Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας LIBRO II
Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio Βιβλίον B ʹ - LIBRO II
1 ΒΙΒΛΙΟΝ Β . Ἔτει τριαϰοσιοστῷ ϰαὶ ἑξηϰοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ρώμης συνοιϰισμόν , πρώτῳ δὲ μετὰ τὴν ὑπδ Γάλλοις γενομένην ἅλωσιν , ἐνηλλάγησαν αἱ δυναστειαι . ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτιϰοὶ τὴν τῶν ύπάτων ἔχοντες δύναμιν . Ἐντεῦϑεν ϰαὶ τὰ τῆς Ῥώμης ηὐξήϑη πράγματα . Κάμιλλος γὰρ Βολούσϰων πόλιν ἑβδομήϰοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐϰ ἀποσχομένην τοῦ ϰατὰ τῆς Ρώμης πολέμου αὐτήν τε εἷλε ϰαὶ πόλιν ἑτέραν Ἐτρούσϰων ϰαὶ Σουτρίνων ἄλλην . πάσας τε αὐτὰς ὑφ ᾿ εαυτὸν ποιησάμενος ϰαὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔϑνεσιν ἐπετέλεσε ϑριάμβους . Καὶ Τίτος δὲ Κύντιος Κιϰιννάτος Πραινεστίνους , οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν , ἄχρις ἄλλίου ποταμοῦ διώξας νίϰην τε ᾔρατο ϰατ ᾿ αὐτῶν ϰαὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμη προσένειμε · ϰαὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους πα ραδόντας ἑαυτοὺς ἐϰτήσατο . πᾶν δὲ τοῦτο το ἔργον εἴϰοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις ϰαὶ ἐπὶ τούτοις ἐϑριάμβευσεν . Ἀλλ ᾿ οὐϰ ἐπὶ πολὺ [ διεγένετο] τῶν στρατιωτιϰῶν ἀρχόντων ἡ δυναστεία · μιϰρῷ γὰρ ὕστερον ϰατελύϑη ϰαὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ρώμη διετέλεσεν . εἶτα τῶν στρατιωτιϰῶν ἀρχόντων τινὲς ϰαὶ μετὰ τὴν ϰατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασϑαι ϰαὶ τὸ ϰῦρος ἔχειν · ἀλλ ᾿ οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήϑησαν · ἐπανῆλϑε γὰρ πρὸς τοὺς ὑπάτους ἡ εξουσία ..Λουχίου τοίνυν Γενουϰίου ϰαὶ Κύντου Σερβιλίου γενομένων υπάτων τελευτᾷ Κά μιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσϑησαν . Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν ϰινησάντων στρατοπεδευσαμένων δὲ ἀντι πέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος διϰτάτωρ ἀναδειχϑεὶς ἐξῆλϑεν ἐπὶ τοὺς πο λεμίους . ἀλλ ᾿ ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοϰὴ τῶν στρατευμάτων , ἀλλ ᾿ ἀνὴρ νεανίας Μανίλιος · ὑφ ᾿ ἑνὸς γὰρ τῶν Γάλλων εις μονομαχίαν προϰληϑεὶς ἐϰεινόν τε ϰαϑεῖλεν ϰαὶ τῷ πολέμῳ τέλος ἔδωϰε · τὸν στρεπτόν τε , ᾧ ϰεϰόσμητο τὸν τράχηλον ὁ Γάλλος , ἑαυτῷ περιϑεὶς ἐϰ τούτου Τορϰουάτος αὐτός τε προσηγορεύϑη ϰαὶ οί ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου ϰόσμον . τόρϰυς γὰρ ἐπιχωρίως ὁ στρε πτὸς ϰαλεῖται . τότε μὲν οὗν φυγῇ παρέδοσαν ἑαυτούς . μετὰ δὲ ταῦτα ϰαὶ ϰατεπολε μήϑησαν ὑπὸ τοῦ διϰτάτωρος Σουλπιϰίου . ϰαὶ τοῦσϰοι δὲ ὑπὸ Γαΐου Μαρϰίου συνεϰό πησαν . εἰς ὀϰτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ ϑριάμβῳ ποιήσας πλῆϑος ὁ νιϰήσας ἐϑριάμβευσε . Μετὰ τοῦτο γίνεται τῶν ῾ Ρωμαίων ἀπογραφή . ϰαὶ τῶν Λατίνων τῶν ὑπδ Ῥω μαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων , ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα . ϰαὶ δέϰα ἐξ αὐτῶν συντάξεις ἐγένοντο , λεγεῶνες ϰατὰ τὴν αὐτῶν ϰαλούμεναι φωνὴν ἐϰ τῆς γενομένης τῶν νέων ἐπιλογῆς · λέγερε γὰρ παρ ᾿ αὐτοῖς τὸ ἐπιλέξασϑαι λέγεται . αἱ δέϰα δὲ αὗται λεγεῶνες ἑξήϰοντα χιλιάδας ἀνδρῶν εἶχον , ὡς ἑϰάστην εἰς ἑξαϰισχιλίους τελεῖν · ϰαὶ οὕτως ὁ τοσοῦτος συνήχϑη στρατὸς οὔπω τῶν Ῥωμαϊϰῶν πραγμάτων εἰς τδ πᾶν ἐπιδεδωϰότων · τοσαύτη τῶν στρατιωτι ϰῶν ἦν ἐπιϑυμία ϰαὶ τῶν πολιτῶν ἀνδρεία . τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴ ραν