Contro Callippo
Contro Callippo di Demostene
Οὐκ ἔστιν χαλεπώτερον οὐδέν, ὦ ἄνδρες δικασταί, ἢ ὅταν ἄνθρωπος δόξαν ἔχων καὶ δυνάμενος εἰπεῖν τολμᾷ ψεύδεσθαι καὶ μαρτύρων εὐπορῇ. ἀνάγκη γάρ ἐστιν τῷ φεύγοντι μηκέτι περὶ τοῦ πράγματος μόνον λέγειν, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ λέγοντος, ὡς οὐκ εἰκὸς αὐτῷ διὰ τὴν [2] δόξαν πιστεύειν. εἰ γὰρ ἔθος καταστήσετε τοῖς δυναμένοις εἰπεῖν καὶ δόξαν ἔχουσι μᾶλλον πιστεύειν ἢ τοῖς ἀδυνατωτέροις, ἐφ' ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες. δέομαι οὖν ὑμῶν, εἴπερ τι καὶ ἄλλο πώποτε πρᾶγμα αὐτὸ καθ' αὑτὸ ἐδικάσατε, μηδὲ μεθ' ἑτέρων τὴν γνώμην γενόμενοι, μήτε μετὰ τῶν διωκόντων μήτε μετὰ τῶν φευγόντων, ἀλλὰ τὸ δίκαιον σκεψάμενοι, οὕτω καὶ νῦν διαγνῶναι. ἐξ ἀρχῆς δ' ὑμῖν διηγήσομαι. [3] Λύκων γὰρ ὁ Ἡρακλεώτης, ὦ ἄνδρες δικασταί, οὗτος ὃν καὶ αὐτὸς λέγει, τῇ τραπέζῃ τῇ τοῦ πατρὸς ἐχρῆτο, ὥσπερ καὶ οἱ ἄλλοι ἔμποροι, ξένος μὲν ὢν Ἀριστόνῳ τῷ Δεκελεῖ καὶ Ἀρχεβιάδῃ τῷ Λαμπτρεῖ, ἄνθρωπος δέ τις σώφρων. οὗτος ἐπειδὴ ἐκπλεῖν ἔμελλεν εἰς τὴν Λιβύην, διαλογισάμενος πρὸς τὸν πατέρα τὸν ἐμὸν ἐναντίον Ἀρχεβιάδου καὶ Φρασίου προσέταξεν τὸ ἀργύριον ὃ κατέλειπεν (ἦν δὲ τοῦτο ἑκκαίδεκα μναῖ καὶ τετταράκοντα δραχμαί, ὡς ἐγὼ ὑμῖν πάνυ ἀκριβῶς ἐπιδείξω) Κηφισιάδῃ ἀποδοῦναι, λέγων ὅτι κοινωνὸς εἴη αὑτοῦ ὁ Κηφισιάδης οὗτος, οἰκήτωρ μὲν ὢν ἐν Σκίρῳ, ἐν δὲ τῷ παρόντι ἐφ' ἑτέρᾳ ἀποδημῶν ἐμπορίᾳ. [4] δεῖξαι δ' αὐτὸν τῷ πατρὶ τῷ ἐμῷ καὶ συστῆσαι τῷ Ἀρχεβιάδῃ καὶ τῷ Φρασίᾳ προσέταξεν, ἐπειδὴ ἥκοι ἐκ τῆς ἀποδημίας. εἰώθασι δὲ πάντες οἱ τραπεζῖται, ὅταν τις ἀργύριον τιθεὶς ἰδιώτης ἀποδοῦναί τῳ προστάττῃ, πρῶτον τοῦ θέντος τοὔνομα γράφειν καὶ τὸ κεφάλαιον τοῦ ἀργυρίου, ἔπειτα παραγράφειν 'τῷ δεῖνι ἀποδοῦναι δεῖ', καὶ ἐὰν μὲν γιγνώσκωσι τὴν ὄψιν τοῦ ἀνθρώπου ᾧ ἂν δέῃ ἀποδοῦναι, τοσοῦτο μόνον ποιεῖν, γράψαι ᾧ δεῖ ἀποδοῦναι, ἐὰν δὲ μὴ γιγνώσκωσι, καὶ τούτου τοὔνομα προσπαραγράφειν ὃς ἂν μέλλῃ συστήσειν καὶ δείξειν τὸν ἄνθρωπον, ὃν ἂν δέῃ [5] κομίσασθαι τὸ ἀργύριον. τύχης δὲ συμβάσης τοιαύτης τῷ Λύκωνι τούτῳ ὥστε εὐθὺς ἐκπλέοντα αὐτὸν περὶ τὸν Ἀργολικὸν κόλπον ὑπὸ λῃστρίδων νεῶν τά τε χρήματα καταχθῆναι εἰς Ἄργος καὶ αὐτὸν τοξευθέντα ἀποθανεῖν, ἔρχεται ἐπὶ τὴν τράπεζαν Κάλλιππος οὑτοσὶ εὐθὺς ἐρωτῶν, Λύκωνα Ἡρακλεώτην εἰ γιγνώσκοιεν. ἀποκριναμένου δὲ Φορμίωνος τουτουὶ ὅτι γιγνώσκοιεν, 'ἆρα καὶ ἐχρῆτο ὑμῖν'; ἔφη ὁ Φορμίων· 'ἀλλὰ πρὸς τί ἐρωτᾷς'; 'πρὸς τί'; ἔφη· 'ἐγώ σοι ἐρῶ. ἐκεῖνος μὲν τετελεύτηκεν, ἐγὼ δὲ προξενῶν τυγχάνω τῶν Ἡρακλεωτῶν. ἀξιῶ δή σε δεῖξαί μοι τὰ γράμματα, ἵν' εἰδῶ εἴ τι καταλέλοιπεν ἀργύριον· ἐξ ἀνάγκης [6] γάρ μοί ἐστιν ἁπάντων Ἡρακλεωτῶν ἐπιμελεῖσθαι.' ἀκούσας δ' αὐτοῦ ὁ Φορμίων, ὦ ἄνδρες δικασταί, ἔδειξεν εὐθέως παραχρῆμα. δείξαντος δὲ αὐτοῦ τὸ γραμματεῖον, ἀναγνοὺς αὐτὸς καὶ ἄλλος οὐδείς, καὶ ἰδὼν γεγραμμένον ἐν αὐτῷ 'Λύκων Ἡρακλεώτης χιλίας ἑξακοσίας τετταράκοντα· Κηφισιάδῃ ἀποδοῦναι δεῖ· Ἀρχεβιάδης Λαμπτρεὺς δείξει τὸν Κηφισιάδην', ᾤχετο ἀπιὼν σιωπῇ, καὶ πλέον ἢ πέντε [7] μηνῶν οὐδένα λόγον ἐποιήσατο. ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα, παρόντος δέ, ὦ ἄνδρες δικασταί, Ἀρχεβιάδου καὶ τοῦ Φρασίου, οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη, ἐπειδὴ ἔλθοι, παρόντων ‹δὲ› καὶ ἄλλων, ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί. ὡς δὲ ἀληθῆ λέγω, τούτων ἁπάντων ὑμῖν τὰς μαρτυρίας ἀναγνώσεται. ΜΑΡΤΥΡΙΑΙ. [8] Ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε. προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν. ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο, 'οἶσθά τοι' ἔφη, 'ὅ τι ἔστιν, [9] ὦ Πασίων, ὅ σε ἐρωτῶ'; (καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλ' ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.) 'ἔξεστί σοι' ἔφη 'ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι. προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δ' ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον. συμβέβηκεν δὲ τοιοῦτόν τι· ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ [10] πυνθάνομαι. πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν ἃ κατήχθη μετ' αὐτοῦ. οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν λαμβάνειν· ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν. σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ ὁ Κηφισιάδης. εἰ δ' ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα ἢ τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.' [11] ἐπειδὴ δὲ αὐτῷ εἴρητο, 'ἐγώ', ἔφη ὁ πατήρ, 'ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι. εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει· ἐὰν μέντοι μὴ 'θέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς.' 