da giada » 26 apr 2017, 16:59
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐΰσκοπον Ἀργεϊφόντην, μήτ' αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
40 ὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης. ὣς ἔφαθ' Ἑρμείας, ἀλλ' οὐ φρένας Αἰγίσθοιο πεῖθ' ἀγαθὰ φρονέων· νῦν δ' ἁθρόα πάντ' ἀπέτεισε.» τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· «ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ, ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ, δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης,
50 νῆσος δενδρήεσσα, θεὰ δ' ἐν δώματα ναίει, Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι
Paradigmi dei verbi (eccone alcuni)
κτείνω impf. ἔκτεινον, m. p. ἐκτεινόμην ‖ ft. κτενῶ ‖ aor1. ἔκτεινα | aor2. ἔκτανον ‖ aor. p. ἐκτά(ν)θην e aor2. (ἀπ)εκτάνην ‖ ft. p. κτανθήσομαι
νοστέω impf. ἐνόστουν ‖ ft. νοστήσω ‖ aor. ἐνόστησα ‖ pf. νενόστηκα
εἴδω ft. εἰδήσω, m. εἴσομαι ‖ aor2. εἶδον, εἰδόμην ‖ aor1. poster. εἴδησα e εἶδα . ep. εἰσάμην ‖ pf. con sign. di pr. οἶδα ‖ ppf. con sign. di impf. ᾔδη e ᾔδειν.
λέγω impf. ἔλεγον, m. ἐλεγόμην ‖ ft. λέξω, m. λέξομαι, aor. ἔλεξα, m. ἐλεξάμην, aor2. εἶπον ‖ pf. λέλεχα, m. p. λέλεγμαι ‖ aor. p. ἐλέχθην, ‖ ft. p. λεχθήσομαι, ‖ ftp. λελέξομαι
πέμπω impf. ἔπεμπον, m. p. ἐπεμπόμην ‖ ft. πέμψω ‖ aor. ἔπεμψα, m. ἐπεμψάμην ‖ pf. πέπομφα, m. p. πέπεμμαι ‖ ppf. ἐπεπόμφειν, m. p. 3. sg. ἐπέπεμπτο ‖ aor. p. ἐπέμφθην ‖ ft. p. πεμφθήσομαι
ἡβάω, impf. ἥβων ‖ ft. ἡβήσω, m. ἡβήσομαι ‖ aor. ἥβησα, m. Ἡβησάμην
ἱμείρω impf. ἵμειρον m. ἱμειρόμην ‖ ft. ἱμερῶ ‖ aor. m. ἱμειράμην ‖ aor. p. Ἱμέρθην
ἀποτίνω impf. ἀπέτινον ‖ ft. ἀποτ(ε)ίσω, m. ἀποτ(ε)ίσομαι ‖ aor. ἀπέτ(ε)ισα, m. ἀπετ(ε)ισάμην ‖ pf. ἀποτέτικα ‖ ppf. ἀπετετείκειν ‖ aor. p. ἀπετείσθην
πείθω impf. ἔπειθον, m. p. ἐπειθόμην ‖ ft. πείσω, m. πείσομαι ‖ aor. ἔπεισα, e ἐπεισάμην ‖ aor2. ἔπῐθον m. ἐπῑθόμην ‖ pf. πέπεικα (trans.) e πέποιθα (intrans.), m. p. πέπεισμαι ‖ ppf. ἐπεπείκειν e ἐπεποίθειν, m. p. ἐπεπείσμην ‖ aor. p. ἐπείσθην ‖ ft. p. πεισθήσομαι
ἀμείβω impf. ἤμειβον, m. p. ἠμειβόμην ‖ ft. ἀμείψω, m. ἀμείψομαι ‖ aor. ἤμειψα, m. ἠμειψάμην ‖ pf. m. p. ἤμειμμαι ‖ aor. p. ἠμείφθην ‖ ft. p. Ἀμειφθήσομαι
κεῖμαι impf. ἐκείμην ‖ ft. Κείσομαι
ἀπόλλῡμι impf. ἀπώλλυν, m. ἀπωλλύμην e ἀπώλλυον, m. ἀπωλλυόμην ‖ ft. ἀπολῶ, m. ἀπολοῦμαι ‖ aor1. trans. ἀπώλεσα ‖ aor2. m. intrans. ἀπωλόμην ‖ pf. trans. ἀπολώλεκα, intrans. ἀπόλωλα ‖ ppf. ἀπωλωλέκειν e ἀπωλώλειν ‖ aor. p. poster. ἀπωλέσθην ‖ ft. p. Ἀπολεσθήσομαι
ῥέζω impf. ἔρεζον ‖ ft. ῥέξω ‖ aor. ἔρρεξα e ἔρεξα ‖ aor. p. Ἐρρέχθην
δαίω impf. ἔδαιον, m. 3. sg. (ἐ)δαίετο ‖ aor. solo cong. m. 3. sg. δάηται ‖ pf. 3. sg. δέδηεν | pt. fm. Δεδᾰυῖα
πάσχω impf. ἔπασχον ‖ ft. m. πείσομαι ‖ aor2. ἔπᾰθον ‖ pf. πέπονθα ‖ ppf. ἐπεπόνθειν e att. Ἐπεπόνθη
ναίω impf. ἔναιον ‖ ft. m. νάσσομαι ‖ aor. ἔνασσα, m. ἐνασσάμην ‖ pf. m. p. νένασμαι ‖ aor. p. Ἐνασθην
εἴδω ft. εἰδήσω, m. εἴσομαι ‖ aor2. εἶδον, εἰδόμην ‖ aor1. poster. εἴδησα e εἶδα . ep. εἰσάμην ‖ pf. con sign. di pr. οἶδα ‖ ppf. con sign. di impf. ᾔδη e ᾔδειν.
ἔχω impf. εἶχον, m. p. εἰχόμην ‖ ft. ἕξω (dal pr.) e σχήσω (dall'aor.), m. ἕξομαι e σχήσομαι (anche p.) ‖ aor. ἔσχον, m. ἐσχόμην ‖ pf. ἔσχηκα, m. p. ἔσχημαι in compos. ‖ ppf. ἐσχήκειν, m. p. ἐσχήμην in compos. ‖ aor. p. ἐσχέθην ‖ ft. p. σχεθήσομαι.