ἐπι τοὺς Γάλλους ἐχώρησεν , ἡγουμένου τῆς στρατιᾶς Φουρίου . ἀλλά τις εϰ τοῦ Γάλλων στρατεύματος , πρὶν ἢ συμμίξαι τὰ πλήϑη , ἐϰ προϰλήσεως τδν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐϰάλει . τότε τοίνυν ἐϑελοντὴς ἐξανέστη Μάρϰος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος ϰαὶ σϰευασάμενος ἐπῆλϑεν . ὁρμῶντι δὲ αὐτῷ ϰατὰ τοῦ πολεμίου ϰόραξ ἐπιπτὰς ϰατὰ τὸν δεξιὸν ἔστη βραχίονα . ϰαὶμετὰ οῦτο οἱ μὲν ἄνδρες συνέμιξαν · ὁ δε ϰόραξ τοῖς τε ὄνυξι ϰαὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα ϰωλύων εὐϑὺ τῷ πολεμοῦντι προσβλέπειν · ϰαὶ οὕτω πίπτει μεν ὁ Γάλλος , τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίϰης τρόπος δέδωϰε τὴν προσηγορίαν Κορβῖνος γὰρ ῶνομάσϑη [ ἀπο] τοῦ ϰόραϰος οῦτω ϰατὰ τὴν τῶν ᾿ Ιταλῶν ὀνομαζομένου φωνήν · ϰαὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας εστη · ἀλλα τρίτον ϰαὶ εἰχοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν εϰλήϑη . Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι ϰαϑάπερ ἔϰ τίνος μελέτης ἐπι μεῖζον ἐχώρησαν · ἔφασϰον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐϰ σφῶν αὐτῶν χρῆναι χειρο τὸνεῖσϑαι . τῶν Ῥωμαίων δὲ οὐ συνϑεμένων cἀνήφϑη πόλεμος μέγιστος , εἴπερ τις ἄλλος . ϰαὶ τοῦτον μὲν ἡττήϑησαν οἱ Λατῖνοι ϰαὶ ϑρίαμβον ἔσχεν ἡ νίϰη · τοῖς ὑπά τοις δὲ ὡς υπὲρ ἔργου μεγάλου ϰατά τι χωρίον , ὃ ῾ Ρῶστρα ϰαλοῦσιν , ἀνδριάντας ἀνέστησαν . τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε ϰαὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας . ἐϰεῖϑεν γὰρ ἐν ταῖς ϰαταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμω . ϰατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μαϰε δόνος Ἀλεξάνδρου συνῳϰίσϑη ϰαὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ . Εντεῦϑεν δὴ ϰαὶ τὰ τῆς δυνάμεως ηὐξήϑη Ῥωμαίοις ϰαὶ προς ἄϰρον ἀφίϰοντο δυναστείας . ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεϰροτοῦντο . ἐπὶ Σαμνίτας γοῦν τριαϰοσίοις ἀπῳϰισμένους σημείοις τὴν στρατιὰν ἐϰίνησαν , ἧςἀφηγεῖτοΠαπίρίος Κούρσωρ τὴν τῆς διϰτατωρίας ἔχων ἐξουσίαν . χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην ϰα λούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον ( ἠχολούϑει δὲ αῦτη , ϰαϑάπερ ἐν τοῖς ἔμπροσϑεν εἰρήϰαμεν , ἡ δυναστεία τῷ διϰτάτωρι) ϰατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλϑεῖν , πρὶν ἂν ἐϰ τῆς Ῥώμης ἐπανήϰῃ . λαβόμενος δὲ ὁ Φάβιος ϰαὶροῦ ϰαὶ μιϰρὰ φροντίσας τῶν τοῦ διϰτάτωρος ἐντολῶν ἐμα χήσατο μεν μετὰ λαμπρᾶς τῆς τύχης ϰαὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ . ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ διϰτάτωρ αὐτῷ ϑανάτου · διεσώϑη δε τῇ τε τοῦ στρατεύμα τος περὶ αὐτὸν σχέσει ϰαὶ τῇ τοῦ δήμου σπουδῇ · τοσαύτη τε ἐϰινήϑη ϰατὰ τοῦ Πα πιρίου στάσις , ὡς παρὰ μιϰρὸν ἐλϑεῖν αὐτὸν ϑανάτου . Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου ϰαὶ Σπου ρίου Ποστουμίου μετὰ πολλῆς ϰατεπολέμησαν τῆς αισχύνης · ϰαὶ ϰύριοι ϰαταστάντες αὐτῶν ἔϑεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς · ἀλλ ᾿ ἡ σύγϰλητος ϰαὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγία γεγενημένας , ἀνέλαβον δε τὴν μάχην . ϰαὶ οἱ πρότερον νενιϰηϰότες ἡττήϑησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχη στρατηγοῦντος . πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενιϰηϰόσιν ἐγένοντο · ϰαὶ πρῶτος οὗτος ϰατὰ Σαμνιτῶν ἐδόϑη τῷ Παπιρίω ϑρίαμβος . ϰατὰ δε τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος ϰήνσωρ αἱρεῖται . ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων ϰαὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσϑαί τε ϰαὶ ϰρίνειν βίους · τι μωρίας τε ϰατὰ πάσης ἡδύνατο δυναστείας ϰαὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ ϰήνσωρος εξου σίας . ϰύριοι δὲ ἦσαν οἱ ϰήνσωρες ϰαὶ ἔργοις ϰαὶνοῖς ϰαταϰοσμεῖν τὴν πόλιν . ὁ Κλαύ διος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην , ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυ δία · ὁδόν τε ἐστόρεσεν , ἥτις ἐπεϰλήϑη ϰαὶ αὐτὴ τῷ πεποιηϰότι Ἀππία προσαγορευ ϑεῖσα . οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηϰότος , ἡ δὲ αὐτὸ τοὔνομα . τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος . παῖς δὲ ἦν οδτος τοῦ μιϰροῦ πρόσϑεν είρημένου Φαβίου Μαξίμου . οὗτος ἡττᾶται τὴν μάχην ϰαὶ τρισχιλίους [ ἀποβάλλει τῶν μαχιμωτάτων . λήγατος δὲ αὐτῷ χειροτονηϑεὶς ὁ πατὴρ Φάβιος ἐνίϰησέ τε τοὺς Σαμνίτας ϰαὶ πολλὰς αὐτῶν πό λεις εἷλεν . ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος Ῥουφῖνος ϰαὶ Μάρϰος Κούριος Δεντάτος ϰαὶ συνάψαντες πρὸς τοὺςΣαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ υπερέσχον ϰαὶ παντάπασιν αὐτοὺς ἐϰπολιορϰησαντες δι ᾿ ετῶν εννέα ϰαὶ τεσσαράϰοντα τέλος ἔδοσαν τῷ πολέμῳ . ὡς ἔπος δὲ ειπείν , οὐδὲν τῶν ἐντὸς τῆς ᾿ Ιταλίας εϑνῶν οὕτω τὰς Ρωμαϊχὰς δυνάμεις ϰατειργάσατο . Πολλοίς δὲ ὕστερον ἐνιαυτοῖς πλῆϑος Γάλλων ἀξιομάχητον Τούσϰοις τε ϰαὶ Σα μνίταις ϰατὰ τῆς Ῥώμης ἐϰοινῶνησαν · ϰαὶ τὸν δρόμον ἐπ ᾿ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ υπάτου πανωλεϑρία διεφϑάρησαν . Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης ϰειμένοις ἐπήχϑη παρὰ ῾ Ρωμαίων πόλεμος . αἰτία δὲ ἦν τοῦ πολέμου παροινία ϰαὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου ϰατὰ τῶν πρεσβευτῶν ἐϰ τῆς Ῥώμης τετολμημένη . ἀϰμαζόντων δὲ τῶν ϰατὰ τὴν μάχην Πύρρον ἐπεϰαλέσαντο σύμμαχον Ταραντῖνοι , γέ νος μὲν τῶν ἀπ ᾿ Ἀχιλλέως , βασιλεύοντα δὲ τῶν Ἠπείρων . ϰαταλαμβάνει τοίνυν τὴν ᾿ Ιταλίαν ὁ Πύρρος · ϰαὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥϰουσαν . ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήϑη Πούβλιος Οὐαλέριος Λευῖνος . οὗτος Πύρρου ϰατασϰόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχϑῆναι τὸ στρατόπε δον , εἶτα ἀφεϑῆναι ϰαὶ τῷ Πύρρῳ γενέσϑαι μηνυτὰς ὧν ἐϑεάσαντο . μετὰ ταῦτα γίνε ται μάχη ϰαὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ελέφαντας ἡ τοῦ πο λέμου τύχη . ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν ϑηρίων ϰαὶ τῶν ἵππων πρὸς τὴν ἀϑρόαν ὅφιν ἐϰπλαγέντων φοβηϑέντες ἔσχον ελαττον . ϰαϰῶς δὴ τῶν Ῥωμαϊϰῶν εϰ τούτου διαϰειμένων ἡ νὺξ ἔδωϰε τῇ συμπλοϰῇ τέλος · ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν . ϰατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀϰταϰοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλνεν ϰαὶ τῶν μεγίστων αὐτοὺς ἡξίωσε τιμῶν · τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥω μαίων ταφῇ παραδέδωϰεν . ἰδὼν δὲ αὐτοὺς ϰαὶ ἐν νεϰροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσϑίους , τὰς χεῖρας εἰς τὸν οὐρανδν ἀνασχὼν ἔφη πάσης ἂν ϰρατῆσαι τῆς γῆς , εἰ τοιούτοις αὐτῷ χρῆσϑαι στρατιώταις ἐξεγένετο . Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται ϰαὶ Λουϰανοί ϰαὶ Βρούτ τιοι ϰαὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην · πᾶν τε τὸ προστυχὸν ἢ πυρὸς ἦν ἔργον ἢ σιδήρου ϰαὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρϰησαν · ἧϰον δὲ ἐπι τὴν Πραίνεστον τῆς πόλεως ὀϰτωϰαὶδεϰάτῳ σημείῳ ἀφεστῶσαν . φοβηϑείς δὲ ὁ Πύρρος τὸν ὕπατον ϰαὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισϑεν αὐτῷ ϰαταϰολουϑήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώ ρησεν · ϰαὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις ῾ Ρωμαίων ἐζωνήσασϑαι βουλόμενοι τοὺς αἰχμαλώτους . τούτους διὰ πάσης αίδοῦς ϰαὶ τιμῆς ἐποιήσατο εῖχέ τε ὡς ἔνι μά λιστα φιλοφρόνως , τὰ λύτρα τε ἀπωσάμενος τροῖϰα τοὺς αἰχμαλώτους ἀπέπεμψεν . ἕνα δὲ ἐϰ τῶν πρέσβεων Φαβρίϰιον οῦτως ἠγάσϑη ϰαὶ ἐϑαύμασεν , ὥστε , ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω , τοὺς ϑησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔϑηϰεν αὐτῶν τε ϰαὶ τῆς ἀρχῆς , εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν ϰαὶ ϰατὰ τῶν πολιτῶν αὐτῷ προσ τεϑείη . ϰαταφρονηΟείσης δὲ τῆς ὑποσχέσεως ηὐξήϑη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώμην τε ϰαὶ τοὺς ἐξ αὐτῆς ϑαῦμα ϰαὶ πρέσβεις ὁ νενιϰηϰὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑϰατέροις · τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας . τῶν σπονδῶν δὲ μέρος ἦν ϰαὶ τόδε · τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεϰτο τὸν Πύρρον ἢ πολιορϰηϑὲν ἢ ἑϰούσιον , τῆς αὐτοῦ δεσποτείας εἶναι . Ταύτην οὐϰ ἐδέξαντο τὴν συν ϑήϰην οἱ Ῥωμαῖοι , ἀπεϰρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσϑαι Πύρρῳ τε ϰαὶ αὐτοῖς , εἰ μὴ πάσης τῆς Ἰταλίας ἐϰχωρήσειε · μέγα τε μηδὲν ἡγεῖσϑαι σφᾶς παρεσχηϰέναι Πύρρον τὸ ϰατὰ τοὺς αἰχμαλώτους · τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεϑέντας ἀτίμους εἶναι παρ ᾿ αὐτοῖς ὡς αναξίους τῆς ῾ Ρωμαϊϰῆς πολιτείας , δι ᾿ ἄλλο μὲν οὐδέν , ὅτι δὲ πολεμοῦντες ληφϑεῖεν . λύσιν τε αὐτοῖς οὐϰ ἔσεσϑαι τοῦ ϰαϰοῦ , πριν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐϰ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα ϰομίσοιεν . οὕτω μὲν οὖν ἐπανῆλϑεν ἄπραϰτος ἡ πρεσβεία . πυνϑανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων , οἵαν εὕροιεν τὴν πόλιν , φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωραϰέναι · τοῦτο δηλοῦντα , ὡς οἱ τῆς πόλεως ἔνοιϰοι πάντες τοιοῦτοι τυγχάνουσιν , οἷος αὐτὸς ὁ Πύρρος ϰατὰ τὴν Ἤπειρον ϰαὶ τὴν ῾ Ελλάδα πᾶσαν ὑπείληπται . ἐντεῦϑεν ἐϰστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ ᾿ ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπιϰίῳ ϰαὶ Δεϰίῳ . ϰαὶ γενομένης μάχης τιτρώσϰεται Πύρρος ϰαὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴϰοσι , ῾ Ρωμαίων δὲ πενταϰισχίλιοι μόνοι . φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα . Καὶ διελϑόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίϰιος αὖϑις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς , ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος . στρατοπε δευσάμενοι δὲ ἐϰ τοῦ πλησίον αὐτός τε ϰαὶ ὁ Πύρρος ἀνέμενον τὴνμάχην · μιᾷ δὲ τῶν νυϰτῶν ἰατρός τις τῷ Πύρρῳ σανὼν προσφεύγει τῷ Φαβριχίῳ ὑπισχνούμενος φαρμάχῳ τὸν Πύρρον ἀναιρήσειν , εἴ τις αὐτῷ τοῦ ἔργου τούτου ϰαρπὸς γένοιτο . τοῦ τον ὁ Φαβρίϰιος δέσμιον ἐϰπέμπει τοῷ Πύρρῳ σημάνας ὡς οὔϰ ἐστι ῾ Ρωμαίων δόλῳ τοὺς ἐχϑροὺς ἀλλ ᾿ ὅπλοις ἀναιρεῖν . τότε τὸν Φαβρίϰιον ὑπεραγασϑεὶς ὁ Πύρρος , οδ τός ἐστιν , εφη , Φαβρίϰιος ὃν οὔϰ ἐστιν ἀφελϰυσϑῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς . ϰαὶ ταῦτα εἰπῶν ἐπὶ τὴν Σιϰελίαν ἀπεχώρησεν . Φσβρίϰιος δὲ Λουϰανούς τε ϰαὶ Σαμνίτας ἑλὼν υπὲρ τῆς νίϰης ἐϑριάμβευσε . δέχονται δὲ τὴν υπατείαν Μάρϰος Κούριος Δεντάτος ϰαὶ Κορνήλιος Λέντουλος · ευϑὺς δὲ ἐπὶ τὸν Πύρ ρον ἐϰστρατεύουσιν . ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην ϰαὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου , αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα ϰαὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγϰρατής . ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριϑμὸς εἴϰοσι τρεῖς ἦσαν χιλιάδες . οὗτος ὁ πόλεμος ἔδωϰε τῷ Κουρίω ϑρίαμβον . ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε , τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ ῾ Ρώμῃ φανέντων . τούτων οὕτω πραχϑέντων ϰαὶ τὴν Τάραντα ἀπολιπῶν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν · ἔνϑα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ . ᾿ Εντεῦϑεν Γάϊος Φάβιος Λιϰίννιος ϰαὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτο νοῦνται τετραϰοσιοστῷ ϰαὶ ἑξηϰοστῷ ϰαὶ πρώτῳ τῆς Ρώμης ἔτει . ϰατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπδ τῆς Ἀλεξανδρείας πεμφϑέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου ϰατέλαβον τὴν Ῥώμην αἰτούμενοι παρ ᾿ αὐτῶν εἰρήνην τε ϰαὶ φιλίαν . Ἐϰδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου ϰαὶ Γαΐου Φαβίου Πίϰτωρος Πιϰένται πόλεμον ἐϰίνησαν . χρόνου δὲ διελϑόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου ϰαὶ Ἀππίου Κλαυδίου ϰατεπολεμήϑησαν , ὥστε ϰαὶ ϑριάμβῳ γε νέσϑαι χώραν . τότε δὴ ϰαὶ πόλεις παρὰ Ῥωμαίοις ᾠϰοδομήϑησαν Ἀρίμινός τε ἐν Γάλλοις ϰαί Βενεβεντὸς ἐν Σαμνίῳ . Μάρϰου δὲ Ἀτιλίου Ῥηγούλου ϰαί Λουϰίου ᾿ Ιουνίου Αίβωνος ἐλϑόντων ἐπί τὴν ἀρχήν , ϰατά Σαλεντίνων ἐδογματίσϑη πόλεμος · ἡττήϑησαν δὲ ϰαὶ τῆς σαν τῆς ἑαυτῶν ϰαὶ μετὰ τούτων Βρουνδισηνοί . ϰαϑ ᾿ ὧν ἁπάντων οί νιϰήσαντες ἐϑριάμβευσαν . Τετραϰοσιοστοῷ δὲ ϰαὶ ἑβδομηϰοστω τῆς πόλεως ἐπί πολὺ λοιπὸν ἧν ϰαὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα · οὔυπω δὲ τῆς ᾿ Ιταλίας ἐϰτος αὐτοῖς συνεϰεϰρό τητο πόλεμος . τότε τοίνυν βουληϑέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆϑος ἀπογραφὴν ἐποιήσαντο ϰαὶ συνηριϑμήϑησαν ἀνδρῶν ἐννέα ϰαὶ εἴϰοσι μυριάδες ϰαὶ δισχίλιοι διαϰόσιοι τριάϰοντα τέσσαρες · ϰαίτοι παρὰ πάντα τὸν ἔμπροσϑεν χρόνον οὐδε μιᾶς γενομένης ἀναϰωχῆς πολέμου . ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος ϰινεῖται πόλεμος , Ἀππίου Κλαυδίου ϰαὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν . γίνεται τοίνυν ἐν τῇ Σιϰελία συμπλοϰή · ϰαὶ νιϰήσας ὁ Κλαύδιος Ἄφρους τε ϰαὶ τὸν βασιλέα Σιϰελίας Ἱέρωνα ϰαϑ ᾿ ἑϰατέρων ἐϑριάμβευσε . Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρϰος ϰαὶ Ὠταϰίλιος Κράσος ὕπατοι μεγάλα ϰατὰ τὴν Σιϰελίαν εἰργάσαντο . Ταυρομένιον γὰρ ϰαὶ Κατάνην ϰαὶ πεντήϰοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ Ῥωμαϊϰῇ συνῆψαν ἀρχῇ . τρίτῳ δε ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασϰευῆς ἐπὶ τὸν βασιλέα γενομένης ῾ Ιέρωνα φϑάνει τὴν μάχην Ἱέρων ϰαὶ μετὰ τῆς συγϰλήτου τῆς ἐϰ Συραϰουσίων αίτεῖ παρὰ τῶν Ῥωμαίων είρήνην ἐπὶ διαϰοσίοις ἀργυρίου ταλάντοις ϰαὶ λαμβάνει . τρέπεται τοίνυν ἡ παρασϰευὴ ἐπὶ τοὺς Ἄφρους ϰαὶ ἡττῶνται · ϰαὶ ϑριαμβεύει ϰατ ᾿ αὐτῶν ὁ νενιϰηϰώς . ῎ Ετει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς ῎ Αφρους πολέμου , Γαΐου Δουελλίου ϰαὶ Γνέου Κορνηλίου Ἀσιανοῦ ϰατεστηϰότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν ϑαλάττῃ πολεμοῦντες · ναυσί τε ἐχρῶντο μαϰραῖς , ἃς αὐτοὶ μὲν ἐϰάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσϑαι ῥάμφη · λιβύρνα δὲ ἡ συνήϑεια προσαγορεύει . ϰατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης υπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος · ϰρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφϑη τε ϰαὶ δεϑείς ἀπήχϑη . Δουέλλιος δὲ ἐπεξελ ϑὼν τῇ μάχη νιϰᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε ϰαὶ , τριάϰοντα ναῦς αἱρεῖ , δέϰα ϰαὶ τέσσαρας ἑτέρας ϰαταποντίσας · ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ ᾿ ἑαυτὸν ϰατεστήσατο , τρεῖς δὲ διέφϑειρε χιλιάδας σιδήρῳ τε ϰαὶ τοῖς ὕδασιν νίϰην τε ϰατε - πράξαντο ῾ Ρωμαῖοι , ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ ᾿ αὗ χαριεστέραν , ἐπει δήπερ ὡμολογημένου τοῦ ϰατὰ γῆν ϰράτους ϰρείττους ϰαὶ ϰατὰ ϑάλατταν ὥφϑησαν , ἐν ᾗ πλεονεϰτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο . Γαΐου δὲ ᾿ Αϰυλίου Φλώρου ϰαὶΛουϰίουπόλεωςἐξέπε Σϰηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίϰη ϰαὶ Σαρδὼ πάντα τρόπον πολιορϰη ϑεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆϑος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομέ νων ἀφορμὴ ϑριάμ | 3ου τοῖς νενιϰηϰόσιν ἐγένοντο . Λουϰίου δὲ Μανιλίου Βούλσωνος ϰαὶ Μάρϰου Ἀτιλίου ῾ Ρηγούλου τὴν ἀρχὴν ὑπο δεξαμένων ἐϰ τῆς ᾿ Ιταλίας τε ϰαὶ Σιϰελίας ἐπὶ τὴν Ἀφριϰὴν ὁ πόλεμος μετηνέχϑη · ϰαὶ γίνεται ναυμαχία ϰαρτερὰ πρὸς Ἀμιλϰάρην τὸν τῶν πολεμίων στρατηγόν . ϰαϑ ᾿ ἣν τέσσᾶρας ϰαὶ ἑξήϰοντα ναῦς οἱ Ῥωμαῖοι ϰαταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρε ψαν εἰς φυγήν , ἀπέβαλον δὲ ϰαὶ αὐτοὶ δύο ϰαὶ εἴϰοσι ναῦς . ἀποβάντες δὲ εἰς τὴν πο λεμίαν γῆν ευϑὺς μὲν Κλιπέαν εἷλον επιφανῆ τῶν ῎ Αφρων πόλιν · δρόμος δὲ ἦν αὐ τοῖς ἐπὶ τὴν Καρχηδόνα · πᾶν δὲ ὃ διῆλϑον ἐϰπολιορϰήσαντες ἐχωρίσϑησαν · ϰαὶ Μα νίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆϰε μετὰ λαμπρᾶς νίϰης ἑπτὰ ϰαὶ εἴϰοσι χιλιάδας αίχμαλώτων ἄγων . ῾ Ρήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ ᾿ αὐ τῆς τῆς ᾿ Αφριϰῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαρᾶταξάμενος . περιγενόμενος δὲ τοῦ πολέμου ὀϰτώ τε ϰαὶ δέϰα χιλιάδας ἀνελὼν ϰαὶ πέντε ζῶντων έλὼν ἐλέφαντάς τε ὀϰτὼ ϰαὶ δέϰα ληϊσάμενος ἑβδομήϰοντα ϰαὶ τέσσαρας πόλεις ὑπο σπόνδους τῇ ῾ Ρώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήϑη φόρους . ἐνταῦϑα λοιπὸν οἱ Ἄφροι ϰεϰμηϰότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν · οὐ δεςαμένου δὲ τὴν ἱϰετείαν Ῥηγούλου συνϑήϰας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε ϰαὶ τραχείας , Λαϰεδαιμονίους ἐπεϰαλέσαντο πρὸς συμμαχίαν . ϰαὶ πέμπεται αὐτοῖς στράτευμα Λα ϰωνιϰὸν ὑφ ’ ἡγεμόνι Ξανϑίππῳ · συγϰροτηϑέντος οὖν πολέμου μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης · ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην , ὥστε πάσης μὲν τῆς στρατιᾶς δισ χιλίους διαφυγεῖν μόνους , αὐτὸν δὲ μετὰ πενταϰοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεϑῆναι , τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν . Ἀλλ ’ οἱ μετὰ τούτους ὕπατοι Μάρϰος Αἰμίλιος Παῦλος ϰαὶ Σέρβιος Φούλβιος τὴν μὲν ϰατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρϑωσαν , οὐδὲ αὐτοί δὲ συμφορᾶς ἔξω ϰατέ στησαν · τριαϰοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον , ὥστε τέσσαρας μὲν ϰαὶ ἑϰατὸν νῆας ϰαταποντίσαι , τριάϰοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν , ἀνδρῶν δὲ δεϰαπέντε χιλιάδας τὰς μὲν διαφϑεῖραι τὰς δὲ αιχμαλώτους ἀπάγειν , τὸ δὲ στράτευμα τὸ οἰϰεῖον πᾶσι