Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας LIBRO III

Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio Βιβλίον C ʹ - LIBRO III

libro I - libro II

ΒΙΒΛΙΟΝ Γ . Οὕτω μὲν οὖν ὁ πρὸς ῎ Αφρους ἔληξε πόλεμος εἴϰοσι ϰαὶ τρισὶ παρεϰταϑεις ἐνιαυ τοῖς . Ῥωμαίοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον , ὑπισχνούμενοι συμμαχίαν αὐτῷ ϰατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου . ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐϰ ἐδεήϑη τῆς συμμαχίας , ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐϰείνος ὁ πόλεμος . ϰατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σιϰελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εις τὴν ῾ Ρώμην ἀφίϰετο μεϑέξων τῆς τελουμένης αὐτόϑι ϑέας . σῖτόν τε εἴϰοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ βίος Φλάϰϰος ὕπατοι ϰατὰ Λιγούρων ἤραντο τόλεμον ἐντὸς τῶν ᾿ Ιταλῶν όρίων ϰαὶ νίϰης γενομένης ἐϑριάμβευσαν . Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους , οὓς αί συνϑῆϰαὶ Ῥωμαίοις υπαζούειν ἠβούλοντο , παρηρέϑιζον ϰαὶ επειϑον ἀντιτάττεσϑαι . τοῦ δὲ πράγματος εἰς φῶς ϰεχωρηϰότος πρεσβεία Καρχηδονίων παρα γενομένη τὴν εἰρήνην ἐζύρωσεν . Ὑπάτων τε ἀναδειχϑέντων Τίτου Μαλλίου Τορϰουάτου ϰαὶ Γαίου Ἀτιλίου Βούσ ϰλου ϑρίαμβος μὲν γίνεται ϰατὰ Σάρδων μάχη ϰρατηϑέντων . μετὰ δὲ τοῦτο πᾶς παν ταχόϑεν ἐπέπαυτο πόλεμος ϰαρτερά τε ἧν ἡσυχία , οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσϑαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου , ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε . Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουϰίου Ποστουμίου Σαβίνου ϰαὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις · ϰαὶ πρότερον μὲν αί πλεῖ σται τῶν πόλεων , μετὰ δὲ ταῦτα ϰαὶ οἱ βασιλεῖς τῆς χώρας ἐϰείνης τοῖς ὑπάτοις ἑαυ τοὺς ἐνεχείρισαν . Μετὰ τούτους Λουϰίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆϑος Γάλλων ὑπὲρ ἀριϑμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε ϰαὶ τὰς Ἄλπεις ἤδη ( ὄρος δέ ἐστι τοῦτο Γάλλους ᾿ Ιταλῶν διορίζον) ὑπερεβεβήϰεσαν . ἔνϑα δη πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια ϰαὶ συνεζροτήϑη συμμαχιϰὸν εἰς ὀϰτὼ μυριάδας , ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγή σατο Φάβιος ϰαὶ αὐτος τοῦ πολέμου ϰεϰοινωνηϰώς . ἀλλ ᾿ οὐ δεηϑείς τῶν συλλεγέντων ἐπιϰούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς ϰατειργάσατο τοὺς πολεμίους , ὥστε τεσσαράϰοντα χιλιάδας πεσεῖν ϰαὶ τὴν νίϰην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐϑριάμβευσεν . Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οί Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους · ὕπατοι δὲ ἦσαν Μάρϰος Κλαύδιος Μάρϰελλος ϰαὶ Γνέος Κορνήλιος Σϰηπίων · ἀλλ ᾿ οὐϰ εἰς μαϰρὰν ϰατελύϑησαν . Μάρ ϰελλος γὰρ ἵππον οὐ πολλὴνἀγων νίϰᾷ τε αὐτοὺς μάχη ϰαὶ τὸν βασιλέα Βουριδόμα ρον αὐτοχειρὶ διεχρήσατο . ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάνταϰατορϑώσας πόλεμον ϰαὶ τὴν Μεδιόλανον έλὼν πολύν τε συναγείρας χρημάτων ὅγϰον ἐϑριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως . Μάρϰου δὲ Μινουϰίου Ρούφου ϰαὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐϰδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος , ἐπειδὴ τὸν ῾ Ρωμαϊϰὸν ἐλῄστευον στόλον · ϰαὶ πάντες ὑπὸ ῾ Ρωμαίοις ἐγένοντο . ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλϑε ῾ Ρωμαίοις ἐξ ᾿ Αφριϰῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος , ὃς ἔτη γεγονὼς εἴϰοσι τὴν Σάγουντον Ἱσπανίας πόλιν ῾ Ρωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορϰεῖν . ϰαὶ συλλέξας στρατείαν εἰς τεσσαρεσϰαίδεϰα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου . τοῦτο γνόντες οί Ῥωμαῖοι πρεσβείαν ἐπ ᾿ αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορ ϰίας ἀπέχεσϑαι . μὴ πεισϑέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους , ὥστεἀποστῆσαι τὸν ᾿ Αννίβαν τῆς ϰατὰ τῶν οἰϰείων ἐφόδου . οί δὲ τὸ ϰαϑῆϰον ὑπερβάντες ϑρασύτερον ἀπεϰρίναντο . παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νιϰη ϑέντες οί Σαγούντιοι σφᾶς αὐτοὺς , ἐξέδωϰαν ϰαὶ μεγίστης ἐπειράϑησαν ὠμότητος ἐνεϰρίϑη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος , ὅτε σαφῶς ἀπεδείχϑησαν πα ραβεβηϰότες τὰς σπονδάς . Καὶ Πούβλιος μὲν Κορνήλιος Σϰηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας · Τιβέριος δὲ Σεμπρώνιος Γράϰχος ἐπὶ τὴν Σιϰελίαν . ὁ τοίνυν Ἀννίβας ϰαταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλϑε τὸν Πυρρηναῖον ϰαὶ τὰς ϰαλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους . εἵπετο δ ᾿ αὐτῷ στρατιὰ [ εἰς] τὴν ᾿ Ιταλίαν ἰόντι πεζῶν ὀϰτὼ μυριάδες ϰαὶ ἱππέων δέϰα [ χιλιάδες] ἐλέφαντές τε ἑπτὰ ϰαὶ τριάϰοντα , προϊὼν δὲ προσελάμβανεν , ὅσοις ἐντύχοι . Λίγουρες γοῦν ϰαὶ Γάλλοι προσέϑεντο . ταῦτα γνοὺς Σεμπρώνιος Γράϰχος ἀπὸ τῆς Σιϰελίας μετέστησε τὴν στρατιὰν εις Ἀρίμινον .Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σϰηπίων · ϰαὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ ϰαὶ τιτρώσϰεται ϰαὶ εἰς τὴν παρεμβολὴν ϰαταφεύ γει . Γράϰχος δὲ συνεπλάϰη μὲν ϰαὶ αὐτὸς ἐπὶ τὸν Τέβριον , μετὰ δὲ τῆς ἴσης ἀνεχώ ρησε τῷ Σϰηπίωνι τύχης · ἐϰ τούτου πολλοὶ τῶν ᾿ Ιταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πο λεμίοις · λαμπρός τε ὢν ἐϰ τούτων ᾿ Αννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατιϰὴν στρατιὰν ἄγοντι · ϰαὶ αὐτόν τε ϰαὶ τὸ συν αὐτῷ στράτευμα διεχρήσατο , ἐγγὺς πέντε ϰαὶ εἴϰοσι χιλιάδας , τῶν λοιπῶν φυγῇ σωϑέντων . πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος διϰτάτωρ ἀναδειχϑείς , ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην , ἀεὶ δὲ αὐτὴν προσδοϰᾶσϑαι ποιῶν ἀνέϰοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων · ϰαί ποτε ἀπροσδόϰητος εἰς χεῖρας ἐλϑῶν ἐϰ τοῦ ϰρείττονος ἀνεχώρησε . Πενταϰοσιοστοῦ δὲ ϰαί τεσσαραϰοστοῦ τῆς πόλεως ἔτους Αιμίλιος Παῦλος ϰαὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηϑέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν · ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς υπάτοις τοῖς αὐτοῦ ϰατα ϰολουϑεῖν περί τὴν μάχην ἴχνεσι ϰαί τὴν συμπλοϰὴν ἀναβάλλεσϑαι , ϰωλύοντας μὲν ἐπιφερομένους , συμμίξαι δὲ παραιτουμένους . τοῦτον γὰρ εἶναι μόνον τῆς νίϰης τῆς ϰατ ᾿ εϰείνου τὸν τρόπον . ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν είλϰύσϑη πρὸς συμπλοϰὴν τοῦ Παύλου ϰωλύοντος ϰαί τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσϰοντος · συνέ μιξαν τοίνυν ἐν ϰάνναις χωρίω τῆς ᾿ Απουλίας · ϰαί νιϰᾶται τῶν υπάτων ἑϰατέρων τὸ στράτευμα . πίπτει μὲν γὰρ ἕτερος τῶν υπάτων , ὁ Παῦλος , ὑπατιϰοί δὲ ἄνδρες ϰαί πραιτώριοι ἀμφὶ τοὺς εἴϰοσι · συγϰλητιϰοί δὲ σὺν τοῖςἀπαχϑεῖσιν αἰχμαλώτοις τριά ϰοντα · ἐπιφανεῖς [ δὲ] ἄλλως τριαϰόσιοι · τοῦ δὲ λοιποῦ τῶν μαχομένωνπλήϑους πεζῶν μὲν τεσσαράχοντα χιλιάδες , ἱππέων δὲ τρεῖς ϰαὶ πενταϰόσιοι . τῆς δὲ ἀντιπάλου στρα τιᾶς ἔπεσον μὲν ϰαὶ αὐτοῖς οὐϰ ὀλίγοι · σχεδὸν ὅὲ ἅπαντες ἐγένοντο τραυματίαι . οὗ δὴ ϰαὶ ϑαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος . τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ , οἵαν οὔτε ὁ παρελϑὼν ἤνεγϰε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο , μνήμην ειρήνης οὐϰ ἐποιήσαντο · τὸ μέντοι μέγεϑος ἐδείχϑη τοῦ ϰαϰοῦ τῷ ϰαὶνῷ τῆς στρατολογίας · τότε γὰρ δὴ πρῶτον ἐλευϑερίας ἀξιωϑέντες οἰϰέται εἰς στρατείαν ἐξεδόϑησαν . Συνέβη δὲ , ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ , τοὺς ὑπηϰόους συμμεταστῆναι τῇ τύχῃ ϰαὶ τὰς ὑπὸ ῾ Ρωμαίοις οὗσας Ἰταλιϰὰς πόλεις τὸν ᾿ Αννίβαν υποδέξασϑαι . ᾿ Αννίβας δὲ γαυριῶν τοῖς ϰατωρϑωμένοις ἐξουσίαν ἔδωϰε τοῖς ῾ Ρωμαίοις ἐξωνήσασϑαι τοὺς αἰχμα λώτους , οἱ δὲ ἔφασαν οὐχ ἡγεῖσϑαι πολίτας , οἳ μεϑ ᾿ ὅπλων ὄντες ὑπο τοῖς πολεμίοις ἐγένοντο . τότε τοίνυν ποιϰίλως αὐτοὺς πρότερον αίϰισάμενος ἅπαντας διεχρήσατο τρεῖς τε μεδίμνους δαϰτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς ϰαρχηδονίοις ἐξέπεμψεν , οὓς τῶν νεϰρῶν ἐξεῖλε σωμάτων . ἐν τούτοις δ ᾿ ὄντος Ἀννίβου Σϰηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταὶς Ἱσπανίαις διατρίβοντα ( ἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου ϰαταλελειμμένος μετὰ πολλῆς στρατιᾶς , ὥστε τὰς ῾ Ισπανίας προσνεῖμαι τοῖς Ἄφροις) ϰαλοῦσιν εἰς μάχην ϰαὶ νιϰῶσι νίϰην λαμπράν · αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄν δρας , ἀνειλον δὲ εἴϰοσι ϰαὶ πέντε χιλιάδας . τοῦτο γνόντες οί ϰαρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν , δώδεϰα μὲν πεζῶν χιλιάδας , τέσσαρας δὲ ἱππέων , ἐλέφαντας δὲ εἴϰοσι . Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν ᾿ Ιταλίᾳ Μάρϰελλος ὕπατος χειρο τονηϑείς περί τὴν Νώλαν ( πόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίας) συνεϰρότησεπρὸς τὸν ᾿ Αννίβαν πόλεμον ϰαὶ νιχᾷ τῇ μάχῃ . ἡττηϑείς δὲ ὅμως ἐϰείνος περί τὰς πόλεις ἐστρέφετο , τὰς μὲν πολιορϰίᾳ , τὰς δὲ φόβῳ τῆς ῾ Ρωμαϊϰῆς ἀφιστὰς δυναστείας . τῆς γοῦν ᾿ Απουλίας ϰαὶ ϰαλαβρίας ϰαὶ Βρούττων τὰς πλείστας ἐφ ᾿ ἑαυτῷ ϰατεστήσατο · τοσαύτη τε ἧν τῶν ϰατ ᾿ αὐτὸν ἡ λαμπρότης , ὥστε ϰαὶ Φίλιππον τῶν Μαϰεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα [ συμμαχιϰὸν] ὑποσχέσϑαι ϰατὰ ῾ Ρωμαίων · ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε · ϰαϑαιρεϑέντων εὶς ἅπαν Ῥωμαίων σύμμαχον ϰαὶ αὐτὸν αὐτοῖς γενέσϑαι πρὸς τὸν ϰατὰ τῶν ῾ Ελλήνων πόλεμον . ἀλλὰ συνέβη τοὺς ἐϰ Μαϰεδονίας πρέσβεις τῷ Ῥωμαϊϰῷ περιπεσεῖν στρατῷ · ϰαὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ Μαϰεδονιϰὴ πρεσβεία . πέμπουσι τοίνυν Λαιβῖνον μὲν ἐπὶ Μαϰεδόνας , Τορϰούατον δὲ ἐπί Σαρδόνας · ἤδη γάρ τοι ϰαὶ αὕτη ῾ Ρωμαίων ἀποστᾶσα προσεϰε χωρήϰει τοῖς Ἄφροις . Τέσσαρας τοίνυν ένὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οί ῾ Ρωμαῖοι · ἐν ᾿ Ιταλίᾳ πρὸς Ἀννίβαν , ἐν Μαϰεδονία πρὸς Φίλιππον , ἐν Σάρδοις πρός τε τοὺς ἐϰ τῆς χώρας ἐϰείνης ϰαὶ πρὸς Ἀσδρούβαν , ἕτερον Ἄφρων στρατηγόν . τοῦτον Μάλλιος Τορϰούατος ἐζώγρησε μάχῃ , πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέϰα χιλιάδας , τῶν δὲἀπαχϑέντων αίχμαλώτων εἰς πενταϰοσίους τε ϰαὶ χιλίους . ϰαὶ οὕτω Σάρδονες μὲν ῾ Ρωμαίοις ἀπεδόϑησαν ὁ δὲ τοῦ πολέμου στρα τηγὸς Μάλλιος ζῶντα τὸν ᾿ Ασδρούβαν εἰσήγαγε τοῖς Ῥωμαίοις . οὕτω τούτων ϰεχω ρηϰότων νίϰᾷ ϰαὶ Λαιβῖνος τὸν Φίλιππον · ϰαὶ οί Σϰηπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν ϰαὶ Μάγωνα ϰαὶ αὐτὸν ἀδελφὸν Ἀννίβου . Δεϰάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίϰιος μὲν ϰαὶ Φούλβιος ἦσαν ὕπατοι . ᾿ Αννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρα τοπεδεύσατο σημείῳ τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεϰπέμψας τῶν πυλῶν . τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς , ἐπειδὴ τὸν τῆς πόλεως ἤϰουσαν ϰίνδυνον , ἐπιστάντων φοβηϑείς ἐπὶ τὴν ϰαμπανίαν ἐχώρησεν . ἐντεῦϑεν τὰ ἐν Ἱσπανίαις μεταπίπτει πράγ ματα , ϰαὶ Σϰηπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν , οἱ πολλάϰις αὐτοῦ ϰεϰρατηχότες · τῷ στρατεύματι δὲ οὐδεμία συνέβη βλάβη , ἐπεὶ ϰαὶ οί στρατηγοί τύχῃ μᾶλλον ἡττήϑησαν ἢ τῇ περί τὸν πόλεμον ῥαϑυμίᾳ . ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρόνους Μάρϰελλος τὸ πλεῖστον ἀνεϰτήσατο τῆς Σιϰελίας ὑπὸ τοῖς ῎ Αφροις ἤδη γεγε νημένον ϰαὶ τὰς Συραϰούσας εἷλεπολιορϰίᾳ πολύν τε πλοῦτον ἐϰεῖϑεν προσεϰτήσατο τοῖς ῾ Ρωμαίοις . τότε ϰαὶ Λαιβῖνος πρὸς τὸν Φίλιππον ϰαὶ παλλὰς τῶν ῾ Ελληνιϰῶν πό λεων ϰαὶ πρὸς ῎ Ατταλόν τίνα Ἀσίας βασιλέα σπεισάμενος ἐπὶ τὴν Σιϰελίαν ὡρμήϑη . Ἄννωνα δὲ τὸν ϰαρχηδονίων στρατηγὸν ϰαὶ τὴν Ἀϰραγαντίνων πόλιν ἑλών , ἣν ἐφρού ρει , τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν Ῥώμην ἐξέπεμψεν · τεσσαράϰοντα δὲ πόλεις τῆς Σιϰελίας έϰούσας ἑλῶν , εξ δὲ ϰαὶ εἴϰοσι πολιορϰίᾳ , οὕτως οἴϰαδε επανῆλϑε . ϰαὶ τότε πάσης ἐγένοντο Ῥωμαίοι τῆς Σιϰελίας δεσπόται . λαμπρὸς οὖν ἐπι τούτοις ἐπανῆλϑεν ὁ Λαιβῖνος . τούτων ἐν Σιϰελίᾳ πραττομένων ᾿ Αννίβας ἐν ᾿ Ιταλίᾳ τῷ τε ὑπάτῳ Φουλβίῳ ϰαὶ τῷ στρατεύματι προσπεσὼν ἐξαπιναίως οϰτὼ χιλιά δας ἀναιρεῖ ϰαὶ τὸν ὕπατον . Εν δὲ ταῖς ῾ Ισπανίαις μετὰ τὴν τῶν Σϰηπιώνων τελευτὴν οὐϰ οντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σϰηπίων ἕτερος , ὁ ϰαλούμενος