Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας LIBRO IV
Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio ΒΙΒΛΙΟΝ Δ - LIBRO IV
ΒΙΒΛΙΟΝ Δ Τὰ μὲν οὖν Ἄφρων ὑπὸ Ῥωμαίοις ἧν ἠϰολούϑησε δὲ ὁ Μαϰεδονιϰὸς πόλε μος ὁ πρὸς τὸν βασιλέα Φίλιππον πρώτω ϰαὶ πεντηϰοστῷ ϰαὶ πενταϰοσιοστῷ τῆς πόλεως ἔτει . Πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐϰπεμφϑεὶς νίϰᾷ τε αὐτὸν ϰαὶ τίϑεται σπονδάς · ὥστε ϰαὶ τῶν πόλεων αὐτὸν ἀπέχεσϑαι τῶν ῾ Ελληνιϰῶν , αἳ προσεϰεχωρήϰεσαν Ῥω μαίοις παρὰ τὸν τοῦ πολέμου ϰαὶρόν , ϰαὶ τοὺς αἰχμαλώτους ϰαὶ προσηλύτας ἀποδοῦναι ϰαὶ μὴ πλείους ἔχειν πεντήϰοντα νηῶν , τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι · ὡς δὲ ϰαὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ετήσια τετραϰισχίλια τάλαντα ἀργυρίου ϰαὶ προσέτι τὸν [ υίὸν] Δημήτριον ὅμηρον παραδοῦναι . μεταστήσας δὲ ἐπὶ τοὺς Λαϰεδαιμονίους ὁ Φλαμίνιος τὴν στρατιὰν ϰρατεῖ τε αὐτῶν μάχῃ ϰαὶ τὸν στρατηγὸν αίρει συν ϑήϰας ἃς ἐβουλήϑη ποιησάμενος ὑπόσπονδον ϑριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλϑε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς ϰαὶ Ἀρμένου τοῦ Νάβιδος . Οὕτω ϰαὶ τῶν Μαϰεδονιϰῶν ϰαὶ τῶν Λαϰωνιϰῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος . ὕπατοι δὲ ἦσαν Πούβλιος ϰορνήλιος Σϰη πίων ϰαὶ Μάρϰος Ἀϰίλιος Γλαβρίων · συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐϰ τῆς Καρχηδόνος ᾿ Αννίβας ( δέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐϰδοϑησό μενον) , Ῥωμαίοις δὲ ὁ Μαϰεδόνων [ βασιλεὺς] Φίλιππος . γίνεται δὲ νυϰτομαχία ϰατὰ τὴν Ἀχαΐαν ὑφ ᾿ ἡγεμόνι τῷ Γλαβρίωνι ϰαὶ τῆς μὲν παρεμβολῆς τοῦ βασι λέως οί ῾ Ρωμαῖοι γίγνονται ϰύριοι · φεύγει δὲ ἐϰείνος ἐπὶ το λοιπὸν τῆς βασι λείας . Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόϑη τῆς συμμαχίας χάριν . Τούτους διαδέχονται τοὺς ὑπάτους Λούϰιος ϰορνήλιος Σϰηπίων ( ἀδελφὸς ῶν τοῦ ϰληϑέντος ᾿ Αφριϰανοῦ ϰαὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτος) ϰαὶ Γάϊος Λαίλιος · ϰαὶ φέρεται ϰλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σϰηπίωνα . ϰαὶ πρό τερον μὲν ναυμαχίᾳ τῆς βασιλιϰῆς ἐϰράτησε στρατιᾶς · ἡγεμόνα δε είχεν Ἀννίβαν ὁ στόλος · ἔπειτα δὲ ϰαὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλω τῆς Ἀσίας νιϰᾷ τε ϰαὶ εἰς φυγὴν τρέπει · ϰοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀτ τάλου τοῦ τῆς ᾿ Ασίας βασιλέως ἀδελφός , ὃς ἐπῶνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐ μένιον · ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων ϰαὶ τρισχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλιϰὸς ἐγένετο στρατός . αίτεῖ γοῦν είρήνην Ἀντίοχος ϰαὶ δίδωσιν ἡ σύγϰλητος ἐφ ᾿ αίς ϰαὶ πρότερον προὔτεινε συνϑήϰαὶς οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ . αἱ συνϑῆϰαὶ δὲ εἷχον ᾧδε · τῆς μὲν Ευρώπης αὐτὸν ϰαὶ τῆς ᾿ Ασίας ἀποχωρεῖν ἁπάσης · μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον · εἰσενέγϰαὶ δὲ μυρία τά λαντα ϰαὶ ομήρους εἴϰοσι παραδοῦναι · τόν τε Ἀννίβαν ἐϰδοῦναι ὡς τῶν ταραχῶν ἐϰείνῳ τε ϰαὶ αὐτοῖς αἰτιώτατον . τὰ μὲν πρὸς Ἀντίοχον τάδε · Εὐμενεῖ δὲ τῆς συμ μαχίας χάριν ἐδωρήϑησαν αἱ πόλεις τῆς ᾿ Ασίας , ἃς ἐξελελοίπει ϰατὰ τὰς σπονδὰς Ἀν τίοχος . Ῥοδίοις τε ϰαὶ αὐτοῖς συμμεμαχηϰόσι πολλαὶ τῶν πόλεων ὑπαϰούειν ἐπετά χϑησαν . ὁ δὲ Σϰηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐϑριάμβευσε ϰτησάμενος ϰαὶ αὐτος ἀπο τῶν ϰατορϑωϑέντων ὄνομα · τοῦτο δὲ ἧν ᾿ Ασιατιϰός . Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου ϰαὶ Κύντου Μάρϰου Φιλίππου τὴν ὑπατείαν είσδεξαμένων Φούλβιος μὲν ϰατὰ Αἰτωλῶν ἐϑριάμβευσεν · ᾿ Αννίβας δὲ ἀσϑενέστερον τὸν Ἀντίοχον ὁρῶν ϰαταφεύγει πρὸς Προυσίαν τὸνΒιϑυνῶν βασιλέα . αἰτούντων δὲ αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόϑη · ϰαὶ φόβῳ τῆς τιμωρίας φάρ μαχον σπάσας ἀποϑνήσϰει · ϰαὶ ϑάπτουσιν αὐτὸν ἐν Λιβύσση τῆς Βιϑυνίας χωρίῳ , ϰαὶ ὁ τάφος ἐς τόδε ὁρᾶται . Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μαϰεδονίας . ὁ δὲ τούτου παῖς ( Περσεὺς ἧν ὄνομα αὐτῷ) ἐτυράννησε ϰατὰ ῾ Ρωμαίων πολλὴν συλ λέξας στρατιὰν συμμαχιϰόν τε οὐ μιϰρόν · ϰότυν τε γὰρ τὸν Θρᾳϰῶν βασιλέα ϰαὶ Γέν τιον τὸν ᾿ Ιλλυριῶν ἐπεϰέϰλητο . παρασϰευὴ τοίνυν ἦν ἑϰατέρωϑεν ἅπασα Ῥωμαίοις ἐπιϰουρούντων Εὐμενοῦς τε , ὃς τῆς ᾿ Ασίας ἐϰράτει , ϰαὶ τοῦ ϰαππαδοϰῶν βασιλέως ᾿ Αριαράτου ϰαὶ τῆς Συρίας ᾿ Αντιόχου ϰαὶ Πτολεμαίου τοῦ Αἰγύπτου ϰαὶ Μασινίσσου τοῦ Νουμίδου . Προυσίας γάρ , εἰ ϰαὶ ϰηδεστὴς ἦν ἐπ ᾿ ἀδελφῇ τοῦ Περσέως , ἑϰατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν · ἡγειτο δὲ τῆς ῾ Ρωμαϊϰῆς στρατιᾶς Πούβλιος Αιϰίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποϰληρώσαντος τοῦ δήμου · ϰαὶ νιϰᾶται τῇ μάχη . ϰαίτοι νενιϰηϰὼς ὁ Περσεὺς είρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν · ὁ γὰρ δῆμος οὐϰ ἔφη δώσειν , ει μὴ ϰαὶ αὐτὸς ἑαυτὸν ϰαὶ τοὺς αὐτοῦ πάντας ἐϰδοίη τοῖς αὐτοὺς παραστησαμένοις . δεύτερος οὖν ἐπ ᾿ αὐτὸν πέμπεται Λούϰιος Αιμίλιος Παῦλος · ϰαὶ Γάίος ῎ Αννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν ᾿ Ιλλυριον Γέντιον . ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε ϰαὶ ἡττήϑη ϰαὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωϰεν [ ἅμα τῇ] μητρὶ ϰαὶ γαμετῇ ϰαὶ παισὶ δύο ϰαὶ δὴ ϰαὶ ἀδελφω · ϰαὶ τὸ ἔϑνος πᾶν ἐϰτήϑη . ἐγένετο δὲ τὸ ἔργον [ ἐν] ἡμέραις τριάϰοντα · ἔφϑασέ τε τὴν τῆς συμπλοϰῆς ἡ τῆς νίϰης ἀϰοή . Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφϑειρε μὲν αὐτοῦ χιλιάδας εἴϰοσι τοῦ πεζοῦ . ἐϰεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑϰα τὸν ἀποβαλὼν τῶν μαχομένων · αἱ μὲν οὖν πόλεις εὐϑὺς προσεχώρησαν Ῥωμαίοις · ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων ϰαταλειφϑεις ἑαυτὸν παρέδωϰε Ῥωμαίοις · ϰαὶ ὁ Παὐλος οὐχ ὡς ἡττημένον οἶδεν , ἀλλὰ ϰαὶ προσπίπτοντα πρὸς τὰγόνατα ἀνώρϑωσε ϰαὶ ϰαϑέδρας . ἠξίωσε τῆς αὑτοῦ ϰαὶ τῆς ἄλλης μετέδωχε τιμῆς . εντεῦϑεν ᾿ Ιλλυριοί τε ϰαὶ Μαϰεδόνες υπο ῾ Ρωμαίοις ἐτέλουν ὅροις τοῖσδε · εἶναι μὲν αὐτοὺς αὐτονόμους , τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ , πείϑειν γὰρ ἠβούλοντο Ῥωμαίοι τοὺς ὑπηϰόους , ὡς οὐϰ ἐπιϑυμοῦσι χρημάτων . τοὺς μὲν ὅρους τούτους ἐν ϰοινῷ τῶν πανταχόϑεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος · ἐϰάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσϰων χρῆναι ϰαὶ νιϰᾶν τε ὅπλοις ϰαὶ νενιϰημένους ἑστιᾶν Ἑβδομήϰοντα δὲ τῶν ᾿ Ηπειρωτιϰῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαιοις εἷλε πολιορϰία ϰαὶ τὴν ἐϰ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ . σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανηϰε πομπῇ νεὼς ἐπιβεβηϰὼς Μαϰεδονιϰης , ἣ τοῦ βασιλεύσαντος ἦν Περ σέως παμμεγέϑης , ὡς δεϰαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν . ϰαὶ ἀπο βὰς ἐϑριάμβευσεν ἐφ ᾿ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόν τῶν τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε ϰαὶ τετταράϰοντα γεγονότος ἐνιαυτοὺς ϰαὶ υἱέων δύο . ἐδόϑη δὲ ϰαὶ Ἀννίῳ ϰατὰ τῶν Ἰλλυρίων ϑρίαμβος , οὖ ϰαὶ αὐτοῦ προε πόμπευσαν Γέντιός τε ϰαὶ ὁ ἀδελφὸς Γεντίου ϰαὶ οἱ παῖδες . τούτων τῶν ϑριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφιϰόμενοι Ἀτταλός τε ϰαὶ Ευμενὴς ἐϰ τῆς ᾿ Ασίας ϰαὶ Πρου σίας ἐϰ τῆς Βιϑουνίας . δῶρά τε προσεϰόμισαν , ἃ προσιέμενοι ῾ Ρωμαῖοι προσέταξαν ἐναποτεϑῆναι τῷ Καπετωλίῳ . Προυσίας δὲ ϰαὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νιϰομήδη παρε ϰατέϑετο τῷ δήμῳ . Τῷ δὲ ἑξης ἐνιαυτῷ Λούχιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίϰησε πολέμῳ ϰαὶ μετὰ ο τοῦτον Μάρϰελλος . ϰἀντεῦϑεν ὁ τρίτος ϰατὰ τῶν ῎ Αφρων ἐϰινήϑη πόλεμος ἑξαϰοσιοστῷ μεν ϰαὶ ἑνὶ τῆς πόλεως ἔτει , πεντηχοατῷ δὲ ϰαὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ ϰατὰ Ἀννίβα πολέμου λύσιν . ὕπατοι δὲ χειροτονηϑέντες Λούϰιος Μάλλιος Κηνσωρῖνος ϰαὶ Μάρϰος Μανίλιος ἐπὶ τὴν Ἀφριϰὴν ἐξέπλευσαν ϰαὶ τῇ ϰαρχηδόνι προσεϰάϑηντο πολιορϰοῦν τες · ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας , τῶν δὲ ἱππέων Φαμέας . συνῆν δὲ τοῖς ὐπάτοις ἀρχήν τίνα στρατιωτιϰὴν ἔχων Σϰηπίων ὁ Σϰηπίωνος ἔϰγονος τοῦ ϰληϑέντος ᾿ Αφριϰανοῦ · οὖ τοσοῦτον ἧν παρὰ τοῖς πολεμίοις δέος ϰαὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας ϑαῦμα ὡς βουλευομένου τε ἄριστα ϰαὶ ἐπιτελοῦντος ἔργοις τὰ δο ϰοῦντα ὀξέως , ὥστε τοὺς ὑπάτους αὐτοὺς ϰοινωνὸν μὲν αὐτὸν ϰαὶ βουλῆς ϰαὶ ἐγχει ρημάτων ἔχειν , αὐτῷ δὲ χρῆσϑαι πρὸς τὰ πραϰτέα , ἐπειδήπερ έώρων τοὺς πολεμίους τὴν προς αὐτὸν ἐϰϰλίνοντας συμπλοϰήν . Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἔτεσιν ἑξήϰοντα τετηρηϰώς , ἡνίϰα ἀπέϑνησϰεν ἐνενηϰοστὸν ϰαὶ ἕβδομον τῆς ἡλιϰίας πεπλη ρωϰὼς ἔτος , Σϰηπίωνα ίϰέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ ( τέσσαρες δὲ οὗτοι ἦσαν ϰαὶ τετταράϰοντα) τὴν βασιλείαν διελεῖν . Αὕτη τοῦ Σϰηπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ ᾿ αὐτὸν ἐπαγαγεῖν τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης · ϰαὶ ϑᾶττον ἐλπίδος αίρεῖ τὴν Καρχηδόνα ϰαὶ ϰατασϰάπτει · ϰαὶ τὸν ϰόσμον ἅπαντα τῆς πόλεως τδν ἐϰ πολέμων αὐτῇ συνειλεγμένον λαβὼν τοῦτον εὐϑὺς ἀπέδωϰε τῶν πόλεων ταῖς ἀφῃρημέναις · αὐτδς δὲ επανῆλϑε · ϰαὶ δοϑέντος αὐτῷ ϑριάμβου προσετέϑηϰαὶ τὸ ἐπώνυμον τοῦ πάππου · ᾿ Ἀφριϰανὸς γάρ τοι νέος ϰαὶ οὗτος ἐπεϰλήϑη . ἀπώλετο τοίνυν ἡ Καρχηδὼν ἑπταϰοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοιϰισμὸν ἔτει . Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις ϰαὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ ᾿ αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίϰησε τῇ μάχη ϰαὶ πανωλεϑρίᾳ διέφϑειρεν . ἀλλὰ Μέτελλος δεύτερος ἐπελϑῶν ἐνίϰησέ τε αὐτὸν ϰαὶ πενταϰισχιλίους ἀνελὼν ἀνεϰτήσατο τὴν Μαϰεδονίαν ὑφ ᾿ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε . Τότε ϰαὶ ϰορίνϑῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχϑη Ῥω μαϊϰός , ἐπειδὴ ϰατὰ τῶν ἐϰ Ῥώμης πρεσβευτῶν πεπαρῳνήϰεσαν · ϰαὶ Μούμμιος ἐϰ πεμφϑεὶς εἷλε ταύτην ϰαὶ ϰατέσϰαψε . τρεῖς τε ἅμα ϑρίαμβοι ϑέαμα ϰαὶνὸν ἐφάνησαν ἐπὶ τῆς Ῥώμης · ἐξ ᾿ Αφριϰῆς μὲν Σϰηπίωνος , οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο · Μετέλλου δὲ εϰ Μαϰεδονίας , οὗ προέτρεχεν Ἀνδρίσϰος ( τοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευ δοφιλίππω) · ϰατὰ ϰορινϑίων δὲ Μουμμίου πολλῶν αὐτὸν ϰαταϰοσμούντων χαλϰῶν τε ἀγαλμάτων ϰαὶ σανίδων γραφαῖς ἐξησϰημένων . Οὐ μὴν πάντα τὰ Μαϰεδόνων ἡσύχαζεν . ἀλλ ᾿ αὖϑις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰϰετιϰὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν , ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξαϰισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις . ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νιϰήσας Τρεμέλλιος . Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν ῾ Ισπανίᾳ πρὸς Κελτοὺς ῎ Ιβηρας ἐμα χέσατο γενναίως · ϰαὶ παραδίδωσι τήν τε ἀρχὴν ϰαὶ τὸν πόλεμον Πομπηΐῳ . εἶτ ᾿ ἐφεξῆς αὐτός τε [ ϰαὶ Πομπήϊος] ϰαὶ ϰύντος ϰαιπίων ἐπὶ τὸν Πουρίανϑον ἐξεπέμφϑη σαν , ὃς ἐν τῇ Λυσιτανίᾳ ϰατὰ Ῥωμαίων ἤρξατο πολέμου ϰαὶ τοὺς ῾ Ισπανοὺς ἀνη ρέϑισε τέταρτον ἤδη ϰαὶ δέϰατον ἔτος ἡσυχάσαντας . ἦν δε ὁ Πουρίαϑος ποιμήν , εἶτα ληστριϰδν μετῆλϑε βίον , τελευτῶν δὲ εἰς τοῦτο ἦλϑε παρανοίας ὡς ἐννῷ λα βεῖν ἐλευϑερῶσαι δύνασϑαι τοῦς Ἱσπανοὺς ἀπὸ τῶν ῾ Ρωμαίων · ὁ μεν οὖν ὑπὸ τῶν οιϰείων ἀνῃρέϑη , Καὶπίων δὲ τοῖς ἀνελοῦσι μισϑὸν ἐπαγγέλλουσιν ἀπεϰρίνατο μη δαμῶς ἀρέσϰειν Ῥωμαίοις ἀναφεῖσϑαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηϰόων . Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηϑείς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποι ήσατο · ϰαὶ Ὁστίλιος δὲ Μαγϰῖνος ὁ μετ ᾿ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χα λεπώτερόν τε ἡττηϑείς ἢ Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις , ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε δέξααϑαι τὰς σπονδὰς ϰαὶ τὸν Μαγϰῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἂν αὐτοῖς δοϰῇ . ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ ϰαὶ ἥττης ϰαὶ συνϑήϰης ἐϰπέμπεται Σϰηπίων ὁ ϰαλούμενος ᾿ Αφριϰανὸς μετὰ τῆς ὑπα τιϰῆς ἐξουσίας . οὗτος πρότερον μὲν ἐπεμελήϑη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγε μόσι διεφϑαρμένης γυμνασίοις τε αὐτοὺς ϰαταμελετῶν ϰαὶ χωρίς ὠμότητος ϰαὶ τι μωρίας εἰς τὸ δέον ἐπανάγων · ὡς δὲ ἥρμοσε τοὺς ἀνδρας , ἐπῆλϑε τῶν πόλεων ταῖς ἀποστάσαις · ϰαὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας , τοὺς δὲ πολιορϰίαις ἐπηγάγετο . τελευταῖον δὲ ἐπὶ τὸ ϰεφάλαιον ἦλϑε τοῦ πολέμου τὴν Νουμαντίαν · ϰαὶ προσϰαϑε σϑείς λιμῷ τε πιέσας τοὺς ἔνδον τήν τε πόλιν εἷλε ϰαὶ ϰατέσϰαπτε · ϰαὶ τὸ ἔϑνος ἅπαν ἀπέδωϰε τῇ Ῥώμῃ . Ἐν τούτω τῷ χρόνῳ τελευτᾷ τῆς ᾿ Ασίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελ φὸς ϰληρονομῳ χρησάμενος τῷ δήμῳ ῾ Ρωμαίων · [ ϰαὶ] γίγνεται ϰύριος τῆς ᾿ Ασίας ὁ δῆμος τῷ τῆς διαδοχῆς διϰαίῳ . Καὶ Βροῦτος δὲ ϰατὰ Γάλλων ϰαὶ Λυσιτανῶν ἐνδόξότατα ἐϑριάμβευσε · ϰαὶ Σϰηπίων ϰατὰ Νουμαντίνων τεσσαρεσϰαίδεϰα ἔτεσιν ὕστερον τοῦ ϰατὰ Ἄφρων ϑριάμβου . Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνιϰος , ἐϰ παλλαϰῆς παῖς Εὐμενοῦς ὃς ἦν ἀδελ φὸς Ἀττάλου , πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς , ϰαὶ πεμφϑείς ἐπ ᾿ αὐτὸν Λιϰίννιος Κράσσος μετὰ πολλοῦ συμμαχιϰοῦ . Νιϰομήδης τε γὰρ [ ὁ] Βιϑυνίας βασιλεὺς ϰαὶ Μιϑριδάτης ὁ Πόντου , πρὸς ὃν μιϰρὸν ὕστερον μέγιστος ϰαὶ πολυχρό νιος συνέστη πόλεμος , ϰαὶ Ἀριαράϑης ὁ Καππαδοϰίας ϰαὶ Πυλαιμένης ὁ Παφλαγο νίας ἐπίϰουροι παρῆσαν . ἡττήϑη δὲ ὁ Κράσσος ϰαὶ ἔπεσεν ἐν τῇ παρατάξει · ϰαὶ τὴν μὲν ϰεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προσεϰόμισαν ᾿ Αριστονίϰῳ , τὸ σῶμα δὲ ἐϰεῖνος προσέταξε ταφῆναι ϰαὶ ἡ Σμύρνα τὸν τάφον ἐδέξατο . ἐϰδέχεται δὴ ϰαὶ τὴν ἀρχὴν ϰαὶ τὸν πόλεμον ὁ ὕπατος Περπερνᾶς ϰαὶ τὰ πεπραγμένα γνοὺς ἠπείχϑη πρὸς τὴν Ἀσίαν ϰαὶ νιϰήσας τὸν Ἀριστόνιϰον μάχη ϰατέϰλεισεν ἐν Στρατονίϰῃ τῇ πόλει · πολιορϰία δὲ ϰαὶ ταύτην ϰἀϰεῖνον ἑλὼν ἐπανιὼν ἐπὶ τὴν Ῥώμην ἐτελεύτησε . Ῥω μαῖοι δὲ τὸν Ἀριστόνιϰον δήσαντες εἶτα ἀπέπνιξαν . Μετὰ τοῦτον ἧϰε τὰ τῆς ὑπατείας ἐπὶ Αούϰιον Καιϰίλιον Μέτελλον ϰαὶ Τίτον Κύντιον Φλαμίνιον . ϰατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξανοίϰοδομηϑῆναι τὴν ϰαρχηδόνα τὴν νῦν ἔτι φαινομένην δύο χαὶ εἴχοσι δστδρον ἔτεσι μετὰ τὴν ὑπὸ Σϰηπίωνος ϰατασϰαφήν . ἔπεμψαν εἰς ἀυτὴν ἐξ αὐτῶν ἀποίϰους . Ἑξαχοσιοστῷ δὲ ϰαὶ εἰϰοστῷ ϰαὶ ἑβδόμῳ τῆς πόλεως ἔτει Γάϊος Κάσιος Λογ γῖνος ϰαὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον ϰαὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεϰαϑέσϑησαν . ἡγείτο δὲ Γάλ λων Βιτούϊτος . μαχεσάμενοι τοίνυν περί τὸν ῾ Ροδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνείλον , τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐϰ τῶν στρεπτῶν , οὓς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι , πολύν τινα χρυσίου σταϑμὸν εἰσπέμψαι ῾ Ρωμαίοις . Βι τούϊτος δε ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ ϑριάμβου · ϰαὶ ἐπὶ τούτοις τοῖς ἔρ γοις ἑϰάτερος τῶν ὑπάτων ἐϑριάμβευσεν . ᾿ Εντεῦϑεν Πόρχιος Κάτων ϰαὶ Κύντος Μάρϰιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξαϰο σιοστοῦ ϰαὶ τριαϰοστοῦ τῆς πόλεως ἔτους . οὗτοι ϰατήγαγον ἀποιϰίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν . ϰαὶ μιϰρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι ϰύντος ϰαι ϰίλιος Μέτελλος ϰαὶ Κύντος Μούϰιος Σϰαὶβολᾶς ϰατὰ Δαλματῶν ἐϑριάμβευσαν . Εἶτα [ οὐ] πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων ϰατὰ Σϰορδίσϰων ϰινήσας πόλεμον ἡττήϑη τε αἰσχρῶς ϰαὶ ἀπεχώρησε . Γαΐου δὲ Καὶϰιλίου Μετέλλου ϰαὶ Γναίου ϰάρβωνος ὑπάτων γενομένων οί ἀδελ φοί Μέτελλοι ϰατὰ τὴν Ῥώμην ἐϑριάμβευσαν , ὁ μὲν ϰατὰ Σαρδῶν , ϰατὰ Θρᾳϰῶν δὲ ἕτερος . τότε φήμη ϰατέλαβε Ῥωμαίους Γάλλων τοὺς ϰαλουμένους ϰίμβρους ἔφο δον ϰατὰ τῆς Ἰταλίας ποιήσασϑαι . Καὶ ϰατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σϰηπίωνος τοῦ Νασίϰου ϰαὶ Που βλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων ὁ πρὸς Ἰουγούρϑαν τὸνΝου μίδην ἤρξατο πόλεμος αἰτίαν ἔχων τὸν Ἰεμψάλου ϰαὶ Ἀδαρβάλου φόνον , οἳ παίδες ἦσαν τοῦ βασιλεύσαντος Νουμιδῶν Μιϰίψου φίλου ϰαὶ συμμάχου Ῥωμαίων . ἐπὶ τοῦ τον ὕπατος πέμπεται Καλπούρνιος · ϰαὶ διαφϑαρείς χρήμασιν αἰσχρότατα πρὸς Ἰου γούρϑαν ἐσπεισατο · ταύτας οὖν ὁ δῆμοςἀϰυρώσας τὰς σπονδὰς πέμπει τὸν ἑξῆς ὕπα τον Σπούριον Ποστούμιον Ἀλβῖνον · ἀλλὰ ϰαὶ οὗτος τωἀδελφῷ τὸ ἔργον ἐπιτρέψας οὐϰ ἀγαϑον ἔσχε τῆς μάχης τὸ τέλος . Τρίτος ἐξαποστέλλεται Κύντος Καὶϰίλιος Μέτελλος ϰαὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις πρὸς τὸ δέον ἀρμόσας ἐπιειϰῶς πάνυ πολ λαῖς τὸν Ἰουγούρϑαν ἐνίϰησε μάχαις · ϰαὶ τούς τε ἐλέφαντας ϰατέσφαξεν οὐϰ ὀλίγους ζῶντας ἑλῶν · τῶν τε πόλεων αὐτῷ προσεχώρησαν αἱ πλείους . πρὸς αὐτῷ δὲ ὢν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου . γενόμενος δὲ ἐν τοῖς πράγμασιν ὁ Μά ριος Ἰουγούρϑαν ϰαὶ Βόϰχον τὸν βασιλέα τῶν Μαύρων σύμμαχον τῷ Ἰουγούρϑᾳ γεγενημένον ἐνίϰησέ μάχη · ϰαὶ τοῦ μὲν Βόϰχου περιέϰοψε τὰς δυνάμεις . Ἰουγούρ ϑαν δὲ ἐϰδοϑέντα παρ ᾿ αὐτοῦ τοῖς Ῥωμαίοις ἐξέπεμψε δι ᾿ ἀνδρὸς ἀρίστου Σύλλου ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων . μετὰ δὲ ταύτης τῆς νίϰης ϰαὶ ἑτέρα συνέβη . ᾿ Ιούνιος γὰρ Σιλανὸς ὁ Μετέλλου συνύπατος Κίμβρους νιϰήσας ϰαὶ Μινούϰιος Ῥούφος τοὺς Σϰορδίσϰους ϰαὶ Τριβαλλοὺς ϰαὶ Σερβίλλιος Καιπίων τοὺς Λυσιτανοὺς ἐπανῆϰον . ϑρίαμβοι μὲν ϰατὰ Ἰουγούρϑου ϰαὶ τῷ Μετέλλῳ ϰαὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσϑησαν · ῶν ἐφάνη λαμπρότερον ὁ Μαρίου Ἰου γούρϑαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἀρματος ἔχων · ὃν δεσμωτηρίῳ παραδόντες οἱ Ῥωμαῖοι διεχρήσαντο .
Le versioni del tuo libro senza doverle cercare?