L'ordine di battaglia contro gli Alani

L'Ordine di battaglia contro gli Alani

[1] Ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς. [2] συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππῆς, καὶ οὗτοι ἐπὶ δυοῖν, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου. [3] πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Οὐήρῳ τῷ σφετέρῳ ἄρχοντι. [4] ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλασσόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ Ἀκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἰόντων, καὶ ἐπὶ τούτοις οἱ [p. 81] ἀπὸ τῆς φάλαγγος ἱππῆς, ἔπειτα οἱ καταπέλται, ἔπειτα [5] τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφ̓ αὐτῷ ὁ ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος καὶ οἱ χιλίαρχοι οἷς τέτακται, καὶ οἱ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρας ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ τεσσάρων τεταγμένους ἰέναι. [6] ἐπὶ δὲ τῇ πεντεκαιδεκάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλίαρχοι ἀμφ̓ αὐτῷ καὶ ἑκατόνταρχοι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη. [7] ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων, οἱ ὁπλῖται καὶ οἱ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν Ἀπλανῶν ἡγεῖται. [8] ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ ἴλη τῶν Γετῶν καὶ ὁ ταύτης ἴλαρχος. [9] τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν ἑκατόνταρχοι καὶ οἱ ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ἴλη ἡ Ἀλλακτικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππῆς. ὁ δὲ ἴλαρχος αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς. [10] ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω. οὕτω μὲν τεταγμένους ἰέναι. [11] ἐλθόντας δὲ ἐς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆσαι ἐν κύκλῳ ἐς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι ἐς τὰ ὑπερδέξια χωρία σκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι [p. 82] σιγῇ, ὁπλισαμένους δὲ ἐς τάξιν καθίστασθαι. [12] ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες. [13] προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόν τε καὶ πεζικόν. [14] ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ. [15] τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι: τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ. [16] τετάχθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ σύγκλεισις. καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστων κοντοφόρων, ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται. καὶ τούτους οἱ μὲν πρωτοστάται ἐς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον: [17] οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως ἐς ἀκοντισμὸν προβεβλήσθων τοὺς κοντοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες, [p. 83] καὶ ἱππότην κατακανοῦντες, ἢ θυρεῷ καὶ θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλθακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες. αἱ δὲ ἐφεξῆς τάξεις λογχοφόρων ἔστων. [18] ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσπορανῶν τε καὶ Ἰτουραίων. [19] μηχαναὶ δὲ ἐφεστάντων τῷ κέρᾳ ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ αὗται κατόπιν τῆς πάσης φάλαγγος. [20] Τὸ δὲ ἱππικὸν σύμπαν κατὰ ἴλας καὶ λόχους ὀκτὼ συντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο: τὸ δὲ τῇ μέσῃ φάλαγγι, λόχοι ἕξ μημιον. [21] τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστάντων, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτήν: ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι ἐς τὰ πλάγιά τε ἑκατέρωθεν ὁρώντων καὶ τὸ σύνθημα προσμενόντων. [22] οἱ δὲ ἐπίλεκτοι ἱππῆς ἀμφ̓ αὐτὸν Ξενοφῶντα ἔστων, καὶ τῶν ἀπὸ τῆς φάλαγγος πεζῶν ὅσον ἐς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατόνταρχοι ὅσοι τοῖς ἐπιλέκτοις συντεταγμένοι, καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δέκαρχοι οἱ τῶν ἐπιλέκτων. [23] ἔστων δὲ ἀμφ̓ αὐτὸν ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδῃ καὶ θεραπεύσῃ. [24] ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς σὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν: τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχοι τῆς δωδεκάτης. [25] οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ̓ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι: πελαζόντων δὲ ἤδη ὡς [p. 84] μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵ τε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων. [26] καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας: εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε: τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας: [27] καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας: [28] τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι [29] τοῖς ἐπιστρέφουσιν. ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων: μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. [p. 85] τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς [30] φυγὴ κατάσχοι τοὺς ἐναντίους: εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας: ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες δἰ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν. [31] ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:03 - flow version _RPTC_G1.3