Pseudo Apollodoro, Epitome

I. [1] Τρίτην ἔκτεινεν ἐν Κρομμυῶνι σῦν τὴν καλουμένην Φαιὰν ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν· ταύτην τινὲς Ἐχίδνης καὶ Τυφῶνος λέγουσι. [2] τέταρτον ἔκτεινε Σκείρωνα τὸν Κορίνθιον τοῦ Πέλοπος, ὡς δὲ ἔνιοι Ποσειδῶνος. οὗτος ἐν τῇ Μεγαρικῇ κατέχων τὰς ἀφ’ ἑαυτοῦ κληθείσας πέτρας Σκειρωνίδας, ἠνάγκαζε τοὺς παριόντας νίζειν αὐτοῦ τοὺς πόδας, καὶ νίζοντας εἰς τὸν βυθὸν αὐτοὺς ἔρριπτε βορὰν ὑπερμεγέθει χελώνῃ. [3] Θησεὺς δὲ ἁρπάσας αὐτὸν τῶν ποδῶν ἔρριψεν ‹εἰς τὴν θάλασσαν›. πέμπτον ἔκτεινεν ἐν Ἐλευσῖνι Κερκυόνα τὸν Βράγχου καὶ Ἀργιόπης νύμφης. οὗτος ἠνάγκαζε τοὺς παριόντας παλαίειν καὶ παλαίων ἀνῄρει· Θησεὺς δὲ αὐτὸν μετέωρον ἀράμενος ἤρραξεν εἰς γῆν. ἕκτον ἀπέκτεινε Δαμάστην, [4] ὃν ἔνιοι Πολυπήμονα λέγουσιν. οὗτος τὴν οἴκησιν ἔχων παρ’ ὁδὸν ἐστόρεσε δύο κλίνας, μίαν μὲν μικράν, ἑτέραν δὲ μεγάλην, καὶ τοὺς παριόντας ἐπὶ ξένια καλῶν τοὺς μὲν βραχεῖς ἐπὶ τῆς μεγάλης κατακλίνων σφύραις ἔτυπτεν, ἵν’ ἐξισωθῶσι ταῖς κλίναις, τοὺς δὲ μεγάλους ἐπὶ τῆς μικρᾶς, καὶ τὰ ὑπερέχοντα τοῦ σώματος ἀπέπριζε.

[4a] καθάρας οὖν Θησεὺς τὴν ὁδὸν ἧκεν εἰς Ἀθήνας. [5a] Μήδεια δὲ Αἰγεῖ τότε συνοικοῦσα ἐπεβούλευσεν αὐτῷ, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτοῦ. Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας ἔπεμψεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον. [6a] ὡς δὲ ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθημερινὸν προσήνεγκεν αὐτῷ φάρμακον. ὁ δὲ μέλλοντος αὐτῷ τοῦ ποτοῦ προσφέρεσθαι ἐδωρήσατο τῷ πατρὶ τὸ ξίφος, ὅπερ ἐπιγνοὺς Αἰγεὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῷ πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν.

καὶ εἰς τὸν τρίτον δασμὸν τῷ Μινωταύρῳ συγκαταλέγεται· ὡς δέ τινες λέγουσιν, ἑκὼν ἑαυτὸν ἔδωκεν. ἐχούσης δὲ τῆς νεὼς μέλαν ἱστίον Αἰγεὺς τῷ παιδὶ ἐνετείλατο, ἐὰν ὑποστρέφῃ ζῶν, λευκοῖς πετάσαι τὴν ναῦν ἱστίοις. ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπεράσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. Ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. Καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη. λυπούμενος δὲ Θησεὺς ἐπ’ Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε. Θησεὺς δὲ παρέλαβε τὴν Ἀθηναίων δυναστείαν. [4b] ἔκτεινε δὲ πάντας καὶ κατετροπώσατο τοὺς ἀντιπράττοντας ἥρωας καὶ πάντας τοὺς λῃστρικὸν μετιόντας βίον. [5b] Μήδεια Αἰγεῖ τότε συνοικοῦσα [Ἀθήναις] ἐπεβούλευσεν αὐτῷ, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτοῦ. Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας [αὐτὸν ὡς βριαρὸν ὄντα] ἐπὶ τὸν Μαραθώνιον ἔπεμψε ταῦρον [ἀναλωθῆναι ὑπ’ αὐτοῦ]. [6b] ὡς δ’ ὁ Θησεὺς ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθήμερον προσήνεγκεν αὐτῷ φάρμακον. ὁ δὲ μέλλοντος αὐτῷ τοῦ ποτοῦ προσφέρεσθαι ἐδωρήσατο τῷ πατρὶ τὸ ξίφος, ὅπερ Αἰγεὺς ἐπιγνοὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῷ πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν. [7b] καὶ εἰς τὸν τρίτον δασμὸν τῷ Μινωταύρῳ συγκαταλέγει βοράν. [8b] ἐξέπλει δ’ εἰς Κρήτην καὶ ἧκεν. Ἀριάδνη γοῦν ἡ Μίνωος θυγάτηρ ἐρωτικῶς τῷ Θησεῖ διατεθεῖσα συμπράσσειν ἐπαγγέλλεται [πρὸς τὴν Μινωταύρου εἰσέλευσιν λαβυρίνθου], ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9b] ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας τῆς θύρας Θησεὺς ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου, παίων πυγμαῖς ἀπέκτεινεν αὐτόν. ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη, καὶ γεννᾷ Θόαντα Στάφυλον Οἰνοπίωνα καὶ Πεπάρηθον. [11b] Θησεὺς παραλαβὼν τὴν Ἀθηναίων δυναστείαν τοὺς μὲν Πάλλαντος παῖδας πεντήκοντα τὸν ἀριθμὸν ἀπέκτεινεν· ὁμοίως δὲ καὶ ὅσοι ἀντᾶραι ἤθελον παρ’ αὐτοῦ ἀπεκτάνθησαν, καὶ τὴν ἀρχὴν ἅπασαν ἔσχε μόνος. [12a] Ὅτι Μίνως, αἰσθόμενος τοῦ φεύγειν τοὺς μετὰ Θησέως, Δαίδαλον αἴτιον ἐν τῷ λαβυρίνθῳ μετὰ τοῦ παιδὸς Ἰκάρου καθεῖρξεν, ὃς ἐγεγέννητο αὐτῷ ἐκ δούλης Μίνωος Ναυκράτης. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἀναπτάντι ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῇ. [13a] Ἴκαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο· τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπ’ ἐκείνου κληθεῖσαν Ἰκαρίαν θάλασσαν ἀπέθανε. ‹Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας.› [14a] Δαίδαλον δὲ ἐδίωκε Μίνως, καὶ καθ’ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ἐπηγγέλλετο δώσειν μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς Κάμικον τῆς Σικελίας παρὰ Κώκαλον, παρ’ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλῳ δίδωσιν· [15a] ὁ δὲ ἐξάψας μύρμηκος λίνον καὶ τρήσας τὸν κοχλίαν εἴασε δι’ αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸ λίνον διειρμένον ᾔσθετο ὄντα παρ’ ἐκείνῳ Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος ἐκδώσειν ἐξένισεν αὐτόν· ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἔκλυτος ἐγένετο· ὡς δὲ ἔνιοί φασι, ζεστῷ καταχυθεὶς ‹ὕδατι› μετήλλαξεν. [12b] Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ λαβυρίνθῳ δι’ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἐξῆλθε τοῦ λαβυρίνθου καὶ ἀναπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. [13b] Ἰκάρου μὲν οὖν μετεωρότερον φερομένου καὶ τῆς κόλλης ὑπὸ τοῦ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. καὶ οὗτος μὲν εἰς τὸ ἀπ’ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπίπτει, Δαίδαλος δὲ διασώζεται. [14b] ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον καὶ καθ’ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς ... Κώκαλον, παρ’ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλῳ δίδωσιν· [15b] ὁ δὲ ἐξάψας μύρμηκος λίνον καὶ τρήσας τὸν κοχλίαν εἴασε δι’ αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον ᾔσθετο εἶναι παρ’ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει· Κώκαλος δὲ ὑποσχόμενος δώσειν ἐξένισεν αὐτόν. ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη ζέουσαν πίσσαν ἐπιχεαμένων αὐτῷ. [16a] Ὅτι Θησεὺς Ἡρακλεῖ συστρατευσάμενος ἐπὶ Ἀμαζόνας ἥρπασε Γλαύκην τὴν καὶ Μελανίππην, [17a] ἐξ ἧς ἔσχε παῖδα Ἱππόλυτον. τὴν πρότερον δὲ διαλυσάμενος ἔχθραν, λαμβάνει παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα, [18a] ἐξ ἧς γεννᾷ δύο παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα. Φαίδρα γοῦν ἐρᾷ τοῦ τῆς Ἀμαζόνος παιδὸς [ἤγουν τοῦ Ἱππολύτου] καὶ δεῖται συνελθεῖν αὐτῇ. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχοῦσα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν. [19a] Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι· ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῇ θαλάσσῃ ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ ‹ταῖς ἡνίαις› Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα. [16b] συστρατευσάμενος δὲ ἐπὶ Ἀμαζόνας Ἡρακλεῖ ἥρπασεν Ἀντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ Ἱππολύτην. διὸ ἐστράτευσαν ἐπ’ Ἀθήνας Ἀμαζόνες. καὶ στρατευσαμένας αὐτὰς περὶ τὸν Ἄρειον πάγον Θησεὺς μετὰ Ἀθηναίων ἐνίκησεν. [17b] ἔχων δὲ ἐκ τῆς Ἀμαζόνος παῖδα Ἱππόλυτον, λαμβάνει μετὰ ταῦτα παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα, ἧς ἐπιτελουμένων τῶν γάμων Ἀμαζὼν ἡ προγαμηθεῖσα Θησεῖ τοὺς συγκατακειμένους σὺν ταῖς μεθ’ ἑαυτῆς Ἀμαζόσιν ἐπιστᾶσα σὺν ὅπλοις κτείνειν ἔμελλεν. οἱ δὲ κλείσαντες διὰ τάχους τὰς θύρας ἀπέκτειναν αὐτήν. τινὲς δὲ μαχομένην αὐτὴν ὑπὸ Θησέως λέγουσιν ἀποθανεῖν. [18b] Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία Ἀκάμαντα καὶ Δημοφῶντα ἐρᾷ Ἱππολύτου καὶ δεῖται συνελθεῖν. ὁ δὲ μισῶν πάσας τὰς γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν. [19b] Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ ἅρματος καὶ παρὰ τῇ θαλάσσῃ ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατεάχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ ‹ταῖς ἡνίαις› Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα. [20] Ὅτι ὁ Ἰξίων Ἥρας ἐρασθεὶς ἐπεχείρει βιάζεσθαι, καὶ προσαγγειλάσης τῆς Ἥρας γνῶναι θέλων ὁ Ζεύς, εἰ οὕτως ἔχει τὸ πρᾶγμα, νεφέλην ἐξεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ· καὶ καυχώμενον ὡς Ἥρα μιγέντα ἐνέδησε τροχῷ, ὑφ’ οὗ φερόμενος διὰ πνευμάτων ἐν αἰθέρι ταύτην τίνει δίκην. νεφέλη δὲ ἐξ Ἰξίονος