Πούβλιος , παῖς Σϰηπίωνος τοῦ πρότερον ἐϰεῖ πεπολεμηϰότος , γεγονὼς μὲν ἔτη τέσσαρα ϰαὶ εἴϰοσι , τῶν δὲ ϰατ ᾿ αὐτὸν ϰαὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος . οὗτος εὐϑὺς ἐϰ προοιμίων αίρεῖ ϰαρχηδόνα τὴν ἐν Ἱσπανίαις , ὁμώνυμον τῇ μητροπόλει τῆς ᾿ Αφριϰῆς · αίρει δὲ το χρυσίον ἅπαν ϰαὶ τὸν ἄργυρον ϰαὶ τὴν λοιπὴν τοῦ πολέμου παρασϰευὴν τῶν Ἄφρων αὐτόϑι ϰειμέ νην ὡς ἐν όχυρῷ χωρίῳ · ϰαὶ τοὺς ομήρους δὲ σύμπαντας , οὓς ἐϰ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς , τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος ϰτῆσιν . γίγνεται δὲ ϰαὶ τοῦ Μάγωνος ἐγϰρατής , ὃς ἦν ἀδελφός ( ὡς ἔφην) Ἀννίβου . Ῥωμαῖοι μὲν οὖν τὴν λείαν ἅπασαν ϰαὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν . ὁ δὲ Σϰηπίων προσαγό μενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωϰε τοὺς ομήρους · ϰαὶ τοῦτο πάντας ἐποίησε τοὺς ῾ Ισπανοὺς ὥσπερ ἐϰ μιᾶς γνώμης προσϑέσϑαι Σϰηπίωνι τε ϰαὶ Ῥωμαίοις . μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν , πολύν δὲ ϰαὶ ἐϰ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον . Οὕτω τῶν Ῥωμαϊϰῶν διαϰειμένων Φάβιος ὕπατος ϰαταστὰς ὑπηγάγετο Τάραντα , ἐν ᾗ πάντα τὸν ἐϰ τοῦ πολέμου πλοῦτον παραϰαταϑέμενος ἐτύγχανεν ᾿ Αννίβας . ἀνεῖλε δὲ ϰαὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρϑάλωνα · ϰαὶ πέντε ϰαὶ εἴϰοσι χιλιάδας ἀνδρῶν , οὓς εἷλεν ἐν τῇ μάχη ζῶντας , ἀπέδοτο ϰαὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ , τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ ῾ Ρωμαϊϰῷ ϰαϑοσιώσας ταμιείῳ . τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αί προς Ἀννίβαν [ μεταστᾶσαι] τῆς ᾿ Ιταλίας πόλεις μετετέϑησαν ἐπὶ τοὺς Ῥωμαίους , τῶν οίϰούντων αὐτὰς ϰἀνταῦϑα τοῦς ἡττημένους ἀπολιπόντων . τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σϰηπίων ἐν Ἱσπανοῖς αὐτός τε μεγα λουργῶν ϰαὶ τὸν ἀδελφὸν Λούϰιον Σϰηπίωνα συνεργὸν ἔχων ἑβδομήϰονταπόλεις ἀνέβαλεν , αἳ προσεϰεχωρήϰεισαν τοῖς Ἄφροις . ἀλλ ᾿ ἐπὶ τῆς ᾿ Ιταλίας οὐϰ ἧν ὅμοια τὰ Ρωμαίων , Μαρϰέλλου περιπεσόντος ἐνέδραις , ἃς ἔστησεν ᾿ Αννίβας ϰαὶ τὴν τε λευτὴν οὕτω δεξαμένου . Σχηπίων δὲ τρίτον ἔτος ἤδη τὰ ϰατὰ τοὺς ῾ Ισπανοὺς διοιϰῶν προσέϑηϰε με γάλοις μείζονα . τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νιϰήσας μάχη μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο . ϰαὶ πρῶτος οὗτος ομήρων οὐϰ ἐδεήϑη · τοσοῦτον ἐϑάρρει τοῖς ἔργοις . Ταῦτα γνοὺς ᾿ Αννίβας ἀπέγνω τῶν Ἱσπανῶν ώς οὐδενος ἀνϑέξοντος Σϰηπίωνι · ϰαὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν είς Ἰταλίαν μετὰ πάσης στρατιᾶς . ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις , ἐνεδρευϑεὶς ὑπὸ τῶν ὑπάτων Ἀπ πίου τε Κλαυδίου Νέρωνος ϰαὶ Λιβίου τοῦ Σαλινάτωρος περί τὴν Σέναν τοῦ Πιϰηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον ϰαὶ ἣν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει ϰαὶ τῆς στρατιᾶς ἁπάσης οί νενιϰηϰότες ἐγένοντο ϰύριοι , πρὸς δὲ ϰαὶ χρυσίου ϰαὶ ἀργύρου πολλῶν ταλάντων , ἃ ϰαὶ Ῥωμαίους ἐξέπληξεν . ἐντεῦϑεν ἤρξατο λοιπὸν ᾿ Αννίβας μὲν οὐϰ ἀγαϑὰς ἔχειν περί τοῦ πολέμου τὰς προσδοϰίας · τοῖς Ῥωμαίοις δὲ ηὐξήϑη τὸ τῶν ἐλπίδων · ϰαὶ μεταϰαλοῦνται πρὸς έαυτοὺς τὸν Σϰηπίωνα . ϰαὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ώς είϰὸς ἔργοις . Καὶϰιλίῳ δὲ ϰαὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αί πόλεις ὑπὸ τῶν οίϰούντων παρεδόϑησαν . ᾿ Αννίβας μὲν οὖν τέταρτον ϰαὶ δέϰατον ἦγεν ἐπὶ τῆς Ιταλίας ἔτος . ὲν τούτω δὲ ὁ Σϰηπίων ὕπατος χειροτονεῖται , ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος · ϰαὶ εὶς αὐ τὴν τὴν ᾿ Αφριϰὴν ἐϰπλεῖ πείσας Ῥωμαίους , ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μά χης εὶς τὴν πολεμίαν . ϑείᾳ γὰρ ἐπιπνοίᾳ , [ ὡς] ἐπεπίστευτο , τοσαῦτα ϰατώρϑου , ϰαί τις ἧν λόγος ὡς ἄρα ϰαὶ πρὸς τοὺς ϑεοὺς αὐτῷ γίγνοιτο συνουσία . τῆς οὖν ᾿ Αφρι ϰῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ . ϰαί προτέρᾳ μὲν συμπλοϰῇ τὴν στρατείαν αὐτοῦ διέφϑειρε πανωλεϑρίᾳ · δεύτερον δὲ εἰς χεῖρας ἐλϑῶν ἐϰβάλλει τῆς παρεμβολῆς αὐτόν · ϰαί ταύτης γίνεται ϰύριος σὺν τοῖς φύλαξι τετραϰισχιλίοις ϰαίπενταϰοσίοις ἀνδράσιν . οἱ δὲ πεσόντες ἦσαν ἕνδεϰα χιλιάδες . αίρεῖ δὲ ϰαὶ Σύμφαϰιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις ϰαὶ γίνεται ϰαὶ ταύτης τῆς παρεμβολῆς ϰύριος ϰαὶ τὸν μὲν Σύμφαϰιν εἰς τὴν Ῥώμην εξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων ϰαὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων ϰαὶ ἀριϑμὸν ϰαὶ πολυτέλειαν παριόντων . γνωσϑέντων δὲ τῶν ϰατὰ ᾿ Αφριϰὴν Σϰηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέ λιπεν . αὐτὸς δὲ ὑπὸ ϰαρχηδονίων ϰατεϰλήϑη τῆς πολιορϰίας αὐτοὺς πιεζούσης · ἑπ ταϰαιδεϰάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας ᾿ Αννίβας ἀπεχώρησε . ϰαὶ τότε πρεσβεύονται παρὰ τὸν Σϰηπίωνα ϰαρχηδόνιοι · ὁ δὲ ἀναπέμπει πρὸς ῾ Ρωμαίους