Contro Afobo - Demostene
Contro Afobo - Demostene Κατὰ Ἀφόβου Ἐπιτροπῆς Α
Contro Afobo I - Qui la traduzione
Contro Afobo II - Qui la traduzione
[3] Δέομαι δ' ὑμῶν, ὦ ἄνδρες δικασταί, μετ' εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. Ποιήσομαι δ', ὡς ἂν δύνωμαι, διὰ βραχυτάτων τοὺς λόγους. Ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαϊ διδάσκειν. [4] Δημοσθένης γὰρ, ὁ ἐμὸς πατήρ, ὦ ἄνδρες δικασταί, κατέλιπεν οὐσίαν μὲν σχεδὸν τεττάρων καὶ δέκα ταλάντων, ἐμὲ δ' ἕπτ' ἐτῶν ὄντα, καὶ τὴν ἀδελφὴν πέντε, ἔτι δὲ τὴν ἡμετέραν μητέρα πεντήκοντα μνᾶς εἰς τὸν οἶκον εἰσενηνεγμένην. Βουλευσάμενος δὲ περὶ ἡμῶν, ὅτ' ἔμελλε τελευτᾷν, ἅπαντα ταῦτα ἐνεχείρισεν Ἀφόβῳ τε τούτῳ, καὶ Δημοφῶντι, τῷ Δήμωνος υἱεῖ, τούτοιν μὲν ἀδελφιδοῖν ὄντοιν, τῷ μὲν ἐξ ἀδελφοῦ, τῷ δ' ἐξ ἀδελφῆς γεγονότοιν, ἔτι δὲ Θηριππίδῃ τῷ Παιανιεῖ, γένει μὲν οὐδὲν προσήκοντι, φίλῳ δ' ἐκ παιδὸς ὑπάρχοντι. [5] Κᾀκείνῳ μὲν ἔδωκεν ἐκ τῶν ἐμῶν ἑβδομήκοντα μνᾶς καρπώσασθαι τοσοῦτον χρόνον, ἕως ἐγὼ ἀνὴρ εἶναι δοκιμασθείην, ὅπως μὴ δι' ἐπιθυμίαν χρημάτων χεῖρόν τι τῶν ἐμῶν διοικήσειεν· Δημοφῶντι δὲ τὴν ἐμὴν ἀδελφὴν, καὶ δύο τάλαντα εὐθὺς ἔδωκεν ἔχειν· αὐτῷ δὲ τούτῳ τὴν μητέρα τὴν ἐμὴν καὶ προῖκα ὀγδοήκοντα μνᾶς, καὶ τὴν οἰκίαν, καὶ σκεύεσι χρῆσθαι τοῖς ἐμοῖς, ἡγούμενος, εἰ καὶ τούτους ἔτι οἰκειοτέρους ἐμοὶ ποιήσειεν, οὐκ ἂν χεῖρόν ἐμὲ ἐπιτροπευθῆναι, ταύτης τῆς οἰκειότητος προσγενομένης. [6] Λαβόντες δ' οὗτοι ταῦτα πρῶτον σφίσιν αὐτοῖς ἐκ τῶν χρημάτων, καὶ τὴν ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες, καὶ δέκα ἔτη ἡμᾶς ἐπιτροπεύσαντες, τὰ μὲν ἄλλα πάντ' ἀπεστερήκασιν, τὴν οἰκίαν δὲ καὶ ἀνδράποδα τέτταρα καὶ δέκα, καὶ ἀργυρίου μνᾶς τριάκοντα, μάλιστα σύμπαντα ταῦτα εἰς ἑβδομήκοντα μνᾶς, παραδεδώκασι. [7] Καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατ' εἴποι τις, τοῦτ' ἔστιν, ὦ ἄνδρες δικασταί· τὸ δὲ πλῆθος τῆς οὐσίας, ὅτι τοῦτ' ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν. Εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς, πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος, καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματ' εἰσέφερον. Δεῖ δὲ καὶ καθ' ἕκαστον ὑμᾶς ἀκοῦσαι, τά τ' ἐνεργὰ αὐτῶν, καὶ ὅσ' ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξι' ἕκαστα. Ταῦτα γὰρ μαθόντες ἀκριβῶς, εἴσεσθε, ὅτι τῶν πώποτ' ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον, οὐδὲ περιφανέστερον, ἢ οὗτοι τὰ ἡμέτερα, διηρπάκασιν. [8] Πρῶτον μὲν οὖν, ὡς συνετιμήσανθ' ὑπὲρ ἐμοῦ ταύτην τὴν εἰσφορὰν εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας· ἔπειθ', ὅτι οὐ πένητα κατέλιπέν με ὁ πατὴρ, οὐδ' ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην, ὅσην οὐδ' αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν. Καί μοι ἀναγίγνωσκε λαβὼν ταυτηνὶ τὴν μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ. [9] Δῆλον μὲν τοίνυν καὶ ἐκ τούτων ἐστὶν τὸ πλῆθος τῆς οὐσίας· πεντεκαίδεκα ταλάντων γὰρ τρία τάλαντα τίμημα· ταύτην ἠξίουν εἰσφέρειν τὴν εἰσφοράν· ἔτι δ' ἀκριβέστερον εἴσεσθε, τὴν οὐσίαν αὐτὴν ἀκούσαντες. Ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, κατέλιπεν δύο ἐργαστήρια, τέχνης οὐ μικρᾶς ἑκάτερον· μαχαιροποιοὺς μὲν τριάκοντα καὶ δύο, ἢ τρεῖς, ἀνὰ πέντε μνᾶς καὶ ἕξ, τοὺς δ' οὐκ ἐλάττονος ἢ τριῶν μνῶν ἀξίους, ἀφ' ὧν τριάκοντα μνᾶς ἀτελεῖς ἐλάμβανεν τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον· κλινοποιοὺς δ' εἴκοσι τὸν ἀριθμόν, τετταράκοντα μνῶν ὑποκειμένους, οἳ δώδεκα μνᾶς ἀτελεῖς αὐτῷ προσέφερον· ἀργυρίου δ' εἰς τάλαντον ἐπὶ δραχμῇ δεδανεισμένου, οὗ τόκος ἐγίγνετο τοῦ ἐνιαυτοῦ ἑκάστου πλεῖν ἢ ἑπτὰ μναῖ. [10] Καὶ ταῦτα μὲν ἐνεργὰ κατέλιπεν, ὡς καὶ αὐτοὶ οὗτοι ὁμολογήσουσιν. Ὧν γίγνεται, τοῦ μὲν ἀρχαίου κεφάλαιον τέτταρα τάλαντα καὶ πεντακισχίλιαι, τὸ δ' ἔργον αὐτῶν, πεντήκοντα μναῖ τοῦ ἐνιαυτοῦ ἑκάστου· χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνεια, εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν, ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δ' οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ, καὶ ἐκπώματα, καὶ χρυσία, καὶ ἱμάτια, καὶ κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτ' εἰς μυρίας δραχμάς, ἀργυρίου δ' ἔνδον ὀγδοήκοντα μνᾶς· [11] καὶ ταῦτα μὲν οἴκοι κατέλιπεν πάντα· ναυτικὰ δ' ἑβδομήκοντα μνᾶς, ἔκδοσιν παρὰ Ξούθῳ, τετρακοσίας δὲ καὶ δισχιλίας ἐπὶ τῇ τραπέζῃ τῇ Πασίωνος, ἑξακοσίας δ' ἐπὶ τῇ Πυλάδου, παρὰ Δημομέλει δὲ τῷ Δήμωνος υἱεῖ χιλίας καὶ ἑξακοσίας, κατὰ διακοσίας δὲ καὶ τριακοσίας ὁμοῦ τι τάλαντον διακεχρημένον. Καὶ τούτων αὖ τῶν χρημάτων τὸ κεφάλαιον πλέον ἢ ὀκτὼ τάλαντα καὶ πεντήκοντα μναῖ γίγνονται· συμπάντων δ' εἰς τέτταρα καὶ δέκα τάλανθ' εὑρήσετε σκοποῦντες. [12] Καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτ' ἦν τὸ καταλειφθέν, ὦ ἄνδρες δικασταί· ὅσα δ' αὐτῆς διακέκλεπται, καὶ ὅσα ἰδίᾳ ἕκαστος εἴληφεν, καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλ' ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. Ἃ μὲν οὖν Δημοφῶν ἢ Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότ' ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατ' αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν· ἃ δὲ τοῦτον ἔχοντ' ἐξελέγχουσιν ἐκεῖνοι, καὶ ἔγωγ' οἶδα αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. Πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθ' ὑμῖν ἐπιδείξω· μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
Contro Afobo XIII - Qui la traduzione
[13] Οὗτος γὰρ, εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον, ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς, καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα· καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς.