ἐγέννησε Κένταυρον. [21n] Hic inserenda sunt, quae Zenobii interpolator de Pirithoi nuptiis ex bibliotheca adscripsit ad V 33: [21] Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. ἀσυνήθως δὲ ἔχοντες οἴνου ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι· ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, καὶ πολλοὺς ὁ Θησεὺς αὐτῶν ἀνεῖλεν. [22] Ὅτι Καινεὺς πρότερον ἦν γυνή, συνελθόντος δὲ αὐτῇ Ποσειδῶνος ᾐτήσατο ἀνὴρ γενέσθαι ἄτρωτος· διὸ καὶ ἐν τῇ πρὸς Κενταύρους μάχῃ τραυμάτων καταφρονῶν πολλοὺς τῶν Κενταύρων ἀπώλεσεν, οἱ δὲ λοιποί, περιστάντες αὐτῷ, ἐλάταις τύπτοντες ἔχωσαν εἰς γῆν. [23] Ὅτι Θησεύς, Πειρίθῳ συνθέμενος Διὸς θυγατέρας γαμῆσαι, ἑαυτῷ μὲν ἐκ Σπάρτης μετ’ ἐκείνου ἥρπασεν Ἑλένην δωδεκαέτη οὖσαν, Πειρίθῳ δὲ μνηστευόμενος τὸν Περσεφόνης γάμον εἰς Ἅιδου κάτεισι. καὶ Διόσκουροι μὲν μετὰ Λακεδαιμονίων καὶ Ἀρκάδων εἷλον Ἀθήνας καὶ ἀπάγουσιν Ἑλένην καὶ μετὰ ταύτης Αἴθραν τὴν Πιτθέως αἰχμάλωτον· Δημοφῶν δὲ καὶ Ἀκάμας ἔφυγον. κατάγουσι δὲ καὶ Μενεσθέα καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων διδόασι τούτῳ. [24] Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς Ἅιδου ἐξαπατᾶται, καὶ ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ, ᾧ προσφυέντες σπείραις δρακόντων κατείχοντο. Πειρίθους μὲν οὖν εἰς Ἀϊδωνέα δεθεὶς ἔμεινε, Θησέα δὲ Ἡρακλῆς ἀναγαγὼν ἔπεμψεν εἰς Ἀθήνας. ἐκεῖθεν δὲ ὑπὸ Μενεσθέως ἐξελαθεὶς πρὸς Λυκομήδην ἦλθεν, ὃς αὐτὸν βάλλει κατὰ βαράθρων καὶ ἀποκτείνει. II. [1] Ὅτι ὁ Τάνταλος ἐν Ἅιδου κολάζεται, πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον, ἐν λίμνῃ τε διατελῶν καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν παρὰ τῇ λίμνῃ πεφυκότα· τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων, καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται μέχρι νεφῶν ὑπ’ ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς. κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες, ὅτι τὰ τῶν θεῶν ἐξελάλησεν ἀνθρώποις μυστήρια, καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις μετεδίδου. [2] Ὅτι Βροτέας κυνηγὸς ὢν τὴν Ἄρτεμιν οὐκ ἐτίμα· ἔλεγε δέ, ὡς οὐδ’ ὑπὸ πυρός τι πάθοι. ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν. [3] Ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο.

[4] τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα· ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὐτῇ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνῃροῦντο ὑπ’ αὐτοῦ. [5] ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτέμνων τῇ οἰκίᾳ προσεπαττάλευε.

[6] παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῷ· ἦν δὲ Μυρτίλος [παραβάτης εἴτουν] ἡνίοχος Οἰνομάου. [7] Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος· ὃς ἐν τῷ ἀποθνήσκειν κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται. [8] λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθ’ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί· Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρ’ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπ’ ἐκείνου κληθὲν Μυρτῷον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους. [9] παραγενόμενος δὲ Πέλοψ ἐπ’ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφ’ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν. [10] Ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς [11] πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπ’ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε. [12] Ζεὺς δὲ Ἑρμῆν πέμπει πρὸς Ἀτρέα καὶ λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι Ἀτρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ Ἥλιος· Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ Ἥλιος ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν. [13] αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, Ἀγλαὸν καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ χωρὶς τῶν ἄκρων, ἐμφορηθέντα δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει. [14] Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν Ἀτρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών. ποιεῖ γοῦν οὕτω καὶ γεννᾷ ἐκ τῆς θυγατρὸς ... Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας Ἀτρέα Θυέστῃ τὴν βασιλείαν ἀποκατέστησεν. [15n] Tzetzes ex Apollodoro haud dubie (confer quae sequuntur in S) haec addit Chil. I. 456 ss.: [15] τὸν δ’ Ἀγαμέμνονα τροφὸς μετὰ τοῦ Μενελάου ἄγει πρὸς Πολυφείδεα, κρατοῦντα Σικυῶνος, ὃς πάλιν τούτους πέπομφε πρὸς Αἰτωλὸν Οἰνέα. μετ’ οὐ πολὺ Τυνδάρεως τούτους κατάγει πάλιν, οἳ τὸν Θυέστην μὲν αὐτὸν Ἥρας βωμῷ φυγόντα ὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν. οἱ δὲ Τυνδάρεω γαμβροὶ γίνονται θυγατράσιν, ὁ Ἀγαμέμνων μὲν λαβὼν σύνευνον Κλυταιμνήστραν, κτείνας αὐτῆς τὸν σύζυγον Τάνταλον τὸν Θυέστου σὺν τέκνῳ πάνυ νεογνῷ, Μενέλαος Ἑλένην. [16] Ἀγαμέμνων δὲ βασιλεύει Μυκηναίων καὶ γαμεῖ Τυνδάρεω θυγατέρα Κλυταιμνήστραν, τὸν πρότερον αὐτῆς ἄνδρα Τάνταλον Θυέστου σὺν τῷ παιδὶ κτείναντος, καὶ γίνεται αὐτῷ παῖς μὲν Ὀρέστης, θυγατέρες δὲ Χρυσόθεμις Ἠλέκτρα Ἰφιγένεια. Μενέλαος δὲ Ἑλένην γαμεῖ καὶ βασιλεύει Σπάρτης, Τυνδάρεω τὴν βασιλείαν δόντος αὐτῷ. III. [1] Αὖθις δὲ Ἑλένην Ἀλέξανδρος ἁρπάζει, ὥς τινες λέγουσι κατὰ βούλησιν Διός, ἵνα Εὐρώπης καὶ Ἀσίας εἰς πόλεμον ἐλθούσης ἡ θυγάτηρ αὐτοῦ ἔνδοξος γένηται, ἢ καθάπερ εἶπον ἄλλοι ὅπως τὸ τῶν ἡμιθέων γένος ἀρθῇ. [2a] Ὅτι μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥρᾳ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ, καὶ κελεύει Ζεὺς Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπ’ ἐκείνου διακριθῶσιν. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρῳ, Ἥρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, Ἀθηνᾶς δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. ὁ δὲ Ἀφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου νῆας εἰς Σπάρτην ἐκπλέει. [3a] ἐφ’ ἡμέρας δ’ ἐννέα ξενισθεὶς παρὰ Μενελάῳ, τῇ δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ. [4a] Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφ’ οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῇ, πολὺν διέτριψε χρόνον ἐν Φοινίκῃ καὶ Κύπρῳ. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης. [5a] ἔνιοι δέ φασιν Ἑλένην μὲν ὑπὸ Ἑρμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῷ βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, Ἀλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον Ἑλένης ἔχοντα. [2b] διὰ δὴ τούτων μίαν αἰτίαν μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥρᾳ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ, καὶ κελεύει <Ζεὺς> Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπ’ ἐκείνου διακριθῶσι. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρῳ· Ἥρα μὲν οὖν ἔφη προκριθεῖσα δώσειν αὐτῷ πάντων βασιλείαν, Ἀθηνᾶ δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. Ἀφροδίτην δὲ προκρίνας πηξαμένου ναῦς Φερέκλου πλεύσας εἰς Σπάρτην [3b] ἐπὶ ἐννέα ἡμέρας ξενίζεται παρὰ Μενελάου. τῇ δεκάτῃ δὲ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ. [4b] Ἥρα δὲ ἐπιπέμπει χειμῶνα πολὺν αὐτοῖς, ὑφ’ οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῇ, πολὺν διέτριψε χρόνον ἐν Φοινίκῃ καὶ Κύπρῳ. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης. [5b] ἔνιοι δέ φασιν Ἑλένην μὲν ὑπὸ Ἑρμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῷ βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, Ἀλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον Ἑλένης ἔχοντα. [6] Μενέλαος δὲ αἰσθόμενος τὴν ἁρπαγὴν ἧκεν εἰς Μυκήνας πρὸς Ἀγαμέμνονα, καὶ δεῖται στρατείαν ἐπὶ Τροίαν ἀθροίζειν καὶ στρατολογεῖν τὴν Ἑλλάδα. ὁ δὲ πέμπων κήρυκα πρὸς ἕκαστον τῶν βασιλέων τῶν ὅρκων ὑπεμίμνησκεν ὧν ὤμοσαν, καὶ περὶ τῆς ἰδίας γυναικὸς ἕκαστον ἀσφαλίζεσθαι παρῄνει, ἴσην λέγων γεγενῆσθαι τὴν τῆς Ἑλλάδος καταφρόνησιν καὶ κοινήν. ὄντων δὲ πολλῶν προθύμων στρατεύεσθαι, παραγίνονται καὶ πρὸς Ὀδυσσέα εἰς Ἰθάκην. [7a] Ὅτι Ὀδυσσεὺς μὴ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν· Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένῳ μεμηνέναι παρηκολούθει· ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ κόλπου τῆς Πηνελόπης ὡς κτενῶν ἐξιφούλκει. Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται. [7b] ὁ δὲ οὐ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν. Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένου μεμηνέναι παρηκολούθει. ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ Πηνελόπης κόλπου ὡς κτενῶν ἐξιφούλκει. Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται. [8] Ὅτι Ὀδυσσεὺς λαβὼν αἰχμάλωτον Φρύγα ἠνάγκασε γράψαι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην· καὶ χώσας ἐν ταῖς σκηναῖς αὐτοῦ χρυσὸν τὴν δέλτον ἔρριψεν ἐν τῷ στρατοπέδῳ. Ἀγαμέμνων δὲ ἀναγνοὺς καὶ εὑρὼν τὸν χρυσόν, τοῖς συμμάχοις αὐτὸν ὡς προδότην παρέδωκε καταλεῦσαι. [9] Ὅτι Μενέλαος σὺν Ὀδυσσεῖ καὶ Ταλθυβίῳ πρὸς ‹Κινύραν εἰς› Κύπρον ἐλθόντες συμμαχεῖν ἔπειθον· ὁ δὲ Ἀγαμέμνονι μὲν οὐ παρόντι θώρακας ἐδωρήσατο, ὀμόσας δὲ πέμψειν πεντήκοντα ναῦς, μίαν πέμψας, ἧς ἦρχεν ... ὁ Μυγδαλίωνος, καὶ τὰς λοιπὰς ἐκ γῆς πλάσας μεθῆκεν εἰς τὸ πέλαγος. [10] Ὅτι θυγατέρες Ἀνίου τοῦ Ἀπόλλωνος Ἐλαῒς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι· αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον. [11] συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα· ἦγον ναῦς μʹ. Ὀρχομενίων δʹ· ἦγον ναῦς λʹ. Φωκέων ἡγεμόνες δʹ· ἦγον ναῦς μʹ. Λοκρῶν Αἴας Ὀιλέως· ἦγε ναῦς μʹ. Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντος καὶ Ἀλκυόνης· ἦγε ναῦς μʹ. Ἀθηναίων Μενεσθεύς· ἦγε ναῦς νʹ. Σαλαμινίων Αἴας ὁ Τελαμώνιος· ἦγε ναῦς ιβʹ. [12] Ἀργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῷ· ἦγον ναῦς πʹ. Μυκηναίων Ἀγαμέμνων Ἀτρέως καὶ Ἀερόπης ναῦς ρʹ. Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ Ἀερόπης ξʹ. Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μʹ. Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζʹ. Ἠλείων Ἀμφίμαχος καὶ οἱ σὺν αὐτῷ ναῦς μʹ. Δουλιχίων Μέγης Φυλέως ναῦς μʹ. Κεφαλλήνων Ὀδυσσεὺς Λαέρτου καὶ Ἀντικλείας ναῦς ιβʹ. Αἰτωλῶν Θόας Ἀνδραίμονος καὶ Γόργης· ἦγε ναῦς μʹ. Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μʹ. [13] Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θʹ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γʹ. Κῴων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λʹ. [14] Μυρμιδόνων Ἀχιλλεὺς Πηλέως καὶ Θέτιδος νʹ. ἐκ Φυλάκης Πρωτεσίλαος Ἰφίκλου μʹ. Φεραίων Εὔμηλος Ἀδμήτου ιαʹ. Ὀλιζώνων Φιλοκτήτης Ποίαντος ζʹ. Αἰνιάνων Γουνεὺς Ὠκύτου κβʹ. Τρικκαίων Ποδαλείριος ... λʹ. Ὀρμενίων Εὐρύπυλος ... ναῦς μʹ. Γυρτωνίων Πολυποίτης Πειρίθου λʹ. Μαγνήτων Πρόθοος Τενθρηδόνος μʹ. νῆες μὲν οὖν αἱ πᾶσαι ͵αιγʹ, ἡγεμόνες δὲ μγʹ, ἡγεμονεῖαι δὲ λʹ. [15a] Ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης Ἀπόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττιᾶς, τοὺς ἐπ’ αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐνάτῃ λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι. [16a] Ὅτι Ἀγαμέμνων ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δ’ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων. [15b] θυσίας δὲ γενομένης ἐν Αὐλίδι τῷ Ἀπόλλωνι, ὄντος ἐκεῖ τοῦ στρατεύματος, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττείας, τοὺς ἐν αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐννάτῃ λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι. καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. [16b] Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δ’ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων. [17] ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίᾳ προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, Ἡρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ Ἀχιλλέως ἐπ’ αὐτὸν οὐ μείνας ἐδιώκετο· καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι. [18] τῆς δὲ Μυσίας ἐξελθόντες Ἕλληνες ἀνάγονται, καὶ χειμῶνος ἐπιγενομένου σφοδροῦ διαζευχθέντες ἀλλήλων εἰς τὰς πατρίδας καταντῶσιν. ὑποστρεψάντων οὖν τῶν Ἑλλήνων τότε λέγεται τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι· μετὰ γὰρ τὴν Ἑλένης ἁρπαγὴν ἔτει δευτέρῳ τοὺς Ἕλληνας παρασκευασαμένους στρατεύεσθαι, ἀναχωρήσαντας δὲ ἀπὸ Μυσίας εἰς Ἑλλάδα μετὰ ἔτη ὀκτὼ πάλιν εἰς Ἄργος μεταστραφέντας ἐλθεῖν εἰς Αὐλίδα. [19] συνελθόντων δὲ αὐτῶν ἐν Ἄργει αὖθις μετὰ τὴν ῥηθεῖσαν ὀκταετίαν, ἐν ἀπορίᾳ τοῦ πλοῦ πολλῇ καθεστήκεσαν, καθηγεμόνα μὴ ἔχοντες, ὃς ἦν δυνατὸς δεῖξαι τὴν εἰς Τροίαν. [20] Τήλεφος δὲ ἐκ τῆς Μυσίας, ἀνίατον τὸ τραῦμα ἔχων, εἰπόντος αὐτῷ τοῦ Ἀπόλλωνος τότε τεύξεσθαι θεραπείας, ὅταν ὁ τρώσας ἰατρὸς γένηται, τρύχεσιν ἠμφιεσμένος εἰς Ἄργος ἀφίκετο, καὶ δεηθεὶς Ἀχιλλέως καὶ ὑπεσχημένος τὸν εἰς Τροίαν πλοῦν δεῖξαι θεραπεύεται ἀποξύσαντος Ἀχιλλέως τῆς Πηλιάδος μελίας τὸν ἰόν. θεραπευθεὶς οὖν ἔδειξε τὸν πλοῦν, τὸ τῆς δείξεως ἀσφαλὲς πιστουμένου τοῦ Κάλχαντος διὰ τῆς ἑαυτοῦ μαντικῆς. [21a] ἀναχθέντων δὲ αὐτῶν ἀπ’ Ἄργους καὶ παραγενομένων τὸ δεύτερον εἰς Αὐλίδα, τὸν στόλον ἄπλοια κατεῖχε· Κάλχας δὲ ἔφη μὴ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδι παραστῇ, διὰ τὸ μηνίειν τὴν θεὸν τῷ Ἀγαμέμνονι, ὅτι τε βαλὼν ἔλαφον εἶπεν· οὐδὲ ἡ Ἄρτεμις, καὶ ὅτι Ἀτρεὺς οὐκ ἔθυσεν αὐτῇ τὴν χρυσῆν ἄρνα. [22a] πέμψας οὖν Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον ἄγει τὴν Ἰφιγένειαν, εἰπὼν ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας [αὐτοῦ]. Ἀλλὰ ταύτην μὲν Ἄρτεμις ἁρπάσασα ἱέρειαν ἑαυτῆς εἰς Σκυθοταύρους κατέστησεν, ἔλαφον ἀντ’ αὐτῆς τῷ βωμῷ παραστήσασα. [21b] ἄπλοια οὖν κατεῖχε τὸν στόλον. Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδος παραστῇ· ἔλεγε γὰρ μηνίσαι Ἀγαμέμνονι τὴν θεόν, κατὰ μέν τινας ἐπεὶ κατὰ θήραν ἐν Ἰκαρίῳ βαλὼν ἔλαφον εἶπεν οὐ δύνασθαι σωτηρίας αὐτὴν τυχεῖν οὐδ’ Ἀρτέμιδος θελούσης, κατὰ δέ τινας ὅτι τὴν χρυσῆν ἄρνα οὐκ ἔθυσεν αὐτῇ Ἀτρεύς. τοῦ δὲ χρησμοῦ τούτου γενομένου, [22b] πέμψας Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον Ἰφιγένειαν ᾔτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας. πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας ἔμελλε σφάζειν, Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν αὐτῆς κατέστησεν, ἔλαφον ἀντ’ αὐτῆς παραστήσασα τῷ βωμῷ· ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν. [23] οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδῳ. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες Ἀπόλλωνος· οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταυθοῖ κατῴκει. [24] Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ Ἡμιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην· ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα. [25] Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ πέλαγος· προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσῳ ἐκβὰς ὁ Τένης κατῴκησε ταύτην καὶ ἀπ’ αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε. [26] προσπλέοντας οὖν Τενέδῳ τοὺς Ἕλληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ Ἀχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης Ἀχιλλεῖ μὴ κτεῖναι Τένην· τεθνήξεσθαι γὰρ ὑπὸ Ἀπόλλωνος αὐτόν, ἐὰν κτείνῃ Τένην. [27] τελούντων δὲ αὐτῶν Ἀπόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην· ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, Ὀδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθ’ ὧν εἶχε τόξων Ἡρακλείων ἐκτίθησι κελεύσαντος Ἀγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν. [28a] ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον. [29a] ἀλλὰ τοὺς μὲν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες, ἀχθόμενοι ἐπὶ τῇ τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπ’ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν. [30a] πρῶτος τοίνυν ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφ’ Ἕκτορος θνήσκει. τούτου ‹ἡ› γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει. Ἑρμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ Ἅιδου. Λαοδάμεια δὲ ἰδοῦσα καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου ἑαυτὴν ἐφόνευσεν. [28b] ἀναχθέντες δὲ προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα αἰτοῦντες. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον. [29b] τούτους μὲν οὖν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες ἀχθόμενοι τῶν βαρβάρων τὴν καταφρόνησιν, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπ’ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρώτῳ μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον μέλλειν καὶ τελευτᾶν. πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασσαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον. [30b] τῶν δὲ Ἑλλήνων πρῶτος ἀπέβη τῆς νηὸς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους ὑφ’ Ἕκτορος θνήσκει. τούτου <ἡ> γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει. [31] Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων Ἀχιλλεὺς καὶ λίθον ‹βα›λὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ Ἕλληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν· ἀνέλκουσι δὲ τὰς ναῦς. [32] μὴ θαρρούντων δὲ τῶν βαρβάρων, Ἀχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν Λυκάονα λαμβάνει. παραλαβὼν δὲ Ἀχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς Ἴδην ἐπὶ τὰς Αἰνείου καὶ Πριάμου βόας. φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει. [33] αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθ’ ἃς Αἰγιαλὸν καὶ Τῆνον, [τὰς ἑκατὸν καλουμένας πόλεις]· εἶτα ἑξῆς Ἀδραμύτιον καὶ Σίδην, εἶτα Ἔνδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς Ὑποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ ‹Ἄντ›ανδρον καὶ ἄλλας πολλάς. [34] ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι· ἐκ τῶν περιοίκων πόλεων Αἰνείας Ἀγχίσου καὶ σὺν αὐτῷ Ἀρχέλοχος καὶ Ἀκάμας Ἀντήνορος καὶ Θεανοῦς, Δαρδανίων ἡγούμενοι, Θρᾳκῶν Ἀκάμας Εὐσώρου, Κικόνων Εὔφημος Τροιζήνου, Παιόνων Πυραίχμης, [35] Παφλαγόνων Πυλαιμένης Βιλσάτου, ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ Ἀδραστείας Ἄδραστος καὶ Ἄμφιος Μέροπος, ἐκ δ’ Ἀρίσβης Ἄσιος Ὑρτάκου, ἐκ Λαρίσσης Ἱππόθοος †Πελασγοῦ, ἐκ Μυσίας Χρόμιος καὶ Ἔννομος Ἀρσινόου, Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ Ἀσκάνιος Ἀρετάονος, Μαιόνων Μέσθλης καὶ Ἄντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ Ἀμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος Ἱππολόχου. IV. [1] Ἀχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξῄει διὰ Βρισηίδα ... τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως. διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς πόλεως προῆλθον. καὶ μονομαχεῖ Ἀλέξανδρος πρὸς Μενέλαον, Ἀλέξανδρον δὲ ἡττώμενον ἁρπάζει Ἀφροδίτη. Πάνδαρος δὲ τοξεύσας Μενέλαον τοὺς ὅρκους ἔλυσεν. [2a] Ὅτι Διομήδης ἀριστεύων Ἀφροδίτην Αἰνείᾳ βοηθοῦσαν τιτρώσκει, καὶ Γλαύκῳ συστάς, ὑπομνησθεὶς πατρῴας φιλίας, ἀλλάσσει τὰ ὅπλα. προκαλουμένου δὲ Ἕκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος πυκτεύει· νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς. [2b] προκαλουμένου Ἕκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος πυκτεύει· νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς. [3] οἱ δὲ Ἕλληνες πρὸς τοῦ ναυστάθμου τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῷ πεδίῳ οἱ Τρῶες τοὺς Ἕλληνας εἰς τὸ τεῖχος διώκουσιν· οἱ δὲ πέμπουσι πρὸς Ἀχιλλέα πρέσβεις Ὀδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι. [4] νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν Ὀδυσσέα καὶ Διομήδην· οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ Ῥῆσον τὸν Θρᾷκα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς Ἕκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς ἵππους ἐπὶ τὰς ναῦς ἄγουσι. [5] μεθ’ ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων Ἀγαμέμνονος καὶ Διομήδους Ὀδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν Ἑλλήνων γενομένης, Ἕκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν. [6] ὡς δὲ εἶδεν Ἀχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῷ τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες Ἀχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφ’ Ἕκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου. [7] μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. [8] καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δ’ Ἀχιλλεὺς Ἕκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπ’ αὐτῷ ἀγῶνα τίθησιν, ἐν ᾧ νικᾷ ἵπποις Διομήδης, Ἐπειὸς πυγμῇ, Αἴας καὶ Ὀδυσσεὺς πάλῃ. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς Ἀχιλλέα λυτροῦται τὸ Ἕκτορος σῶμα καὶ θάπτει. V. [1] Ὅτι Πενθεσίλεια, Ὀτρηρῆς καὶ Ἄρεος, ἀκουσίως Ἱππολύτην κτείνασα καὶ ὑπὸ Πριάμου καθαρθεῖσα, μάχης γενομένης πολλοὺς κτείνει, ἐν οἷς καὶ Μαχάονα· εἶθ’ ὕστερον θνήσκει ὑπὸ Ἀχιλλέως, ὅστις μετὰ θάνατον ἐρασθεὶς τῆς Ἀμαζόνος κτείνει Θερσίτην λοιδοροῦντα αὐτόν. [2] ἦν δὲ Ἱππολύτη ἡ τοῦ Ἱππολύτου μήτηρ, ἡ καὶ Γλαύκη καὶ Μελανίππη. αὕτη γάρ, ἐπιτελουμένων τῶν γάμων Φαίδρας, ἐπιστᾶσα σὺν ὅπλοις ἅμα ταῖς μεθ’ ἑαυτῆς Ἀμαζόσιν ἔλεγε κτείνειν τοὺς συνανακειμένους Θησεῖ. μάχης οὖν γενομένης ἀπέθανεν, εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι οἱ περὶ Θησέα, τὴν τῶν Ἀμαζόνων ἑωρακότες ἐπιστασίαν, κλείσαντες διὰ τάχους τὰς θύρας καὶ ταύτην ἀπολαβόντες ἐντὸς ἀπέκτειναν. καὶ μάχης γενομένης πολλοὺς κτείνει, θνήσκει δ’ Ὀτρηρῆς ὑπὸ Ἀχιλλέως. [3a] Ὅτι Μέμνονα τὸν Τιθωνοῦ καὶ Ἠοῦς μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγενόμενον ἐν Τροίᾳ καθ’ Ἑλλήνων καὶ πολλοὺς τῶν Ἑλλήνων κτείναντα καὶ Ἀντίλοχον κτείνει ὁ Ἀχιλλεύς. διώξας δὲ καὶ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς πύλαις τοξεύεται ὑπὸ Ἀλεξάνδρου καὶ Ἀπόλλωνος εἰς τὸ σφυρόν. [4a] γενομένης δὲ μάχης περὶ τοῦ νεκροῦ, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, Ὀδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου. [5a] Ὅτι θάπτουσι τὸν Ἀχιλλέα [ἐν Λευκῇ νήσῳ] μετὰ Πατρόκλου, τὰ ἑκατέρων ὀστᾶ συμμίξαντες. λέγεται δὲ μετὰ θάνατον Ἀχιλλεὺς ἐν Μακάρων νήσοις Μηδείᾳ συνοικεῖν. [6a] ἡ δὲ πανοπλία αὐτοῦ τῷ ἀρίστῳ νικητήριον τίθεται, καὶ καταβαίνουσιν εἰς ἅμιλλαν Αἴας καὶ Ὀδυσσεύς. προκριθέντος δὲ Ὀδυσσέως Αἴας ὑπὸ λύπης ταράττεται καὶ νύκτωρ ἐπιβουλεύεται τῷ στρατεύματι· καὶ ὑπὸ Ἀθηνᾶς μανεὶς εἰς τὰ βοσκήματα ξιφήρης ἐκτρέπεται καὶ ταῦτα κτείνει σὺν τοῖς νέμουσιν ὡς Ἀχαιούς. [7a] ὕστερον δὲ σωφρονήσας κτείνει καὶ ἑαυτόν. Ἀγαμέμνων δὲ κωλύει τὸ σῶμα αὐτοῦ καῆναι, καὶ μόνος οὗτος τῶν ἐν Ἰλίῳ ἀποθανόντων ἐν σορῷ κεῖται· ὁ δὲ τάφος ἐστὶν ἐν Ῥοιτείῳ. [8a] ἤδη δὲ ὄντος τοῦ πολέμου δεκαετοῦς ἀθυμοῦσι τοῖς Ἕλλησι Κάλχας θεσπίζει, μὴ ἄλλως ἁλῶναι δύνασθαι Τροίαν, ἢ τὰ Ἡρακλέους ἔχουσι τόξα συμμαχοῦντα. τοῦτο ἀκούσας Ὀδυσσεὺς μετὰ Διομήδους εἰς Λῆμνον ἀφικνεῖται πρὸς Φιλοκτήτην, καὶ δόλῳ ἐγκρατὴς γενόμενος τῶν τόξων πείθει πλεῖν αὐτὸν ἐπὶ Τροίαν. ὁ δὲ παραγενόμενος καὶ θεραπευθεὶς ὑπὸ Ποδαλειρίου Ἀλέξανδρον τοξεύει. [9a] τούτου δὲ ἀποθανόντος εἰς ἔριν ἔρχονται Ἕλενος καὶ Δηίφοβος ὑπὲρ τῶν Ἑλένης γάμων· προκριθέντος δὲ τοῦ Δηιφόβου Ἕλενος ἀπολιπὼν Τροίαν ἐν Ἴδῃ διετέλει. εἰπόντος δὲ Κάλχαντος Ἕλενον εἰδέναι τοὺς ῥυομένους τὴν πόλιν χρησμούς, ἐνεδρεύσας αὐτὸν Ὀδυσσεὺς καὶ χειρωσάμενος ἐπὶ τὸ στρατόπεδον ἤγαγε· [10a] καὶ ἀναγκαζόμενος ὁ Ἕλενος λέγει πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, [καὶ] πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρ’ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη· τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι. [11a] τούτων ἀκούσαντες Ἕλληνες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, Ὀδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδην πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρ’ ἑκόντος Ὀδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ. [12a] ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων· τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν. [13a] Ὀδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ ἑαυτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδυσάμενος ἀγνώστως εἰς τὴν πόλιν εἰσέρχεται ὡς ἐπαίτης. γνωρισθεὶς δὲ ὑπὸ Ἑλένης δι’ ἐκείνης τὸ παλλάδιον ἐκκλέψας καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει. [14a] ὕστερον δὲ ἐπινοεῖ δουρείου ἵππου κατασκευὴν καὶ ὑποτίθεται Ἐπειῷ, ὃς ἦν ἀρχιτέκτων· οὗτος ἀπὸ τῆς Ἴδης ξύλα τεμὼν ἵππον κατασκευάζει κοῖλον ἔνδοθεν εἰς τὰς πλευρὰς ἀνεῳγμένον. εἰς τοῦτον Ὀδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους, ὡς δὲ ὁ τὴν μικρὰν γράψας Ἰλιάδα φησί, τρισχιλίους, τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας ἐπὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν. [15a] οἱ δὲ πείθονται καὶ τοὺς μὲν ἀρίστους ἐμβιβάζουσιν εἰς τὸν ἵππον, ἡγεμόνα καταστήσαντες αὐτῶν Ὀδυσσέα, γράμματα ἐγχαράξαντες τὰ δηλοῦντα τὴν εἰς οἶκον κομιδήν· Ἕλληνες Ἀθηνᾷ χαριστήριον. αὐτοὶ δὲ ἐμπρήσαντες τὰς σκηνὰς καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν, τῆς νυκτὸς ἀνάγονται καὶ περὶ Τένεδον ναυλοχοῦσιν. [16a] ἡμέρας δὲ γενομένης ἔρημον οἱ Τρῶες τὸ τῶν Ἑλλήνων στρατόπεδον θεασάμενοι καὶ νομίσαντες αὐτοὺς πεφευγέναι, περιχαρέντες εἷλκον τὸν ἵππον καὶ παρὰ τοῖς Πριάμου βασιλείοις στήσαντες ἐβουλεύοντο τί χρὴ ποιεῖν. [17a] Κασάνδρας δὲ λεγούσης ἔνοπλον ἐν αὐτῷ δύναμιν εἶναι, καὶ προσέτι Λαοκόωντος τοῦ μάντεως, τοῖς μὲν ἐδόκει κατακαίειν, τοῖς δὲ κατὰ βαράθρων ἀφιέναι· δόξαν δὲ τοῖς πολλοῖς ἵνα αὐτὸν ἐάσωσι θεῖον ἀνάθημα, τραπέντες ἐπὶ θυσίαν εὐωχοῦντο. [18a] Ἀπόλλων δὲ αὐτοῖς σημεῖον ἐπιπέμπει· δύο γὰρ δράκοντες διανηξάμενοι διὰ τῆς θαλάσσης ἐκ τῶν πλησίον νήσων τοὺς Λαοκόωντος υἱοὺς κατεσθίουσιν. [19a] ὡς δὲ ἐγένετο νὺξ καὶ πάντας ὕπνος κατεῖχεν, οἱ ἀπὸ Τενέδου προσέπλεον, καὶ Σίνων αὐτοῖς ἀπὸ τοῦ Ἀχιλλέως τάφου πυρσὸν ἧπτεν. Ἑλένη δὲ ἐλθοῦσα περὶ τὸν ἵππον, μιμουμένη τὰς φωνὰς ἑκάστης τῶν γυναικῶν, τοὺς ἀριστέας ἐκάλει. ὑπακοῦσαι δὲ Ἀντίκλου θέλοντος Ὀδυσσεὺς τὸ στόμα κατέσχεν. [20a] ὡς δ’ ἐνόμισαν κοιμᾶσθαι τοὺς πολεμίους, ἀνοίξαντες σὺν τοῖς ὅπλοις ἐξῄεσαν· καὶ πρῶτος μὲν Ἐχίων Πορθέως ἀφαλλόμενος ἀπέθανεν, οἱ δὲ λοιποὶ σειρᾷ ἐξάψαντες ἑαυτοὺς ἐπὶ τὰ τείχη παρεγένοντο καὶ τὰς πύλας ἀνοίξαντες ὑπεδέξαντο τοὺς ἀπὸ Τενέδου καταπλεύσαντας. [21a] χωρήσαντες δὲ μεθ’ ὅπλων εἰς τὴν πόλιν, εἰς τὰς οἰκίας ἐπερχόμενοι κοιμωμένους ἀνῄρουν. καὶ Νεοπτόλεμος μὲν ἐπὶ τοῦ ἑρκείου Διὸς βωμοῦ καταφεύγοντα Πρίαμον ἀνεῖλεν· Ὀδυσσεὺς δὲ καὶ Μενέλαος Γλαῦκον τὸν Ἀντήνορος εἰς τὴν οἰκίαν φεύγοντα γνωρίσαντες μεθ’ ὅπλων θέλοντες ἔσωσαν. Αἰνείας δὲ Ἀγχίσην τὸν πατέρα βαστάσας ἔφυγεν, οἱ δὲ Ἕλληνες αὐτὸν διὰ τὴν εὐσέβειαν εἴασαν. [22a] Μενέλαος δὲ Δηίφοβον κτείνας Ἑλένην ἐπὶ τὰς ναῦς ἄγει· ἀπάγουσι δὲ καὶ τὴν Θησέως μητέρα Αἴθραν οἱ Θησέως παῖδες Δημοφῶν καὶ Ἀκάμας· καὶ γὰρ τούτους λέγουσιν εἰς Τροίαν ἐλθεῖν ὕστερον. Αἴας δὲ ὁ Λοκρὸς Κασάνδραν ὁρῶν περιπεπλεγμένην τῷ ξοάνῳ τῆς Ἀθηνᾶς βιάζεται· διὰ ‹τοῦ›το τὸ ξόανον εἰς οὐρανὸν βλέπειν. [23a] κτείναντες δὲ τοὺς Τρῶας τὴν πόλιν ἐνέπρησαν καὶ τὰ λάφυρα ἐμερίσαντο. καὶ θύσαντες πᾶσι τοῖς θεοῖς Ἀστυάνακτα ἀπὸ τῶν πύργων ἔρριψαν, Πολυξένην δὲ ἐπὶ τῷ Ἀχιλλέως τάφῳ κατέσφαξαν. [24a] λαμβάνει δὲ Ἀγαμέμνων μὲν κατ’ ἐξαίρετον Κασάνδραν, Νεοπτόλεμος δὲ Ἀνδρομάχην, Ὀδυσσεὺς δὲ Ἑκάβην· ὡς δ’ ἔνιοι λέγουσιν, Ἕλενος αὐτὴν λαμβάνει, καὶ διακομισθεὶς εἰς Χερρόνησον σὺν αὐτῇ κύνα γενομένην θάπτει, ἔνθα νῦν λέγεται Κυνὸς σῆμα. [25a] Λαοδίκην μὲν γὰρ κάλλει τῶν Πριάμου θυγατέρων διαφέρουσαν βλεπόντων πάντων γῆ χάσματι ἀπέκρυψε. τὸν μέντοι Αἴαντα διὰ τὴν ἀσέβειαν κτείνειν ἔμελλον, φεύγοντα δὲ ἐπὶ βωμὸν εἴασαν. [3b] Μέμνων δὲ ὁ· Τιθωνοῦ καὶ Ἠοῦς πολλὴν Αἰθιόπων δύναμιν ἀθροίσας παραγίνεται, καὶ τῶν Ἑλλήνων οὐκ ὀλίγους ἀναιρεῖ, κτείνει καὶ Ἀντίλοχον καὶ αὐτὸς θνήσκει ὑπὸ Ἀχιλλέως. διώξας δὲ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς πύλαις ἐτοξεύθη ὑπὸ Ἀλεξάνδρου καὶ Ἀπόλλωνος εἰς τὸ σφυρόν. [4b] γενομένης δὲ περὶ τοῦ νεκροῦ μάχης, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, Ὀδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου. [5b] Ἀχιλλέως δὲ ἀποθανόντος συμφορᾶς ἐπληρώθη τὸ στράτευμα. θάπτουσι δὲ αὐτὸν τοῖς Πατρόκλου μίξαντες ὀστοῖς [ἐν Λευκῇ νήσῳ]· καὶ λέγεται μετὰ θάνατον ἐν Μακάρων νήσοις αὐτῷ Μήδειαν συνοικεῖν. τιθέασι δὲ ἐπ’ αὐτῷ ἀγῶνα, ἐν ᾧ νικᾷ Εὔμηλος ἵπποις, Διομήδης σταδίῳ, Αἴας δίσκῳ, Τεῦκρος τόξῳ. [6b] τὴν δὲ Ἀχιλλέως πανοπλίαν τιθεῖσι τῷ ἀρίστῳ νικητήριον, καὶ καταβαίνουσιν εἰς ἅμιλλαν Αἴας καὶ Ὀδυσσεύς, καὶ κρινάντων τῶν Τρώων, ὡς δέ τινες τῶν συμμάχων, Ὀδυσσεὺς προκρίνεται. Αἴας δὲ ὑπὸ λύπης ταραχθεὶς ἐπιβουλεύεται νύκτωρ τῷ στρατεύματι, καὶ αὐτῷ μανίαν ἐμβαλοῦσα Ἀθηνᾶ εἰς τὰ βοσκήματα ἐκτρέπει ξιφήρη· ὁ δὲ ἐκμανεὶς σὺν τοῖς νέμουσι τὰ βοσκήματα ὡς Ἀχαιοὺς φονεύει. [7b] καὶ σωφρονήσας ὕστερον ἑαυτὸν κτείνει. Ἀγαμέμνων δὲ κωλύει τὸ σῶμα αὐτοῦ καῆναι, καὶ μόνος οὗτος τῶν ἐν Ἰλίῳ ἀποθανόντων ἐν σορῷ κεῖται· ὁ δὲ τάφος ἐστὶν ἐν Ῥοιτείῳ. [8b] Κάλχας θεσπίζει οὐκ ἄλλως ἁλῶναι δύνασθαι Τροίαν, ἂν μὴ τὰ Ἡρακλέους ἔχωσι συμμαχοῦντα τόξα. ταῦτα ἀκούσας Ὀδυσσεὺς μετὰ Διομήδους εἰς Λῆμνον ἀφικνεῖται πρὸς Φιλοκτήτην, καὶ δόλῳ ἐγκρατὴς γενόμενος τῶν τόξων πείθει πλεῖν αὐτὸν ἐπὶ Τροίαν. ὁ δὲ παραγενόμενος καὶ θεραπευθεὶς ὑπὸ Ποδαλειρίου Ἀλέξανδρον τοξεύει. [9b] τούτου δὲ ἀποθανόντος εἰς ἔριν ἔρχονται Ἕλενος καὶ Δηίφοβος ὑπὲρ τῶν Ἑλένης γάμων. προκριθέντος δὲ τοῦ Δηιφόβου Ἕλενος ἀπολιπὼν Τροίαν ἐν Ἴδῃ διετέλει. εἰπόντος δὲ Κάλχαντος Ἕλενον εἰδέναι τοὺς ῥυομένους τὴν πόλιν χρησμούς, ἐνεδρεύσας αὐτὸν Ὀδυσσεὺς καὶ χειρωσάμενος ἐπὶ τὸ στρατόπεδον ἤγαγε· [10b] καὶ ἀναγκαζόμενος ὁ Ἕλενος λέγει πῶς ἂν αἱρεθείη τὸ Ἴλιον, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρ’ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη· τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι. [11b] ταῦτα ἀκούσαντες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, Ὀδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδη πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι τὸν Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρ’ ἑκόντος Ὀδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ. [12b] ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων. τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν. [13b] Ὀδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ αὑτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδὺς εἰς τὴν πόλιν ἀγνώστως εἰσέρχεται ὡς ἐπαίτης. γνωρισθεὶς δὲ ὑπὸ Ἑλένης δι’ ἐκείνης τὸ παλλάδιον ἔκλεψε, καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει. [14b] ὕστερον δὲ ἐπινοεῖ δουρείου ἵππου κατασκευὴν καὶ ὑποτίθεται Ἐπειῷ, ὃς ἦν ἀρχιτέκτων. οὗτος ἐπὶ τῶν Ἴδης ξύλα τεμὼν ἵππον κατασκευάζει κοῖλον ἔνδοθεν εἰς τὰς πλευρὰς ἀνεῳγμένον. εἰς τοῦτον Ὀδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους, ὡς δὲ ὁ τὴν μικρὰν γράψας Ἰλιάδα φησί, τρισχιλίους, τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν. [15b] οἱ δὲ πείθονται καὶ τοὺς μὲν ἀρίστους ἐμβιβάζουσιν εἰς τὸν ἵππον, ἡγεμόνα καταστήσαντες αὐτῶν Ὀδυσσέα, γράμματα ἐγχαράξαντες τὰ δηλοῦντα· ‘τῆς εἰς οἶκον ἀνακομιδῆς Ἕλληνες Ἀθηνᾷ χαριστήριον’. οἱ δὲ ἐμπρήσαντες τὰς σκηνὰς καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν τῆς νυκτός, ἀνάγονται καὶ περὶ Τένεδον ναυλοχοῦσιν. [16b] ἡμέρας δὲ γενομένης ἔρημον οἱ Τρῶες τὸ τῶν Ἑλλήνων θεασάμενοι στράτευμα καὶ νομίσαντες αὐτοὺς πεφευγέναι, περιχαρέντες εἷλκον τὸν ἵππον καὶ παρὰ τοῖς Πριάμου βασιλείοις στήσαντες ἐβουλεύοντο τί χρὴ ποιεῖν. [17b] Κασάνδρας δὲ λεγούσης ἔνοπλον ἐν αὐτῷ δύναμιν εἶναι, καὶ προσέτι Λαοκόωντος τοῦ μάντεως, τοῖς μὲν ἐδόκει κατακαίειν, τοῖς δὲ κατὰ βαράθρων ἀφιέναι. δόξαν δὲ τοῖς πολλοῖς ἵνα αὐτὸν ἐάσωσι θεῖον ἀνάθημα, τραπέντες ἐπὶ θυσίαν εὐωχοῦντο. [18b] Ἀπόλλων δὲ αὐτοῖς σημεῖον ἐπιπέμπει· δύο γὰρ δράκοντες διανηξάμενοι διὰ τῆς θαλάσσης ἐκ τῶν πλησίον νήσων τοὺς Λαοκόωντος υἱοὺς κατεσθίουσιν. [19b] ὡς δὲ ἐγένετο νὺξ καὶ πάντας ὕπνος κατεῖχεν, οἱ ἀπὸ Τενέδου προσέπλεον, καὶ Σίνων αὐτοῖς ἀπὸ τοῦ Ἀχιλλέως τάφου πυρσὸν ἧπτεν. Ἑλένη δὲ ἐλθοῦσα περὶ τὸν ἵππον μιμουμένη τὰς φωνὰς ἑκάστης τῶν γυναικῶν τοὺς ἀριστέας ἐκάλει. ὑπακοῦσαι δὲ Ἀντίκλου θέλοντος Ὀδυσσεὺς τὸ στόμα κατέσχεν. [20b] ὡς δὲ ἐνόμισαν κοιμᾶσθαι τοὺς πολεμίους, ἀνοίξαντες σὺν τοῖς ὅπλοις ἐξῄεσαν· καὶ πρῶτος μὲν Ἐχίων Πορθέως ἀφαλλόμενος ἀπέθανεν, οἱ δὲ λοιποὶ σειρᾷ ἐξάψαντες αὑτοὺς ἐπὶ τὰ τείχη παρεγένοντο καὶ τὰς πύλας ἀνοίξαντες ὑπεδέξαντο τοὺς ἀπὸ Τενέδου καταπλεύσαντας. [21b] χωρήσαντες δὲ μεθ’ ὅπλων εἰς τὴν πόλιν, εἰς τὰς οἰκίας ἐπερχόμενοι κοιμωμένους ἀνῄρουν. καὶ Νεοπτόλεμος μὲν ἐπὶ τοῦ ἑρκείου Διὸς βωμοῦ καταφεύγοντα Πρίαμον ἀνεῖλεν. [22b] Μενέλαος δὲ Δηίφοβον κτείνας Ἑλένην ἐπὶ τὰς ναῦς ἄγει· ἀπάγουσι δὲ καὶ τὴν Θησέως μητέρα Αἴθραν οἱ Θησέως παῖδες. [23b] κτείναντες δὲ τοὺς Τρῶας τὴν πόλιν ἐνέπρησαν καὶ τὰ λάφυρα