πέντε ϰαὶ τεσσα ράϰοντα ἡμέρας ἀναϰωχὴν δοὺς τῷ πολέμῳ , ὡς ἂν ταύταις ἀπελϑεῖν γένοιτο ρᾴδιον . ϰαὶ τοῦδε αὐτῷ μισϑὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταϑμός · δεξαμένη τοίνυν ἡ σύγ ϰλητος τὴν πρεσβείαν ϰύριον ποιεῖται τῶν σπονδῶν τὸν Σϰηπίωνα . ϰαὶ τίϑεται ταῦτα ἐφ ᾿ ᾧτε μὴ πλείους ἢ τριάϰοντα ναῦς ἔχειν ϰαρχηδονίους ϰαὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήϰοντα μυριάδων ἀργυρίου σταϑμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας ϰαὶ τοὺς προσηλύτας ἀποδοῦναι . Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς ᾿ Αννίβας , ϰαὶ πολλὰ τρόπον πολεμίων ῎ Αφροι διεπράττοντο · ὥστε ϰαὶ τοὺς πρέσβεις αὐτῶν ἐϰ τῆς ῾ Ρώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σϰηπίωνος στρατιᾶς συλληφϑῆναι . ἀλλ ᾿ ὁ Σϰηπίων αὐτοὺς διαφῆϰε ϰαὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν . ἡττηϑείς δὲ ᾿ Αννίβας ἐν ἁπάσαις ταῖς συμπλοϰαῖς γίγνεται ϰαὶ αὐτὸς ἱϰέτης ὑπὲρ εἰρήνης . αί σπονδαὶ ἀνελήφϑησαν , ἐφ ᾿ οἷς ἐγένοντο τὴν ἀρχήν , προστεϑεισῶν , ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν , ἀργυρίου λίτρων εἰς δέϰα μυριάδας . ἀλλ οὐϰ ἐδέξαντο τὴν προσϑήϰην οἱ ϰαρχηδόνιοι , προσέταξαν δὲ τὸν Ἀν νίβαν πολέμῳ ϰρίνεσϑαι . ἐπῆλϑε τοίνυν αὐτός τε Σϰηπίων τῇ ϰαρχηδόνι ϰαὶ Μασι νίσσας , ἕτερος Νουμιδῶν βασιλεύς , φίλος ϰαὶ σύμμαχος τῷ Σϰηπίωνι γεγενημένος . μελλούσης δὲ ϰινεῖσϑαι τῆς μάχης ἐβουλήϑη ϰατασϰοτῆσαι τὸ στρατόπεδον τὸ Ῥω μαϊϰὸν ᾿ Αννίβας ϰαὶ πέμπει ϰατασϰόπους . τούτους ἑλῶν ὁ Σϰηπίων ἐπιδειχϑῆναι τε αὐτοῖς προσέταξε τὸ στράτευμα ϰαὶ τὴν ἄλλην τοῦ πολέμου παρασϰευήν , δειπνήσαντας δὲ ἀφεϑῆναι μηνύσοντας ἅπερ τεϑέαντο . ῾ Ως δὲ ἐγγὺς ἦσαν χειρῶν , τὰ μὲν τῆς παρατάξεως ἦν ἄξια ϑαυμάσαι , δύο στρα τηγοῖν ἀρίστοιν τά στρατεύματα ταττόντοιν · ὡς δὲ τὸ ἔγον ἤρξαντο , νιϰᾷτε ὁ Σϰη πίων ϰαὶ μιχροῦ ζῶντα τὸν Ἀννίβαν αίρεῖ . ἀλλ ᾿ ὁ μὲν συν τέτταρσιν ἱππεῦσι διεσώϑη · ϰλοῦτος δε , ὅσος οὔπω πρότερον , ἐν τῇ παρεμβολῇ ϰατελήφϑη τῶν πολεμίων , είϰοσι μὲν μυριάδων ἀργυρίου , χρυσίου δὲ οϰτὼ σταϑμός · ἐσϑήματά τε πολλὰ ϰαὶ παντοδαπά . οὗτος ὁ πόλεμος ἐϰύρωσε τὰς σπονδὰς ϰαὶ πρὸς τὴν ῾ Ρώμην ἐπανῆϰεν ὁ Σϰηπίων ϰαὶ τὴν νίϰην ἐϑριάμβευσεν ᾿ Αφριϰανός τε ἐπεϰλήϑη τῆς ἑαυτοῦ νίϰης γενόμενος ἐπῶνυ μος . ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ ϰαὶ δεϰάτῳ ἐνιαυτῷ .

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:43 - flow version _RPTC_G1.3