ὁ δ' οὖν Κῦρος εἰς Σάρδεις μεταπεμψάμενος τὸν Λύσανδρον, τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο,νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν ὁ πατὴρ διδῴη κατα -χορηγήσειν τὰ οἰκεῖα: κἂν ἐπιλίπῃ πάντα, κατακόψειν ἔφη τὸν θρόνον ἐφ'ᾧ καθήμενος ἐχρημάτιζε,χρυσοῦν καὶ ἀργυροῦν ὄντα.τέγος δὲ εἰς Μηδίαν ἀναβαί-νων πρὸς τὸν πατέρα, τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον, καὶ τὴν αὑτοῦ διεπίστευσεν ἀρχήν: ἀσπασάμενος δὲ καὶ δεηθεὶς μὴ ναυμαχεῖν Ἀθηναίοις, πρὶν αὐτὸν ἀφικέσθαι πάλιν, ἀφίξεσθαι δὲ ναῦς ἔχοντα πολλὰς ἔκ τε Φοινίκης καὶ Κιλικίας, ἀνέβαινεν ὡς βασιλέα. Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, ἀναχθεὶς ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν.
Ho tradotto personalmente questa versione ed ora la trovate sul nostro sito cliccando
/versione-plutarco/lisandro-prende-accordi-con-ciro-il-giovane.html