ἐμερίσαντο. καὶ θύσαντες πᾶσι τοῖς θεοῖς Ἀστυάνακτα ἀπὸ τῶν πύργων ἔρριψαν, Πολυξένην δὲ ἐπὶ τῷ Ἀχιλλέως τάφῳ κατέσφαξαν. [24b] λαμβάνει δὲ Ἀγαμέμνων μὲν κατ’ ἐξαίρετον Κασάνδραν, Νεοπτόλεμος δὲ Ἀνδρομάχην, Ὀδυσσεὺς δὲ Ἑκάβην. ὡς δὲ ἔνιοι λέγουσιν, Ἕλενος αὐτὴν λαμβάνει, καὶ διακομισθεὶς εἰς Χερρόνησον σὺν αὐτῇ κύνα γενομένην θάπτει, ἔνθα νῦν λέγεται Κυνὸς σῆμα. [25b] Λαοδίκην μὲν γὰρ κάλλει τῶν Πριάμου θυγατέρων διαφέρουσαν βλεπόντων πάντων γῆ χάσματι ἀπέκρυψεν. ὡς δὲ ἔμελλον ἀποπλεῖν πορθήσαντες Τροίαν, ὑπὸ Κάλχαντος κατείχοντο, μηνίειν Ἀθηνᾶν αὐτοῖς λέγοντος διὰ τὴν Αἴαντος ἀσέβειαν. καὶ τὸν μὲν Αἴαντα κτείνειν ἔμελλον, φεύγοντα δὲ ἐπὶ βωμὸν εἴασαν. VI. [1a] ἀναχθέντες δὲ Διομήδης Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν ἀποπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ’ Αἴγυπτον ἀφικνεῖται. [2a] Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν αὑτοῦ σοφωτέρῳ περιτύχῃ μάντει. [3a] ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης ‘πόσους ὀλύνθους φέρει;’ ὁ Μόψος· ‘μυρίους’ ἔφη ‘καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν·’ καὶ εὑρέθησαν οὕτω. [4a] Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα, πόσους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι· τοῦ δὲ μηδὲν εἰπόντος αὐτὸς ἔφη δέκα χοίρους ἔχειν καὶ τὸν ἕνα τούτων ἄρρενα, τέξεσθαι δὲ αὔριον. ὧν γενομένων Κάλχας ἀθυμήσας τελευτᾷ. [6a] Ὅτι Ἀθηνᾶ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ τριαίνῃ πλήξας τὴν πέτραν ἔσχισεν ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ. [7a] τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν. [1b] Καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾷ. Διομήδης μὲν οὖν καὶ Νέστωρ εὐπλοοῦσι, Μενέλαος δὲ μετὰ τούτων ἀναχθεὶς χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ’ Αἴγυπτον ἀφικνεῖται. [2b] Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει. [3b] ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης ‘πόσα ἔχει;’ τοῦ δὲ εἰπόντος ‘μύρια καὶ μέτρῳ μέδιμνον καὶ ἓν περισσόν’, † καταστήσας Κάλχας μυριάδα εὗρε καὶ μέδιμνον καὶ ἓν πλεονάζον κατὰ τὴν τοῦ Μόψου πρόρρησιν. [4b] Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει, τοῦ δὲ εἰπόντος· ‘ὀκτώ’, μειδιάσας ὁ Μόψος ἔφη· ‘Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντίας διάκειται, ἐγὼ δ’ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλ’ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι.’ τούτων γοῦν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανε καὶ ἐτάφη ἐν Νοτίῳ. [5b] Ἀγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδῳ προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. Ἀθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς Ἕλλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται. [6b] Ἀθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ πλήξας τῇ τριαίνῃ τὴν πέτραν ἔσχισεν, ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ. [7b] τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους τῆς Εὐβοίας πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν. [8] ὁ γὰρ αὐτοῦ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς Ὀδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς Ἕλληνας καὶ τὴν τοῦ παιδὸς ἀπῄτει ποινήν· [9] ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῷ βασιλεῖ Ἀγαμέμνονι, μεθ’ οὗ τὸν Παλαμήδην ἀνεῖλεν Ὀδυσσεύς, παραπλέων τὰς χώρας τὰς Ἑλληνίδας παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ, τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου· [10] ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύρᾳ τῇ θυγατρὶ ταύτης ἐν τῷ ναῷ προσφυγούσῃ, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε· καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν Ἰδομενέα κατάραντα τῇ Κρήτῃ ἐξήλασε. [11] ταῦτα πρότερον κατασκευάσας ὁ Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν Ἑλλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν· ἔνθα προσπελάσαντες Ἕλληνες ἐν τῷ δοκεῖν λιμένα εἶναι διεφθάρησαν. [12] Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδῳ δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῇ ἀπῄει μετὰ Ἑλένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχῃ Μολοσσοὺς βασιλεύει, καὶ ἐξ Ἀνδρομάχης [13] γεννᾷ Μολοσσόν. Ἕλενος δὲ κτίσας ἐν τῇ Μολοσσίᾳ πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῷ Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν Ἀκάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς [14] παρέλαβε. καὶ μανέντος Ὀρέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα Ἑρμιόνην κατηγγυημένην αὐτῷ πρότερον ἐν Τροίᾳ, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ Ὀρέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν Ἀπόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι. [15a] Ὅτι πλανηθέντες Ἕλληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς Ἰταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον Ἰβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν· εἰσὶ δὲ οἳ καὶ Κύπρον ᾤκησαν. [15b] τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ ‹τὴν› χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κῴων ἐν Ἄνδρῳ κατῴκησεν, Ἀγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ. 6,suppl. [n] Tzetzes uberiora fragmenta ex hac bibliothecae parte servavit in commentariis ad Lycophronis versus: [15a] Ἀπολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί· Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυπα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίᾳ περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται ... τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῷ Μάγνητες εἰς Κρήτην ῥιφέντες ᾤκησαν. [15b] μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ Ἄντιφος καὶ οἱ Ἐλεφήνορος καὶ Φιλοκτήτης μέχρι Μίμαντος κοινῇ ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κῴων ἐξωσθεὶς περὶ τὴν Ἄνδρον, εἶτα περὶ Κύπρον ἐκεῖ κατῴκησεν. Ἐλεφήνορος δὲ ἀποθανόντος ἐν Τροίᾳ, οἱ σὺν αὐτῷ ἐκριφέντες περὶ τὸν Ἰόνιον κόλπον Ἀπολλωνίαν ᾤκησαν τὴν ἐν Ἠπείρῳ. καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι Κρήτῃ, εἶτα ὑπ’ ἀνέμων ἐξωσθέντες περὶ τὰς Ἰβηρικὰς νήσους ᾤκησαν. ... οἱ τοῦ Πρωτεσιλάου ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς Ἰταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ Θουρίου Κρίμισσαν κατοικεῖ καὶ παυθεὶς τῆς ἄλης Ἀλαίου Ἀπόλλωνος ἱερὸν κτίζει, ᾧ καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν Εὐφορίων. [15c] [Ναύαιθος] ποταμός ἐστιν Ἰταλίας· ἐκλήθη δὲ οὕτω κατὰ μὲν Ἀπολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν Ἰλίου ἅλωσιν αἱ Λαομέδοντος θυγατέρες Αἴθυλλα Ἀστυόχη Μηδεσικάστη μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ὁ ποταμὸς Ναύαιθος ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες· οἱ δὲ σὺν αὐταῖς Ἕλληνες ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατῴκησαν. VI. [16] Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετ’ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται· καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν ‹τῆς› μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου. [17] Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ· Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται· τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ. [18] Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει· χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν. [19] Ἀμφίλοχος δὲ ὁ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ [τὸν] χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους. [20] Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίῳ Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα. [21] αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται· καὶ τῇ μὲν θεᾷ οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον· ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξῄεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες καὶ ἀνυπόδετοι. [22] τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον· εἰσῄεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι· μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες.

