Dionigi di Alicarnasso - Antichità Romane libro 9

Antichità Romane libro 9

[1]   Τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων· οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων· γνωσιμαχήσαντες [πρὸς ἀλλήλους ἡ βουλὴ καὶ ὁ δῆμος] τέλος συνέπεισαν ἀλλήλους ἀφ' ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι· καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλιάδου, καθ' ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ [2] τὴν Ἑλλάδα. ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον. συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας· καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη. ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δ' ἐπὶ [3] Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς· καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπ' αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς [4] ὑπέσχοντο τῷ δήμῳ. ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται, [5] ταῦτα κωλύῃ. συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους· μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες. [2] [1]    Ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ [2] γενέσθαι. οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος· ὡς δ' ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη· [3] μονωθεὶς δ' Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν. μετὰ τοῦθ' ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δ' ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων [4] δὲ Φάβιος ἐπὶ Τυρρηνούς. Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν. ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις [5] ἅπαντα ἐχαρίσατο. δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος. καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα. [3] [1]    Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρ' οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλ' ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον [2] Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν. οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθ' ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθ' ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτ' ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θ' ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην [3] ἀμφοῖν. γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφ' οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρ' ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτ' ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλ' ἐάσαντες ἀτελὲς ἔργον καλὸν [4] ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν. ἐπιχειρησάντων δ' αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δι' ἀπειρίαν τοῦ στρατηγεῖν· καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν [5] ὑπομεῖναι μάχην. καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτ' ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτ' ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, δι' εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον. τοσαύτη δ' ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος. [4] [1]    Ταῦθ' ὁ στρατηγὸς μαθὼν ἠναγκάσθη πᾶσι δοῦναι τὸ παράγγελμα τῆς ἐξόδου δείσας τὴν ἀναρχίαν αὐτῶν καὶ τὸ θράσος. οἱ δ' ὥσπερ ἐκ φυγῆς ἀνασωζόμενοι τάχει πολλῷ συνάπτουσι τῇ πόλει περὶ τὸν ὄρθρον. καὶ οἱ ἐπὶ τῶν τειχῶν ἀγνοήσαντες, ὅτι φίλιον ἦν στράτευμα, ὅπλα τ' ἐνεδύοντο καὶ ἀλλήλους ἀνεκάλουν, ἥ τ' ἄλλη πόλις, ὡς ἐπὶ συμφορᾷ μεγάλῃ, ταραχῆς ἐγεγόνει μεστὴ καὶ θορύβου· καὶ οὐ πρότερον ἀνέῳξαν αὐτοῖς τὰς πύλας οἱ φύλακες, ἢ λαμπράν τε ἡμέραν γενέσθαι καὶ γνωσθῆναι τὸ οἰκεῖον στράτευμα. [2] ὥστε πρὸς τῇ αἰσχύνῃ, ἣν ἐκ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιστον αὐτοὺς ἀναρρῖψαι, σκότους ἀπιόντας διὰ τῆς πολεμίας ἀτάκτως. εἴ γ' οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπιοῦσιν αὐτοῖς ἠκολούθησαν, οὐδὲν ἂν ἐκώλυσεν ἅπασαν ἀπολωλέναι τὴν στρατιάν. τῆς δ' ἀλόγου ταύτης ἀπάρσεως ἢ φυγῆς τὸ πρὸς τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖσος, ὥσπερ ἔφην, αἴτιον ἦν, καὶ ὁ φθόνος τῆς ἐκείνου τιμῆς, ἵνα μὴ θριάμβου καταγωγῇ [3] κοσμηθεὶς ἐπιφανέστατος γένηται. τῇ δ' ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Τυρρηνοὶ τὴν ἄπαρσιν τῶν Ῥωμαίων νεκρούς τ' αὐτῶν ἐσκύλευσαν καὶ τραυματίας ἀράμενοι ἀπήνεγκαν τάς τε καταλειφθείσας ἐν τῷ χάρακι παρασκευάς ‑ πολλαὶ δ' ἦσαν ὡς εἰς χρόνιον παρεσκευασμέναι πόλεμον ‑ διεφόρησαν, καὶ ὡς δὴ κρατοῦντες τῆς χώρας τῶν πολεμίων τὴν ἐγγυτάτω λεηλατήσαντες ἀπῆγον τὴν στρατιάν. [5] [1]    Οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς. γινομένου δ' αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτ' ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας [2] τὰ δόξαντα τῇ βουλῇ. γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν. ἀφίκετο δ' αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν. οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης [3] δυνάμεως τὴν ἡμίσειαν. ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δ' ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη [4] φυλάξοντας. ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπ' ἀλλήλων. ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή. συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ [5] μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ. τοῖς δ' ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτ' οὐχ ἱκανοὶ γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι· ἐδόκει τ' αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν. ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δ' ἢ λαμπρὸν ἔργον οὐδέν.

Antichità Romane libro 9 capitolo 1 passim 1 - Traduzione

[6] [1]    Οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τ' ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν. καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς [2] συμμαχεῖν. τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δ' εἰς τέλος ἠφάνισεν· ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας [3] ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς. λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος [4] κατεστρατοπέδευσε. μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, δι' ἃς αἰτίας ἐγένετο, παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν· οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε. [5] ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων [6] ὄλεθρον. εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον· ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς [7] τ' ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις. καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλ' αὐτοὶ παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς. [7] [1]    Ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας· ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον. πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις. [2] μενόντων δὲ τῶν Ῥωμαίων ἐφ' ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τ' ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν· εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δ' ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι [3] τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν. τοῦτ' ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι. οἱ δ' ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, δι' ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν ‑ ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν ‑ τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι· ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ. [8] [1]    Βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως ‑ ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ ‑ τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν, [2] ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην. ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τ' αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως εἶναι μὴ βουλομένους. γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι [3] σφῶν ἐπὶ τοὺς πολεμίους· ὅπερ καὶ συνέβη. ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατ' ὀλίγους, ἔπειτ' ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι. [4] ὡς δ' ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ προελθὼν Φάβιος τοιάδε εἶπε· [9] [1]    Βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες· καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι. παλαίτερον γὰρ ἔτι τοῦθ' ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους. τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δ' ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδ', ἂν τὸ κράτιστον λάβῃ [2] τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γ' ὑπ' ἀρετῆς γίνεται· κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε· εἴτ' οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν [3] ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε. νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης· ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλ' οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε [4] τοῦ χάρακος ἐξελθεῖν, οἱ δ' ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθ' ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλ' ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλ' ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτ' ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότ' ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δ' ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτ' ἐν νυκτί, οὔτε τὴν αἰσχύνην, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφ' ἑαυτοῖς μέρος, καὶ ταῦθ' οἱ [5] νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτ' ἄρχειν δυναμένους οὔτ' ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθ' [6] ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ ‹καὶ› καταβαλόντες τὸ στασιάζον, ὑφ' οὗ [νῦν] πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς [7] προβαλλομένους ἐλπίδας. ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος [8] εἰς τὰς τῶν φρουρίων φυλακάς. ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας [καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν] ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται. [9] ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθ' ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δ' ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον. [10] [1]  Ἔτι δ' αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατ' ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων [2] καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων. ἐπειδὴ δ' ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δι' ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ δι' ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ‹ὁ› νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους [3] καλοῦσιν. οὗτος ὁ ἀνήρ ‑ ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν ‑ στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτ', ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὰ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι· καὶ ὑμεῖς δ', ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις, [4] οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. Ταῦτ' εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δ' οὔ. τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο· καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα [5] δ' ἡ πληθύς. ἐπεὶ δὲ τοῦτ' ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τ' αὖ καὶ μένος· καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον· καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν [6] ἀγῶνα ἡ στρατιά. οἱ δ' ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν. καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει. [11] [1]    Ὡς δ' εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε· καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος. οἱ μὲν οὖν τὸ δεξιὸν ἔχοντες τῶν Ῥωμαίων κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθ' ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί. οἱ δ' ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων [2] ἐκυκλοῦντο. ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας. παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν. ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας· καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς [3] αἰχμῆς ἔξαιμος γενόμενος πίπτει. ὡς δὲ τοῦτ' ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος ‑ ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος ‑ τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν [ἐπὶ] τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους. ἐμπεσὼν δ' αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τ' ἀδελφὸν [4] ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται. ἐκεῖνος μὲν οὖν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον· καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν [5] νεκρῶν. κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν. οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, [ἔνθα ὁ Μάλλιος ἦν] ἐτρέψαντο τοὺς καθ' ἑαυτούς. παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην· καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις [6] οὐκ ἔχουσιν ἡγεμόνα. ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν· καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν. [12] [1]    Ἐν ᾧ δὲ ταῦτ' ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει φυλαττόμενον. καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής. ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ· γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον· περὶ γὰρ ταῖς πύλαις ὁ ἀγὼν ἦν· ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρ' ἀμφοτέρων [2] πολλοί. ἐν τούτῳ τῷ ἔργῳ ὅ τε [Μάλλιος] ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι. μετὰ δὲ τὸ πάθος τοῦτ' εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ [3] μαντεύματα. εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τ' ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν· νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν. ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν. [4] καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τ' αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων. χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων ‑ ἦν γὰρ αὐτοῖς ἐξ ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους δι' ἡμέρας [5] ὅλης κεκμηκότας ἡ μάχη ‑ Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ καθ' ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθ' ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον· τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον. [6] γενομένης δὲ καθ' ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλ' ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα. [13] [1]    Ὁ δ' ὕπατος ἐπειδὴ τὸ δεινὸν ἀπεώσατο, παρεβοήθει πάλιν τοῖς ἐν τῷ πεδίῳ. αὕτη μεγίστη λέγεται τῶν πρὸ αὐτῆς γενέσθαι Ῥωμαίοις μάχη, πλήθει τ' ἀνθρώπων καὶ μήκει χρόνου καὶ τῷ ἀγχιστρόφῳ τῆς τύχης. αὐτῶν μὲν γὰρ τῶν ἐκ τῆς πόλεως Ῥωμαίων ἡ κρατίστη τε καὶ ἐπίλεκτος ἀκμὴ δισμυρίων μάλιστα πεζῶν ἐγένετο, καὶ τῶν συντεταγμένων τοῖς τέτταρσι τάγμασιν ἱππέων ὁμοῦ τι χιλίων καὶ διακοσίων, ἀποίκων [2] δὲ καὶ συμμάχων ἑτέρα τοσαύτη. χρόνος δ' ἐμηκύνθη τοῦ ἀγῶνος ὀλίγῳ πρότερον τῆς μεσημβρίας ἀρξάμενος μέχρι δύσεως ἡλίου. τὰ δὲ τῆς τύχης μέχρι πολλοῦ τῇδε καὶ τῇδε νίκαις τε καὶ ἥτταις ταλαντευόμενα διέμεινεν· ὑπάτου δὲ θάνατος ἐγένετο καὶ πρεσβευτοῦ δὶς ὑπατεύσαντος καὶ ἄλλων πολλῶν ἡγεμόνων καὶ ταξιάρχων καὶ λοχαγῶν, ὅσων οὐδέπω πρότερον. τὸ μέντοι κράτος τοῦ ἀγῶνος ἐδόκει περὶ τοὺς Ῥωμαίους γεγονέναι κατ' ἄλλο μὲν οὐδέν, ὅτι δὲ τῇ ἐπιούσῃ νυκτὶ καταλιπόντες τὸν χάρακα οἱ Τυρρηνοὶ ἀνέζευξαν. [3] τῇ δ' ἑξῆς ἡμέρᾳ πρὸς ἁρπαγὰς τῆς ἐκλειφθείσης ὑπὸ τῶν Τυρρηνῶν παρεμβολῆς οἱ Ῥωμαῖοι τραπόμενοι καὶ ταφὰς ποιησάμενοι τῶν σφετέρων νεκρῶν ἀπῆλθον εἰς τὸν ἑαυτῶν χάρακα. ἐκεῖ δ' ἐκκλησίαν ποιησάμενοι τοῖς ἀγωνισαμένοις λαμπρῶς τὰς ἀριστείους ἀπέδοσαν τιμάς, πρώτῳ μὲν Καίσωνι Φαβίῳ τῷ τοῦ ὑπάτου ἀδελφῷ μεγάλα καὶ θαυμαστὰ ἔργα ἀποδειξαμένῳ, δευτέρῳ δὲ τῷ Σικκίῳ, τῷ διαπραξαμένῳ τὸν χάρακα ἀνασώσασθαι, τρίτῳ δὲ Μάρκῳ Φλαβοληίῳ τῷ ἡγεμόνι τοῦ τάγματος, τοῦ θ' ὅρκου χάριν καὶ τῆς παρὰ τὰ [4] δεινὰ ῥώμης. διαπραξάμενοι δὲ ταῦτα καὶ μείναντες ἡμέρας ὀλίγας ἐπὶ τοῦ χάρακος, ὡς οὐδεὶς ἀντεπεξῄει τῶν πολεμίων μαχησόμενος, ἀπῄεσαν ἐπ' οἴκου. πάντων δὲ τῶν κατὰ τὴν πόλιν, ὡς ἐπὶ μεγίστῳ ἀγῶνι κάλλιστον τέλος εἰληφότι, τὴν ἐπινίκιον τιμὴν τοῦ θριάμβου τῷ περιόντι ὑπάτῳ προσθεῖναι βουλομένων, ἠρνήσατο τὴν χάριν αὐτῶν ὁ ὕπατος, οὔτε ὅσιον εἶναι λέγων οὔτε θεμιτὸν ἐπ' ἀδελφοῦ θανάτῳ καὶ συνάρχοντος ἀποβολῇ πομπεύειν καὶ στεφανηφορεῖν· ἀποθεὶς δὲ τὰς σημαίας καὶ τοὺς στρατιώτας ἀπολύσας ἐπὶ τὰ οἰκεῖα τὴν ὑπατείαν ἀπωμόσατο, δυεῖν ἔτι μηνῶν εἰς τὸν ἐνιαύσιον χρόνον λειπομένων, ἀδύνατος ὢν τὰ τῆς ἀρχῆς ἔτι πράττειν. ἐταλαιπώρει γὰρ ὑπὸ τραύματος ἐξαισίου καὶ ἦν κλινοπετής. [14] [1]    Ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος. οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον· Φάβιος [2] μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς. Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπ' αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις· καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ‹ἄλλης› λείας ἐξ ἐφόδου. Οὐιεντανοὶ δὲ κατ' ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς [3] ἁρπαγὴν τετραμμένοις τῆς λείας. ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δ' εἰς φυγὴν τρέπουσι· καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότ' ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν. ἐκείνου δ' ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθ' ἕνα διεσκεδασμένοι· πάντες δ' ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα [4] ἐν τούτῳ ἔμειναν. ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόγου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τ' αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τ' ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ [5] ὅπλων. ὁ δ' ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει· καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ στρατιὰν κατέλαβε. πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ [6] ἄλλῃ κακώσει. μετ' οὐ πολὺ δ' ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις· καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας. ὡς δ' εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες [7] ἀπῆγον ἐπ' οἴκου τὴν στρατιάν. ὡς δ' ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τ' αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά. κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι. αὕτη χρόνου [8] μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδ' εἴκοσιν ἀφεστῶτος ἀφικομένη. [ἡ] κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις. ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ‹ἢ› συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν. [15] [1]    Συναχθείσης δὲ μετὰ τοῦτο ‹τῆς› βουλῆς ὑπὸ τῶν ὑπάτων καὶ σκέψεως γενομένης, τίνα χρὴ πολεμεῖν τοῖς Οὐιεντανοῖς τρόπον, ἡ νικῶσα ἦν γνώμη, στράτευμα συνεστηκὸς ἔχειν ἐπὶ τοῖς ὁρίοις, ὃ διὰ φυλακῆς ἕξει τὴν χώραν θυραυλοῦν καὶ αἰεὶ μένον ἐν τοῖς ὅπλοις. ἐλύπει δ' αὐτοὺς ἥ τ' εἰς τοὺς φρουροὺς δαπάνη πολλὴ σφόδρα ἐσομένη, τοῦ τε κοινοῦ ταμιείου διὰ τὰς συνεχεῖς στρατείας ἐξαναλωμένου καὶ τῶν ἰδίων βίων ἀπειρηκότων ταῖς εἰσφοραῖς· καὶ ἔτι μᾶλλον ἡ τῶν ἀποσταλησομένων φρουρῶν καταγραφὴ τίνα τρόπον ἂν γένοιτο, ὡς οὐκ ἂν ἑκουσίων γέ τινων προκειμένων ἁπάντων, καὶ μὴ ἐκ διαδοχῆς, ἀλλὰ συνεχῶς [2] ταλαιπωρεῖν ὑποστησομένων. ἀδημονούσης δ' αὐτῆς ἐπ' ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετ' αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι. [3] ἀγασθέντων δ' αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρ' ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθ' ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δ' αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δ' αὐτοῖς μετ' οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο [4] Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων. γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τ' ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τ' ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος, [5] θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ μετὰ τοῦτ' ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα [τὰ] μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις. περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατ' ἀμφότερα, τῆς τ' οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν. οὐδὲν γὰρ οὔτ' εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις [ἰδιώταις] ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια [6] ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο. ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπ' οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματ' εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς [7] δέχεσθαι. νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τ' αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστ' οὐδ' ὁμόσε χωρεῖν αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος ‹οὕτως› ἐτελεύτα. [16] [1]    Τῷ δὲ κατόπιν ἔτει Λευκίου τ' Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατ' αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι. [2] καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν δι' ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνήσκοντες καὶ φιλίας καὶ ὅσους μετ' αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς [3] ὅσην ἠξίουν σημμαχίαν. ταῦθ' ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δ' αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφ' αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ. [4] Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος. ἑκάστῳ δ' αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως. τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει. μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου [5] τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα. Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστ' ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλ' ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶν [6] συμπλοκαῖς διαφέρειν [ἔγνω] τὸν πόλεμον. Λεύκιος δ' Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο· ἡμέραν δ', ἀφ' ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων. ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δ' ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος. πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδ' οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλ' ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν [7] χάρακα. ὁ δ' Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε. γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δ' ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος. οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν [8] πόλιν, οἱ δ' εἰς τὰ πλησίον ὄρη. ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δ' ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο. καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης. ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς. [17] [1]    Ταῖς δ' ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους. καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλ', ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δ' ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν. ἵνα δ' αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν [2] ἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε. καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς. ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματ' ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι· ἐφ' οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ [3] φανῇ κράτιστα ἕξειν. ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν [4] ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος. τοῦτ' αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο. ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν. ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον ‑ ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον ‑ ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς. ὁ δ' ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ἔφη δὲ τοῦτ' αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις, [5] πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια ‹εἰπὼν› καὶ δι' ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα· ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων. [18] [1]    Μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος. τούτοις κατ' ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δ' ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα [2] καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε. Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα [3] ἢ πολεμεῖν σφίσι μετ' ἐκείνων. οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δ' ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν. ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπ' αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν [4] ποιήσασθαι τοῦ πολέμου. ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου· καὶ μετ' οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρ' αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις. ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τ' ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα. [5] Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους. Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον. παρασκευαζομένου δ' αὐτοῦ καὶ τρίβοντος τὸν χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον. περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος. θήσω δ' αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον. [19] [1]    Τινὲς μὲν οὖν φασιν, ὅτι θυσίας ἐπιστάσης πατρίου, ἣν ἔδει τὸ Φαβίων ἐπιτελέσαι γένος, οἱ μὲν ἄνδρες ἐξῆλθον ὀλίγους ἐπαγόμενοι πελάτας ἐπὶ τὰ ἱερά, καὶ προῄεσαν οὔτε διερευνώμενοι τὰς ὁδοὺς οὔθ' ὑπὸ σημαίαις τεταγμένοι κατὰ λόχους, ῥᾳθύμως δὲ καὶ ἀφυλάκτως ὡς ἐν εἰρήνῃ τε καὶ διὰ φιλίας γῆς [2] πορευόμενοι. οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν. ὡς δ' ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δ' ἐκ τῶν πλαγίων, καὶ μετ' οὐ πολὺ ἡ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν· καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο. [3] οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος. οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ δι' ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις· οὔτ' εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις ὑπελείπετο, πάντας εἰκὸς ἦν τοὺς κατέχοντας τὸ φρούριον ἐκλιπεῖν αὐτοῦ τὴν φυλακήν· ἤρκουν γὰρ ἂν καὶ τρεῖς ἢ τέτταρες ἀφικόμενοι συντελέσαι περὶ τοῦ γένους ὅλου τὰ ἱερά. διὰ μὲν δὴ ταύτας τὰς αἰτίας οὐκ ἔδοξέ μοι πιστὸς εἶναι ὁ λόγος. [20] [1]    Ὁ δ' ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν. ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν. ἔπειτ' ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα· οἱ δ' ἐξιόντες τούς τ' ἀνθρώπους συνήρπαζον καὶ τὰ [2] βοσκήματα περιήλαυνον. τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς· τῇ δ' ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας. [3] ὡς δ' ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες· καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι· κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον. οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον [4] καὶ τὰ βοσκήματα περιήλαυνον. ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν. καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τ' ὄντες, ἐνταῦθ' ἀπόλλυνται. ὅσοι δ' αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον. καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς. ἀπεώσαντο δ' οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι· ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο. [21] [1]    Τῇ δ' ἑξῆς ἡμέρᾳ μαθόντες τὴν κατασχοῦσαν τοὺς σφετέρους τύχην οἱ κατέχοντες τὸ φρούριον, καὶ ὅτι τὸ μὲν πλεῖον ἀπόλωλε τῆς στρατιᾶς μέρος ἐν ταῖς ἁρπαγαῖς, τὸ δὲ κράτιστον ἐν ὄρει πολιορκεῖται κατακεκλεισμένον ἐρήμῳ, καὶ εἰ μὴ ταχεῖά τις αὐτοῖς ἥξει βοήθεια, σπάνει τῶν ἀναγκαίων φθάσουσιν ἐξαιρεθέντες, ἐξῄεσαν κατὰ σπουδὴν ὀλίγους πάνυ καταλιπόντες ἐν τῷ φρουρίῳ φύλακας. καὶ αὐτοὺς οἱ Τυρρηνοί, πρὶν ἢ συμμῖξαι τοῖς ἑτέροις ἐπικαταδραμόντες ἐκ τῶν χωρίων κυκλοῦνταί τε, καὶ πολλὰ γενναῖα ἔργα ἀποδειξαμένους [2] διαφθείρουσιν ἅπαντας σὺν χρόνῳ. μετ' οὐ πολὺ δὲ καὶ οἱ τὸν λόφον καταλαβόμενοι λιμῷ τε καὶ δίψῃ πιεζόμενοι ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἔγνωσαν· καὶ συμπεσόντες ὀλίγοι πρὸς πολλοὺς ἕωθεν ἀρξάμενοι μέχρι νυκτὸς ἐμάχοντο· καὶ τοσοῦτον ἐποίησαν τῶν πολεμίων φόνον, ὥστε τοὺς σωροὺς τῶν νεκρῶν ἐμποδὼν αὐτοῖς εἶναι τῆς μάχης πολλαχῇ κεχυμένους. οἱ δὲ Τυρρηνοὶ πλεῖον ἢ τὸ τρίτον τῆς στρατιᾶς μέρος ἀπολωλεκότες καὶ περὶ τοῦ λοιποῦ δείσαντες, μικρὸν ἀνασχόντες τὰ ὅπλα διὰ τῶν ἀνακλητικῶν ἐπεκηρυκεύοντο πρὸς τοὺς ἄνδρας, ἄδειαν αὐτοῖς ὑπισχνούμενοι καὶ δίοδον, ἐὰν τὰ ὅπλα ἀποθῶνται καὶ τὸ φρούριον [3] ἐκλίπωσιν. οὐ προσδεξαμένων δὲ τῶν ἀνδρῶν τὰς προκλήσεις, ἀλλὰ τὸν εὐγενῆ θάνατον αἱρουμένων ἐπῄεσαν αὐτοῖς αὖθις ἐκ διαδοχῆς, συστάδην μὲν καὶ ἐκ χειρὸς οὐκέτι μαχόμενοι, πρόσωθεν δὲ βάλλοντες ἀθρόοι λόγχαις καὶ χερμάσι, καὶ ἦν νιφετῷ παραπλήσιος ἡ πληθὺς τῶν βελῶν. οἱ δὲ Ῥωμαῖοι συστρεφόμενοι κατὰ λόχους προσέτρεχον αὐτοῖς οὐχ ὑφισταμένοις καὶ πολλὰς πληγὰς λαμβάνοντες ὑπὸ τῶν πέριξ [4] ὑπέμενον. ὡς δὲ τά τε ξίφη πολλοῖς ἄχρηστα ἦν τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα, καὶ τῶν ἀσπίδων τὰ πέριξ ἴτυος ἐχόμενα διετέθρυπτο, ἔξαιμοί τε οἱ πλείους καὶ καταβελεῖς καὶ παράλυτοι τὰ μέλη διὰ πλῆθος τραυμάτων ἦσαν, καταφρονήσαντες αὐτῶν οἱ Τυρρηνοὶ χωροῦσιν ὁμόσε· καὶ οἱ Ῥωμαῖοι προσπίπτοντες ὥσπερ θηρία δόρατά τ' αὐτῶν ἐπιλαμβανόμενοι κατέκλων, καὶ ξίφη δραττόμενοι κατὰ τὰς ἀκμὰς ἀπέσπων, καὶ περικυλίοντες εἰς τὴν γῆν τὰ σώματα συνεφύροντο θυμῷ τὸ πλεῖον ἢ δυνάμει διαγωνιζόμενοι. [5] ὥστ' οὐκέτι συνῄεσαν αὐτοῖς εἰς χεῖρας οἱ πολέμιοι, τό τε καρτερικὸν ἐκπληττόμενοι τῶν ἀνδρῶν, καὶ τὴν ἀπόνοιαν, ἣν προσειλήφεσαν, κατὰ τὴν ἀπόγνωσιν τοῦ ζῆν δεδιότες· ἀλλ' ἀποστάντες αὖθις ἔβαλλον ἀθρόοι καὶ ξύλοις καὶ λίθοις καὶ ὅτῳ ἄλλῳ ἐντύχοιεν, καὶ τελευτῶντες ἐγκατέχωσαν αὐτοὺς τῷ πλήθει τῶν βελῶν. διαφθείραντες δὲ τοὺς ἄνδρας ἔθεον ἐπὶ τὸ φρούριον, ἔχοντες τὰς τῶν ἐπιφανεστάτων κεφαλάς, [6] ὡς ἐξ ἐφόδου τοὺς ἐκεῖ παραληψόμενοι. οὐ μὴν ἐχώρησέ γ' αὐτοῖς κατ' ἐλπίδα τὸ ἔργον· οἱ γὰρ καταλειφθέντες ἐν αὐτῷ ζηλώσαντες τὸ εὐγενὲς τοῦ θανάτου τῶν θ' ἑταίρων καὶ ‹τῶν› συγγενῶν ἐξῆλθον ὀλίγοι παντάπασιν ὄντες, καὶ πολὺν ἀγωνισάμενοι χρόνον τὸν αὐτὸν τρόπον τοῖς ἑτέροις ἅπαντες διεφθάρησαν· τὸ δὲ χωρίον ἔρημον οἱ Τυρρηνοὶ παρέλαβον. ἐμοὶ μὲν δὴ ὁ λόγος οὗτος πιστότερος ἐφαίνετο πολὺ τοῦ προτέρου· φέρονται δ' ἐν γραφαῖς Ῥωμαίων ἀξιοχρέοις ἀμφότεροι. [22] [1]    Τὸ δὲ συναπτόμενον τούτοις ὑπό τινων οὔτ' ἀληθὲς ὂν οὔτε πιθανόν, ἐκ παρακούσματος δέ τινος πεπλασμένον ὑπὸ τοῦ πλήθους, ἄξιον μὴ παραλιπεῖν ἀνεξέταστον. λέγουσι γὰρ δή τινες, τῶν ἓξ καὶ τριακοσίων Φαβίων ἀπολομένων ὅτι ἓν μόνον ἐλείφθη τοῦ γένους παιδίον, πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ [2] ἀδύνατον εἰσάγοντες. οὔτε γὰρ ἀτέκνους τε καὶ ἀγάμους ἅπαντας εἶναι δυνατὸν ἦν τοὺς ἐξελθόντας εἰς τὸ φρούριον Φαβίους. ὁ γὰρ ἀρχαῖος αὐτῶν νόμος γαμεῖν τ' ἠνάγκαζε τοὺς ἐν ἡλικίᾳ, καὶ τὰ γεννώμενα πάντα ἐπάναγκες τρέφειν· ὃν οὐκ ἂν δήπου κατέλυσαν οἱ Φάβιοι μόνοι πεφυλαγμένον ἄχρι τῆς ἑαυτῶν ἡλικίας [3] ὑπὸ τῶν πατέρων. εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλ' ἐκεῖνό γ' οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδ' ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας. μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς. οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη [4] διαφθαρῇ γένους; εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα· μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. [5] ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα, ἐκεῖνον δ' ἀληθῆ· τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτ' εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων [6] οἴκου λοιπόν. οὐδὲν ‹δὲ› κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός· οὐχ ὡς μηδενὸς ἄλλου ὄντος, ἀλλ' ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει· καὶ περὶ μὲν τούτων ταῦθ' ἱκανά. [23] [1]    Οἱ γοῦν Τυρρηνοὶ τούς τ' ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις. ἔτυχε δ' οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ· καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφ' οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τ' οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν αὐτῶν ποιήσασθαι φροντίδα τῆς τ' ἀρετῆς καὶ [2] δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθ' ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω. σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν· τὴν δ' ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε [3] συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη. ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον ‑ ἦν δ' ὑπὸ λαγόνι κείμενον ὄρους ‑ τῆς τ' ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον. καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν. καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο. [4] εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ δι' αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας [5] φυλάττων, [μετὰ] αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν. οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τ' αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι· καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων· τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, [6] εἶχε ταῦτα. καὶ οὐδὲ τότ' ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλ' ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων. καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες. [7] ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν. ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν ‑ ἐτάξαντο γὰρ ἐπὶ βάθος ‑ ἐμπτώσει πολλῇ συνεργούμενοι. πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα· οἱ δ' ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ [8] κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ δι' ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς· οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλ' ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες. [24] [1]  Οἱ δ' ἐν τῇ Ῥώμῃ τήν τ' ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες ‑ ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης ‑ εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν· καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο. [2] ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷς δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ [3] σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν. καὶ εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασ' ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπ' αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν. τῇ δ' ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν. [4] τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον. ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις [ποιησάμενοι] λαμπρῶς ἠγωνίσαντο, [καὶ] ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτ' ἐτελεύτα. [25] [1]    Τῷ δ' ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος. ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ [2] τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν. τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων ‑ οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν ‑ οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους· οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς [3] τροφάς. οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθ', ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, [4] ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο. τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν. ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς. [26] [1]    Ἐπεὶ δ' αἱ μὲν ἔξωθεν ἐβράδυνον ἀγοραί, τὰ δ' ἐντὸς τείχους τροφῆς ἐχόμενα πάντα κατανάλωτο, ἀποστροφὴ δὲ τῶν κακῶν οὐδεμία ἦν ἑτέρα, ἀλλὰ δυεῖν θάτερον ἐχρῆν, ἢ τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας ἁπάσῃ δυνάμει παρακινδυνεύσαντας, ἢ τειχήρεις μένοντας ὑπὸ λιμοῦ τε καὶ στάσεως διαφθαρῆναι, τὸ κουφότερον αἱρούμενοι τῶν κακῶν ἔγνωσαν ὁμόσε χωρεῖν [2] τοῖς ἐκ τῶν πολεμίων δεινοῖς. προαγαγόντες δὲ τὰς δυνάμεις ἐκ τῆς πόλεως περὶ μέσας νύκτας διέβησαν τὸν ποταμὸν ἐπὶ σχεδίαις καί, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, πλησίον τῶν πολεμίων κατεστρατοπέδευσαν. τῇ δ' ἑξῆς ἡμέρᾳ προελθόντες ἔταξαν ὡς εἰς μάχην τὸν στρατόν. εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν κεράτων [3] Οὐεργίνιος, τὸ δ' εὐώνυμον Σερουίλιος. ἰδόντες δ' αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ δι' ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν. γενομένης δ' ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δ' ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες [4] ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα. ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλ' ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθ' ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δ' ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δ' ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο. [5] μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν. γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις. ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντο. κυκλωθέντες δ' ὑπ' ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτ' ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως, [6] ἀτυχῶς δ' οἱ πλείους κατεκόπησαν. γενομένης δ' οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην. [7] τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς [8] δ' ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους. ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν· οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο· καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός [9] τε καὶ ἀρετὴν τῶν ἀπολομένων. ὥσθ' ὁ μὲν δῆμος οὔθ' ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ· ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δ' ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις. μετ' οὐ πολλὰς δ' ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστ' ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι. [27] [1]    Καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι [2] ἐγένοντο διαλῦσαι· ἀλλ' ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτ' εὐτυχὲς οὔτ' εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρ' ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν [3] ἀποθέμεναι. οὐ μέντοι θανάτου γ' αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλ' ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότ' ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δ' ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δ' ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι. [4] καὶ τοῦτ' ἐπίφθονον ἐφάνη τοῖς τότ' ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δ' εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, [5] οὔτ' ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν. μετ' οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο· οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδ' ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τ' αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν κοινῶν ‑ ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ τὴν καταδίκην ἀπαριθμεῖν ‑ οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τ' ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου. καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν. [28] [1]    Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετ' οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη. οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν. [2] οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις [ἀγώνων] βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά· δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφ' ὧν ἐλευθερία τ' ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο. [3] παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς [4] στρατηγοὺς ζημιοῦντες. ἐπεὶ δ' ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι δι' ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας [5] εἶναι τὴν πόλιν. τοιαῦτ' εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας. ἔπειτ' οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τ' ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον. [29] [1]    Παραλαβὼν δὲ τὴν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν· Εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται, καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι· εἰ δ' ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε. [2] ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς· δόξαιμι γὰρ ‹ἂν› σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τ' ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ [καὶ] εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ [3] με. Ταῦτ' εἰπὼν ἐπέσχε· σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν· Ἀλλ' εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθ' ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου [ἀρχῆς], καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία. [4] τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν· τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετ' ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες. [5] τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δ' ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδ' ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθ' ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα. [30] [1]    Καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δ' ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ [2] ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας· ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, [ὡς δ'] εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλ' ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστ' εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο [3] προειπών· ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλ' ἐκ τοῦ τέλους· καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθ' ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης· ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ [4] τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν· περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι. [31] [1]    Ἐπειδὴ δὲ καὶ τῆς γνώμης κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντες ἐπικαλεῖν οὐδ' ἀνανδρίαν, ἐφ' οἷς αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεις, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενος, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτ' ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖς γενομένοις πάνυ ῥᾴδιον καὶ παντὸς ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖς χαλεπὸν καὶ ὀλίγων· καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλ' ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαις καὶ δόξαις εἰκάζομεν, ἐν αἷς πολὺ τὸ ἀπατηλόν· καὶ ὅτι ῥᾷστον ἁπάντων ἐστὶ λόγῳ στρατηγεῖν πολέμους ἔξω τοῦ δεινοῦ [2] βεβηκότας, ὃ ποιοῦσιν οἱ κατηγοροῦντες ἐμοῦ. ἀλλ' ἵνα ταῦτ' ἀφῶ, φέρε πρὸς θεῶν εἴπατέ μοι, μόνος ἢ πρῶτος ὑμῖν ἐγὼ φαίνομαι βιάσασθαι φρούριον ἐπιβαλόμενος καὶ πρὸς ὑψηλὰ χωρία τὰς δυνάμεις ἀγαγών; ἢ πολλῶν μετ' ἄλλων ὑμετέρων στρατηγῶν, ἐξ ὧν οἱ μὲν κατώρθωσαν, τοῖς δ' οὐκ ἐχώρησεν ἡ πεῖρα κατὰ νοῦν; τί δήποτ' οὖν τοὺς ἄλλους ἀφέντες ἐμὲ κρίνετε, εἰ ταῦτ' ἀστρατηγησίας καὶ ἀφροσύνης ἔργα νομίζετε; πόσα δ' ἄλλα τούτου τολμηρότερα τοῖς ἡγεμόσιν ἔπεισι πράττειν, ὅταν τὸ ἀσφαλὲς καὶ λελογισμένον [3] ἥκιστα οἱ καιροὶ δέχωνται; οἱ μέν γε τὰς σημαίας ἁρπάσαντες τῶν σφετέρων ἔρριψαν εἰς τοὺς πολεμίους, ἵνα τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν ἐκ τοῦ ἀναγκαίου παραστῇ τὸ εὔψυχον ἐπισταμένοις, ὅτι τοὺς μὴ ἀνασώσαντας τὰ σημεῖα ὑπὸ τῶν στρατηγῶν δεῖ σὺν αἰσχύνῃ ἀποθανεῖν· οἱ δ' εἰς τὴν τῶν πολεμίων χώραν ἐμβαλόντες ἔλυσαν τὰ ζεύγματα τῶν ποταμῶν, οὓς διέβησαν, ἵνα τοῖς φεύγειν διανοουμένοις ἄπορος ἡ τοῦ σωθῆναι ἐλπὶς φανεῖσα θάρσος παραστήσῃ καὶ μένος ἐν ταῖς μάχαις· οἱ δὲ τὰς σκηνὰς καὶ τὰ σκευοφόρα κατακαύσαντες ἀνάγκην ἐπέθηκαν τοῖς σφετέροις ἐκ [4] τῆς πολεμίας, ὅσων δέονται, λαμβάνειν. ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντες ἔχομεν, ἐφ' οἷς οὐδεὶς πώποτε τῶν ψευσθέντων τῆς ἐλπίδος ὑπέσχε δίκας. εἰ μὴ ἄρα ἔχει τις ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺς ἄλλους εἰς προὖπτον ὄλεθρον, αὐτὸς ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον. εἰ δὲ μετὰ πάντων τ' ἐξηταζόμην καὶ τελευταῖος ἀπηλλαττόμην καὶ τῆς αὐτῆς τοῖς ἄλλοις μετεῖχον τύχης, τί ἀδικῶ; καὶ περὶ μὲν ἐμοῦ ταῦθ' ἱκανὰ εἰρήσθω. [32] [1]    Περὶ δὲ τῆς βουλῆς καὶ τῶν πατρικίων, ἐπειδὴ τὸ κοινὸν ὑμῶν μῖσος, ὃ διὰ τὴν κωλυθεῖσαν κληρουχίαν ἔχετε, καὶ ἐμὲ λυπεῖ, καὶ οὐδὲ ὁ κατήγορος αὐτὸ ἀπεκρύψατο, ἀλλὰ μέρος οὐκ ἐλάχιστον ἐποιήσατο τῆς ἐμῆς κατηγορίας, βούλομαι βραχέα εἰπεῖν πρὸς [2] ὑμᾶς. ἔσται δὲ μετὰ παρρησίας ὁ λόγος· ἄλλως γὰρ οὔτ' ἂν ἐγὼ δυναίμην λέγειν οὔθ' ὑμῖν ἀκούειν συμφέρει. οὐ δίκαια ποιεῖτε οὐδ' ὅσια, ὦ δημόται, τῶν μὲν εὐεργεσιῶν, ἃς εὕρεσθε παρὰ τῆς βουλῆς, πολλῶν οὐσῶν καὶ μεγάλων οὐκ εἰδότες αὐτῇ χάριν· εἰ δέ τι δεομένοις ὑμῖν, ἐξ οὗ συγχωρηθέντος μεγάλα βλάπτοιτ' ἂν τὸ κοινόν, οὐ φθονοῦσα ὑμῖν, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως ὁρῶσα, ἠναντιώθη, τοῦτο δι' ὀργῆς λαμβάνοντες. [3] ἔδει δ' ὑμᾶς μάλιστα μὲν ὡς ἀπὸ τοῦ κρατίστου τὰ βουλεύματα αὐτῆς γενόμενα καὶ ἐπὶ τῷ πάντων ἀγαθῷ δεχομένους ἀποστῆναι τῆς σπουδῆς· εἰ δ' ἀδύνατοι ἦτε κατασχεῖν ἀσύμφορον ἐπιθυμίαν λογισμῷ σώφρονι, μετὰ τοῦ πείθειν τῶν αὐτῶν ἀξιοῦν τυγχάνειν, [4] ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὴ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλ' ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπ' ἀνέμων ἄλλων ἐπ' ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν [5] δ' εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθ' εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ τοῦθ' ἓν ἐξ αὐτῶν ὑπολαμβάνετ' εἶναι; εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλ' αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτ' οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις; ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢ [6] καθ' ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι. ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλ' οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτ' ἄρχεσθαι ὑπομένοντες οὔτ' ἄρχειν εἰδότες. καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δ' ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει ‹πλεῖν›, ἡ πλεῖστα δεινὰ ὑπ' αὐτῶν ἀκούουσά ἐστι [7] βουλή. ταῦτ' εἴθ' ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτ' ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται· καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι. [33] [1]    Τοιούτους εἰπὼν λόγους καὶ οὔτε πρὸς ὀλοφυρμοὺς καὶ ἀνακλαύσεις τῆς συμφορᾶς τραπόμενος, οὔτ' ἐν δεήσεσι καὶ προκυλισμοῖς ἀσχήμοσι ταπεινὸς φανείς, οὔτ' ἄλλην ἀγεννῆ διάθεσιν ἀποδειξάμενος οὐδεμίαν παρέδωκε τὸν λόγον τοῖς συναγορεύειν ἢ μαρτυρεῖν βουλομένοις. πολλοὶ μὲν οὖν καὶ ἄλλοι παριόντες ἀπέλυον αὐτὸν τῆς αἰτίας, μάλιστα δὲ Οὐεργίνιος ὁ κατὰ τὸν αὐτὸν ὑπατεύσας χρόνον καὶ τῆς νίκης αἴτιος εἶναι δοκῶν· ὃς οὐ μόνον ἀναίτιον αὐτὸν ἀπέφαινεν, ἀλλὰ καὶ ὡς κράτιστον ἀνδρῶν τὰ πολέμια καὶ στρατηγῶν φρονιμώτατον ἐπαινεῖσθαί [2] τε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου. ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν· κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δ' οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς. [3] προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. ὁ μὲν οὖν τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν. [34] [1]    Οὐ πολλῷ δ' ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότ', ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες [2] δύναμιν. οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι. [3] ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλ' ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε. προελθὼν γὰρ ἐκ τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτ' ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι [4] τῶν πολεμίων ἐπέβαλε. δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα. πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. τῶν δ' ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δ' ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δ' ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν. [35] [1]    Τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες. λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι· ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θ' αὑτῶν συμφορὰν καὶ τὴν ἐπ' ἐκείνους ἔλασιν· ἀναγκαῖον δ' ἦν ἐκ τοῦ καρτεροῦ τοῖς [2] πολεμίοις συμφέρεσθαι. γίνεται δὴ μετὰ τοῦτο πάσῃ προθυμίᾳ τῶν Τυρρηνῶν ἀγωνιζομένων πρὸ τῆς παρεμβολῆς ὀξεῖα μάχη καὶ φόνος ἀμφοτέρων πολύς, ἰσόρροπός τε καὶ μέχρι πολλοῦ ταλαντευομένη τῇδε καὶ τῇδε ἡ κρίσις τοῦ πολέμου. ἔπειτ' ἐνέδοσαν οἱ Τυρρηνοὶ ὑπὸ τῆς Ῥωμαικῆς ἐξωσθέντες ἵππου καὶ ἀπεχώρησαν εἰς τὸν χάρακα, ὁ δ' ὕπατος ἠκολούθει, καὶ ἐπειδὴ πλησίον ἐγένετο τῶν ἐρυμάτων ‑ ἦν δὲ φαύλως κατεσκευασμένα καὶ τὸ χωρίον, ὥσπερ ἔφην, οὐ πάνυ ἀσφαλές ‑ προσέβαλε κατὰ πολλὰ μέρη τό τε λοιπὸν ἐκείνης τῆς ἡμέρας μέρος ἐπιταλαιπωρῶν καὶ οὐδὲ τὴν ἐπιοῦσαν νύκτα [3] ἀναπαυσάμενος. οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δ' εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν. γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δ' ἑξῆς τά τε λάφυρα, ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων, διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν [4] ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοις. ἦν δ' ὁ κράτιστα πάντων ἀγωνίσασθαι δόξας καὶ τρεψάμενος τὴν Οὐιεντανῶν δύναμιν Σερουίλιος ὁ τῷ προτέρῳ ὑπατεύσας ἔτει καὶ τὴν ἐπὶ τοῦ δήμου δίκην ἀποφυγών, πρεσβευτὴς τότε τῷ Οὐαλερίῳ συμπεμφθείς, καὶ ἐπὶ τῇ ἀριστείᾳ τῇδε τὰς νομιζομένας εἶναι μεγίστας παρὰ Ῥωμαίοις δωρεὰς οὗτος ἦν ὁ πρῶτος ἐξενεγκάμενος. μετὰ ταῦτα τούς τε τῶν πολεμίων σκυλεύσας νεκροὺς ὁ ὕπατος καὶ τῶν ἰδίων ταφὰς ποιησάμενος ἀπῆγε τὴν στρατιὰν καὶ πλησίον τῆς Οὐιεντανῶν πόλεως [5] καταστήσας προὐκαλεῖτο τοὺς ἔνδον. ὡς δ' οὐδεὶς ἐξῄει μαχησόμενος ἄπορον ὁρῶν χρῆμα ἐκ τειχομαχίας αὐτοὺς ἑλεῖν ἐχυρὰν σφόδρα ἔχοντας πόλιν, τῆς γῆς αὐτῶν πολλὴν καταδραμὼν εἰς τὴν Σαβίνων ἐνέβαλε. λεηλατήσας δὲ κἀκείνην ἔτι ἀκέραιον οὖσαν ἐπὶ πολλὰς ἡμέρας καὶ βαρεῖαν ἤδη τὴν ἀποσκευὴν ἔχων ταῖς ὠφελείαις ἀπῆγεν ἐπ' οἴκου τὴν δύναμιν· καὶ αὐτῷ ὁ μὲν δῆμος πρὸ πολλοῦ τῆς πόλεως ὄντι ἐστεφανωμένος ὑπήντα λιβανωτοῖς τε θυμιῶν τὴν πάροδον καὶ κρατῆρσι μελικράτου κεκραμένοις ὑποδεχόμενος τὴν στρατιάν· ἡ δὲ βουλὴ τὴν τοῦ θριάμβου πομπὴν ἐψηφίσατο. [6] ὁ δ' ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον· οὔτ' ἀπορίᾳ οὔτ' ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δ' ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵν' ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν [7] τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται. ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε· καὶ παρῆσάν τινες ἀγγέλλοντες μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν· ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν [8] ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν. ἐμβαλὼν δ' εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δ' αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν· ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη. [36] [1]    Οἱ δὲ διαδεξάμενοι τούτους ὕπατοι Αὖλος Μάλλιος καὶ Λεύκιος Φούριος, ψηφισαμένης τῆς βουλῆς τὸν ἕτερον αὐτῶν στρατιὰν ἐπὶ Οὐιεντανοὺς ἄγειν, ἐκληρώσαντο περὶ τῆς ἐξόδου, καθάπερ αὐτοῖς ἔθος ἦν. καὶ λαχὼν Μάλλιος ἐξῆγε τὰς δυνάμεις διὰ ταχέων, καὶ πλησίον τῶν πολεμίων κατεστρατοπέδευσεν. οἱ δὲ Οὐιεντανοὶ τειχήρεις γενόμενοι τέως μὲν ἀντεῖχον καὶ διεπρεσβεύοντο πρός τε τὰς ἄλλας τὰς ἐν Τυρρηνοῖς πόλεις καὶ πρὸς τοὺς νεωστὶ συμμαχήσαντας αὐτοῖς Σαβίνους, βοήθειαν ἀξιοῦντες ἀποστεῖλαι σφίσι διὰ [2] ταχέων. ὡς δ' ἁπάντων ἀπετύγχανον καὶ τὰς τροφὰς ἀπαναλώκεσαν, ὑπὸ τῆς ἀνάγκης [τοῦ λιμοῦ] βιασθέντες ἐξῆλθον ὡς τὸν ὕπατον, ἱκετηρίας φέροντες οἱ πρεσβύτατοί τ' αὐτῶν καὶ τιμιώτατοι, περὶ καταλύσεως δεόμενοι τοῦ πολέμου. τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς ἀργύριόν τ' εἰς ὀψωνιασμὸν ἐνιαυτοῦ τῇ στρατιᾷ καὶ διμήνου τροφὰς ἀποφέρειν, ὅταν δὲ ταῦτα ποιήσωσιν εἰς Ῥώμην ἀποστέλλειν τοὺς διαλεξομένους τῇ βουλῇ περὶ τῶν διαλύσεων, ἐπαινέσαντες ταῦτα καὶ διὰ ταχέων τό τ' ὀψώνιον τῇ στρατιᾷ καὶ τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον ἧκον εἰς τὴν Ῥώμην· καὶ καταστάντες ἐπὶ τὴν βουλὴν συγγνώμης ἐπὶ τοῖς γεγονόσι τυχεῖν ἠξίουν, καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαλλαγῆς τοῦ πολέμου. [3] πολλῶν δὲ λεχθέντων εἰς ἀμφότερα τὰ μέρη λόγων ἐνίκησεν ἡ σπένδεσθαι παραινοῦσα τὸν πρὸς αὐτοὺς πόλεμον γνώμη, γίνονταί τ' ἀνοχαὶ τοῦ πολέμου πρὸς αὐτοὺς τεσσαρακονταετεῖς. καὶ οἱ μὲν ἀπῄεσαν πολλὰς τῇ πόλει τῆς εἰρήνης χάριτας εἰδότες, ὁ δὲ Μάλλιος ἀφικόμενος εἰς τὴν πόλιν, ἐπὶ τῇ καταλύσει τοῦ πολέμου τὸν πεζὸν θρίαμβον αἰτησάμενος, ἔλαβεν. ἐγένετο δὲ καὶ τίμησις ἐπὶ τῆς τούτων ἀρχῆς, καὶ ἦσαν οἱ τιμησάμενοι πολῖται σφᾶς τ' αὐτοὺς καὶ χρήματα καὶ τοὺς ἐν ἥβῃ παῖδας ὀλίγῳ πλείους τρισχιλίων τε καὶ δέκα μυριάδων. [37] [1]    Οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ἰούλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, Ἀθήνησι δ' ἄρχοντος Χάρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων ‑ ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα ‑ ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τ' εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι. ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὥρμησε τῶν δημοσίων [2] ἀγρῶν. ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων. οὗτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν. οἱ δ' οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη· καὶ ἅμα οὐδ' εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον [3] ἔχοντα ἰσχύν. ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο. τοῖς γὰρ ὑπατεύσασι τὸ ἔμπροσθεν ἔτος Μαλλίῳ τε καὶ Λευκίῳ δίκην ἐπήνεγκε δημοσίαν, καὶ προεῖπεν ἥκειν ἐπὶ τὸν δῆμον ἀπολογησομένους, ὁρίσας ἄντικρυς τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή, [4] τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν. τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφ' οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας· καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότ' ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν. [38] [1]    Ταῦτ' εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθ' ἱερῶν τ' ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν. τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τ' ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν. καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους [2] καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας. οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν· μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς οὔτ' ἀγχόνης οὔτε φαρμάκου οὔτ' ἄλλου τῶν ἐξ ἐπιβουλῆς θανάτων οὐδενός. ὡς δ' ἐγνώσθη τὸ πάθος, καὶ προηνέχθη τὸ σῶμα εἰς τὴν ἀγοράν, δαιμόνιόν τι κωλύσεως συγκύρημα ἔδοξεν εἶναι, καὶ αὐτίκα ἡ δίκη [3] διελέλυτο. τῶν γὰρ ἄλλων οὐδεὶς ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν. εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντες οἱ ὕπατοι διετέλεσαν, ἀλλ' ἀφῆκαν ὡς ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶς ἂν αὐτοὺς ἔτι κατέλαβε κίνδυνος, νῦν δ' εἰς αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆς ἀρχῆς κράτος, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα. προθέντες γὰρ στρατολογίαν καὶ τοὺς οὐχ ὑπακούοντας ταῖς τ' ἄλλαις ζημίαις καὶ πληγαῖς ῥάβδων προσαναγκάζοντες εἰς ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτης μάλιστ' αἰτίας. [39] [1]    Ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότ' ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο. ὡς δ' ἠναντιοῦτο καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς [2] ῥάβδοις τὸ σῶμα ξαίνειν. ὁ δὲ νεανίας τούς τε δημάρχους ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου. ὡς δ' οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι [3] τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται. τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ. ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη· καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον, [4] ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο. ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότ' ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν. περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα [διὰ τὸν] ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀνῶνα. οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν ‹χεῖρας› τοῖς ὑπηρέταις τολμήσαντα κατὰ [5] κρημνοῦ βαλεῖν ἠξίουν. οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλ' ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρ' αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλ' ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι. [6] ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις. [40] [1]    Ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Πινάριος καὶ Πόπλιος Φούριος. ἐν ἀρχῇ δὲ τοῦ ἔτους εὐθὺς ὀττείας τινὸς ἡ πόλις ἐπληρώθη καὶ φόβου δαιμονίου τεράτων τε καὶ σημείων πολλῶν γινομένων. καὶ οἵ τε μάντεις ἅπαντες καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ χόλου δαιμόνων μηνύματα εἶναι τὰ γινόμενα ἀπέφαινον, ἱερῶν τινων οὐχ [2] ὁσίως οὐδὲ καθαρῶς ἐπιτελουμένων. καὶ μετ' οὐ πολὺ νόσος ἐνέσκηψεν εἰς τὰς γυναῖκας ‹ἡ› καλουμένη λοιμική, καὶ θάνατος, ὅσος οὔπω πρότερον, μάλιστα ‹δ'› εἰς τὰς ἐγκύμονας. ὠμοτοκοῦσαί τε γὰρ καὶ νεκρὰ τίκτουσαι συναπέθνησκον τοῖς βρέφεσι, καὶ οὔτε λιτανεῖαι πρὸς ἕδεσι καὶ βωμοῖς γινόμεναι θεῶν, οὔτε καθαρτήριοι θυσίαι περί τε πόλεως καὶ οἴκων ἰδίων [3] ἐπιτελούμεναι παῦλαν αὐταῖς ἔφερον τῶν κακῶν. ἐν τοιαύτῃ δὲ συμφορᾷ τῆς πόλεως οὔσης τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γίνεται μήνυσις ὑπὸ δούλου τινός, ὅτι μία τῶν ἱεροποιῶν παρθένων τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ Ὀρβινία τὴν παρθενίαν ἀπολώλεκε καὶ τὰ ἱερὰ θύει τὰ τῆς πόλεως οὐκ οὖσα καθαρά. κἀκεῖνοι μεταστήσαντες αὐτὴν ἀπὸ τῶν ἱερῶν καὶ προθέντες δίκην, ἐπειδὴ καταφανὴς ἐγένετο ἐλεγχθεῖσα, ῥάβδοις τ' ἐμαστίγωσαν καὶ πομπεύσαντες διὰ τῆς πόλεως ζῶσαν [4] κατώρυξαν. τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δ' ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν. ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο. [41] [1]  Ἡ δ' ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δ' ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτ' αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ δι' ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης ‑ γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ ‑ ἀλλ' ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων, [2] ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ. [3] τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετ' ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι· τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν. καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον· οὓς προσεταιρισάμενος ἐλαττόνων [4] ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν. οἱ δ' ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον· ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θ' ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας. ἀντιλεξάντων δὲ τῶν δημάρχων καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος. προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ [5] συνέβη γενέσθαι πάθος. τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι· καθ' ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἅμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα. [42] [1]    Ἐπέσχε δ' αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην· καὶ οὔτ' ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλ' ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον· οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφ' οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατ' ἄνδρα τε γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τ' ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις. [2] οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν· ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπ' ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος· καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπ' αὐτῶν [3] καὶ δύο τῶν συναρχόντων. οἱ δὲ πατρίκιοι πρὸς τοῦτ' ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδ' εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντ' ἀπόντα ὕπατον. [43] [1]    Τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ πολλὴν εὐπέτειαν ‑ οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν ‑ παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις [2] οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας. Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθ' ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ· πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας [3] ἐγένοντο τῶν πολέμων. Κοιντίῳ δ' οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι· ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ δι' αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι [4] τὸ δημοτικόν. ἦν δ' ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστ' ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν. οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν· ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία. [44] [1]    Τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ. ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐναντία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν [2] πολεμίων ποιεῖσθαι μοίρᾳ. ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δι' ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους· ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρ' ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα [3] παρ' ἀκόντων βούλεσθαι λαμβάνειν. ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον. μόλις δ' ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρ' αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ [4] ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου. ὁ μὲν οὖν Κοίντιος, τά τ' ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος [τὸν] λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα [5] λέγειν ἔχοντας οὔτ' ἐπιεικέστερα. καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθ' ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον· νῦν δ' ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην [6] οὔπω πρότερον. οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλ' ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον· τούς θ' ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς [7] κατ' αὐτῆς ἐκείνης ἐχρήσαντο. τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δ' ἔρημον τὸ καθ' ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλ' αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφ' ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς· τοτὲ δ' εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον· τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλ' ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου, [8] βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως. πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφ' ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλ' αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ· διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι. φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους. [45] [1]    Εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθ' ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων· νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτ' ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς; ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς [2] πονηρᾶς ῥίζης. οὐ γὰρ ἔσται πέρας οὐδ' ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά. ἀλλ' ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δ' ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω· οὔθ' ὅδε ὁ νόμος οὔτ' ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδ' ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι· καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε. [46] [1]    Ἄππιος μὲν δὴ ταῦτ' εἶπεν, ἐκ δὲ τῶν δημάρχων ὁ πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτ' ἀπολογησόμενος· καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος· ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν· [2] ἀμοιβὴν δ' οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδ' ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλ' ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπ' αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν ᾗ τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει· καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες [ἔδωκαν]. [3] τούς θ' ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο· ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτ' ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς, [4] τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους. διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς ὁ δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν ἡ βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν. [47] [1]    Διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον· Ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, δι' οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δ' ἐξ ἀδόξου γέγονεν ἡ πόλις; καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθ' ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδ' ἱδρύθησαν ἱκέται; εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ [2] ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε; καὶ οὐδὲ τοῦτ' ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ; καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς [3] ἐξουσίας κυρίους. ὥσθ' ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις. οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλ' ἡ [4] πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτ' ἐξημερῶσαι δυνάμενον, ἀλλ' οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν σε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι. [48] [1]    Ταῦτ' εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφ' ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δ' οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον [2] εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι. καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπ' αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δ' ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι τ' ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν [3] ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς. ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος. ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ [4] μέρος, ὥστ' ἀκούσιοι ἀπ' ἀλλήλων διελύθησαν. ταῖς δ' ἑξῆς ἡμέραις αἵ τ' ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δ' ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου ‑ καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά ‑ ἥ τε πόλις ὅλη διοιδοῦσα [5] καὶ ἀγριαινομένη διειστήκει. ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθ' ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν· ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν. ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δ' Ἄππιος μέχρι θανάτου ἀντέχειν. [49] [1]    Ὡς δ' οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου. ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τ' ἰδίων ἐγκλημάτων καὶ [2] τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν. ἐπεὶ δὲ τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς [3] εἰωθότας ἀποφαίνεσθαι γνώμας. πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε· ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδ' οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλ' ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην· περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος [Ἄππιος] οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον· τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θ' ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος [4] περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας. ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη. ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος [5] τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον. ἀπ' ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθ' ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἁπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι. αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν. [50] [1]    Καὶ μετ' οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τ' Αἰκανοὺς καὶ Οὐολούσκους. δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους. παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς. συνέβη δὲ τῶν ὑπάτων [2] ἑκατέρῳ τὰ εἰκότα πάσχειν· ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα· καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο. χρόνον δ' οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις [3] τὸν στρατηγὸν ἄγουσα. ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων. τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· ἀλλ' οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν [4] ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον. καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο. ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος [5] θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς. τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δ' ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν· κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι· ὥστε ὁ Ἄππιος ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν [6] ἀπέκτειναν. ὡς δ' ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει. καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος [7] ἐκύρωσε τὴν κόλασιν. καὶ μετὰ τοῦθ' οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν· ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν. αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις. καὶ μετὰ ταῦτ' αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα. [51] [1]  Ἀποδειχθέντων δὲ μετ' ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες. [2] καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότ' ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ δι' αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος [3] πρὸ αὐτῶν, ἐμισήθη. τότε δ' οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς. οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι [4] τοὺς πρεσβυτάτους ἠξίουν. ἦν δ' ὁ πρῶτος ὑπ' αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν, ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται. πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπ' ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν [5] εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν. ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια κοινὰ πάντων εἶναι, τὰ δ' ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ ‹τῆς› βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης. καὶ τοῦτ' ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότ' αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι [6] μέγα φρονεῖν· ἐπεὶ τοῖς γ' ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδ' εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων, [7] καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις. ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι. [52] [1]    Ταῦτ' εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθ' ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντ' αὐτῇ τέλος· ἀλλ' εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας [2] δοὺς καλάς· οὔθ' οἱ μετὰ τὸ προβούλευμα λαχόντες ὕπατοι τέλος τοῖς ἐψηφισμένοις ἐπέθεσαν ὁρῶντες, ὅσων εἰσελεύσεται κακῶν εἰς τὴν πόλιν ἀρχὴ συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν· αἵ τε μετ' ἐκείνους πεντεκαίδεκα ὑπατεῖαι πολλῶν αὐταῖς ἐπαχθέντων ὑπὸ τοῦ δήμου κινδύνων οὐδὲν ὑπέμειναν, ὃ μὴ συνέφερε τῷ ‹κοινῷ› πράττειν, διὰ τὸ μηδ' ἐξεῖναι σφίσι κατὰ τὸ προβούλευμα τοὺς γεωμόρους ἀποδεικνύειν, [3] ἀλλὰ τοῖς πρώτοις ἐκείνοις ὑπάτοις. ὥστ' οὐδ' ὑμῖν, ἔφησεν, ὦ Οὐαλέριε, καὶ σὺ Αἰμίλιε, γῆς ἀναδασμοὺς εἰσφέρειν, οὓς οὐκ ἐπέταξεν ὑμῖν τὸ συνέδριον, οὔτε καλῶς ἔχει, προγόνων οὖσιν ἀγαθῶν, οὔτ' ἀσφαλῶς. καὶ περὶ μὲν τοῦ προβουλεύματος, ὡς οὐ κρατεῖσθε ὑπ' αὐτοῦ οἱ τοσούτοις ὕστερον ὑπατεύσαντες χρόνοις, [4] ταῦθ' ἱκανά. περὶ δὲ τοῦ βιασαμένους τινὰς ἢ λαθόντας σφετερίσασθαι τὰ δημόσια βραχὺς ἀπαρκεῖ μοι λόγος. εἰ γάρ τις οἶδε καρπούμενόν τινα, ὧν οὐκ ἔχει κτῆσιν ἀποδεῖξαι νόμῳ, μήνυσιν ἀπενεγκάτω πρὸς τοὺς ὑπάτους καὶ κρινάτω κατὰ τοὺς νόμους, οὓς οὐ νεωστὶ δεήσει γράφειν· πάλαι γὰρ ἐγράφησαν, καὶ οὐδεὶς αὐτοὺς [5] ἠφάνικε χρόνος. ἐπεὶ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐποιεῖτο λόγους Αἰμίλιος, ὡς ἐπὶ τῷ πάντων ἀγαθῷ τῆς κληρουχίας ἐσομένης, οὐδὲ τοῦτο τὸ μέρος ἀνέλεγκτον ἐᾶσαι βούλομαι. ἐμοὶ γὰρ δοκεῖ τὸ αὐτόθι μόνον οὗτός γ' ὁρᾶν, τὸ δὲ μέλλον οὐ προσκοπεῖν, ὅτι μικρὸν εἶναι δοκοῦν ἐπὶ τῶν δημοσίων τοῖς ἀργοῖς καὶ [6] ἀπόροις πολλῶν ἔσται καὶ μεγάλων κακῶν αἴτιον. τὸ γὰρ ἔθος τὸ συνεισπορευόμενον ἅμα τούτῳ καὶ διαμένον ἐν τῇ πόλει καὶ μέχρι παντὸς ὀλέθριον ἔσται καὶ δεινόν· οὐ γὰρ ἐξαιρεῖ τὰς πονηρὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς τὸ τυγχάνειν αὐτῶν, ἀλλ' αὔξει καὶ πονηροτέρας ποιεῖ. τεκμήρια δ' ὑμῖν γενέσθω τούτων τὰ ἔργα· τί γὰρ δεῖ τοῖς λόγοις ὑμᾶς τοῖς ἐμοῖς ἢ τοῖς Αἰμιλίου προσέχειν; [53] [1]    Ἴστε δήπου πάντες, ὅσους ἐχειρωσάμεθα πολεμίους, καὶ ὅσην γῆν προὐνομεύσαμεν, καὶ ὅσα λάφυρα ἐκ τῶν ἁλόντων χωρίων ἐλάβομεν, ὧν οἱ πολέμιοι στερόμενοι τέως εὐδαίμονες ὄντες ἐν πολλῇ νῦν καθεστήκασιν ἀπορίᾳ· καὶ ὅτι τούτων οὐδενὸς ἀπηλάσθησαν οὐδὲ μεῖον ἐκτήσαντο ἐν ταῖς διανομαῖς οἱ τὴν [2] ἀπορίαν ὀδυρόμενοι. ἆρ' οὖν διὰ ταύτας τὰς ἐπικτήσεις ἐπανορθωσάμενοι φαίνονταί τι τῆς παλαιᾶς τύχης καὶ προεληλυθότες εἰς ἐπιφάνειαν τοῖς βίοις; ἐβουλόμην μὲν ἂν καὶ θεοῖς εὐξάμην, ἵνα ἧττον ἦσαν ἐπίσκηνοι λυπηροὶ τῇ πόλει, νῦν δ' ὁρᾶτε γὰρ καὶ ἀκούετε αὐτῶν ὀδυρομένων, ὅτι ἐν ἐσχάτῃ εἰσὶν ἀπορίᾳ. ὥστ' οὐδ' εἰ ταῦτα, ἃ νῦν αἰτοῦνται, καὶ ἔτι πλείω τούτων [3] λάβοιεν, ἐπανορθώσονται τοὺς βίους. οὐ γὰρ ἐν ταῖς τύχαις αὐτῶν ἐνοικεῖ τὸ ἄπορον, ἀλλ' ἐν τοῖς τρόποις· οὓς οὐχ οἷον ὁ βραχὺς οὗτος ἐκπληρώσει κλῆρος, ἀλλ' οὐδ' αἱ σύμπασαι βασιλέων τε καὶ τυράννων δωρεαί. δράσομέν τ', εἰ καὶ ταῦτα συγχωρήσομεν αὐτοῖς, ὅμοια τοῖς πρὸς ἡδονὴν θεραπεύουσι τοὺς κάμνοντας ἰατροῖς. οὐ γὰρ τὸ νοσοῦν ὑγιασθήσεται τῆς πολιτείας μέρος, ἀλλὰ καὶ τὸ ὑγιαῖνον ἀπολαύσει τῆς νόσου. καθόλου τ', ὦ βουλή, πολλῆς ὑμῖν δεῖ ἐπιμελείας τε καὶ φροντίδος, ὅπως ἂν σώσητε πάσῃ προθυμίᾳ διαφθειρόμενα [4] τὰ ἤθη τῆς πόλεως. ὁρᾶτε γάρ, εἰς ἃ προελήλυθεν ἡ τοῦ δήμου ἀκοσμία, καὶ ὡς οὐκέτι ἄρχεσθαι πρὸς τῶν ὑπάτων ἀξιοῖ· ᾧ γ' οὐ μετεμέλησε τῶν ἐνθάδε πραττομένων, ἀλλὰ καὶ ἐπὶ στρατοπέδου τὴν αὐτὴν ἀπεδείξατο ἀκοσμίαν, ὅπλα τε ῥίψας καὶ τάξεις ἐκλιπὼν καὶ σημεῖα πολεμίοις προέμενος καὶ φυγῇ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐπονειδίστῳ χρησάμενος, ὥσπερ ἐμοῦ μόνον ἀφαιρησόμενος τὴν ἐκ τῆς νίκης δόξαν, ἀλλ' οὐχὶ καὶ [5] τῆς πατρίδος τὸ κατὰ τῶν ἐχθρῶν πάθος. καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν, ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρων [6] δεόμεναι ἡγεμόνων. ἆρά γε δίκαιον ἢ καλὸν ἐπὶ τοιούτοις κατορθώμασι χάριν αὐτοῖς ὑμᾶς εἰδέναι, καὶ δημοσίαις ἐπικοσμεῖν δωρεαῖς κληρουχήσαντας τὴν γῆν, ἧς πολέμιοι κρατοῦσι τὸ κατὰ τούτους εἶναι μέρος; ἀλλὰ τί δεῖ τούτοις ἐγκαλεῖν, οἷς δι' ἀπαιδευσίαν τε καὶ δυσγένειαν ὀλίγος ἐστὶ τῶν καλῶν λόγος, ὁρῶντας, ὡς οὐδ' ἐν τοῖς ὑμετέροις ἤθεσι πᾶσιν ἔτι τὸ ἀρχαῖον οἰκεῖ φρόνημα, ἀλλ' αὐθάδεια μὲν ἡ σεμνότης καλεῖται πρὸς ἐνίων, μωρία δ' ἡ δικαιοσύνη, μανικὸν δὲ τὸ ἀνδρεῖον, καὶ ἠλίθιον τὸ σῶφρον; ἃ δὲ μισητὰ παρὰ τοῖς προτέροις ἦν, ταῦτα πυργοῦταί τε νῦν καὶ θαυμάσια ἡλίκα φαίνεται τοῖς διεφθαρμένοις ἀγαθά, ἀνανδρία καὶ βωμολοχία καὶ κακοήθεια καὶ τὸ πανούργως σοφὸν καὶ τὸ πρὸς ἅπαντα ἰταμὸν καὶ τὸ μηδενὶ τῶν κρειττόνων εὐπειθές· ἃ πολλὰς ἤδη πόλεις [7] ἰσχυρὰς λαβόντα ἐκ βάθρων ἀνέτρεψε. ταῦθ' ὑμῖν, ὦ βουλή, εἴθ' ἡδέα ἐστὶν ἀκούειν εἴτ' ἀνιαρά, μετὰ πάσης ἀληθείας καὶ παρρησίας εἴρηται, τοῖς μὲν πεισθησομένοις ὑμῶν, ἐὰν ἄρα πεισθῆτε, ἔν τε τῷ παρόντι χρήσιμα καὶ εἰς τὸ μέλλον ἀσφαλῆ· ἐμοὶ δ', ὃς ὑπὲρ τοῦ κοινῇ συμφέροντος ἰδίας ἀπεχθείας ἀναιροῦμαι, πολλῶν ἐσόμενα κινδύνων αἴτια. προορᾶν γὰρ ἱκανός εἰμι τὰ συμβησόμενα ἐκ λογισμοῦ, καὶ παραδείγματα ποιοῦμαι τἀλλότρια πάθη τῶν ἐμαυτοῦ. [54] [1]    Ταῦτ' εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο. οἱ δὲ δήμαρχοι δι' ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτ' ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα· ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα. καὶ μετὰ ταῦτ' ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐ[2]τοῦ ψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτ' ἦν· ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ σταρτιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε. ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδείξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν [3] αὐτῷ παρεῖναι τότ' ἀπολογησομένῳ. ἀγανακτούντων δ' ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτ' ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δ' ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος· τούς θ' ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθ' ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδ' αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται. [4] ταῦτά τε δὴ καὶ πολλὰ ὅμοια τούτοις λέγων, καὶ οὔτ' ἐσθῆτα ἀλλάξας οὔτε τὸ τῆς ὄψεως γαῦρον ἀλλοιώσας οὔτε φρονήματός τι ὑφέμενος, ὡς εἶδεν ὀρθὴν καὶ μετέωρον ἐπὶ τῇ προσδοκίᾳ τοῦ ἀγῶνος τὴν πόλιν, ὀλίγων [5] ἔτι λειπομένων ἡμερῶν ἑαυτὸν διεχρήσατο. οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν· προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι [6] περὶ τοῦ πατρὸς διελθεῖν. οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν. οὐ μὴν ὁ δῆμός γ' ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλ' ἐπέτρεψε τῷ μειρακίῳ τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς. Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν. [55] [1]    Οἱ δ' ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως· Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δ' Αἰμίλιος Σαβίνοις. καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι. Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην. [2] ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δ' ὑπὸ τοῦ δαιμονίου. προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπ' [3] οἴκου τὴν δύναμιν. Τιβερίῳ δ' Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατ' ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου. σκότους δ' ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι. [4] ταῖς δ' ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης. ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις. [56] [1]    Ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος. ἄρτι δ' αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα. καὶ μετ' οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο· ἦν δ' οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν [2] τῇ πόλει τὸ πάθος. τότε μὲν οὖν ‑ καὶ γὰρ ἦν ἔτι νύξ ‑ ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι πρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας· ὡς δ' ἡμέρα τ' ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, ἦγον ἐπὶ τοὺς πολεμίους. οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους. [3] τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν· ὀλίγαις δ' ὕστερον ἡμέραις τάς τ' οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δ' ἐπὶ τὴν Οὐολούσκων· καὶ αὐτοῖς ἀμφοτέροις κατὰ [4] γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν. Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον· ὥστ' οὐδ' εἰς πεῖραν ἑτέρας μάχης ἔτ' ἤρχοντο. [5] Νομικίῳ τ' ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλ' ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι. ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου διήρπασε, τὰ δ' ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη. ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο [6] μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί. μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τ' οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδ' ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι κοινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπ' οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα. [57] [1]    Τῷ δ' ἑξῆς ἔτει ‹Τίτου› Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τ' οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτ' εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους. [2] Σαβῖνοι μὲν οὖν, ἐφ' οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτ' εἰς μάχην κατέστησαν οὔτ' ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δ' ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τ' αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τ' αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου [3] στρατεία τοῦτ' ἔσχε τὸ τέλος· οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τ' Αἰκανοὺς καὶ Οὐολούσκους ‑ συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο ‑ θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι. [4] ὡς δ' εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτ' εἴκοντες τοῖς πολεμίοις οὔτ' ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων [5] οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος. ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς [6] σφετέροις παρεβοήθει. καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν αὐτοῖς τῆς ἀνανδρίας, τὰ δ' ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος. [7] ταῦτ' εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφ' αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι ‑ τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο ‑ μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων. [58] [1]    Καὶ μετὰ τοῦτ' οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον. οὐ μέντοι δίωξίς γ' αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλ' εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες. ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι. [2] προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς. ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας [3] ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες. ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τ' ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστ' ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τ' ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων· καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν. [4] οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί ‑ ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς ‑ εἰς τοῦτον οὖν ἀνατρέχουσιν ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλ' οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλ' ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστ' ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον [5] βιαζόμενοι. καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφ' ἑκατέρων. καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλ' ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ [6] ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλ' ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος. γενόμενοι δὲ σωμάτων τ' ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δ' ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω [7] ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν. ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη· οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως ἐπεχείρουν ποιεῖσθαι. γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν. [8] τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετ' ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφ' ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν. ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν· ἀνθ' ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν. [59] [1]    Ἐν δὲ τῷ μετὰ τούτους ἔτει ὕπατοι μὲν ἦσαν Τιβέριος Αἰμίλιος τὸ δεύτερον καὶ Κόιντος Φάβιος, ἑνὸς τῶν τριῶν ἀδελφῶν υἱὸς τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις. ἡ δὲ βουλὴ τῶν δημάρχων ἀνακινούντων πάλιν τὸ πλῆθος ἐπὶ τῇ κληρουχίᾳ, καὶ συναγωνιζομένου θατέρου τῶν ὑπάτων αὐτοῖς Αἰμιλίου δόγμα ἐπεκύρωσε, θεραπεῦσαί τε καὶ ἀναλαβεῖν τοὺς πένητας βουλομένη, διανεῖμαί τινα μοῖραν αὐτοῖς ἐκ τῆς Ἀντιατῶν χώρας, ἣν τῷ προτέρῳ [2] ἔτει δόρατι ἑλόντες κατέσχον. καὶ ἀπεδείχθησαν ἡγεμόνες τῆς κληρουχίας Τίτος Κοίντιος Καπιτωλῖνος, ᾧ παρέδοσαν Ἀντιᾶται σφᾶς αὐτούς, καὶ σὺν αὐτῷ Λεύκιος Φούριος καὶ Αὖλος Οὐεργίνιος. ἦν δ' οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τ' ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν. οἱ μὲν δὴ εἰς Ἄντιον ἀποσταλέντες κατένεμον τὴν γῆν τοῖς σφετέροις, μοῖράν τινα ἐξ αὐτῆς τοῖς Ἀντιάταις [3] ὑπολειπόμενοι. ἐν δὲ τῷ μεταξὺ χρόνῳ στρατεία τῶν ὑπάτων ἀμφοτέρων ἐγένετο, Αἰμιλίου μὲν εἰς τὴν Σαβίνων χώραν, Φαβίου δ' εἰς τὴν Αἰκανῶν. καὶ τῷ μὲν Αἰμιλίῳ πολὺν ἐν τῇ πολεμίᾳ μείναντι χρόνον οὐδεμία δύναμις ὑπήντησε μαχουμένη περὶ τῆς γῆς, ἀλλ' ἀδεῶς αὐτὴν κείρας, ἐπειδὴ καθῆκεν ὁ χρόνος τῶν ἀρχαιρεσίων, ἀπῆγε τὰς δυνάμεις. Φαβίῳ δ' Αἰκανοί, πρὶν εἰς ἀνάγκην ἐλθεῖν στρατιᾶς διαφθαρείσης ἢ τειχῶν ἁλισκομένων, ἐπεκηρυκεύσαντο περὶ διαλλαγῶν [4] καὶ φιλίας. ὁ δ' ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατ' ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις. ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς, [5] ἐφ' οἷς ἂν αὐτὸς προαιρῆται. μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας [αὐτάς]. ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν. [60] [1]    Ἦσαν δ' ὑπ' αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας [2] ἀπὸ τοιαύτης αἰτίας· Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τ' ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δ' οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον [3] αὐτοῖς τῶν λῃστηρίων. ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν μὲν οὔτ' αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δ' ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ‹ἀπέστειλαν› ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν ‑ ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων ‑ ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον· καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θ' ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς [4] ἐργασαμένους τἀδικήματα ἐκδότους [αἰτεῖν]. ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τ' ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τ' ἐν τῇ πενίᾳ [5] ἱκέτας. ἐφ' οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος· καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τ' ἐργαστήρια ‹πλήρη ὁρῶν› ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δ' ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν [6] διάνοιαν αὐτῶν. καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τ' ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τ' Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δ' Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν. [7] ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπ' αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν [8] τοῖς Λατίνων ὅροις διέτριψεν. ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπ' ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν αὐτοῦ τὴν ἐπιγραφήν. ἄλλο δ' οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη. [61] [1]    Ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός· Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον. οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας [2] παραδοῦσα ἐξέπεμψε. Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν· καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ. καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρ' ἄλλον τινὰ ἢ παρ' ἑαυτὸν ἕκαστος [3] τιθέμενος. ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας. καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτ' αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες καὶ συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς· κἀν τούτοις μέντοι τὰ πολλὰ [4] ἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτ' ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθ' ἑτέρας ὁδοὺς [ἀφυλάκτους] ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτ' ἀφύλακτος ἦν· ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα. τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς [5] ὑπάτοις. ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον. οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα. [6] ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως· ἀλλ' ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους. τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε· τὸ δ' αὐτὸ καὶ Κοίντιος ἐποίει. [62] [1]    Ἀφικόμενοι δ' εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτ' ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες, [2] ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφ' Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δ' ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους. [3] πρὸς ταῦτ' ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα ‑ ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο οὐδὲν ὑγιὲς φρονοῦντες ‑ φυλακὴν ἑτέραν πέμψαι, ἣ ἔμελλε δι' ἀσφαλείας ἕξειν τὴν πόλιν· ἐπὶ δ' Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον [4] Φούριον· καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἡ ἔξοδος. οἱ δ' Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δ' εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δ' ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν [5] αὐτῶν τῆς γνώμης ληψόμενοι. ὡς δ' οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τ' ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθ' ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι. [63] [1]    Ὁ δ' ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, δι' ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι [2] τῆς σὺν αὐτῷ στρατιᾶς. ταῦτ' ἐπιλεξάμενος ὁ συνύπατος αὐτοῦ Ποστόμιος ‑ ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο ‑ διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει· καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου· Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται [3] βοηθεῖν. ἡμέρα δ' ἤδη διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστ' ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως. τοῦθ' ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν ‹καὶ› διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον [4] ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς. γίνεταί τε μέγας ἀγὼν δι' ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων. ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφ' ἕνα καιρὸν ἀναπετάσαντες τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατ' ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ [5] χάρακι. τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπ' ὀλίγον διώξας τοὺς καθ' ἑαυτὸν [τεταγμένους] ἀνέστρεψεν· ὁ δ' ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων. ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων. τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπ' αὐτὸν ἐκ τοῦ χάρακος· καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δ' αὐτῶν κύκλῳ περιελάσαντες κατὰ [6] νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπ' αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν. [64] [1]  Διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δ' ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων [2] χεῖρας ἐλθεῖν, καλὸς ἔρως. ἐκείνην μὲν οὖν τὴν νύκτα παρεστρατοπεδευκότων τῷ χάρακι τῶν πολεμίων ἄγρυπνοί τε οἱ Ῥωμαῖοι καὶ ἐπισκευάζοντες τὰ πεπονηκότα τοῦ χάρακος διετέλεσαν, τά τ' ἄλλα, οἷς ἀπερύκειν ἔμελλον αὐτούς, εἰ πειραθεῖεν πάλιν τειχομαχεῖν πολλὰ καὶ παντοῖα εὐτρεπιζόμενοι. τῇ δ' ἑξῆς αἵ τε προσβολαὶ πάλιν ἐγίνοντο, καὶ ὁ χάραξ διεσπᾶτο κατὰ πολλὰ μέρη· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐξιόντων κατὰ συστροφὰς ἐκ τοῦ χάρακος ἐξεκρούσθησαν οἱ Αἰκανοί, πολλάκις δ' ἀνεκόπησαν ὑπ' ἐκείνων οἱ θρασύτερον [3] ἐπεξιόντες. καὶ τοῦτο δι' ὅλης τῆς ἡμέρας ἐγίνετο· ἔνθα ὅ θ' ὕπατος ὁ τῶν Ῥωμαίων σαυνίῳ διὰ τοῦ θυρεοῦ διαπερονηθεὶς τιτρώσκεται τὸν μηρόν, καὶ ἄλλοι συχνοὶ τῶν ἐπιφανῶν, ὅσοι περὶ αὐτὸν ἐμάχοντο· ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες τὴν πολιορκίαν ἀτελῆ· καὶ οἱ Ῥωμαῖοι ἐπεξελθόντες [4] αὐτοῖς ἀπιοῦσι τοὺς ὑστερίζοντας ἐφόνευον. οὐ μέντοι ἐπὶ πολύν γε χρόνον ἐδίωξαν ἀσθενεῖς ὄντες οἱ πολλοὶ ὑπὸ τραυμάτων, ἀλλὰ διὰ τάχους ἀνέστρεψαν. καὶ μετὰ ταῦτα διὰ φυλακῆς εἶχον ἑκάτεροι σφᾶς αὐτοὺς μένοντες ἐν ταῖς παρεμβολαῖς ἄχρι πολλοῦ. [65] [1]    Ἔπειτ' Αἰκανῶν τε καὶ Οὐολούσκων ἑτέρα δύναμις καλὸν ὑπολαμβάνουσα καιρὸν ἔχειν προνομεῦσαι τὴν Ῥωμαίων γῆν, ἐξεστρατευμένης αὐτῶν τῆς κρατίστης δυνάμεως, ἐξῆλθε νυκτός· καὶ ἐμβαλοῦσα εἰς τὴν προσωτάτω χώραν, ἔνθα τοῖς γεωργοῖς δέος οὐδὲν εἶναι ἐδόκει, πολλῶν γίνονται χρημάτων καὶ [2] σωμάτων ἐγκρατεῖς. οὐ μὴν καλάς γ' οὐδ' εὐτυχεῖς τὰς ἐσχάτας ἔσχον ἐκεῖθεν ἀπαλλαγάς. ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος ἄγων τὴν συναχθεῖσαν ἐπικουρίαν τοῖς ἐν τῷ χάρακι πολεμουμένοις, ὡς ἔμαθε τὰ γινόμενα ὑπὸ τῶν πολεμίων, ἐπιφαίνεται αὐτοῖς ἐκ [3] τοῦ ἀνελπίστου. οἱ δ' οὔτε κατεπλάγησαν οὔτ' ἔδεισαν αὐτοῦ τὴν ἔφοδον, ἀλλ' ἀποθέμενοι σχολῇ τὰς ἀποσκευὰς καὶ τὰ λάφυρα εἰς ἓν χωρίον ἐχυρὸν καὶ φυλακὴν τὴν ἀρκοῦσαν ἐπὶ τούτοις καταλιπόντες οἱ λοιποὶ συντεταγμένοι χωροῦσι τοῖς Ῥωμαίοις ὁμόσε· καὶ συμπεσόντες ἄξια λόγου ἔργα ἀπεδείκνυντ' ὀλίγοι μὲν πρὸς πολλοὺς ἀγωνιζόμενοι ‑ συνέρρεον γὰρ ἐκ τῶν ἀγρῶν ἐπ' αὐτοὺς συχνοὶ ἤδη διεσκεδασμένοι ‑ ψιλῇ ὁπλίσει πρὸς ἄνδρας ὅλα τὰ σώματα ἔχοντας ἐν φυλακῇ ἐποίησάν τε πολλοὺς τῶν Ῥωμαίων νεκροὺς καὶ μικροῦ ἐδέησαν ἐν ἀλλοτρίᾳ γῇ καταληφθέντες τρόπαια τῶν [4] ἐλθόντων ἐπὶ σφᾶς αὐτοὺς ἀναστῆσαι. ἀλλ' ὅ γ' ὕπατος καὶ οἱ σὺν αὐτῷ Ῥωμαίων ἱππεῖς ἐπίλεκτοι, ἀχαλινώτοις ἐπελάσαντες τοῖς ἵπποις κατὰ τὸ καρτερώτατόν τε καὶ ἄριστα μαχόμενον αὐτῶν μέρος, διασπῶσι τὴν τάξιν καὶ καταβάλλουσι συχνούς. διαφθαρέντων δὲ τῶν προμάχων καὶ ἡ λοιπὴ δύναμις ἀποτραπεῖσα ἐνέκλινεν εἰς φυγήν, οἵ τε φυλάττοντες τὰς ἀποσκευὰς μεθέμενοι αὐτῶν ἀπιόντες ᾤχοντο ἀνὰ τὰ πλησίον ὄρη. κατ' αὐτὸν μὲν οὖν τὸν ἀγῶνα ὀλίγοι τινὲς αὐτῶν διεφθάρησαν, ἐν δὲ τῇ φυγῇ πάνυ πολλοί, χώρας τ' ἄπειροι ὄντες καὶ ὑπὸ τῆς Ῥωμαίων ἵππου διωκόμενοι. [66] [1]    Ἐν ᾧ δὲ ταῦτ' ἐγίνετο χρόνῳ, πεπυσμένος ἅτερος τῶν ὑπάτων Σερούιος ἐπὶ βοήθειαν αὐτῷ προσιόντα τὸν συνύπατον δείσας, μὴ ὑπαντήσωσιν αὐτῷ οἱ πολέμιοι καὶ διακλείσωσι τῆς πρὸς αὐτὸν ὁδοῦ, περισπᾶν αὐτοὺς διενοεῖτο προσβολὰς ποιούμενος τῷ [2] χάρακι. ἀλλὰ γὰρ φθάσαντες αὐτὸν οἱ πολέμιοι, ἐπειδὴ ἔγνωσαν τὴν συμφορὰν τῶν σφετέρων, ἣν ἀπήγγειλαν οἱ περισωθέντες ἐκ τῆς προνομῆς, λύσαντες τὴν παρεμβολὴν ἐν τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην εἰς τὴν πόλιν ἀπῆραν, οὐχ ἅπαντα πεπραχότες, ὅσα ἐβούλοντο. [3] χωρὶς γὰρ τῶν ἀποθανόντων ἔν τε ταῖς μάχαις καὶ κατὰ τὰς προνομὰς τοὺς ὑστερήσαντας ἐν τῇ τότε φυγῇ πολλῷ πλείους τῶν προτέρων ἀπέβαλον. οἱ γὰρ ὑπὸ καμάτου τε καὶ τραυμάτων βαρυνόμενοι σχολῇ προβαίνοντες ἐγκαταλιπόντων αὐτοὺς τῶν μελῶν ἔπιπτον, μάλιστα δὲ περὶ τὰ νάματα καὶ ποταμοὺς ὑπὸ δίψης φλεγόμενοι· οὓς οἱ Ῥωμαίων ἱππεῖς καταλαμβάνοντες [4] ἐφόνευον. οὐ μὲν δὴ οὐδὲ Ῥωμαῖοι πάντα ἐκ τοῦ τότε ἀγῶνος εὐτυχηκότες ἀνέστρεψαν, ἄνδρας μὲν γὰρ ἀγαθοὺς καὶ πολλοὺς ἐν ταῖς μάχαις ἀπολωλέκεσαν, καὶ πρεσβευτὴν ἁπάντων λαμπρότατον γενόμενον ἐν τῷ ἀγῶνι· νίκην δ' οὐδεμιᾶς ἥττονα τῇ πόλει φέροντες ἀνέστρεψαν. ταῦτ' ἐπ' ἐκείνων τῆς ἀρχῆς ἐπράχθη. [67] [1]    Τῷ δὲ κατόπιν ἔτει Λευκίου Αἰβουτίου καὶ Ποπλίου Σερουιλίου Πρίσκου παρειληφότων τὴν ἀρχὴν οὐδὲν οὔτε κατὰ πολέμους ἔργον ἀπεδείξαντο Ῥωμαῖοι λόγου ἄξιον οὔτε πολιτικόν, ὑπὸ νόσου κακωθέντες ὡς οὔπω πρότερον λοιμικῆς· ἣ τὸ μὲν πρῶτον ἵππων τε φορβάδων καὶ βοῶν ἀγέλαις προσῆλθεν, ἀπὸ δὲ τούτων εἴς τ' αἰπόλια καὶ ποίμνας κατέσκηψε, καὶ διέφθειρεν ὀλίγου δεῖν πάντα τὰ τετράποδα· ἔπειτα τῶν νομέων τε καὶ γεωργῶν ἥψατο, καὶ διελθοῦσα [2] διὰ πάσης τῆς χώρας εἰς τὴν πόλιν ἐνέπεσε. θεραπόντων μὲν οὖν καὶ θητῶν καὶ τοῦ πένητος ὄχλου πλῆθος ὅσον διέφθειρεν, οὐ ῥᾴδιον ἦν εὑρεῖν. κατ' ἀρχὰς μὲν γὰρ ἐφ' ἁμάξαις σωρηδὸν οἱ θνήσκοντες ἀπεκομίζοντο, τελευτῶντες δ', ὧν ἐλάχιστος ἦν ὁ λόγος, εἰς τὸ τοῦ παραρρέοντος ποταμοῦ ῥεῖθρον ὠθοῦντο. τῶν δ' ἐκ τοῦ βουλευτικοῦ συνεδρίου τὸ τέταρτον μέρος συνελογίσθη διεφθαρμένον, ἐν οἷς ἦσαν οἵ θ' ὕπατοι ἀμφότεροι καὶ τῶν δημάρχων οἱ πλείους. [3] ἤρξατο μὲν οὖν ἡ νόσος περὶ τὰς καλάνδας τοῦ Σεπτεμβρίου μηνός, διέμεινε δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὅλον, ἅπασαν ὁμοίως καταλαμβάνουσα καὶ διεργαζομένη φύσιν τε καὶ ἡλικίαν. γενομένης δὲ τοῖς πλησιοχώροις γνώσεως τῶν κατεχόντων τὴν Ῥώμην κακῶν, καλὸν ἡγησάμενοι καιρὸν ‹εἶναι› Αἰκανοί τε καὶ Οὐολοῦσκοι καταλῦσαι τὴν ἀρχὴν αὐτῆς, συνθήκας τε καὶ ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους περὶ συμμαχίας· καὶ παρασκευασάμενοι τὰ εἰς πολιορκίαν ἐπιτήδεια, ὡς εἶχον [4] ἀμφότεροι τάχους, ἐξῆγον τὰς δυνάμεις. ἵνα δὲ τὴν ἀπὸ τῶν συμμάχων ἀφέλοιντο τῆς Ῥώμης ἐπικουρίαν εἰς τὴν Λατίνων τε καὶ Ἑρνίκων γῆν πρῶτον ἐνέβαλον. ἀφικομένης δὲ πρεσβείας ἐπὶ τὴν βουλὴν ἀφ' ἑκατέρου τῶν πολεμουμένων ἐθνῶν ἐπὶ συμμαχίας παράκλησιν ὁ μὲν ἕτερος τῶν ὑπάτων Λεύκιος Αἰβούτιος ἐκείνην ἔτυχε τὴν ἡμέραν τεθνηκώς, Πόπλιος δὲ Σερουίλιος ἐγγὺς ὢν τοῦ θανάτου· ὃς ἔτι ὀλίγον ἐμπνέων συνεκάλει [5] τὴν βουλήν. τῶν δ' οἱ πλείους ἡμιθνῆτες ἐπὶ κλινιδίων κομισθέντες καὶ συνεδρεύσαντες ἀπεκρίναντο τοῖς παροῦσιν ἀγγέλλειν τοῖς σφετέροις, ὅτι διὰ τῆς ἑαυτῶν ἀρετῆς τοὺς πολεμίους ἀμύνεσθαι ἡ βουλὴ αὐτοῖς ἐπιτρέπει, μέχρις ἂν ὁ ὕπατος ῥαίσῃ, καὶ ἡ [6] συναγωνιουμένη δύναμις αὐτοῖς συναχθῇ. ταῦτα Ῥωμαίων ἀποκριναμένων Λατῖνοι μὲν ὅσα ἠδυνήθησαν ἐκ τῶν ἀγρῶν εἰς τὰς πόλεις ἀνασκευασάμενοι φυλακὴν ἐποιοῦντο τῶν τειχῶν, τὰ δ' ἄλλα περιεώρων ἀπολλύμενα. Ἕρνικες δὲ δυσανασχετοῦντες ἐπὶ τῇ λύμῃ καὶ διαρπαγῇ τῶν ἀγρῶν, ἀναλαβόντες τὰ ὅπλα ἐξῆλθον. ἀγωνισάμενοι δὲ λαμπρῶς καὶ πολλοὺς μὲν ἀποβαλόντες τῶν σφετέρων, πολλῷ δ' ἔτι πλείους ἀποκτείναντες τῶν πολεμίων, ἐκβιασθέντες εἰς τὰ τείχη κατέφυγον, καὶ οὐκέτι μάχης ἐπειρῶντο. [68] [1]    Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο. διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους. ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν [2] Ῥώμην ἀφικνοῦντο. ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γ' αὐτῆς ἠδυνήθησαν· ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους ‑ καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί ‑ καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος· καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπ' αὐτῆς ‹ἐστιν› ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς· τὰ δ' ὑπὸ τοῦ Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δ' οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας· ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις. [3] ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν. τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν· τεῖχος δ' ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι. [4] τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστ' ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος· ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότ' ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς. οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπ' οἴκου τὰς δυνάμεις. [69] [1]    Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον. ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τ' ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους [2] ὑπερθεμένου καιρούς. προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν· καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδ', εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας· νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός· αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τ' [3] Αἰκανοὺς καὶ Οὐολούσκους. τὸ δ' αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός. ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφ' ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότ' ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον· ἡ δ' ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή [4] τις ἔφοδος αἰφνίδιος πολεμίων ἐπ' αὐτὰ γένηται. πρὸς ταῦτα βουλευομένοις τοῖς Ῥωμαίων ὑπάτοις ἐδόκει κράτιστον εἶναι ταῖς πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖς ἐσχάτοις ὄντα κινδύνοις, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν. Λοκρήτιος μὲν οὖν εἰς τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριος δ' εἰς τὴν Οὐολούσκων. Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντες τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ. [70] [1]    Οὐολοῦσκοι δ' ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν. οἷα δὲ φιλεῖ πάσχειν στρατιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδ' εἰς χεῖρας ἐλθεῖν τοῖς [2] πολεμίοις ἐθάρσησεν· ἀλλ' ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτ' ἀλαλαγμὸν οὔθ' ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη· ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων. [3] Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο. οἱ δὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, ἢ τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, ἢ τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ [4] τῇ πατρίδι βοηθεῖν. ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵν' ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται. [71] [1]    Ἀφικόμενοί τε μέχρι Τύσκλου πόλεως, μαθόντες τὸν περίβολον τῆς Ῥώμης ὅλον πληθύοντα ὅπλων, καὶ πρὸ τῶν πυλῶν τέτταρας ἐξεστρατευμένας σπείρας, ἀνδρῶν ἑξακοσίων ἑκάστην, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀπετράποντο, τὴν δ' ὑπὸ τῇ πόλει χώραν, ἣν ἐν τῇ προτέρᾳ παρέλιπον εἰσβολῇ, ἐγκαθεζόμενοι [2] ἐδῄουν. ἐπιφανέντος δ' αὐτοῖς θατέρου τῶν ὑπάτων Λευκίου Λοκρητίου καὶ θεμένου τὴν παρεμβολὴν οὐ πρόσω καλὸν ὑπολαβόντες εἶναι καιρόν, πρὶν ἐλθεῖν τῷ Λοκρητίῳ τὴν ἑτέραν Ῥωμαίων δύναμιν σύμμαχον, ἧς Οὐετούριος ἡγεῖτο, συνάψαι μάχην, θέμενοι τὰς ἀποσκευὰς ἐπὶ λόφου τινὸς καὶ δύο σπείρας ἐπ' αὐταῖς καταλιπόντες, οἱ λοιποὶ προῆλθον εἰς τὸ πεδίον· καὶ συμβαλόντες τοῖς Ῥωμαίοις ἄνδρες ἀγαθοὶ κατὰ [3] τὸν ἀγῶνα ἐγίνοντο μέχρι πολλοῦ. μαθόντες δ' ἐκ τῶν κατὰ νώτου φρουρῶν τινες καταβαίνουσαν ὑπὲρ ὄχθου στρατιὰν ὑπέλαβον ἥκειν τὸν ἕτερον τῶν ὑπάτων ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, καὶ δείσαντες, μὴ κυκλωθεῖεν ὑπ' ἀμφοῖν, οὐκέτι διέμειναν, ἀλλ' εἰς φυγὴν τρέπονται. ἐν τούτῳ τῷ ἀγῶνι οἵ θ' ἡγεμόνες αὐτῶν ἀμφότεροι γενναίων ἀνδρῶν ἔργα ἀποδειξάμενοι πίπτουσι, καὶ ἄλλοι πολλοὶ μαχόμενοι περὶ αὐτοὺς ἀγαθοί· οἱ δὲ φυγόντες ἐκ τῆς μάχης εἰς τὰς ἑαυτῶν [4] ἕκαστοι πατρίδας σκεδασθέντες ἀνεχώρησαν. ἐκ δὲ τούτου πολλὴν ἄδειαν λαβὼν ὁ Λοκρήτιος ἔφθειρε τὴν Αἰκανῶν γῆν, καὶ Οὐετούριος τὴν Οὐολούσκων, ἕως ὁ τῶν ἀρχαιρεσίων ἐπέστη καιρός. τότε δ' ἀναστήσαντες τὰς δυνάμεις ἀπῆγον ἐπ' οἴκου καὶ κατήγαγον ἀμφότεροι τοὺς ἐπινικίους θριάμβους· Λοκρήτιος μέν, ἐπὶ τοῦ τεθρίππου παρεμβεβηκώς, Οὐετούριος δὲ πεζὸς εἰσελαύνων. δύο γὰρ οὗτοι θρίαμβοι δίδονται τοῖς ἡγεμόσιν ὑπὸ τῆς βουλῆς, ὥσπερ ἔφην, τὰ μὲν ἄλλα ἔχοντες ἴσα, τῷ δὲ τὸν μὲν ἱππικὸν εἶναι, τὸν δὲ πεζικόν, διαφέροντες.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:02 - flow version _RPTC_G1.3