Contro Onetore 1
Contro Onetore 1 di Demostene
Περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντ' αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλ' ηὕρηκα πολὺ τοῦτον ἐκείνου [2] δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην. τὸν μὲν γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τ' ἐγενόμην πεῖσαι· τοῦτον δ' αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ παρ' ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστ' οὐχὶ μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν Ἄφοβος ἐκέκτηθ' ὅτ' ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς [3] ὑπ' αὐτοῦ πάνυ ἐξεβλήθην. ἐπειδὴ οὖν συναποστερεῖ τέ με τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τ' εἰς ὑμᾶς εἰσελήλυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν πειρᾶσθαι παρ' αὐτοῦ τῶν δικαίων τυγχάνειν. οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ὁ ἀγών ἐστιν· ὅμως μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν, [4] ὥστ' εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτ' εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων. ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκ' οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκ' οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μ' ἐκ ταύτης [5] τῆς γῆς, προϊστάμενον δ' ἐπ' ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμηρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθ' ὑμᾶς ἅπαντας εἴσεσθαι σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην ὑπ' ἐμοῦ τὴν δίκην. ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν. [6] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τ' ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλ' ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθ' ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τ' ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵν' αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν. ὥστ' ἐκ τῶν γιγνομένων οὐκ ἔσθ' ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρ' αὐτῶν, ἐπειδὴ τάχιστ' [7] ἀνὴρ εἶναι δοκιμασθείην. ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν. τεκμήριον δὲ πάντων μέγιστον· οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θ' αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκ' οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματ' ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων. ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκ' αὐτῷ Τιμοκράτης ἐπὶ πέντ' ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ [8] πρότερον ἡ γυνὴ συνοικοῦσ' ἐτύγχανεν. ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδ' ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλ' αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δ' οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μ' ἐξ αὐτῆς ἐτόλμησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων [9] κατεφρόνησεν. καὶ τὰ μὲν γενόμενα, καὶ δι' ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτ' ἐστίν, ὦ ἄνδρες δικασταί· παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθ' ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους. καί μοι λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. [10] Ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχ' ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκ' εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. οὔτε γὰρ δι' ἀπορίαν οἷόν τ' εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστ' οὐκ ἂν διὰ τοῦτό γ' εἶεν οὐκ εὐθὺς δεδωκότες) [11] οὔτε κτήματα μὲν ἦν αὐτοῖς, ἀργύριον δ' οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δ' ἐχήρευεν, διὸ πρᾶξαι ταῦτ' ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες· ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλ' οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστ' οὐδ' ἂν ταύτην τὴν [12] σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, κἀκεῖν' ἂν πάντες ὁμολογήσαιτε, ὅτι τοιοῦτον πρᾶγμα συναλλάττων ὁστισοῦν ἕλοιτ' ἂν ἑτέρῳ μᾶλλον ὀφείλειν ἢ κηδεστῇ τὴν προῖκα μὴ ἀποδοῦναι. μὴ διαλυσάμενος μὲν γὰρ γίγνεται χρήστης ἄδηλος εἴτ' ἀποδώσει δικαίως εἴτε μή, μετὰ δὲ τῆς γυναικὸς τἀκείνης ἀποδοὺς οἰκεῖος καὶ κηδεστής· [13] ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας. ὥσθ' οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθ' ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστ' εἰπεῖν ἄλλην πρόφασιν δι' ἣν οὐκ ἀπέδοσαν, ἀλλ' ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, δι' ἣν δοῦναι τὴν προῖκ' οὐκ ἐπίστευσαν. [14] Ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτ' ἐξελέγχων, ὡς οὐδ' ὕστερον ἀπέδοσαν, οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων, ὥσθ' ὑμῖν γενέσθαι φανερόν, ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλ' ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον, οὐκ ἄν ποτ' ἀπέδοσαν οὐδ' ἂν προεῖντο· τοιαύτας [15] ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα. δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν· ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, ἡ δ' ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους· ἐγὼ δ' εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος. [16] ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δ' οὐκ ἔχει πίστιν. ὃς γὰρ διὰ ταῦτ' ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος; ὃς εἰ καὶ τότ' ἐπίστευσεν, τηνικαῦτ' ἂν ἀπολαβεῖν ἐζήτησεν. οὐκ ἔνεστι δήπουθεν, ὦ ἄνδρες [17] δικασταί. ἀλλὰ μὴν ὡς ἐγήματο μὲν ἡ γυνὴ καθ' ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δ' ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δ' ἢ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντ' ἀπεγράψαντο, λαβέ μοι καθ' ἕκαστον ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑ. Μετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. λαβὲ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. [18] Ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. Δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκ' οὐ δόντες, ἀλλ' ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκ' ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθ' ὑφ' [19] ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν; ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τ' ἀποδεδόσθαι τὴν προῖκα, ταῦτ' ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκ' ἀπέδοσαν, [20] αὐτὸν δ' Ἄφοβον, εἴ τινες παρῆσαν ὅτ' ἀπελάμβανεν. καί μοι πάντες ἀπεκρίναντο καθ' ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθ' ὁποσονοῦν δέοιτ' Ἄφοβος παρ' αὐτῶν. καίτοι τῷ τοῦθ' ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; ᾧ μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλ' οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵν' εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι [21] ῥᾳδίως παρ' ὑμῖν δύνηται. μὴ γὰρ ὅτι πρὸς τοῦτον τοιοῦτον ὄντα, ἀλλ' οὐδὲ πρὸς ἄλλον οὐδ' ἂν εἷς οὐδένα τοιοῦτον συνάλλαγμα ποιούμενος ἀμαρτύρως ἂν ἔπραξεν· ἀλλὰ τῶν τοιούτων ἕνεκα καὶ γάμους ποιοῦμεν καὶ τοὺς ἀναγκαιοτάτους παρακαλοῦμεν, ὅτι οὐ πάρεργον, ἀλλ' ἀδελφῶν καὶ θυγατέρων βίους ἐγχειρίζομεν, ὑπὲρ ὧν τὰς ἀσφαλείας [22] μάλιστα σκοποῦμεν. εἰκὸς τοίνυν καὶ τοῦτον, ὧνπερ ἐναντίον ὀφείλειν ὡμολόγησεν καὶ τὸν τόκον οἴσειν, τῶν αὐτῶν τούτων παρόντων διαλύσασθαι πρὸς Ἄφοβον, εἴπερ ὡς ἀληθῶς ἀπεδίδου τὴν προῖκ' αὐτῷ. τοῦτον μὲν γὰρ τὸν τρόπον πράξας, ὅλου τοῦ πράγματος ἀπηλλάττετο, μόνος μόνῳ δ' ἀποδιδούς, τοὺς ἐπὶ ταῖς ὁμολογίαις παραγενομένους [23] ὡς κατ' ὀφείλοντος ἂν αὑτοῦ μάρτυρας ὑπελείπετο. νῦν τοίνυν τοὺς μὲν ὄντας οἰκείους καὶ βελτίους αὑτῶν οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκ' ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν, ἑτέρους δ' εἰ παρέχοιντο μάρτυρας μηδὲν γένει προσήκοντας, οὐκ ἂν ἡγοῦνθ' ὑμᾶς αὐτοῖς πιστεύειν. ἔτι δ' ἁθρόαν μὲν φάσκοντες δεδωκέναι τὴν προῖκα, ᾔδεσαν ὅτι τοὺς ἀπενεγκόντας οἰκέτας ἐξαιτήσομεν, οὓς μὴ γεγενημένης τῆς δόσεως παραδοῦναι μὴ 'θέλοντες ἠλέγχοντ' ἄν· εἰ δ' αὐτοὶ μόνοι μόνῳ τοῦτον τὸν τρόπον ἀποδεδωκέναι λέγοιεν, ἐνόμιζον οὐκ [24] ἐλεγχθήσεσθαι. διὰ τοῦτο τοῦτον εἵλοντ' ἐξ ἀνάγκης ψεύδεσθαι τὸν τρόπον. τοιαύταις τέχναις καὶ πανουργίαις, ὡς ἁπλοῖ τινὲς εἶναι δόξοντες, ἡγοῦνται ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν, ἁπλῶς οὐδ' ἂν μικρὸν ὑπὲρ τῶν διαφερόντων, ἀλλ' ὡς οἷόν τ' ἀκριβέστατα πράξαντες. λαβὲ τὰς μαρτυρίας αὐτοῖς ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ. [25] Φέρε δή, ὦ ἄνδρες δικασταί, καὶ τὴν γυναῖχ' ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ· νομίζω γάρ, ἂν τοῦτ' ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δ' ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν. μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δ' ἐπιδείξω μεγάλα [26] τεκμήρια καὶ πίστεις ἱκανάς. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκ' ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορ' ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν. [27] βουλόμενος δ' ἐμφανῆ ποιῆσαι ταῦτα πᾶσιν ὑμῖν, ἐξελέγχειν αὐτὸν ἠξίουν ἐναντίον μαρτύρων, εἰ μὴ φάσκοι ταῦθ' οὕτως ἔχειν, καὶ παρεδίδουν οἰκέτην εἰς βάσανον, ὃς συνῄδει πάντ' ἀκριβῶς· ὃν ἔλαβον κατὰ τὴν ὑπερημερίαν ἐκ τῶν Ἀφόβου. οὗτος δ' ἐμοῦ ταῦτ' ἀξιώσαντος, περὶ μὲν τοῦ συνοικεῖν Ἀφόβῳ τὴν ἀδελφὴν ἔφυγε τὴν βάσανον· ὡς δ' οὐκ ἐκεῖνος ἐγεώργει τὴν γῆν, οὐκ ἐδύνατ' ἀρνηθῆναι διὰ τὴν περιφάνειαν, [28] ἀλλὰ προσωμολόγησεν. οὐ μόνον δ' ἐκ τούτων ἦν ῥᾴδιον γνῶναι, ὅτι καὶ συνῴκει τῇ γυναικὶ καὶ τὸ χωρίον ἐκέκτητ' ἔτι πρὶν γενέσθαι τὴν δίκην, ἀλλὰ καὶ ἐξ ὧν ὀφλὼν διεπράξατο περὶ αὐτῶν. ὡς γὰρ οὐκ ἀποτετιμηκώς, ἀλλ' ἐμῶν ἐσομένων κατὰ τὴν δίκην, ἃ μὲν οἷόν τ' ἦν ἐξενεγκεῖν, ᾤχετο λαβών, τοὺς καρποὺς καὶ τὰ σκεύη τὰ γεωργικὰ πάντα πλὴν τῶν πιθακνῶν· ὃ δ' οὐχ οἷόν τ' ἦν ἀνελεῖν, ἐξ ἀνάγκης ὑπέλιπεν, ὥστ' ἐγγενέσθαι τούτῳ νῦν αὐτῆς τῆς γῆς ἀμφισβητεῖν. [29] καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δ' ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντ' ἐξενεγκεῖν, τὸν