Versione di greco DIODORO SICULO Dal libro safeneia pagina 123 n° 74
κατὰ δὲ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίταις ἐνέστη πόλεμος περὶ χώρας τῆς πρὸς τῷ Μαζάρῳ ποταμῷ· γενομένης δὲ μάχης ἰσχυρᾶς συνέβη πολλοὺς παρ´ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις. μετὰ δὲ τὴν πολιτογραφίαν τὴν ἐν ταῖς πόλεσι γενομένην καὶ τὸν ἀναδασμὸν τῆς χώρας, πολλῶν εἰκῇ καὶ ὡς ἔτυχε πεπολιτογραφημένων, ἐνόσουν αἱ πόλεις καὶ πάλιν εἰς πολιτικὰς στάσεις καὶ ταραχὰς ἐνέπιπτον· μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακούσαις. Τυνδαρίδης γάρ τις τοὔνομα, θράσους καὶ τόλμης γέμων ἄνθρωπος, τὸ μὲν πρῶτον πολλοὺς τῶν πενήτων ἀνελάμβανε, καὶ σωματοποιῶν τούτους ἑαυτῷ πρὸς τυραννίδα ἑτοίμους ἐποίει δορυφόρους. μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέγεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη. ἀπαγομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπ´ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον. ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρίδῃ ἀνεῖλον.
inizia così : Κατἁ δἑ Σικελἱαν Εγεσταἰος καἰ Λιλυβαἱταις ἐνἑστη πὁλεμος περἱ χώρας τῆς πρὁς τῷ Μαζἁρῳ ποταμῷ ·
γενομένης δἑ μάχης ισχυρᾶς συνέβη πολλούς παῥαμφοτέροις αναιρεθῆναι καἱ τῆς ϕιλοτιμἰας μἡ λῆξαι τἁς πὀλεις.
finisce così: Ταραχῆς δἑ γενομένης κατἁ τἡν πὁλιν,συνεστρἀϕησαν οἱ χαριέστατοι τῶν πολιτῶν,καἱ τούς νεωτερἰσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρἱδῃ ανεῖλον.
vi prego è urgentissima :( help me