ὑπερβολὴν ἐπαίνου. Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ· ἐπεπαίδευτο γὰρ ὑπὸ τοῦ Μίνω. Έπεπαίδευτο μέντοι οὐχ ὃλην τὴν βασιλικὴν τέχνην, ἀλλ' ὑπηπεσίαν τῇ βασιλικῇ, ὃσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίος· ὃθεν καὶ διδαστὴς ἀγαθὸς ἐλέχθη εἶναι.