Contro Afobo XIV - Qui la traduzione
[15] Οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκα ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. Οὗτος δ' ἀκούσας, οὔτ' ἠμφεσβήτησεν μὴ ἔχειν, οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλ' ὡμολόγει. Καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι, τοῦτ' οὖν διευκρινησάμενος καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως, ὥστ' ἔχειν μοι πάντα καλῶς. [16] Καίτοι, εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθ' ὡμολογηκὼς, καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θ' ἑαυτὸν ἔχειν τὴν προῖκα ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν, ἐπειδὴ τάχιστ' ἐτελεύτησεν ὁ πατήρ, πῶς οὐκ, ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος, εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος; [17] Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας, καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ Τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών· μὴ γήμαντος δ' αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, ὁ μὲν νόμος κελεύει τὴν προῖκ' ὀφείλειν ἐπ' ἐννέα ὀβολοῖς, ἐγὼ δ' ἐπὶ δραχμῇ μόνον τίθημι. Γίγνεται δὲ, ἂν τις συντιθῇ, τό τ' ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκ' ἐτῶν μάλιστα τρία τάλαντα. [18] Καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατ' ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. Ἐμοὶ δ' ὁ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπ' αὐτῶν τὴν πρόσοδον. Ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε. [19] Θηριππίδης μὲν οὖν, ἕπτ' ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς, ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθ' ἕκαστον ἐνιαυτὸν ἔλαττον, ἢ ὅσον προσῆκε, λογιζόμενος· οὗτος δὲ, δύ' ἔτη τὰ πρῶτ' ἐπιμεληθεὶς, οὐδ' ὁτιοῦν ἀποδείκνυσιν, ἀλλ' ἐνίοτε μέν, φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δ', ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, ὁ δ' ἐπίτροπος Μιλύας, ὁ ἀπελεύθερος ὁ ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρ' ἐκείνου μοι προσήκει λόγον λαβεῖν. Ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος. [20] Ἐὰν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων, οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλ' εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς, καὶ ἄλλας ἐπισκευὰς, ὡς ἐργαζομένων τῶν δημιουργῶν, ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἃ ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται· καίτοι μὴ, γενομένης ἐργασίας, οὔτε ἐκείνῳ λαβεῖν μισθὸν, οὔτ' ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν. [21] Εἰ δ' αὖ γενέσθαι μὲν φήσει, τῶν δ' ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γ' ἔργ' αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ, ὧν ἐναντίον ἀπέδωκε, παρασχέσθαι μάρτυρας· εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων; [22] Εἰ δ' αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δ' αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματ' αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δ', εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; Ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματ' ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθ' οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. Λάβ' οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθ' αὐτοῖς.
ΜΑΡΤΥΡΙΑΙ [23] Ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν, ὃ, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. Καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν, ἃ, συντεθέντα πρὸς τὴν προῖκα, μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις· ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσα ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθ' ὑμῖν ἤδη ἐπιδείξω καθ' ἕκαστον. [24] Πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δ' οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δ' ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μ' ἀποστεροῦσι. Τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρ' ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν· αὐτοὶ δὲ λῆμμα μὲν παρ' αὐτῶν, ἐν δέκ' ἔτεσιν, οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν, ἀλλ' οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας (εἰς τοῦτ' ἀναιδείας ἐλήλυθεν), [25] αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτ' ἀνηλωκέναι φησὶν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶ, καὶ ἐράνους τε λέλοιπε πλείστους, καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατ' ἐκείνου μάρτυρας· τὰ δ' ἀνδράποδα ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ ὡς ἀφείλετό τις, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν. [26] Καίτοι, εἴ τι ἔλεγον ὑγιὲς, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο, καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν, καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον· νῦν δ', ὠμότατ' ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι, καὶ λαβόντες ὡς αὑτοὺς, καὶ καρπωσάμενοι δέκ' ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. Καὶ ταῦθ' ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας, καὶ ἀναγίγνωσκε.
ΜΑΡΤΥΡΙΑΙ [27] Ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδ' ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδ' ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε. Λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ, δέον αὐτὸν, εἰ καί τις ἄλλος ἐβούλετ' εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν, ἐπίτροπόν γ' ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρ' ἐκείνου κεκομίσθαι ὡμολόγηκεν. [28] Καίτοι, πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν, πρὸς τῷ λῆμμ' ἀπ' αὐτῶν μηδὲν γεγονέναι, καὶ αὐτὰ τὰ ὑποτεθέντ' ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δ' εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι, καὶ οἱ τόκοι καὶ τἀρχαῖ' ἐκ τῶν ἡμετέρων ἀποδέδοται, καὶ οὐδεμί' ἀπορία γέγονεν. Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑ [29] Σκέψασθε τοίνυν, ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι· τετταράκοντα μὲν μνᾶς, αὐτὸ τὸ ἀρχαῖον, δέκα δ' ἐτῶν τὸ ἔργον αὐτῶν, δύο τάλαντα. Δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. Ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς; ποθεν; καὶ παραλογίσασθαι ῥᾴδιον; ἀλλ' οὐ φανερῶς οὑτωσὶ, μικροῦ δεῖν, τρία τάλαντα ταῦτα ἀνηρπάκασιν; Ὧν, κοινῇ διαπεφορημένων, τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι. [30] Καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ· ταῦτ' ἀποφαίνουσιν. Καίτοι, κεκτημένον μὲν τοσούτους κλινοποιοὺς, κεκτημένον δὲ μαχαιροποιοὺς, οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλ' ἀνάγκη ταῦτά γ' ὑπάρχειν· τίνα γὰρ ἂν εἰργάζοντο, τούτων μὴ ὑπαρξάντων; [31] Τὸν τοίνυν πλέον, ἢ πεντήκοντ' ἀνδράποδα κεκτημένον, καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτ' ἀναιδείας ἐληλύθασιν. [32] Ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δ' ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος, ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ προσωνεῖσθαι, τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τε ἐπώλει ζῶν, καὶ Δημοφῶν καὶ οὗτος, τοῦ πατρὸς ἤδη τετελευτηκότος, ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις. [33] Καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τε ἐργαστηρίοις ἐξαρκῶν, καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; Ἆρ' ὀλίγον; Ἀλλ' οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; Λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ ,καὶ ἀνάγνωθ' αὐτοῖς.