'ἀμέλει,' ἔφη οὗτος, 'ὦ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.' [12] Ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτ' ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται· ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ [13] πατρὸς ἀκούειν. οὗτος δὲ ὁ ἀξιῶν ὑφ' ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν [14] τὸν νοῦν οὐδὲ οἷς λέγει, ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δί' οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρ' αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν. λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, προὐκαλέσατο δ' αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως [15] ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός. ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη ὁ πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις ὁ Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν. καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετ' ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε [16] ἑαυτῷ μὴ 'θέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός. ὡς δὲ ἐγὼ μὲν ἀληθῆ λέγω, οὗτοι δὲ ψεύδονται, πρῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης, καὶ ὅτι ἐγὼ ἐξούλης ἂν ἔφευγον νῦν, ἀλλ' οὐκ ἀργυρίου δίκην· πρὸς δὲ τούτῳ ἐγὼ ὑμῖν τοὺς παρόντας ἑκάστοτε τῷ πατρὶ ἐν ταῖς συνόδοις ταῖς πρὸς τοῦτον, αἳ παρὰ τῷ Λυσιθείδῃ ἐγίγνοντο, μάρτυρας παρέξομαι. ΜΑΡΤΥΡΕΣ. [17] Ὅτι μὲν οὐ προκαλεσάμενος εἰς ὅρκον τὸν πατέρα τότε, νυνὶ ἐκείνου τετελευτηκότος καταψεύδεται, καὶ κατ' ἐμοῦ ῥᾳδίως τὰ ψευδῆ μαρτυροῦντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρέχεται, ἔκ τε τῶν τεκμηρίων καὶ ἐκ τῆς μαρτυρίας ταύτης ῥᾴδιον ὑμῖν εἰδέναι. ὅτι δὲ ἐγὼ ὑπὲρ τοῦ πατρὸς ἠθέλησα αὐτῷ πίστιν δοῦναι ἥνπερ ὁ νόμος κελεύει, ἐάν τις τεθνεῶτι [18] ἐπικαλῶν δικάζηται τῷ κληρονόμῳ, μὴ δοκεῖν μοι μήτε ὁμολογῆσαι τὸν πατέρα τούτῳ ἀποδώσειν τὸ ἀργύριον ὃ κατέλιπε Λύκων, μήτε συσταθῆναι αὐτὸν τῷ πατρὶ ὑπὸ τοῦ Λύκωνος, καὶ Φορμίων, ἦ μὴν διαλογίσασθαί τε ἐναντίον Ἀρχεβιάδου τῷ Λύκωνι αὐτὸς καὶ προσταχθῆναι αὑτῷ Κηφισιάδῃ ἀποδοῦναι τὸ ἀργύριον, τὸν δὲ Κηφισιάδην δεῖξαι [19] αὑτῷ τὸν Ἀρχεβιάδην, καὶ ὅτε Κάλλιππος προσῆλθεν τὸ πρῶτον πρὸς τὴν τράπεζαν, λέγων ὅτι τετελευτηκὼς εἴη ὁ Λύκων καὶ αὐτὸς ἀξιοίη τὰ γράμματα ἰδεῖν, εἴ τι καταλελοιπὼς εἴη ὁ ξένος ἀργύριον, ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα, ἰδόντα αὐτὸν τῷ Κηφισιάδῃ γεγραμμένον ἀποδοῦναι, σιωπῇ οἴχεσθαι ἀπιόντα, οὐδὲν οὔτε ἀμφισβητήσαντα οὔτ' ἀπειπόνθ' αὑτῷ περὶ τοῦ ἀργυρίου, τούτων ὑμῖν τάς τε μαρτυρίας ἀμφοτέρας καὶ τὸν νόμον ἀναγνώσεται. ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ. [20] Φέρε δὴ ὑμῖν, ὦ ἄνδρες δικασταί, ὡς οὐδ' ἐχρῆτο Λύκων τῷ Καλλίππῳ ἐπιδείξω· οἶμαι γάρ τί μοι καὶ τοῦτο εἶναι πρὸς τὴν ἀλαζονείαν τὴν τουτουὶ τοῦ φάσκοντος αὑτῷ δωρεὰν δοθῆναι τὸ ἀργύριον τοῦτο παρὰ τοῦ Λύκωνος. ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι. [21] συχνῆς δὲ πάνυ πραγματείας περὶ τοσαῦτα χρήματα γενομένης, τὸν μὲν Κάλλιππον ὁ Λύκων οὐδαμοῖ πώποτε πατεκάλεσεν, τὸν δὲ Ἀρχεβιάδην καὶ τοὺς τοῦ Ἀρχεβιάδου φίλους· καὶ ὁ διαλλάξας αὐτοὺς Ἀρχεβιάδης ἦν. ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν αὐτὸν τὸν Μεγακλείδην μάρτυρα παρέξομαι. ΜΑΡΤΥΡΙΑ. [22] Οὑτωσὶ μὲν οἰκείως φαίνεται χρώμενος, ὦ ἄνδρες δικασταί, ὁ Λύκων τῷ Καλλίππῳ, ὥστε μήτε παρακαλεῖν αὐτὸν ἐπὶ τὰ αὑτοῦ πράγματα μήτε κατάγεσθαι ὡς τοῦτον μηδεπώποτε· καὶ αὐτό γε τοῦτο μόνον οὐ τετολμήκασιν οἱ οἰκεῖοι ‹οἱ› τούτου μαρτυρῆσαι, ὡς κατήγετο παρὰ τούτῳ ἐκεῖνος, εὖ εἰδότες ὅτι διὰ βασάνου ἐκ τῶν οἰκετῶν ὁ ἔλεγχος [23] ἤδη ἔσοιτο, εἴ τι τοιοῦτο ψεύσοιντο. βούλομαι δ' ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν τηλικοῦτον, ᾧ δῆλον ὑμῖν ἔσται, ὡς ἐγὼ οἴομαι, ὅτι πάντα πρὸς ὑμᾶς ἔψευσται. τῷ γὰρ Λύκωνι, ὦ ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν [24] δοῦναι αὐτῷ, εἴ τι πάθοι, τὸ ἀργύριον, πότερον κάλλιον ἦν ἄντικρυς παρὰ τῷ Καλλίππῳ καταλιπεῖν τὸ ἀργύριον, ὃ ἔμελλε σωθεὶς μὲν ὀρθῶς καὶ δικαίως ἀπολήψεσθαι παρὰ φίλου γε ὄντος αὐτῷ καὶ προξένου, εἰ δέ τι πάθοι, ἄντικρυς ἔσεσθαι δεδωκώς, ὥσπερ καὶ ἐβούλετο, ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν; ἐγὼ μὲν γὰρ οἶμαι ἐκεῖνο καὶ δικαιότερον καὶ μεγαλοπρεπέστρον εἶναι. οὐ τοίνυν φαίνεται τούτων οὐδὲν ποιήσας, ὥστε καὶ ταῦτα ὑμῖν τεκμήρια ἔστω, ἀλλὰ τῷ Κηφισιάδῃ καὶ γράψας καὶ προστάξας ἀποδοῦναι. [25] Ἔτι τοίνυν καὶ τοδὶ σκέψασθε, ὦ ἄνδρες δικασταί, ὅτι Κάλλιππος μὲν ἦν πολίτης ὑμέτερος καὶ οὐκ ἀδύνατος οὐδέτερα ποιῆσαι, οὔτε κακῶς οὔτε εὖ, ὁ δὲ Κηφισιάδης καὶ μέτοικος καὶ οὐδὲν δυνάμενος, ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ [26] δίκαια ποιῆσαι. ἀλλὰ νὴ Δία, ἴσως ἂν εἴποι, κερδαίνων τι ἰδίᾳ ὁ πατὴρ ἀπὸ τοῦ ἀργυρίου ἐκείνῳ μᾶλλον προσετίθετο τὴν γνώμην ἢ τούτῳ. εἶτα πρῶτον μὲν τὸν δυνησόμενον διπλάσιον τοῦ λήμματος κακὸν ποιῆσαι ἠδίκει, ἔπειτα ἐνταῦθα μὲν αἰσχροκερδὴς ἦν, εἰς δὲ τὰς εἰσφορὰς καὶ [27] λῃτουργίας καὶ δωρεὰς τῇ πόλει οὔ; καὶ τῶν μὲν ξένων οὐδένα ἠδίκει, Κάλλιππον δέ; καὶ οὗτος, ὡς χρηστῷ μὲν αὐτῷ ὄντι καὶ οὐδὲν ἂν ψευσαμένῳ ὅρκον ἐδίδου, ὥς φησιν, ὡς περὶ πονηροῦ δὲ καὶ ἀπαλείφοντος