χρήμασι τοῖς ἐϰ τῆς λείας πλουσιώτατον ἀποφῆναι . οὐ δὲν δ ᾿ ἂν ἐϰώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους , εἰ μὴ λιμὸς ἐπελϑῶνπροαπήγαγε τὴν στρατιὰν τοῦ τέλους . ἐν οὕτω λαμπροῖς τοῖς ϰατὰ τὴν μάχην ϰαὶ μετὰ τοσούτων λα φύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα ϑαλάσσιος ϰλύδων ϰατειργάσατο ϰαὶ το σοῦτον ἐγένετο ναυάγιον , ὥστε ἐϰ τετραϰοσίων ϰαὶ ἑξήϰοντα ϰαὶ τεσσάρων νηῶν ὀγδοή ϰοντα μονας ἀϑλίως διασωϑῆναι . οὐδείς τε χρόνος τοσοῦτον χειμῶνα μνήμη παραδέ δωϰεν ἀνϑρώπων οὐδὲ τοσοῦτον σύμπτωμα ϑαλάσσιον . οὐ μὴν τοῦτο παρέλυσε τὸ φρόνημα τὸ Ῥωμαϊϰον οὐδὲ ἀφεῖλέ τι τῆς ἀϰμῆς · παραχρῆμά τε διαϰοσίας ἐπισϰευα σάμενοι ναῦς πρὸς ἑτέρας παρεσϰευάσαντο ναυμαχίας . Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων | ϰαὶ Γάϊος Σεμπρῶνιος Βλαῖσος ἑςήϰοντα ϰαὶ διαϰοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφριϰὴν ἐξέπλευσαν ϰαὶ τινὰς μὲν τῶν πόλεων εἷλον , λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν . ἀλλὰ ϰαὶ τούτοις χειμὼν διέφϑειρεν τὴν εὐπραγίαν ναυαγίῳ περί τὸ πλείστον τοῦ στόλου χρησαμένοις . αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε ϰαὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προϑυμίαν ἐξέ3αλον τῶν Ῥωμαίων · δόγμα τε ἡ σύγϰλητος ἐποιήσατο μηϰέτι ταῖς ϰατὰ ϑάλατ ταν χρῆσϑαι μάχαις μηδὲ ναῦς ἔχειν πλην ἑξήϰοντα , φυλαϰῆς ἕνεϰα τῶν ᾿ Ιταλῶν ὁρίων πρὸς τὰς ἔξωϑεν ἐϰ ϑαλάττης ἐφόδους . Λουϰίου δὲ Καὶϰιλίου Μετέλλου ϰαὶ Γαΐου Φουρίου Πλαϰίδου πρὸς τὴν ὑπατείαν ϰληϑέντων , γίνεται μάχη περὶ τὴν Σιϰελίαν πρὸς Ἄφρους , ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος · ἐν ταύτῃ νιϰᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάϰοντα μὲν ϰαὶ ἑϰατὸν ἐλέφαντας ὁπλίτας ἄγων . στρατιὰν δὲ πασῶν τῶν ἔμπροσϑεν μεγίστην · ϰαὶ πίπτουσι μὲν εἴϰοσι χιλιάδες ἀνδρῶν , ἐλέφαντες δὲ ἐζωγρήϑησαν παρ ᾿ αὐτὸν μὲν τὸν πόλεμον ἓς ϰαὶ εἴϰοσι , τοὺς λοιποὺς δὲ οί συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλα βόν τε ϰαὶ παρεστήσαντο τῷ ὑπάτῳ . μετὰ ϑαυμαστῆς οὖν πομπείας είς τὴν Ῥώμην εισῆλϑε , τῶν ἐλεφάντων μεγέϑει τε ϰαὶ πλήϑει τὰς ὁδοὺς πληροῦντων . οὗτος ὁ πόλε μος ἠνάγϰασε τοὺς ῎ Αφρους ϰαταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον , ὃν ἐν δεσμοῖς εἶχον , παρε ϰάλουν τε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ ᾿ αὐτῶν πρὸς ῾ Ρωμαίους ἐϰπεμπομένοις , ὥστε αὐτοῖς γενέσϑαι σπονδὰς ϰαὶ τοὺς ἑϰατέρων αἰχμαλώτους ἀντιδοϑῆναι τοῖς οἰϰείοις . τὸ μὲν οὖν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ ῾ Ρηγοῦλος ϰαίτοι δέσμιος ὢν ἀπεωϑεῖτο , νιϰηϑεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην . δοϑέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠνέσχετο ϰατὰ ῾ Ρωμαῖον ϰαὶ ὑπατιϰὸν ἄνδρα πρᾶξαι φάσϰων , ἀφ ᾿ ἧς ἡμέ ρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο , τῆς ῾ Ρωμαϊϰῆς ἐϰπεπτωϰέναι πολιτείας · οὔτε οὖν τὴν γαμετὴν ἐδέξατο περιπλοχὰς ζητήσασαν · ϰαὶ σύμβουλος γίνεται Ρωμαίοις μὴ προσέ σϑαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην . περιϰεϰόφϑαι γὰρ αὐτοῖς τὰς δυνάμεις ϰαὶ μήτε αὐτὸν μήτε τοὺς συνειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφϑαι χρῆναι πρὸς το σούτων αἰχμαλώτων τῶν ἐξ ᾿ Αφριχῆς ϰατεχομένων ἀντίδοσιν . ταῦτα συμβουλεύσας έϰράτησε , πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προϑείς . οὗ δὴ ϰαὶ τοῦτο γενναιότατον τῶν ἔργων . τῶν γὰρ πρεσβευτῶν ἀπράϰτων ἀποπεμφϑέντων συναπῆλϑε ϰαὶ ὁ Ῥηγοῦλος ϰαὶ βουλομένων αὐτὸν τῶν πολιτῶν ϰατέχειν οὐϰ εἶξεν , ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ Ῥωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν . τοσοῦτον ἧν τὸ φρόνημα τῶν Ῥωμαίων · ἐπεὶ τὸ τῶν ὅρϰων , οὓς ἐδεδώϰει τοῖς Ἄφροις , ἦ μὴν ἐπανήξειν εἰ μὴ ϰαταπράξαι τὰς σπονδάς , οὐδὲν ἐϰώλυε μένειν . ὁ γὰρ ἀρχιερεύς , ὁ ϰαλούμενος παρ ᾿ αὐτοῖς πόντιφεξ , οὐϰ εἶναι τὸ πρᾶγμα ἐπιορχίαν ἐϰ τῶν ἱερῶν ἐψηφίσατο νόμων . ἐπανελϑῶν οὖν πρὸς τὴν Ἀφριϰὴν πολυτρόποις ἐξεδόϑη ϰολάσεσιν , ἃς ἄλλοι ἄλλως ἐϰδεδώϰασιν . ϰαὶ παρ ᾿ αὐταῖς τὸν βίον ἐτελεύτησεν . ᾿ Εντεῦϑεν Πούβλιος ϰλαύδιος Ποῦλχρος ϰαὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηϑέν τες ἐπ ᾿ ἴσης ἐδυσημέρησαν . Κλαύδιος μὲν γὰρ οὐϰ ἀφοσιωσάμενος , ᾗ ὁ νόμος , ἐνεα νιεύσατο ϰατὰ τῶν συμβόλων ( αὐσπίϰεια ϰαλοῦσιν αὐτὰ Ῥωμαίοι · σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσι) ϰαί διὰ τοῦτο χείρον ἔσχεν εν τῇ [ ϰατὰ] τῶν ῎ Αφρων μάχῃ , ὥστε ἐϰ διαϰοσίων είϰοσι νηῶν , αἷς ἐναυμάχει , τριάϰοντα διασωϑῆναι ϰαὶ αὐτὸν μετ ᾿ αὐτῶν φυγείν · τὰς δὲ ἄλλας τὰς μὲν ϰαταποντισϑῆναι , τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσϑαι · ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν . ἐπ ᾿ αὐτῇ γὰρ τῇ χέρσω εφϑάρησαν αί νῆες , ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφιϰέσϑαι . Μετὰ τούτους ὕπατοι γίνονται Γάϊος Αουτάτιος Κατοῦλος ϰαὶ Αῦλος Ποστούμιος ᾿ Αλβινος . τρίτον δὲ ἦν τοῦτο ϰαὶ εἰϰοστὸν ἔτος τοῦ πρὸς ῎ Αφρους πολέμου . Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐϰλεξάμενος τριαϰοσίαις ναυσὶν ἐπ ᾿ αὐτοὺς ἐχώρησεν , ἐϰεῖνοι δὲ τετραϰοσίαις ἀντεπαρετάξαντο . τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσϑεν στόλῳ ἀλλή λοις οὗτοι οἱ δῆμοι συνέμιξαν . ἀλλὰ ϰαὶ αὐτὸς ὁ ϰατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν · τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ . συμμιξάντων δὲ αὐτῶν περί τὸ Λιλύβαιοντῆς Σι ϰελίας τοσαύτην ἐπεδείξαντο Ῥωμαῖοι τὴν προϑυμίαν , ὡς ἑξήϰοντα μεν ναῦς πολεμίας ἑλεῖν , πέντε δὲ ϰαὶ εἴοσι ϰαὶ ἑϰατὸν ϰαταποντισαι , δύο δὲ ϰαὶ τριάϰοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν , τρισϰαίδεϰα δὲ διαχρήσασϑαι ϰαὶ πὰντα δὲ τὸν πλοῦτον ( ἐτύγχανον γὰρ αὐτὸν ἐναποϑέμενοι ταῖς ναυσὶ τῷ μεγέϑει τοῦ στόλου πεποιϑότες οἱ πολέμιοι) ἑαυτῶν ποιήσασϑαι . τῶν ῾ Ρωμαίων δὲ αὐτῶν δυοϰαίδεϰα νῆες διεφϑάρησαν . ὁ μεν οὖν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἓξ εἰδῶν Μαρτίων ϰατὰ τοὺς ῾ Ρωμαίους . Άφροι δὲ παραχρῆμα τὴν είρήνην ἐπήγγειλαν · ϰαὶ ταύτην ἔδοσαν οἱ Ῥωμαῖοι λα βόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας · ῶν δὲ αὐτοί ϰατεῖχον , προσ ϰομιζόντων λύτρα τῶν Ἄφρων οὐϰ ἐδέξαντο , ἀλλα ϰαὶ αὐτοὶ προῖϰα διαφῆϰαν · εἰ δέ τίνες ἦσαν ὑπὸ δεσπόταις ἐϰ δημοσίας πράσεως γεγενημένοι , τούτων ἐψηφίσαντο τὰ τιμήματα ϰαταβληϑῆναι τοῖς ἐωνημένοις . ϰαὶ οὐδὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν , ἀλλα τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριϑμῆσαι προσέταξαν . Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον ϰαὶ Αὖλον Μάλλιον ἐπηνέχϑη Φαλίσϰοις πόλεμος ( πόλις δὲ ἦν αὕτη τῆς ᾿ Ιταλίας δυνατωτάτη) · ϰαὶ τούτων ἑϰάτεροι ϰατώρϑωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις , μυρίων μὲν ϰαὶ πεντασχιλίων πεσόν των ἐϰ τοῦ στρατεύματος τῶν πολεμίων , τοῖς δὲ λοιποῖς ειρήνης δοϑείσης , εφ ᾿ ἡμίσει τῆς γης , ὃ Ῥωμαίοις ἔδοξε γενέσϑαι .
Le versioni del tuo libro senza doverle cercare?