ΜΑΡΤΥΡΙΑΙ Τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν, οὔτ' αὐτὸν, οὔτε τὸ ἔργον, μοι ἀποφαίνουσιν· ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον. [34] Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ἢ ὀκτὼ τάλαντα ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δ' ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τ' ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς, καὶ ὅσ' ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν· ἵν' εἰδῆτε', ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματ' αὐτῶν ἐστίν. [35] Λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν, οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντ' αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δ' ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς· τοῦτο δ' ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. Τούτου τοίνυν ὃ μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, ἡ πρόσοδος ἡ ἀπὸ τῶν ἀνδραπόδων· ὃ δ' εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτε, ἐπὶ δραχμῇ μόνον, τῶν δέκα ἐτῶν, ὀκτὼ τάλανθ' εὑρήσετε, σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας. [36] Τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον, τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων· Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθ' ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν· ὥστε ἑβδομήκοντα μνᾶς, ἐν τοῖς δέκα ἔτεσιν, εἰς τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημι αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς. Ὃ δέ μοὶ δοκιμασθέντι παρέδοσαν, καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτο ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν. [37] Ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δ' εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς· ἐγὼ δ', ὑπερβαλὼν τοῦτο, ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδ' ἀντειπεῖν ἔχωσιν. Οὐκοῦν, ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμενά ἐστι, καὶ ταῦτ', ἐξ ὧν αὐτοὶ ὁμολογοῦσι λαβεῖν, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. Τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντα ἀποστεροῦσιν, ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτ' ἐκ τῶν ἐμῶν. [38] Νῦν δὲ τί ποιοῦσιν; Ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντ' ἀνηλωκέναι φασὶ, σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς, Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. Ταῦτ' οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία; Ταῦτ' οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας; Τί οὖν ποτ' ἐστὶ τὸ δεινὸν, εἰ μὴ ταῦτα δόξει, τηλικαύτας ὑπερβολὰς ἔχοντα; [39] Οὗτος τοίνυν, τὸ καθ' αὑτὸν, ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκ' ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. Καὶ ταῦθ' ὡς ἀληθῆ λέγω, καὶ, ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμα ἕκαστος τοῦθ' ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας, καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ [40] Νομίζω τοίνυν, ὦ ἄνδρες δικασταὶ, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν, καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δ' ἀκριβέστερον ἔγνωτ' ἄν, εἴ μοι τὰς διαθήκας, ἃς ὁ πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν. Ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν ἡ μήτηρ, ἃ κατέλιπεν ὁ πατὴρ ἅπαντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι. [41] Νῦν δ' ἀπαιτοῦντος ἐμοῦ, καταλειφθῆναι μὲν ὁμολογοῦσιν, αὐτὰς δ' οὐκ ἀποφαίνουσι. Ταῦτα δὲ ποιοῦσι, τό, τε πλῆθος οὐ βουλόμενοι καταφανὲς ποιῆσαι τῆς οὐσίας τὸ καταλειφθέν, ὃ διηρπάκασιν οὗτοι, τάς τε δωρεὰς ἵνα μὴ δοκῶσιν ἔχειν, ὥσπερ οὐκ ἐξ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθησόμενοι ῥᾳδίως. Λαβὲ δ' αὐτοῖς τὰς μαρτυρίας, ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ [42] Οὗτος διαθήκην μὲν γενέσθαι φησὶν, καὶ τὰ δύο τάλαντα Δημοφῶντι, καὶ τὰς ὀγδοήκοντα μνᾶς τούτῳ δοθῆναι μαρτυρεῖ, τὰς δ' ἑβδομήκοντα μνᾶς, ἃς Θηριππίδης ἔλαβεν, οὐ προσγραφῆναί φησιν, οὐδὲ τὸ πλῆθος τῆς οὐσίας τὸ καταλειφθέν, οὐδὲ τὸν οἶκον ὅπως μισθώσουσιν· οὐ γὰρ αὐτῷ συμφέρει προσομολογῆσαι ταῦτα. Λαβὲ δὴ τὴν τούτου ἀπόκρισιν. ΜΑΡΤΥΡΙΑ [43] Οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησὶ, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ὃ ἐκεῖνος οὔ φησι, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δ' αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν. Τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδ' οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα. [44] Δῆλον τοίνυν ἐστὸν οὐδὲν ἧττον τὸ πλῆθος τῶν καταλειφθέντων, καίπερ ἀφανιζόντων τούτων τὴν οὐσίαν ἐκ τῶν διαθηκῶν, ἐξ ὧν τοσαῦτα χρήματ' ἀλλήλοις φασὶ δοθῆναι. Ὅστις γὰρ ἐκ τεττάρων ταλάντων καὶ τρισχιλίων, τοῖς μὲν τρία τάλαντα καὶ δισχιλίας προῖκα δέδωκεν, τῷ δ' ἑβδομήκοντα μνᾶς καρποῦσθαι, φανερὸν δήπου πᾶσιν, ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας, ἧς ἐμοὶ κατέλειπεν, ταῦτ' ἀφεῖλεν. [45] Οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητα ἐβούλετο καταλιπεῖν, τούτους δὲ, πλουσίους ὄντας, ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλ' ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων, Θηριππίδῃ τε τοσοῦτον ἀργύριον, καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, ἢ διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, ἢ, εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρ' ὑμῶν τυγχάνοιεν, εἰ, τοσούτων ἀξιωθέντες, τοιαῦτ' εἰς ἡμᾶς ἐξαμαρτάνοιεν. [46] Οὗτος τοίνυν καὶ αὐτὸς, πρὸς τῇ προικὶ, καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ αὑτοῦ πράττειν φησὶ, καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν, καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. Λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας, καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ [47] Πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα, καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς, μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων, τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα, καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δ' ἐργαστήριον κεκαρπωμένον αὐτὸν, καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα, [48] τῶν δ' ἄλλων τὰ μὲν πεπρακότα, καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δ' ὡς ἑαυτὸν λαβόντα, καὶ ταῦτ' ἠφανικότα, ἔτι δὲ, παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε, τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις, τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, καὶ τἄλλ' οὕτω πάντα διῳκηκότα, ὡς οὐδ' ἂν οἱ ἔχθιστοι διοικήσειαν; Ἐγὼ μὲν οὐκ οἶδ' ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν· [49] ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ λέγειν, ὡς ἀπὸ τῶν χρημάτων χρέα τε πάμπολλ' ἐκτέτεικεν ὑπὲρ ἐμοῦ Δημοφῶντι καὶ Θηριππίδῃ, τοῖς συνεπιτρόποις, καὶ ὡς πολλὰ τῶν ἐμῶν λάβοιεν, οὐδέτερον ἔχων ἐπιδεικνύναι τούτων. Οὔτε γὰρ, ὡς ὀφείλοντά με κατέλιπεν ὁ πατὴρ, ἐν τοῖς γράμμασιν ἀπέφηνεν, οὐδ', οἷς ἀποδεδωκέναι ταῦτ' ἔφη, παρέσχηται μάρτυρας, οὔτ' αὖ τὸν ἀριθμὸν τῶν χρημάτων εἰς τοὺς συνεπιτρόπους ἐπανέφερεν, ὅσονπερ αὐτὸς φαίνεται λαβών, ἀλλὰ πολλοῖς ἐλάττω χρήμασιν. [50] Ἐρωτηθεὶς δ' ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθ' ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν, ἢ τἀρχαῖα