Epitome di Apollodoro 23a, 24,a, 25a - Traduzione letterale qui

[23a] Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ Κασάνδραν. [24a] Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίῳ Φωκεῖ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται κἀκεῖ ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι. [25a] τοῦτο δ’ ἐπιτραπεὶς ἀπέρχεται ‹εἰς› Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετ’ οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ Ἐριννύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται καὶ κρίνεται ἐν Ἀρείῳ πάγῳ καὶ ἀπολύεται.

[26a] καὶ λαμβάνει χρησμὸν ἀπαλλαγῆναι τῆς νόσου, εἰ τὸ ἐν Ταύροις μετακομίσοι βρέτας. [27a] καὶ δὴ παραγενόμενος ἐν Ταύροις μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει. [28a] καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ ..., καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείῳ τῆς Ἀρκαδίας θνήσκει. [29a] Μενέλαος δὲ πέντε ναῦς τὰς ὅλας ἔχων μεθ’ ἑαυτοῦ πολλὰς χώρας παραμείψας πολλὰ συναθροίζει χρήματα. [30a] καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶ ... [23b] Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ Κασάνδραν. [24b] Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Φωκεῖ Στροφίῳ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται καὶ τὸν θεὸν ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι. [25b] τοῦ θεοῦ ἐπιτρέποντος ἀπερχόμενος εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως τόν τε Αἴγισθον καὶ τὴν μητέρα κτείνει, καὶ μετ’ οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ Ἐρινύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται. κρίνεται δὲ Ὀρέστης ἐν Ἀρείῳ πάγῳ, ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων, ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ Ἠριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται. [26b] ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν. οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν ῥίπτουσι. τοῦτο ἦν ἐν τῷ τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ Ἅιδου. [27b] παραγενόμενος οὖν εἰς Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει. κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου. ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῇ νήσῳ Ῥόδῳ λέγουσιν ... αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι. [28b] Ὀρέστης δὲ τὴν ἀδελφὴν Ἠλέκτραν Πυλάδῃ συνῴκισεν, αὐτὸς δὲ γήμας Ἑρμιόνην ἐγέννησε Τισαμενόν. [29b] Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθ’ ἑαυτοῦ προσσχὼν Σουνίῳ τῆς Ἀττικῆς ἀκρωτηρίῳ κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. [30b] καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην ‹τὴν› ἰδίαν ἐκτήσατο βασιλείαν. καὶ ἀποθανατισθεὶς ὑπὸ Ἥρας εἰς τὸ Ἠλύσιον ἦλθε πεδίον μεθ’ Ἑλένης. VII. [1] Ὁ δὲ Ὀδυσσεύς, ὡς μὲν ἔνιοι λέγουσιν, ἐπλανᾶτο κατὰ Λιβύην, ὡς δὲ ἔνιοι κατὰ Σικελίαν, ὡς δὲ ἄλλοι κατὰ τὸν Ὠκεανὸν ἢ κατὰ τὸ Τυρρηνικὸν πέλαγος. [2] ἀναχθεὶς δὲ ἀπὸ Ἰλίου προσίσχει πόλει Κικόνων Ἰσμάρῳ καὶ ταύτην αἱρεῖ πολεμῶν καὶ λαφυραγωγεῖ, μόνου φεισάμενος Μάρωνος, ὃς ἦν ἱερεὺς Ἀπόλλωνος. αἰσθόμενοι δὲ οἱ τὴν ἤπειρον οἰκοῦντες Κίκονες σὺν ὅπλοις ἐπ’ αὐτὸν παραγίνονται· ἀφ’ ἑκάστης δὲ νεὼς ἓξ ἀποβαλὼν ἄνδρας ἀναχθεὶς ἔφευγε. [3] καὶ καταντᾷ εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους τοὺς κατοικοῦντας· οἱ δὲ γευσάμενοι τοῦ λωτοῦ κατέμειναν· ἐφύετο γὰρ ἐν τῇ χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός, ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην. Ὀδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών, τοὺς γευσαμένους μετὰ βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει. [4] καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ Κυκλώπων γῇ προσπελάζει, μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς. ἔστι δὲ τῆς θαλάσσης πλησίον ἄντρον, εἰς ὃ ἔρχεται ἔχων ἀσκὸν οἴνου τὸν ὑπὸ Μάρωνος αὐτῷ δοθέντα. ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ Θοώσης νύμφης, ἀνὴρ ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. [5] ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες εὐωχοῦντο. ἐλθὼν δὲ ὁ Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια τῇ μὲν θύρᾳ προσέθηκε πέτρον ὑπερμεγέθη καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν. [6] Ὀδυσσεὺς δὲ αὐτῷ δίδωσιν ἐκ τοῦ Μάρωνος οἴνου πιεῖν· ὁ δὲ πιὼν πάλιν ᾔτησε, καὶ πιὼν τὸ δεύτερον ἐπηρώτα τὸ ὄνομα. τοῦ δὲ εἰπόντος <ὅτι> Οὔτις καλεῖται, Οὔτιν ἠπείλει ὕστερον ἀναλῶσαι. τοὺς δὲ ἄλλους ἔμπροσθεν, καὶ τοῦτο αὐτῷ ξένιον ἀποδώσειν ὑπέσχετο. κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη. [7] Ὀδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν. ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ. τοῦ δὲ εἰπόντος ‘Οὔτις’, νομίσαντες αὐτὸν λέγειν ‘ὑπὸ μηδενός’ ἀνεχώρησαν. [8] ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν, ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια. Ὀδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων ... καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυβείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε, καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι ὡς Ὀδυσσεὺς εἴη καὶ ἐκπεφεύγοι τὰς ἐκείνου χεῖρας. [9] ἦν δὲ λόγιον Κύκλωπι εἰρημένον ὑπὸ μάντεως τυφλωθῆναι ὑπὸ Ὀδυσσέως. καὶ μαθὼν τὸ ὄνομα πέτρας ἀποσπῶν ἠκόντιζεν εἰς τὴν θάλασσαν, μόλις δὲ ἡ ναῦς σώζεται πρὸς τὰς πέτρας. ἐκ τούτου δὲ μηνίει Ποσειδῶν Ὀδυσσεῖ. [10] ἀναχθεὶς δὲ συμπάσαις ‹ναυσὶ› παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προΐεσθαι. ὃς ξενίσας Ὀδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. ὁ δὲ Ὀδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον Ἰθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη. [11] οἱ δὲ ἑταῖροι νομίζοντες χρυσὸν ἐν τῷ ἀσκῷ κομίζειν αὐτόν, λύσαντες τοὺς ἀνέμους ἐξαφῆκαν, καὶ πάλιν εἰς τοὐπίσω παρεγένοντο ὑπὸ τῶν πνευμάτων ἁρπασθέντες. Ὀδυσσεὺς δὲ ἀφικόμενος πρὸς Αἴολον ἠξίου πομπῆς τυχεῖν, ὁ δὲ αὐτὸν ἐκβάλλει τῆς νήσου λέγων ἀντιπρασσόντων τῶν θεῶν μὴ δύνασθαι σώζειν. [12] πλέων οὖν κατῆρε πρὸς Λαιστρυγόνας, καὶ ... τὴν ἑαυτοῦ ναῦν καθώρμισεν ἐσχάτως. Λαιστρυγόνες δ’ ἦσαν ἀνδροφάγοι, καὶ αὐτῶν ἐβασίλευεν Ἀντιφάτης. μαθεῖν οὖν Ὀδυσσεὺς βουλόμενος τοὺς κατοικοῦντας ἔπεμψέ τινας πευσομένους. τούτοις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ συντυγχάνει καὶ αὐτοὺς ἄγει πρὸς τὸν πατέρα. [13] ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. Ὀδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο. [14] μίαν δὲ ἔχων ναῦν Αἰαίῃ νήσῳ προσίσχει. ταύτην κατῴκει Κίρκη, θυγάτηρ Ἡλίου καὶ Πέρσης, Αἰήτου δὲ ἀδελφή, πάντων ἔμπειρος οὖσα φαρμάκων. διελὼν τοὺς ἑταίρους αὐτὸς μὲν κλήρῳ μένει παρὰ τῇ νηί, Εὐρύλοχος δὲ πορεύεται μεθ’ ἑταίρων εἰκοσιδύο τὸν ἀριθμὸν πρὸς Κίρκην. [15] καλούσης δὲ αὐτῆς χωρὶς Εὐρυλόχου πάντες εἰσίασιν. ἡ δ’ ἑκάστῳ κυκεῶνα πλήσασα τυροῦ καὶ μέλιτος καὶ ἀλφίτων καὶ οἴνου δίδωσι, μίξασα φαρμάκῳ. πιόντων δὲ αὐτῶν, ἐφαπτομένη ῥάβδῳ τὰς μορφὰς