c'è da attendere....
Λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, « Οὐκ ἄλλας » ἔφη « πρὸς ἣν βαδίζομεν πρᾶξιν. »Πάλιν δ´ αὐτῶν εἰπόντων « Μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων κωλύειν; » « Τῷ λόγῳ » ἔφη « τῷ δ´ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων. »
Γενόμενος δ´ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε « Λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον **, ἄμμε δὲ χρονοτριβέειν· ἤδη γὰρ ἢ κτάμεν τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες. »
Λέγοντος δέ τινος « Ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, » « Οὐκοῦν » ἔφη « χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα. »Ἄλλου δ´ εἰπόντος « Πάρεισιν ἐγγὺς ἡμῶν, » « Οὐκοῦν » ἔφη « καὶ ἡμεῖς αὐτῶν [ἐγγύς]. »Εἰπόντος δέ τινος « Ὦ Λεωνίδα, πρὸς πολλοὺς μετ´ ὀλίγων διακινδυνεύσων οὕτως πάρει; » « Εἰ μὲν οἴεσθέ με » ἔφη « τῷ πλήθει δεῖν πιστεύειν, οὐδ´ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀφεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός. »Ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, « Καὶ μήν » εἶπεν « πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους. »Ξέρξου δὲ γράψαντος αὐτῷ « Ἔξεστί σοι μὴ θεομαχοῦντι, μετ´ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν » ἀντέγραψεν « Εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων. »
Πάλιν δὲ τοῦ Ξέρξου γράψαντος « Πέμψον τὰ ὅπλα », ἀντέγραψε « μολὼν λαβέ. »
la traduzione la trovi sul nostro sito cliccando
/versione-plutarco/alcuni-detti-di-leonida.html