ἀναλίσκων, διῴκηκε, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατ' ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων, ἢ τἀρχαῖ' ἀπολαβεῖν ἂν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτ' ἀπεκρίνατο οὐδέν, προὐκαλεῖτο δ' ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν. [51] Κελεύοντος δέ μου πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτα, οὐκ ἐπέδειξεν, οὐδ' ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δ' ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν. Ἐὰν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτ' αὐτόν, καὶ καθ' ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε· [52] ἐὰν δ' εἶναί μοι φῇ, τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρ' ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δ' οὐδὲν μᾶλλον ἀποφαίνων. Ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτ' ἔχοντ' ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντ' ἐπιδείξω. Ὥστ' οὐ τοῦτ' αὐτῷ λεκτέον, ἀλλ' ὡς ἢ αὐτὸς ἢ οἱ συνεπίτροποι παρέδοσαν. Εἰ δὲ μὴ τοῦτ' ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν; Οὐδὲν γὰρ μᾶλλον ἔχοντά μ' ἐπιδείκνυσι. [53] Πολλὰ τοίνυν ἀπορηθεὶς πρὸς τῷ διαιτητῇ περὶ πάντων τούτων, καὶ καθ' ἕκαστον ἐξελεγχόμενος ὥσπερ νυνὶ παρ' ὑμῖν, ἐτόλμησε ψεύσασθαι πάντων δεινότατον, ὡς τέτταρά μοι τάλανθ' ὁ πατὴρ κατέλιπε κατορωρυγμένα καὶ τούτων κυρίαν τὴν μητέρ' ἐποίησεν. Ταῦτα δ' εἶπεν, ἵν' εἰ μὲν καὶ νῦν προσδοκήσαιμ' αὐτὸν ἐρεῖν, ἀπολογούμενος περὶ αὐτῶν διατρίβοιμι, δέον ἕτερά μ' αὐτοῦ κατηγορεῖν πρὸς ὑμᾶς· εἰ δ' ὡς οὐ ῥηθησομένων παραλίποιμι, νῦν αὐτὸς εἴποι, ἵνα δοκῶν εἶναι πλούσιος ἧττον ὑφ' ὑμῶν ἐλεοίμην. [54] Καὶ μαρτυρίαν μὲν οὐδεμίαν ἐνεβάλετο τούτων ὁ ταῦτ' εἰπεῖν ἀξιώσας, ψιλῷ δὲ λόγῳ χρησάμενος ὡς πιστευθησόμενος δι' ἐκείνων. Καὶ ὅταν μὲν ἔρηταί τις αὐτόν, εἰς τί τῶν ἐμῶν τοσαῦτα χρήματ' ἀνήλωκεν, χρέα φησὶν ὑπὲρ ἐμοῦ ἐκτετεικέναι καὶ πένητ' ἐνταυθοῖ ζητεῖ ποιεῖν· ὅταν δὲ βούληται, πλούσιον ὡς ἔοικεν, εἴπερ καὶ τοσοῦτον ἐκεῖνος ἀργύριον οἴκοι κατέλιπεν. Ὡς δ' οὐκ ἀληθῆ λέγειν οἷόν τε αὐτόν, ἀλλ' ἀδύνατόν τι γενέσθαι τούτων, ἐκ πολλῶν ῥᾴδιον μαθεῖν. [55] Εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ' ἂν τἄλλ' ἐπέτρεπεν, οὔτ' ἂν ταῦθ' οὕτω καταλείπων αὐτοῖς ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμέν' εἰπεῖν μηδὲ τῶν φανερῶν μέλλοντ' ἐπιτρόπους καταστήσειν· εἰ δ' ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ' αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τούτων δ' οὐκ ἂν κυρίους ἐποίησεν, οὐδ' ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δ' ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ' ἔδωκεν. Οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν. [56] Ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθ' οὐκ ἂν αὐτὴν λαβεῖν, δοθεῖσαν ὑπὸ τοῦ πατρός; Ὃς, τὴν μὲν προῖκα αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων, ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ' ἔγημεν. Τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτ' ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ' αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ' ἐκείνης αὐτῶν κύριον; [57] Ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν; ὧν δ' οὐκ ἐμέλλεθ' ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ' ἂν, ἐξὸν αὐτῷ λαβεῖν; Καὶ τίς ἂν πιστεύσειεν; Οὐκ ἔστιν ταῦτ', ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν. Ἀλλὰ τὰ μὲν χρήμαθ', ὅσα κατέλιπεν, ὁ πατήρ, πάντα τούτοις παρέδωκεν· οὗτος δ', ἵν' ἧττον ἐλεηθῶ παρ' ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται. [58] Πολλὰ μὲν οὖν ἔγωγ' ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας. Τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους. Λαβὲ τοὺς νόμους, καὶ ἀνάγνωθι.