ἠλλοίου, καὶ τοὺς μὲν ἐποίει λύκους, τοὺς δὲ σῦς, τοὺς δὲ ὄνους, τοὺς δὲ λέοντας. [16] Εὐρύλοχος δὲ ἰδὼν ταῦτα Ὀδυσσεῖ ἀπαγγέλλει. ὁ δὲ λαβὼν μῶλυ παρὰ Ἑρμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται· σπασάμενος δὲ τὸ ξίφος ἤθελε Κίρκην ἀποκτεῖναι. ἡ δὲ τὴν ὀργὴν παύσασα τοὺς ἑταίρους ἀποκαθίστησι. καὶ λαβὼν ὅρκους Ὀδυσσεὺς παρ’ αὐτῆς μηδὲν ἀδικηθῆναι συνευνάζεται, καὶ γίνεται αὐτῷ παῖς Τηλέγονος. [17] ἐνιαυτὸν δὲ μείνας ἐκεῖ, πλεύσας τὸν Ὠκεανόν, σφάγια ταῖς ψυχαῖς ποιησάμενος μαντεύεται παρὰ Τειρεσίου, Κίρκης ὑποθεμένης, καὶ θεωρεῖ τάς τε τῶν ἡρώων ψυχὰς καὶ τῶν ἡρωΐδων. βλέπει δὲ καὶ τὴν μητέρα Ἀντίκλειαν καὶ Ἐλπήνορα, ὃς ἐν τοῖς Κίρκης πεσὼν ἐτελεύτησε. [18] παραγενόμενος δὲ πρὸς Κίρκην ὑπ’ ἐκείνης προπεμφθεὶς ἀνήχθη, καὶ τὴν νῆσον παρέπλει τῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν Ἀχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη Ἀγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας. [19] εἶχον δὲ ἀπὸ τῶν μηρῶν ὀρνίθων μορφάς. ταύτας παραπλέων Ὀδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ. πειθόμενος δὲ ὑπὸ τῶν Σειρήνων καταμένειν ἠξίου λυθῆναι, οἱ δὲ μᾶλλον αὐτὸν ἐδέσμευον, καὶ οὕτω παρέπλει. ἦν δὲ αὐταῖς Σειρῆσι λόγιον τελευτῆσαι νεὼς παρελθούσης· αἱ μὲν οὖν ἐτελεύτων. [20] μετὰ δὲ τοῦτο παραγίνεται ἐπὶ δισσὰς ὁδούς. ἔνθεν μὲν ἦσαν αἱ Πλαγκταὶ πέτραι, ἔνθεν δὲ ὑπερμεγέθεις σκόπελοι δύο. ἦν δὲ ἐν μὲν θατέρῳ Σκύλλα, Κραταιίδος θυγάτηρ καὶ † Τριήνου ἢ Φόρκου, πρόσωπον ἔχουσα καὶ στέρνα γυναικός, ἐκ λαγόνων δὲ κεφαλὰς ἓξ καὶ δώδεκα πόδας κυνῶν. [21] ἐν δὲ θατέρῳ [τῷ σκοπέλῳ] ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ τὸν τῆς Σκύλλης σκόπελον ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν. [22] ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν Ἡλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, Ἥλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε. [23] λυθείσης δὲ τῆς νεὼς Ὀδυσσεὺς τὸν ἱστὸν κατασχὼν παραγίνεται εἰς τὴν Χάρυβδιν. τῆς δὲ Χαρύβδεως καταπινούσης τὸν ἱστόν, ἐπιλαβόμενος ὑπερπεφυκότος ἐρινεοῦ περιέμεινε. καὶ πάλιν ἀνεθέντα τὸν ἱστὸν θεωρήσας, ἐπὶ τοῦτον ῥίψας εἰς Ὠγυγίαν νῆσον διεκομίσθη. [24] ἐκεῖ δὲ ἀποδέχεται Καλυψὼ θυγάτηρ Ἄτλαντος, καὶ συνευνασθεῖσα γεννᾷ παῖδα Λατῖνον. μένει δὲ παρ’ αὐτῇ πενταετίαν, καὶ σχεδίαν ποιήσας ἀποπλεῖ. ταύτης δὲ ἐν τῷ πελάγει διαλυθείσης ὀργῇ Ποσειδῶνος, γυμνὸς πρὸς Φαίακας ἐκβράσσεται. [25] Ναυσικάα δέ, ἡ τοῦ βασιλέως θυγάτηρ Ἀλκινόου, πλύνουσα τὴν ἐσθῆτα ἱκετεύσαντα αὐτὸν ἄγει πρὸς Ἀλκίνοον, ὃς αὐτὸν ξενίζει καὶ δῶρα δοὺς μετὰ πομπῆς αὐτὸν εἰς τὴν πατρίδα ἐξέπεμψε. Ποσειδῶν δὲ Φαίαξι μηνίσας τὴν μὲν ναῦν ἀπελίθωσε, τὴν δὲ πόλιν ὄρει περικαλύπτει. [26] Ὀδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον· νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζʹ· [27] Ἀμφίνομος Θόας Δημοπτόλεμος Ἀμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης Κλυτίος Ἀγήνωρ Εὐρύπυλος, Πυλαιμένης Ἀκάμας Θερσίλοχος Ἅγιος Κλύμενος, Φιλόδημος Μενεπτόλεμος Δαμάστωρ Βίας Τέλμιος, Πολύιδος Ἀστύλοχος Σχεδίος Ἀντίγονος Μάρψιος, Ἰφιδάμας Ἀργεῖος Γλαῦκος Καλυδωνεὺς Ἐχίων, Λάμας Ἀνδραίμων Ἀγέρωχος Μέδων Ἄγριος, Πρόμος Κτήσιος Ἀκαρνὰν Κύκνος Ψηρᾶς, Ἑλλάνικος Περίφρων Μεγασθένης Θρασυμήδης Ὀρμένιος, Διοπίθης Μηκιστεὺς Ἀντίμαχος Πτολεμαῖος Λεστορίδης, Νικόμαχος Πολυποίτης Κεραός. [28] ἐκ δὲ Σάμης κγʹ· Ἀγέλαος Πείσανδρος Ἔλατος Κτήσιππος Ἱππόδοχος, Εὐρύστρατος Ἀρχέμολος Ἴθακος Πεισήνωρ Ὑπερήνωρ, Φεροίτης Ἀντισθένης Κέρβερος Περιμήδης Κῦννος, Θρίασος Ἐτεωνεὺς Κλυτίος Πρόθοος Λύκαιθος, Εὔμηλος Ἴτανος Λύαμμος. [29] ἐκ δὲ Ζακύνθου μδʹ. Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος Ἴνδιος, Μίνις Λειώκριτος Πρόνομος Νίσας Δαήμων, Ἀρχέστρατος Ἱππό[μαχος Εὐρύαλος Περίαλλος Εὐηνορίδης, Κλυτίος Ἀγήνωρ] Πόλυβος Πολύδωρος Θαδύτιος, Στράτιος [Φρένιος Ἴνδιος] Δαισήνωρ Λαομέδων, Λαόδικος Ἅλιος Μάγνης Ὀλοίτροχος Βάρθας, Θεόφρων Νισσαῖος Ἀλκάροψ Περικλύμενος Ἀντήνωρ, Πέλλας Κέλτος Περίφας Ὄρμενος Πόλυβος, Ἀνδρομήδης. [30] ἐκ δὲ αὐτῆς Ἰθάκης ἦσαν οἱ μνηστευόμενοι ιβʹ οἵδε· Ἀντίνοος Πρόνοος Λειώδης Εὐρύνομος Ἀμφίμαχος, Ἀμφίαλος Πρόμαχος Ἀμφιμέδων Ἀρίστρατος Ἕλενος, Δουλιχιεὺς Κτήσιππος. [31] οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς Ὀδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει, καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθ’ ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη. [32] Ὀδυσσεὺς δὲ μαθὼν τὰ κατὰ τὴν οἰκίαν, ὡς ἐπαίτης πρὸς Εὔμαιον οἰκέτην ἀφικνεῖται, καὶ Τηλεμάχῳ ἀναγνωρίζεται, καὶ παραγίνεται εἰς τὴν πόλιν. Μελάνθιος δὲ αὐτοῖς συντυχὼν ὁ αἰπόλος οἰκέτης ὑπάρχων ἀτιμάζει. παραγενόμενος δὲ εἰς τὰ βασίλεια τοὺς μνηστῆρας μετῄτει τροφήν, καὶ εὑρὼν μεταίτην Ἶρον καλούμενον διαπαλαίει αὐτῷ. Εὐμαίῳ δὲ μηνύσας ἑαυτὸν καὶ Φιλοιτίῳ, μετὰ τούτου καὶ Τηλεμάχου τοῖς μνηστῆρσιν ἐπιβουλεύει. [33] Πηνελόπη δὲ τοῖς μνηστῆρσι τίθησιν Ὀδυσσέως τόξον, ὃ παρὰ Ἰφίτου ποτὲ ἔλαβε, καὶ τῷ τοῦτο τείναντί φησι συνοικήσειν. μηδενὸς δὲ τεῖναι δυναμένου, δεξάμενος Ὀδυσσεὺς τοὺς μνηστῆρας κατετόξευσε σὺν Εὐμαίῳ καὶ Φιλοιτίῳ καὶ Τηλεμάχῳ. ἀνεῖλε δὲ καὶ Μελάνθιον καὶ τὰς συνευναζομένας τοῖς μνηστῆρσι θεραπαίνας, καὶ τῇ γυναικὶ καὶ τῷ πατρὶ ἀναγνωρίζεται. [34] θύσας δὲ Ἅιδῃ καὶ Περσεφόνῃ καὶ Τειρεσίᾳ, πεζῇ διὰ τῆς Ἠπείρου βαδίζων εἰς Θεσπρωτοὺς παραγίνεται καὶ κατὰ τὰς Τειρεσίου μαντείας θυσιάσας ἐξιλάσκεται Ποσειδῶνα. ἡ δὲ βασιλεύουσα τότε Θεσπρωτῶν Καλλιδίκη καταμένειν αὐτὸν ἠξίου τὴν βασιλείαν αὐτῷ δοῦσα. καὶ συνελθοῦσα αὐτῷ γεννᾷ Πολυποίτην. [35] γήμας δὲ Καλλιδίκην Θεσπρωτῶν ἐβασίλευσε καὶ μάχῃ τῶν περιοίκων νικᾷ τοὺς ἐπιστρατεύσαντας. Καλλιδίκης δὲ ἀποθανούσης, τῷ παιδὶ τὴν βασιλείαν ἀποδιδοὺς εἰς Ἰθάκην παραγίνεται, καὶ εὑρίσκει ἐκ Πηνελόπης Πολιπόρθην αὐτῷ γεγεννημένον. [36] Τηλέγονος δὲ παρὰ Κίρκης μαθὼν ὅτι παῖς Ὀδυσσέως ἐστίν, ἐπὶ τὴν τούτου ζήτησιν ἐκπλεῖ. παραγενόμενος δὲ εἰς Ἰθάκην τὴν νῆσον ἀπελαύνει τινὰ τῶν βοσκημάτων, καὶ Ὀδυσσέα βοηθοῦντα τῷ μετὰ χεῖρας δόρατι Τηλέγονος ‹τρυγόνος› κέντρον τὴν αἰχμὴν ἔχοντι τιτρώσκει, καὶ Ὀδυσσεὺς θνήσκει. [37] ἀναγνωρισάμενος δὲ αὐτὸν καὶ πολλὰ κατοδυράμενος, τὸν νεκρὸν ‹καὶ› τὴν Πηνελόπην πρὸς Κίρκην ἄγει, κἀκεῖ τὴν Πηνελόπην γαμεῖ. Κίρκη δὲ ἑκατέρους αὐτοὺς εἰς Μακάρων νήσους ἀποστέλλει. [38] τινὲς δὲ Πηνελόπην ὑπὸ Ἀντινόου φθαρεῖσαν λέγουσιν ὑπὸ Ὀδυσσέως πρὸς τὸν πατέρα Ἰκάριον ἀποσταλῆναι, γενομένην δὲ τῆς Ἀρκαδίας κατὰ Μαντίνειαν ἐξ Ἑρμοῦ τεκεῖν Πᾶνα· [39] ἄλλοι δὲ δι’ Ἀμφίνομον ὑπὸ Ὀδυσσέως αὐτοῦ τελευτῆσαι· διαφθαρῆναι γὰρ αὐτὴν ὑπὸ τούτου λέγουσιν.

[40] εἰσὶ δὲ οἱ λέγοντες ἐγκαλούμενον Ὀδυσσέα ὑπὸ τῶν οἰκείων ὑπὲρ τῶν ἀπολωλότων δικαστὴν Νεοπτόλεμον λαβεῖν τὸν βασιλεύοντα τῶν κατὰ τὴν Ἤπειρον νήσων, τοῦτον δέ, νομίσαντα ἐκποδὼν Ὀδυσσέως γενομένου Κεφαλληνίαν καθέξειν, κατακρῖναι φυγὴν αὐτοῦ, Ὀδυσσέα δὲ εἰς Αἰτωλίαν πρὸς Θόαντα τὸν Ἀνδραίμονος παραγενόμενον τὴν τούτου θυγατέρα γῆμαι, καὶ καταλιπόντα παῖδα Λεοντοφόνον ἐκ ταύτης γηραιὸν τελευτῆσαι.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:02