Discorsi: A quelli di Nicea

Sulla concordia di Nicea sulla fine della guerra civile

ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΕΝ ΝΙΚΑΙΑΙ ΠΕΠΑΥΜΕΝΗΣ ΤΗΣ ΣΤΑΣΕΩΣ

1 Ἐγὼ χαίρω τιμώμενος ὑφ᾽ ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις, κατά τε ἰσχὺν καὶ μέγεθος οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων· τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα. 2 Πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γὰρ, εἰ μὴ σφόδρα εὐδαίμονες1 ἔσονται καὶ θεοφιλεῖς2 καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ,3 βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν. 3 ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν4 βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης; ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταῦτα βουλευομένης;5 τίσι μὲν ἡδίω τἀγαθὰ τῶν ὁμονοούντων; τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; 4 ποία μὲν τοῖς πολίταις προσφιλεστέρα πόλις; ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φιλοῖς; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; ὁ παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, ὁ παρὰ τίνων δὲ ψόγος ἀληθέστερος;6 τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον οἱ κρατοῦντες αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐδ᾽ αὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεῖς ἀκούει ῥᾳδίως ὅ τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων.

5 Ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας; ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν· διαφέρουσι γὰρ οὐδὲν ἢ εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας· ὥσπερ, οἶμαι, καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν ἡ τοιαύτη ἕξις καὶ ὀξύτατον ἐπάγει κίνδυνον.

6 ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας· εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος· ἂν μὲν ὅ θ᾽ ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα· στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι. 7 παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις· εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων7 θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. Ἀλλ᾽ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν· νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε8 κἀγὼ πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος. 8 τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν· ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, ἃ δ᾽ ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμοβεστάταις καὶ ἀρίσταις ᾗ πόλεσι τὸ λοιπόν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:58 - flow version _RPTC_G1.3