ΝΟΜΟΙ Κατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα, καὶ πλέον, ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθ' ὑμῶν τινὲς εἶδον· Θεογένης γὰρ ὁ Προβαλίσιος, ὁ μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματ' ἐξηρίθμησεν· [59] ἐμοὶ δ', ἐκ τεττάρων καὶ δέκα ταλάντων, ἐν δέκα ἔτεσιν, πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν, πλέον ἢ τριπλάσια, κατὰ τὸ εἰκὸς, προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν ἐρωτᾶτ' αὐτόν. Εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια, μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλ' αὐτὰ τὰ ἀρχαῖ' ἐμοὶ πάντ' ἀποδεδομένα· εἰ δ' ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδ' ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, ὁ δὲ καὶ πρὸς ὀφείλοντά με αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; Οὐδαμῶς δήπουθεν. [60] Τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης, ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις, τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν, καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσα ἐξαὐτῶν περιεγίγνετο, [61] ταῦτα προσπεριποιεῖν, τὴν δ' ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτρι' ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δ' ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δ' αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο. [62] Λαβόντες δὲ καὶ τἄλλ' αἰσχρῶς οὑτωσὶ πάντα, πλέον ἢ τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλ' αὐτὰ τὰ ἀρχαῖ' οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες. Καὶ οὐδ' αἰσχύνονται ταῦτα τολμῶντες. [63] Καίτοι τί ποτ' ἂν ἔπαθον ὑπ' αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην; Οὐκ ἂν ἔχοιεν εἰπεῖν. Ὅπου γὰρ δέκ' ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν; Δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπ' αὐτῶν, οὐδ' ἂν τὰ μικρὰ ταῦτα παρ' αὐτῶν ἀπέλαβον. Εἰ γὰρ ἐκεῖν' ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ' ἢ παρ' αὑτῶν ἄν μ' ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον. [64] Καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστ' ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δ' ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας; Τίνας δ' οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν; Οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δ' ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθ' ὑφ' ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι; [65] Καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντ' ἀφείλεσθε, ἀλλ' ἢ γυναῖκας ἢ παιδί' αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρ' ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτ' εἰς ἡμᾶς ὑβρίκασι. Καὶ οὐδ' ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλ' ὥσπερ ἔχθιστοί τινες, ἀλλ' οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν. [66] Ἀλλ' ἐγὼ μὲν ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερ' ἀπορῶ, ταύτην θ' ὅπως ἐκδῶ καὶ τἄλλ' ὁπόθεν διοικῶ. Προσεπίκειται δ' ἡ πόλις ἀξιοῦσ' εἰσφέρειν, δικαίως· οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι ὁ πατήρ. Τὰ δὲ χρήματα τὰ καταλειφθένθ' οὗτοι πάντ' εἰλήφασιν. [67] Καὶ νῦν κομίσασθαι τἀμαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον. Ἂν γὰρ ἀποφύγῃ μ' οὗτος, ὃ μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν. Καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν, κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλ' ἐκ τῶν ἐμῶν ποιήσεται τὴν ἔκτεισιν· ἐμοὶ δ' ἀτίμητον τοῦτ' ἔστιν, ὥστ' οὐ μόνον ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμωμένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε. [68] Δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι. Δίκαιοι δ' ἔστ' ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπωνν, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότρι' ἀποστεροῦντας, ἀλλ' ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας. [69] Μέγα δ' ἂν οἶμαι στενάξαι τὸν πατέρ' ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδ' ἣν ἔλαβεν προῖκ' ἐθέλοντ' ἀποδοῦναι, καὶ ταῦτ' ἔτει δεκάτῳ.
Le versioni del tuo libro senza doverle cercare?