ἀπὸ τῶν παρακαταθηκῶν νυνὶ διαλέγεται; κἀκεῖνος οὔτ' ὀμόσαι 'θέλων, ὡς οὗτός φησιν, οὔτ' ἀποδιδοὺς οὐκ εὐθὺς ἂν ὠφλήκει; τῷ [28] ταῦτα πιστά, ὦ ἄνδρες δικασταί; ἐγὼ μὲν γὰρ οὐδενὶ οἴομαι. καὶ ὁ Ἀρχεβιάδης εἰς τοῦτο φαυλότητος ἥκει, ὥστε τοῦ Καλλίππου δημότου ὄντος αὐτῷ καὶ πολιτευομένου καὶ οὐκ ἰδιώτου ὄντος καταμαρτυρεῖ, καὶ φησὶν ἡμᾶς μὲν ἀληθῆ λέγειν, τοῦτον δὲ ψεύδεσθαι, καὶ ταῦτα εἰδὼς ὅτι, ἂν οὗτος βούληται ἐπισκήψασθαι αὐτῷ τῶν ψευδομαρτυρίων καὶ ἄλλο μηδὲν ποιῆσαι ἢ ἐξορκῶσαι, ἀνάγκη αὐτῷ ἔσται πίστιν ἐπιθεῖναι [29] ἣν ἂν κελεύῃ οὗτος. ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ‹ἂν› ὁ Ἀρχεβιάδης; οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί. οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου· πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε [30] καταφρονήσαντα τούτου ἀδικῆσαι [ἄν] τι αὐτόν. οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστ' εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπ' αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην (κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν), οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ [31] αὐτῶν. Λυσιθείδης γάρ, ὦ ἄνδρες δικασταί, ἕως μὲν ὁ πατὴρ ἔζη, καὶ ἄνευ ὅρκου καὶ μεθ' ὅρκου ἴσως ἂν οὐκ ἠδίκησεν ἐκεῖνον· ἔμελε γὰρ αὐτῷ ἐκείνου. ἐμοῦ δὲ ἄνευ μὲν ὅρκου οὐδὲν αὐτῷ ἔμελεν, μεθ' ὅρκου δὲ ἴσως ἂν οὐκ ἠδίκησεν διὰ τὸ αὑτοῦ ἴδιον· διόπερ ἀνώμοτος ἀπεφήνατο. ὡς δὲ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι. ΜΑΡΤΥΡΕΣ. [32] Ὅ τι μὲν καὶ παρὰ τοὺς νόμους καὶ παρὰ τὸ δίκαιον δύναται διαπράττεσθαι Κάλλιππος, ὦ ἄνδρες δικασταί, τῆς μαρτυρίας ἀκηκόατε. δέομαι δὲ ὑμῶν αὐτός τε ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ πατρός, ἀναμνησθέντας ὅτι πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην ὧν εἴρηκα, τούτῳ δὲ ἐπιδείκνυμι ὅτι ἐξόν, εἴπερ τι αὐτῷ προσῆκεν τοῦ ἀργυρίου, ἐπὶ τὸν Κηφισιάδην βαδίζειν τὸν ὁμολογοῦντα κεκομίσθαι καὶ ἔχειν τὸ ἀργύριον, [33] καὶ ταῦτα μηδὲν ἧττον τὰ πιστὰ παρ' ἡμῶν λαβόντα, οὐκ ἔρχεται, εἰδὼς ὅτι οὐκ ἔστιν παρ' ἡμῖν τὸ ἀργύριον, δέομαι ὑμῶν ἀποψηφίσασθαί μου. καὶ ταῦτα ποιοῦντες πρῶτον μὲν τὰ δίκαια καὶ κατὰ τοὺς νόμους ἔσεσθε ἐψηφισμένοι, ἔπειτα ἄξια μὲν αὐτῶν ὑμῶν, ἄξια δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ· ὡς ἐγὼ ὑμᾶς ἂν δεξαίμην ἅπαντα τὰ ἐμαυτοῦ λαβεῖν μᾶλλον ἢ ἀδίκως τι συκοφαντούμενος ἀποτεῖσαι.
Le versioni del tuo libro senza doverle cercare?