Callino - Frammenti

Frammenti di Callino

Frammento 1 di Callino - Traduzione

μέχρις τέο κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν, ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίονας ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει καί τις ἀποθνήσκων ὕστατ' ἀκοντισάτω. τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου δυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ Μοῖραι ἐπικλώσωσ'. ἀλλά τις ἰθὺς ἴτω  ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου. οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν ἄνδρ', οὐδ' εἰ προγόνων ἦι γένος ἀθανάτων. πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων ἔρχεται, ἐν δ' οἴκωι μοῖρα κίχεν θανάτου, ἀλλ' ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός· τὸν δ' ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι· λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς νήσκοντος, ζώων δ' ἄξιος ἡμιθέων· ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν· ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.

fr. 2 Σμυρναίους δ' ἐλέησον,

fr. 2a    μνῆσαι δ', εἴ κοτέ τοι μηρία καλὰ βοῶν ‹Σμυρναῖοι κατέκηαν›.

fr. 4 Τρήερας ἄνδρας ἄγων. fr. 5a νῦν δ' ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:11 - flow version _RPTC_G1.3