Alessandra di Licofrone
λέξω τὰ πάντα νητρεκῶς, ἅ μ' ἱστορεῖς, ἀρχῆς ἀπ' ἄκρας: ἢν δὲ μηκυνθῇ λόγος, σύγγνωθι δέσποτ': οὐ γὰρ ἥσυχος κόρη ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα, ἀλλ' ἄσπετον χέασα παμμιγῆ βοὴν δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα, Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη. τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω, κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ. ἐγὼ δ' ἄκραν βαλβῖδα μηρίνθου σχάσας, ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν, πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς. Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς, Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν. οἱ δ' οὖσα γρώνης εὐγάληνα χερμάδος ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι, ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα, ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς. ἡ δ' ἔνθεον σχάσασα βακχεῖον στόμα, ἄτης ἀπ' ἄκρων βουπλανοκτίστων λόφων, τοιῶνδ' ἀπ' ἀρχῆς ἦρχ' Ἀλεξάνδρα λόγων: αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων: ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος τινθῷ λέβητος ἀφλόγοις ἐπ' ἐσχάραις σμήριγγας ἐστάλαξε κωδείας πέδῳ, ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας, ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ τύψας ἀτράκτῳ στέρνον, ἔν τ' αὐλῷ μέσῳ πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας Κρόνου παρ' αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος, ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην, ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ σάρκας καταίθων λοφνίσιν δωμήσατο, Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν: ἐξηνάριξεν ὅν ποτ' ἀξίφῳ δόλῳ νέκυς, τὸν Ἇιδην δεξιούμενον πάλαι: λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην ταῖς τ' Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας, τοῖς Τευταρείοις βουκόλου πτερώμασι: τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ, στείλασα κοῦρον τὸν κατήγορον χθονός, ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη, λέκτρων θ' ἕκατι τῶν τ' ἐπεισάκτων γάμων. αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν Γιγαντοραίστοις ἄρδισιν τετρωμένου πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον, πύργων ἀπ' ἄκρων πρὸς νεόδμητον νέκυν ῤοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας: πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη, ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ. στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον. στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος δύπτου κέλωρος, ὅς ποτ' ἐν ῤαπτῷ κύτει, ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής, ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας, Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο, Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον, ὅτ' ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα Ζηνὸς καχλάζων νασμός: οἱ δὲ πρὸς πέδῳ πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν νήχοντο μοῖραν προὐμμάτων δεδορκότες. φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν φάλλαι τε καὶ δελφῖνες αἵ τ' ἐπ' ἀρσένων φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν. λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός, ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται, κελυφάνου στρόβιλον ὠστρακωμένην. καὶ δή σε ναύτην Ἁχερουσία τρίβος καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους στείβοντα ῤακτῶν βουστάθμων, ξενώσεται, ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς. ἀλλ' ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου καὶ Λᾶν περάσεις, ἀντὶ δ' εὐχίλου κάπης καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης τράμπις ς' ὀχήσει καὶ Φερέκλειοι πόδες δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας, ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος, σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον. καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος, δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ, Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ, θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τ' ἄκραν, αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι. νήσῳ δ' ἐνὶ δράκοντος ἐκχέας πόθον Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας, τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν, ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων κεναῖς αφάσσων ὠλέναισι δέμνια. ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται καὶ δάκρυ, νῆις δ' ἐστὶ καὶ τητώμενος ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτ' εἰς ἐπακτίαν Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ, ἀλλ' ἀστίβητον οἶμον, οἷά τις σιφνεύς, κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς, νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε, τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης τῆς θ' Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς, ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων, λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος: ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος οὐδ' Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην, λάξας τράπεζαν κἀνακυπώσας Θέμιν, ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους. τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον, ἄσιτα κὰδώρητα φορμίζων μέλη: κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας. γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων. δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους, πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας, τὸν δ' ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν βλαστόντα ῤίζης, ἡμικρῆτα βάρβαρον, Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς. οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ Ἕρκυνν' Ἐρινὺς Θουρία Ξιφηφόρος ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ, τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη. ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον φυγόντα Ναυμέδοντος ἁρπακτήριον ἔστειλ' Ἐρεχθεὺς εἰς Λετριναίους γύας λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν, τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας, γαμβροκτόνον ῤαίσοντα πενθεροφθόροις βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον φερωνύμους ἔδυψε Νηρέως τάφους, πανώλεθρον κηλῖδα θωύξας γένει, ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν καὶ τὴν ὁπλαῖς (/Αρπινναν Ἁρπυίαις ἴσην. τὸν δ' αὖ τέταρτον αὐθόμαιμον ὄψεται κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον εἰδωλοπλάστῳ προσκαταξανεῖ ῤέθει, τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς, τῆς ξεινοβάκχης, ὅν ποτ' Οἰνώνης φυγάς, μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν, Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ, ἀφ' ἑπτὰ παίδων φεψάλῳ σποδουμένων μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν. χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον, σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας, ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ: οἱ δ' αὖ προγεννήτειραν οὐλαμωνύμου βύκταισι χερνίψαντες ὠμησταὶ πόριν, τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ, ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον, δαρὸν φαληριῶσαν οἰκήσει σπίλον Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν, ποθῶν δάμαρτα, τήν ποτ' ἐν σφαγαῖς κεμὰς λαιμὸν προθεῖσα φασγάνων ἒκ ῤύσεται. βαθὺς δ' ἔσω ῤηγμῖνος αὐδηθήσεται ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος, στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας Ἇιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν σάρκας λεβητίζουσα δαιταλουργίᾳ. χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην, εἰς πέντε που πλειῶνας ἱμείρων λέχους. οἱ δ' ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου σὺν μητρὶ τέκνων νηπίων κρεανόμου ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην, σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων Σφάλτην ἀνευάζοντες, ᾧ ποτ' ἐν μυχοῖς Δελφινίου παρ' ἄντρα Κερδῴου θεοῦ Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ. ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις, σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν κείροντ' ὀδόντι καὶ λαφυστίαις γνάθοις. λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν, σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας. Ὡς μή σε Κάδμος ὤφελ' ἐν περιρρύτῳ Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην, τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον, τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν, τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε: μήδ' Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα, μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί: οὐκ ἂν τοσῶνδε κῦμ' ἐπέκλυσεν κακῶν. καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις γραῖαν ξύνευνον *ʼωγένου Τιτηνίδα. καὶ δὴ διπλᾶ σὺν πατρὶ ῤαίεται τέκνα, στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ, τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα ψυδραῖσι φήμαις λαρνακοφθόρους ῤιφάς, ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων, αἰθυιόθρεπτος πορκέων λιναγρέτης, κρηθμοῖσι καὶ ῤαιβοῖσι νηρίταις φίλος, χηλῷ κατεδρύφαξε διπτύχους γονάς. σὺν τοῖς δ' ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς, πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει. καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι, ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς εἰς θῖν' ἐρείσας λοισθίαν αἴθων λύκος κρηναῖον ἐξ ἄμμοιο ῤοιβδήσῃ γάνος, πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας. καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης, στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον. ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη κεῖται, πέφρικαν δ' ὥστε ληίου γύαι λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται, πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας, γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων, ἄλλην ἐπ' ἄλλῃ συμφορὰν δεδεγμένων. Ἐκεῖνό ς', ὦ τάλαινα καρδία, κακὸν ἐκεῖνο δάψει πημάτων ὑπέρτατον, εὖτ' ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων, πτεροῖσι χέρσον αἰετὸς διαγράφων ῤαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει, κλάζων τ' ἄμικτον στόματι ῤιγίστην βοήν, τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν Πτῴου τε πατρός ἁρπάσας μετάρσιον, ὄνυξι γαμφηλαῖσί θ' αἱμάσσων δέμας, ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ, λευρᾶς βοώτης γατομῶν δι' αὔλακος. λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος, σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον, αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον, κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος Λειβηθρίην θ' ὕπερθε Πιμπλείας σκοπήν, ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον δῦναι, παρ' ἱστοῖς κερκίδος ψαύσας κρότων, καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῤῖψαι πόδα, τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ. ὦ δαῖμον, οἷον κίον' αἰστώσεις δόμων, ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας: οὐ μὴν ἀνατεί γ' οὐδ' ἄνευ μόχθων πικρῶν πένθους θ' ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός, ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ, ἀλλ' ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται, καλῶν ἐπ' εὐχαῖς πλεῖστα Φύξιον Δία πορθουμένοισι κῆρας ἀρκέσαι πικράς. τότ' οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ, οὐ γεῖσα χραισμήσουσιν, οὐδ' ἐπάλξιες: ἀλλ' ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ καὶ λιγνύος ῤιπαῖσι καὶ γρυνῶν βολαῖς ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν. πολλοὺς δ' ἀριστεῖς πρωτόλειά θ' Ἑλλάδος αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους, αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες, φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης. ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι, τὰς σὰς στένουσα καὶ δι' αἰῶνος ταφάς. οἰκτρὸν γάρ, οἰκτρὸν κεῖν' ἐπόψομαι φάος καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος, μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται. αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος, ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων, ὅς τ' ἄγριον δράκοντα πυρφόρῳ βαλὼν ἴυγγι τόξων, τὸν τυπέντα δ' ἐν βρόχοις μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον, πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος, καρατομηθεὶς τύμβον αἱμάξεις πατρός. οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ. ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις χανοῦσα κευθμῷ χείσεται διασφάγος, λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων, ἵν' ἄλμα πάππου καὶ χαμευνάδος μόροι τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος, πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ: σὲ δ' ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων, μητρὸς κελαινῆς χέρνιβας μιμούμενος, ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων ῤαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος, λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας. σὲ δ' ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ, Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν. ὁ δ' ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ, ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών, τὸ πρὶν δ' ἀμυδρὸν οὔνομ' αἰστώσας σκότῳ, ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά, τῆς Σισυφείας δ' ἀγκύλης λαμπουρίδος λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς. ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη, ἐν παρθενῶνος λαΐνου τυκίσμασιν ἄνις τεράμνων εἰς ἀνώροφον στέγην εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας, ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν λίπτοντ' ἀλέκτρων ἐκβαλοῦσα δεμνίων, ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι τῆς μισονύμφου Λαφρίας Πυλάτιδος, τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι, ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. ἡ δ' εἰς τέραμνα δουρατογλύφου στέγης γλήνας ἄνω στρέψασα χώσεται στρατῷ, ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός, ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον. ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους, οὐκ ὀστοθήκαις, χοιράδων δ' ἐφημένους, οὐδ' ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν, ἀλλ' οὔνομ' οἰκτρὸν καὶ κενηρίων γραφὰς θερμοῖς τεκόντων δακρύοις λελουμένας παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων. Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων γωλειὰ καὶ Φόρκυνος οἰκητήριον, ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε, ὅσων δὲ φλοίσβων ῤαχίας ἀνεκβάτου δίναις παλιρροίοισιν ἕλκοντος σάλου, ὅσων δὲ θύννων ἠλοκισμένων ῤαφὰς πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης σκηπτὸς κατ' ὄρφνην γεύσεται δῃουμένων, ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ. τὸν δ' οἷα δύπτην κηρύλον διὰ στενοῦ αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον, διπλῶν μεταξὺ χοιράδων σαρούμενον. Γυραῖσι δ' ἐν πέτραισι τερσαίνων πτερὰ στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει, βληθεὶς ἀπ' ὄχθων τῷ τριωνύχῳ δορί, ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου κόκκυγα κομπάζοντα μαψαύρας στόβους. ψυχρὸν δ' ἐπ' ἀκταῖς ἐκβεβρασμένον νέκυν δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ. τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν κρύψει κατοικτίσασα Νησαίας κάσις, δίσκου μεγίστου τάρροθος Κυναιθέως. τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης τρέμων φυλάξει ῤόχθον Αἰγαίας ἁλός. τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν λυπρὸς παρ' Ἇιδην δεννάσει κακορροθῶν, ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις, ἔρωτας οὐκ ἔρωτας, ἀλλ' Ἐρινύων πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην. ἅπασα δ' ἄλγη δέξεται κωκυμάτων, ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι, οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα ῤηγμῖνα δαρὸν ἐστεναγμένος γάμος. πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις νήριθμος ἑσμός: οἱ δ' ἐπὶ ξένης ξένοι, παῶν ἔρημοι δεξιώσονται τάφους. τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία, Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων, κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας, τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν, ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους, ὅτ' εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος. Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν: τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον, συὸς παραπλαγχθέντα θηλείας τόκων, ὅτ' εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον: τὸν δ' αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως, αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς: τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον, ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς, ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα, ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου. δοιοὶ δὲ ῤείθρων Πυράμου πρὸς ἐκβολαῖς αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης. αἰπὺς δ' ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται, ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους. οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν. Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων, οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη, τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ, μίαν πρὸς Ἇιδην καὶ φθιτοὺς πεπαμένον κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης, ἦμος καταίθων θύσλα Κωμύρῳ λέων σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς, σκύμνον παρ' ἀγκάλαισιν ἀίτα βράσας. οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος πρηστὴρ Ἐνυοῦς, οὔποτ' εἰς φύζαν τραπεὶς ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς. ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν, ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται, δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ. ἣν δή ποτ', ἐν ῤήτραισι δημοτῶν σταθείς, γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ, τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα, ὅταν κλύδωνας ἐξερεύγηται γνάθων, λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον. ὁ δ' ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος, χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν. Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών, χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς λυκαινομόρφων Νυκτίμου κρεανόμων, τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν σπληδῷ κατ' ἄκρον χεῖμα θαλψάντων πυρός, χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος. οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ, βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας. ἔγνω δ' ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος, ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν. ὁ δ' αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ, στόρθυγξ δεδουπὼς τὸν κτανόντ' ἠμύνατο, πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν. τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας κέλωρ γίγαντος ὅπλα, τοῦ ποτ' εἰς λέχος λαθραῖον αὐτόκλητος Ἰδαία πόρις ἡ ζῶς' ἐς Ἇιδην ἵξεται καταιβάτις, θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς: ὃν δή ποτ' ἀγρώσσοντα Κρηστώνης ἔχις κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει, ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος, ὧν ὀστράκου στρόβιλος ἐντετμημένος κόρσην σκεπάζει ῤῦμα φοινίου δορός. τὰ δ' ἄλλα θριπόβρωτος ἄψαυστος δόμων σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα. ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις: οὓς μήποτ', ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί, μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας πρύμνης ἀπ' ἄκρας γυμνὸν αἰψηρὸν πόδα εἰς Βεβρύκων ῤίψειαν ἐκβατηρίαν, μηδ' οἱ λεόντων τῶνδε καρτερώτεροι, ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο, καὶ δῖʼ Ἐνυώ, καὶ τριγέννητος θεὰ Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία. οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ, Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ, ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ, ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις στέξαι βαρεῖαν ἐμβολὴν ῤαιστηρίαν, καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα. οὗ δή ποτ' αἴθων πρῶτα καινίσει δόρυ κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών, Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι, Μαζουσία προὔχουσα χερσαίου κέρως. Ἀλλ' ἔστι γάρ τις, ἔστι καὶ παρ' ἐλπίδα ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος, ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις σίνιν καταρρακτῆρα δέξωνται πικρὸν οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον, θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον. καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι, αὖθις δ' ἐναιχμάσουσιν αὐτανέψιοι, ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην. ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος ῤιφέντα τόλμαις αἰετῶν ἐπόψεται, ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν. ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ, λέοντα ταύρῳ συμβαλόντα φύλοπιν. ὁ δ' αὖ σιγύμνῳ πλεύρ' ἀναρρήξας βοὸς κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται, ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων. ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς οὐδ' ὁ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος ἐμέμψατ', ἐν χάρμαισι ῤαιβώσας κέρας. καὶ τοὺς μὲν Ἇιδης, τοὺς δ' Ὀλύμπιοι πλάκες παρ' ἦμαρ αἰεὶ δεξιώσονται ξένους, φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς. καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ, βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος. ἄλλων δ' ἄπλατον χειρὶ κινήσει νέφος, ὧν οὐδ' ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους, τροφὴν δ' ἀμεμφῆ πᾶσι τριπτύχους κόρας ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας, Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν. ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς μυληφάτου χιλοῖο δαιδαλευτρίας ἕρπιν τε ῤέζειν ἠδ' ἀλοιφαῖον λίπος, οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας. αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον. καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι: Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας λαῶν ἄνακτες, ἀλλ' ἀνώνυμοι σποραί, πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς Γόλγων ἀνάσσης: ὧν ὁ μὲν Λάκων' ὄχλον ἄγων Θεράπνης, θάτερος δ' ἀπ' *ʼωλένου Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ. ὁ δ' Ἀργύριππα Δαυνίων παγκληρίαν παρ' Αὐσονίτην Φυλαμὸν δωμήσεται, πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν δίαιταν αἰνέσουσι, πορκέων δίκην, κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν. ῤάμφεσσι δ' ἀγρώσσοντες ἐλλόπων θοροὺς φερώνυμον νησῖδα νάσσονται πρόμου, θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι. ὁμοῦ δ' ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι, καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι, τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι. Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης ἔσται κακῶν τε πημάτων παραίτιον, ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων πρὸς λέκτρα. τύμβος δ' αὐτὸν ἐκσώσει μόρου Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον. κολοσσοβάμων δ' ἐν πτυχαῖσιν Αὐσόνων σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως, τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον. κρίσει δ' Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς εὐχὰς ἀρούραις ἀμφ' ἐτητύμους βαλεῖ, Δηοῦς ἀνεῖναι μήποτ' ὄμπνιον στάχυν, γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός, ἢν μή τις αὐτοῦ ῤίζαν Αἰτωλῶν σπάσας χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών. στήλαις δ' ἀκινήτοισιν ὀχμάσει πέδον, ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν ἄνδηρ' ἀρέζοις ἴχνεσιν δατούμεναι. θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται, ὅσοι παρ' Ἰοῦς γρῶνον οἰκοῦνται πέδον, δράκοντα τὸν φθείραντα Φαίακας κτανών. οἱ δ' ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον, τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι. ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην ἄδορπα παιδεύσουσι νηπίους γονάς. οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ, πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ. καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης, Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι, γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θ' ἕδος καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θ' ὕδωρ. τοὺς δ' ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα ἁρπυιογούνων κλώμακάς τ' ἀηδόνων πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους, πρόπαντας Ἇιδης πανδοκεὺς ἀγρεύσεται, λώβαισι παντοίαισιν ἐσπαραγμένους, ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς. ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν. ἐπόψεται δὲ λείψανον τοξευμάτων τοῦ Κηραμύντου Πευκέως Παλαίμονος, οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην. ἄλλος δ' ἐπ' ἄλλῳ μόχθος ἄθλοις μενεῖ, τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος. ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν; ποία δ' Ἐρινὺς μιξοπάρθενος κύων; τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς; ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα, καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι στένοντες ἄτας ἐν συφοῖσι φορβάδες γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης μῶλυς σαώσει ῤίζα καὶ Κτάρος φανεὶς Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός. ἥξει δ' ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν καὶ νεκρόμαντιν πέμπελον διζήσεται ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας, ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ, καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον, πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν. ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας φλογμῷ ζέουσα δέξεται μονόστολον, ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος δύσμορφον εἰς κηκασμὸν ὤ|κισεν τόσων, οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου. Βαίου δ' ἀμείψας τοῦ κυβερνήτου τάφον καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν ῤόχθοισι κυμαίνουσαν οἴδματος χύσιν Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν χωστὰς Ὀβριμοῦς τ' ἄλσος οὐδαίας Κόρης, Πυριφλεγές τε ῤεῖθρον, ἔνθα δύσβατος τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος, ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν πηγαὶ κατ' Αὐσονῖτιν ἕλκονται χθόνα, λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας λίμνην τ' Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ, Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας, λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος, μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν: θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος, πήληκα κόρσῃ κίονος προσάρμοσας. κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς, οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας, αὐτοκτόνοις ῤιφαῖσιν ἐξ ἄκρας σκοπῆς Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς, ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά. τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην Γλάνις τε ῤείθροις δέξεται τέγγων χθόνα: οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν. ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως Λευκωσία ῤιφεῖσα τὴν ἐπώνυμον πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος *ʼ\ις γείτων θ' ὁ Λᾶρις ἐξερεύγονται ποτά. λίγεια δ' εἰς Τέρειναν ἐκναυσθλώσεται, κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις, *ʼωκινάρου δίναισιν ἀγχιτέρμονα. λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς. πρώτῃ δέ καὶ ποτ' αὖθι συγγόνων θεᾷ κραίνων ἁπάσης Μόψοπος ναυαρχίας πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον, χρησμοῖς πιθήσας. ὅν ποτ' αὐξήσει λεὼς Νεαπολιτῶν, οἳ παρ' ἄκλυστον σκέπας ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη. Βύκτας δ' ἐν ἀσκῷ συγκατακλείσας βοὸς παλινστροβήτοις πημοναῖς ἀλώμενος κεραυνίῃ μάστιγι συμφλεχθήσεται καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ ὡς μὴ καταβρόξῃ νιν ἐν ῤόχθοις κλύδων, Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ. βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις, ἀναυλόχητον αὐτοκάβδαλον σκάφος βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν εἰκαῖα γόμφοις προστεταργανωμένην. ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. πόντου δ' ἄυπνος ἐνσαρούμενος μυχοῖς, ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος ἔσται. παρ' ἄλλου δ' ἄλλος, ὡς πεύκης κλάδον, βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς. μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται στόρθυγξι. νῆσον δ' εἰς Κρόνῳ στυγουμένην ἅρπην περάσας, μεζέων κρεανόμον, ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις, τὸν μυθοπλάστην ἐξυλακτήσει γόον, ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους. οὔπω μάλ', οὔπω: μὴ τοσόσδ' ὕπνος λάβοι λήθης Μέλανθον ἐγκλιθένθ' Ἱππηγέτην. ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους, θοίναισιν ὄλβον ἐκχέασα τλήμονος. αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων. οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι, λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει, ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ, ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον. ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία ὕψιστον ἡμῖν πῆμ' ἐτέκνωσέν ποτε, μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας. λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς, ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς, κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν, σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας. κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς. κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται, Ἀχιλλέως δάμαρτος αὐτανέψιος. μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς ὅ τ' αἰπὺ ναίων Τραμπύας ἐδέθλιον, ἐν ᾗ ποτ' αὖθις Ἡρακλῆ φθίσει δράκων Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος, τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων. Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος, ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον, ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις αὐτὸς πρὸς Ἇιδην δευτέραν ὁδὸν περᾷ, σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην, Γλαύκωνος Ἀψύρτοιό τ' αὐτανεψίας. χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν ἄστρεπτον Ἇιδην δύσεται τὸ δεύτερον, γαληνὸν ἦμαρ οὔποτ' ἐν ζωῇ δρακών. ὦ σχέτλἰ, ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον κάνθων' ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν. Ὁ δ' αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος, ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν, ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς; ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών; ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς, καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας, καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος, καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ, κραντῆρι λευκῷ τόν ποτ' ἔκτανε πτέλας. ἐπόψεται δὲ τύρσιας Κηφηίδας καὶ Λαφρόου λακτίσμαθ' Ἑρμαίου ποδὸς δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο δαιτὸς χατίζων. ἀντὶ θηλείας δ' ἔβη τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις, τὸν ἡπατουργὸν ἄρσεν' ἀρβυλόπτερον. πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ φάλαινα δυσμίσητος ἐξινωμένη, ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς: ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ, λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας. Ἐπόψεται δὲ τοὺς θερειπότους γύας καὶ ῤεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος. καὶ πάντα τλήσεθ' οὕνεκ' Αἰγύας κυνὸς τῆς θηλύπαιδος καὶ τριάνορος κόρης. ἥξει δ' ἀλήτης εἰς Ἰαπύγων στρατόν, καὶ δῶρ' ἀνάψει παρθένῳ Σκυλητρίᾳ Ταμάσσιον κρατῆρα καὶ βοάγριον καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας. ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς, ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον. γυναιξὶ δ' ἔσται τεθμὸς ἐγχώροις ἀεὶ πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης, καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῤέθη, μήθ' ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι. ἥξει δὲ ταύρου γυμνάδας κακοξένους πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ, Ἀλεντία κρείουσα Λογγούρου μυχῶν, Ἇρπης Κρόνου πήδημα Καγχείας θ' ὕδωρ κάμψας, Γονοῦσάν τ' ἠδὲ Σικανῶν πλάκας, καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου, ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος ἔδειμε πεντήκοντα σὺν ναυηγέταις. κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων οὐδ' ὀμβρία σμήχουσα δηναιὸν νιφάς. ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους ἔρημον εἰς Ἄτλαντος οἰκητήριον θρυλιγμάτων δέρτροισι προσσεσηρότας: Μόψον Τιταιρώνειον ἔνθα ναυβάται θανόντα ταρχύσαντο, τυμβείαν δ' ὑπὲρ κρηπῖδ' ἀνεστήλωσαν Ἀργῷου δορὸς κλασθὲν πέτευρον, νερτέρων κειμήλιον, Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῤόος νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον, δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος. Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη θαλασσόπαις δίμορφος αὐδάζει θεός, ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς (/Ελλην' ὀρέξῃ νοσφίσας πάτρας Λίβυς. εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ κρύψους' ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς, ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί, τόν τ' ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος, Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων, καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων. ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν ποθοῦντες, οἱ δ' Ἐχῖνον, οἱ δὲ Τίταρον *ʼ=ιρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν Γόννον Φάλαννάν τ' ἠδ' Ὀλοσσόνων γύας καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις αἰῶνα κωκύσουσιν ἠλοκισμένοι. ἄλλην δ' ἐπ' ἄλλῃ κῆρα κινήσει θεός, λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος. τὸν δ' Αἰσάρου τε ῤεῖθρα καὶ βραχύπτολις Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον Κρίμισα φιτροῦ δέξεται μιαιφόνον: αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον: Δύρα παρ' ὄχθαις ὅς ποτε φλέξας θρασὺν λέοντα ῤαιβῷ χεῖρας ὥπλισε Σεύθῃ δράκοντ' ἀφύκτων γομφίων λυροκτύπῳ. Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος, εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων, Ναύαιθος ἔνθα πρὸς κλύδων' ἐρεύγεται. κτενοῦσι δ' αὐτὸν Αὔσονες Πελλήνιοι βοηδρομοῦντα Λινδίων στρατηλάταις, οὓς τῆλε Θερμύδρου τε Καρπάθου τ' ὀρῶν πλάνητας αἴθων Θρασκίας πέμψει κύων, ξένην ἐποικήσοντας ὀθνείαν χθόνα. ἐν δ' αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν. ὁ δ' ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις, ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν, πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον, ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν Κανδάον' ἤ Μάμερτον ὁπλίτην λύκον, ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν, οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος οὐδ' ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων. τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον, πύκτην μὲν ἐσθλόν, πτῶκα δ' ἐν κλόνῳ δορός, καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν: ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνος ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας, τὰ δ' ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας τεύξει ποτ' ἐγχώροισι μέρμερον βλάβην, καθιερώσει Μυνδίας ἀνακτόροις. ἄλλοι δ' ἐνοικήσουσι Σικανῶν χθόνα, πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς ναύταις ἔδωκε Φοινοδάμαντος κόρας, ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος, τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων, ὅπου συνοικεῖ δαψιλὴς ἐρημία. αἱ δ' αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ, μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας, ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί, ἔζευξε λέκτροις ποταμός: ἡ δὲ δαίμονι τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ, τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων. ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν, τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον. Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς πένθος μέγιστον καὶ δι' αἰῶνος πάτρας ἔσται πυρὸς ῤιπαῖσιν ᾐθαλωμένης. μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς νήπαυστον αἰάζουσα καὶ γοωμένη δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον. κρατὸς δ' ἄκουρος νῶτα καλλυνεῖ φόβη, μνήμην παλαιῶν τημελοῦς' ὀδυρμάτων. πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς, ῤείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις, ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν. πόλιν δ' ὁμοίαν Ἰλίῳ δυσδαίμονες δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς τοὺς πρόσθ' ἔδεθλον Ξουθίδας ᾠκηκότας. γλήναις δ' ἄγαλμα ταῖς ἀναιμάτοις μύσει, στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην λεῦσσον φόνον τ' ἔμφυλον ἀγραύλων λύκων, ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ. ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους λίνου θ' ἁλισμήκτοιο δειραίαν ἄκραν Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον, δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι, ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα. ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ τεύξει τράφηκι φοινίῳ τετμημένῳ. Κροτωνιᾶται δ' ἄστυ πέρσουσίν ποτε Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας. πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ δάψουσι πρηνιχθέντες, οὐδ' ἄτερ πόνων πύργους διαρραίσουσι Λαυρήτης γόνοι. οἱ δ' αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς *ʼωκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ, ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ. τὸν δ' αὖ τὰ δευτερεῖα καλλιστευμάτων λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον, τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις, τῇ δ' ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα. ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον Λακμωνίου πίνοντες Αἴαντος ῤοάς. Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις χῶρος συνοίκους δέξεται Κόλχων Πόλαις, μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς Αἴας Κορίνθου τ' ἀρχός, Εἰδυίας πόσις, τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν, οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ. ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται, τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν ἐπώνυμόν ποθ' ὑστέρῳ χρόνῳ γράφων κλεινόν θ' ἵδρυμα παρθένου Λογγάτιδος, Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν. Παπποκτόνος δ' Ὀθρωνὸν οἰκήσει λύκος, τηλοῦ πατρῷα ῤεῖθρα Κοσκύνθου ποθῶν. ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι ῤήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ. χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα, δίκης ἐάσει τάρροθος Τελφουσία Λάδωνος ἀμφὶ ῤεῖθρα ναίουσα σκύλαξ. ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών, Πράκτιν παρ' αὐτὴν αἰπὺ νάσσεται λέπας, τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων. ὁ δ' Αὐσονείων ἄγχι Κάλχαντος τάφων, δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων ξένην ἐπ' ὀστέοισιν ὀγχήσει κόνιν. δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις χρήσει καθ' ὕπνον πᾶσι νημερτῆ φάτιν, νόσων δ' ἀκεστὴς Δαυνίοις κληθήσεται, ὅταν κατικμαίνοντες Ἀλθαίνου ῤοαῖς ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν. ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν, ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θ' ἕδη μολόντες αἰτίζωσι κοιράνου γύας, ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός. τοὺς δ' εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος. τοῖς δ' ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές, χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν, τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου. τῶν Ναυβολείων δ' εἰς Τέμεσσαν ἐγγόνων ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ, πάτραν Λίλαιαν κἀνεμωρείας πέδον ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας. Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον, ἔκβλητον αἰάζουσα Κράθιδος πέλας τόργοισιν αἰώρημα φοινίοις δέμας. σπιλὰς δ' ἐκείνη σῆς φερώνυμος τύχης πόντον προσαυγάζουσα φημισθήσεται. οἱ δ' αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῤοὰς νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας. καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ ἄνοστον αἰάζοντας ἕξουσιν τύχην ἐμῶν ἕκατι δυσγάμων ῤυσταγμάτων Οὐδ' οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας, χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ. τοιαῖσδ' ἐχῖνος μηχαναῖς οἰκοφθορῶν παραιολίξει τὰς ἀλεκτόρων πικρὰς στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς κρύψει ποτ' ἐν κλήροισι Μηδύμνης στέγος. ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῤαφάς. θερμὴν δ' ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῤανεῖ, τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον. οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται, λυπρὰν λεαίνης εἰσιδοῦς' οἰκουρίαν. ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ, Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη, ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς, ῤήξει πλατὺν τένοντα καὶ μετάφρενον, καὶ πᾶν λακίζους' ἐν φοναῖς ψυχρὸν δέμας δράκαινα διψὰς κἀπιβᾶς' ἐπ' αὐχένος πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς, ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας δύσζηλος ἀστέμβακτα τιμωρουμένη. βοῶσα δ' οὐ κλύοντα δεσπότην πόσιν θεύσω κατ' ἴχνος ἠνεμωμένη πτεροῖς. σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου εἰς σπλάγχν' ἐχίδνης αὐτόχειρ βάψει ξίφος, κακὸν μίασμ' ἔμφυλον ἀλθαίνων κακῷ. ἐμὸς δ' ἀκοίτης, δμωίδος νύμφης ἄναξ, Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται, τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών. οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ. ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι Σάλπης παρ' ὄχθαις, οἵ τε Δάρδανον πόλιν ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν. κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις, μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους, ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας, ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων, Ἐρινύων ἐσθῆτα καὶ ῤέθους βαφὰς πεπαμέναι θρόνοισι φαρμακτηρίοις. κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ ῤαβδηφόροις γυναιξὶν αὐδηθήσομαι. πένθος δὲ πολλαῖς παρθένων τητωμέναις τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς, δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον πέμψουσι παῖδας ἐστερημένας γάμων. Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε, καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς, καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι, καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος, ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων ποινὰς Γυγαίᾳ τίσετ' Ἀγρίσκᾳ θεᾷ, τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον πάλου βραβείαις γηροβοσκοῦσαι κόρας. αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται, φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν Ἧφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης. ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας, λαθραῖα κἀκκέλευθα παπταλώμεναι, ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι. θεᾶς δ' ὀφελτρεύσουσι κοσμοῦσαι πέδον, δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων, ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον, μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου. δῆμος δ' ἀνατεὶ τὸν κτανόντ' ἐπαινέσει, τεθμῷ χαράξας, τοὐπιλώβητον γένος. ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος ἄπυστον ἔσται, Περσέως δὲ παρθένος Βριμὼ Τρίμορφος θήσεταί ς' ἑπωπίδα κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς, ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας δείκηλα μὴ σέβουσι λαμπαδουχίαις, θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν. ψευδήριον δὲ νησιωτικὸς στόνυξ Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον ῤείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης: ὃς δὴ παρ' ἀκταῖς τλήμονος ῤανεῖ χοάς, τριαύχενος μήνιμα δειμαίνων θεᾶς, λευστῆρα πρῶτον οὕνεκεν ῤίψας πέτρον Ἇιδῃ κελαινῶν θυμάτων ἀπάρξεται. σὺ δ', ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης, οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος. ἀλλ' ἄξεταί σε πρὸς γενεθλίαν πλάκα τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην, ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμος τὴν πρόσθ' ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς, τὰς παιδοβρώτους ἐκφυγοῦς' ὁμευνέτου θοίνας ἀσέπτους, οὐδ' ἐπίανεν βορᾷ νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον, ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον, τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς. νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων, ὅπου σε πεισθεὶς *ʼωγύγου σπαρτὸς λεὼς χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν σωτῆρ', ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ πέρθοντι χώραν Τηνέρου τ' ἀνάκτορα. κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον. ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους τοὐμὸν ταλαίνης πῆμα, πᾶς δ' ἀνάστατος ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ, Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας, ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων. ὃς οὔτε τέκνων φείσετ' οὔτε συγγάμου Μήδας δάμαρτος, ἠγριωμένος φρένας, οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν. πάντας δ' ἀνάγνοις χερσὶν ναῷ κτενεῖ, λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου. γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε, αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος, γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν λαβόντες. οὐδ' ἄμνηστον, ἀθλία πατρίς, κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ. τοιούσδ' ἐμός τις σύγγονος λείψει διπλοῦς σκύμνους λέοντας, ἔξοχον ῤώμῃ γένος, ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος, βουλαῖς ἄριστος, οὐδ' ὀνοστός ἐν μάχαις. ὃς πρῶτα μέν Ῥαίκηλον οἰκήσει μολών, κισσοῦ παρ' αἰπὺν πρῶνα καὶ Λαφυστίας κερασφόρους γυναῖκας. ἐκ δ' Ἀλμωπίας πάλιμπλανήτην δέξεται Τυρσηνία Λιγγεύς τε θερμῶν ῤεῖθρον ἐκβράσσων ποτῶν, καὶ Πῖς' Ἀγύλλης θ' αἱ πολύρρηνοι νάπαι. σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν, ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων νάνος, πλάναισι πάντ' ἐρευνήσας μυχὸν ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι Μυσῶν ἄνακτος, οὗ ποτ' Οἰκουρὸς δόρυ γνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις, Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι, τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων. ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών, τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων, μνήμην παλαιῶν λήψεται θεσπισμάτων. κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων ὑπὲρ Λατίνους Δαυνίους τ' ᾠκισμένην, πύργους τριάκοντ', ἐξαριθμήσας γονὰς συὸς κελαινῆς, ἣν ἀπ' Ἰδαίων λόφων καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται, ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων: ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων. δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι, πατρῷʼ ἀγάλματ' ἐγκατοικεῖ θεῶν. ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων, σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται, πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες, τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ, τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων λαβεῖν ὅ χρῄζει κἀπενέγκασθαι δάνος. τῷ καὶ παρ' ἐχθροῖς εὐσεβέστατος κριθείς, τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται, τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν, λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ Τιτώνιόν τε χεῦμα τοῦ κατὰ χθονὸς δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη, Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον, γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης. τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν. τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος, ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων, Σκύθαισι γείτων, καρτεροῖς εἴργει πάγοις, λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην ῤείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν. ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες, οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι, πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ, ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς. αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι ζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόριν ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ. οὐδ' οἵ γ' ἀπηρκέσθησαν ἀντ' ἴσων ἴσα λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ εὶς Βεβρύκων ἔστειλαν οἰκητήριον, σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος, γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην. καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους ταγῷ μονοκρήπιδι κλέψοντας νάκην, δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς. ὃς εἰς Κύταιαν τὴν Λιβυστικὴν μολών, καἰ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις, καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων ἄροτρα, καὶ λέβητι δαιτρευθεὶς δέμας, οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος, ἀλλ' αὐτόκλητον ἁρπάσας κεραΐδα, τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα, εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο, φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων. πάλιν δ' ὁ πέτρας ἀσκέρας ἀνειρύσας καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός, ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους κρημνῶν ἔνερθεν αἰγίλιψ ῤοιζουμένων πάλαι δοκεύει τὰς ἀταρχύτους ῤιφάς, σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς, ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν, στόρνην τ' ἀμέρσας καὶ Θεμισκύρας ἄπο τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν. ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος, ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον, καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τ' ὄρος, ποινὰς ἀθἐλκτους θ' ἁρπαγὰς διζήμεναι, ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως. καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί, τοὺς Μοψοπείους αἰθαλώσασαι γύας. πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα χώραν τ' Ἐορδῶν καὶ Γαλαδραίων πέδον, ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς, στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις, ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους. ἡ δ' ἀντὶ τούτων τάρροθον βοηλάτην τὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον, στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον, τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν καθιερώσει, πημάτων ἀρχηγέτις. αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά, καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ κευθμῶνος αίνόλεκτρον ἐνδαύει μυχόν, Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν, δεινὴν Λιγυστίνοισι τοῖς τ' ἀφ' αἵματος ῤίζαν γιγάντων Σιθόνων κεκτημένοις λόγχης ἐν ὑσμίναισι μίξαντες πάλην. εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων. λοῖσθος δ' ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν, πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί, ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος. ἡ δ' αὖθις οἰστρήσασα τιμωρουμένη τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας, πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα. πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά. σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη τὰ λοίπ' ἀκούσω ταῦθ', ἃ νῦν μέλλω θροεῖν. ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην, καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῶ. τρίτος δ', ἄνακτος τοῦ δρυηκόπου γόνος, τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν παραιολίξας βῶλον ἐμπεφυρμένην νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος, σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι, φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν, τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν, ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον χλεύην ὑλακτήσασα κηκάσῃ γάμους νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν. οἱ δ' αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς, Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι, οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τ' ὄρος, καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου, τῆς παντομόρφου βασσάρας λαμπούριδος τοκῆος, ἥτ' ἀλφαῖσι ταῖς καθ' ἡμέραν βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός, ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά. ὁ Φρὺξ δ', ἀδελφὸν αἷμα τιμωρούμενος, πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας φθιτοῖσι ῤητρεύοντος ἀστεργεῖ τρόπῳ. ὃς δή ποτ' ἀμφώδοντος ἐξ ἄκρων λοβῶν φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας, δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον. τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται Θραμβουσία τε δειρὰς ἥ τ' ἐπάκτιος στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες Παλληνία τ' ἄρουρα, τὴν ὁ βούκερως Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης. πολλῶν δ' ἐναλλὰξ πημάτων ἀπάρξεται Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις; οὐ μὰν ὑπείξει γ' ἡ ʼπιμηθέως τοκάς, ἀλλ' ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ πεζῷ ποτ' ἔσται, γῆ δὲ ναυσθλωθήσεται ῤήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ σὺν καλίνοισι τειχέων προβλήμασι τὸν χρησμολέσχην αἰτιάσονται βλάβης, ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν. στρατῷ δ' ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται, φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην, καρποτρόφος δρῦς ἀγριάς τ' ὀρειθαλής. ἅπας δ' ἀναύρων νασμὸς αὐανθήσεται, χανδὸν κελαινὴν δίψαν αἰονωμένων. κύφελλα δ' ἰῶν τηλόθεν ῤοιζουμένων ὑπὲρ κάρα σιήσουσι, Κίμμερός θ' ὅπως, σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας. Λοκρὸν δ' ὁποῖα παῦρον ἀνθήσας ῤόδον, καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν, αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς, μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος, χαλκηλάτῳ κνώδοντι δειματουμένη. πολλοὶ δ' ἀγῶνες καὶ φόνοι μεταίχμιοι λύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ πάλας δειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων, οἱ δ' ἐν μεταφρένοισι βουστρόφοις χθονός, ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον, ἀπ' Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων, πρηνῆ θ' ὁμαίμων πάντα κυπώσας δόμον ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον καὶ σκῆπτρ' ὀρέξαι τῆς πάλαι μοναρχίας. ᾧ δὴ μεθ' ἕκτην γένναν αὐθαίμων ἐμὸς εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών, πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται, σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών. τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας, εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας βαύζω, κενὸν ψἀλλουσα μάστακος κρότον; πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε, ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη, καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν, λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν. θήσει δ' ἀληθῆ. σὺν κακῷ δέ τις μαθών, ὅτ' οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν, τὴν φοιβόληπτον αἰνέσει χελιδόνα. Τόσς' ἠγόρευε, καὶ παλίσσυτος ποσὶν ἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳ σειρῆνος ἐστέναξε λοίσθιον μέλος, Κλάρου Μιμαλλών, ἢ Μελαγκραίρας κόπις Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας, ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη. ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ, σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας, ἐπεί μ' ἔταξας φύλακα λαΐνου στέγης καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν. δαίμων δέ φήμας εἰς τὸ λῷον ἐκδραμεῖν τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων, σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.
Le versioni del tuo libro senza doverle cercare?