δ' ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδ' ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλ' ἡσυχίαν [30] ἔχοντα. ταῦτ' οὐ πολλὴ περιφάνει' ἐστίν; ταῦτ' οὐχ ὁμολογουμένη προστασία; φήσειέ γ' ἄν τις, εἰ διαλογίζοιτ' ὀρθῶς ἕκαστ' αὐτῶν. ὡς τοίνυν ὡμολόγει μὲν ἐκεῖνον γεωργεῖν πρὶν γενέσθαι τὴν δίκην ἐμοὶ πρὸς αὐτόν, ὑπὲρ δὲ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφὴν οὐκ ἠθέλησεν ποιήσασθαι τὴν βάσανον, ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην πλὴν τῶν ἐγγείων, λαβὲ ταύτας τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ. [31] Ἐμοὶ τοίνυν τοσούτων ὑπαρχόντων τεκμηρίων, οὐχ ἥκιστ' αὐτὸς ἔδειξεν Ὀνήτωρ, ὅτι οὐκ ἀληθινὴν ἐποιήσατο τὴν ἀπόλειψιν. ᾧ γὰρ προσῆκεν χαλεπῶς φέρειν, εἰ τὴν προῖκα δούς, ὥς φησιν, ἀντ' ἀργυρίου χωρίον ἀμφισβητούμενον ἀπελάμβανεν, οὗτος οὐχ ὡς διάφορος οὐδ' ὡς ἀδικούμενος, ἀλλ' ὡς οἰκειότατος πάντων τὴν πρὸς ἐμὲ δίκην αὐτῷ συνηγωνίζετο. κἀμὲ μὲν συναποστερῆσαι μετ' ἐκείνου τῶν πατρῴων ἐπεχείρησεν, καθ' ὅσον αὐτὸς οἷός τ' ἦν, ὑφ' οὗ κακὸν οὐδ' ὁτιοῦν ἦν πεπονθώς· Ἀφόβῳ δ', ὃν ἀλλότριον εἶναι προσῆκε νομίζειν, εἴ τι τούτων ἀληθὲς ἦν ὧν νῦν λέγουσιν, καὶ τἀμὰ πρὸς τοῖς ἐκείνου περιποιεῖν [32] ἐζήτησεν. καὶ οὐ μόνον ἐνταῦθα τοῦτ' ἐποίησεν, ἀλλὰ καὶ κατεγνωσμένης ἤδη τῆς δίκης, ἀναβὰς ἐπὶ τὸ δικαστήριον ἐδεῖθ' ἱκετεύων ὑπὲρ αὐτοῦ καὶ ἀντιβολῶν καὶ δάκρυσι κλάων ταλάντου τιμῆσαι, καὶ τούτου αὐτὸς ἐγίγνετ' ἐγγυητής. καὶ ταῦθ' ὁμολογούμενα μέν ἐστιν πολλαχόθεν (οἵ τε γὰρ ἐν τῷ δικαστηρίῳ τότε δικάζοντες καὶ τῶν ἔξωθεν παρόντων πολλοὶ συνίσασιν), ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι. καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. [33] Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν. αὕτη γὰρ ἡ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δ' ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσ' οὐδενὶ φαίνεται. καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρ' ἀνδρὸς ὡς ἄνδρ' ἐβάδιζεν, νῦν δ', εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσ' ἠνείχετ' ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τ' ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην [34] ἔχουσα τὴν ἡλικίαν; οὐκ ἔχει ταῦτ' ἀλήθειαν, ὦ ἄνδρες δικασταί, πιθανήν, ἀλλὰ λόγοι ταῦτ' εἰσί, συνοικεῖ δ' ἡ γυνὴ φανερῶς καὶ οὐκ ἐπικρύπτεται τὸ πρᾶγμα. παρέξομαι δ' ὑμῖν Πασιφῶντος μαρτυρίαν, ὃς ἀρρωστοῦσαν αὐτὴν θεραπεύων ἑώρα παρακαθήμενον Ἄφοβον ἐπὶ τούτου τοῦ ἄρχοντος, ἤδη τούτῳ ταυτησὶ τῆς δίκης εἰληγμένης. καί μοι λαβὲ τὴν Πασιφῶντος μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. [35] Ἐγὼ τοίνυν εἰδώς, ὦ ἄνδρες δικασταί, καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα, καὶ κύριον τῶν τ' ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον, καὶ συνοικοῦσαν [αὐτῷ] τὴν γυναῖκα σαφῶς ἐπιστάμενος, τρεῖς θεραπαίνας ἐξῄτησ' αὐτόν, αἳ συνοικοῦσάν τε τὴν γυναῖκ' ᾔδεσαν καὶ τὰ χρήμαθ' ὅτι παρὰ τούτοις ἦν, ἵνα μὴ λόγοι μόνον, ἀλλὰ καὶ βάσανοι [36] περὶ αὐτῶν γίγνοιντο. οὗτος δ' ἐμοῦ προκαλεσαμένου ταῦτα, καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μ' ἀποφηναμένων, οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν, ἀλλ' ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων ἢ βασάνων καὶ μαρτυριῶν, οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχ' ὡς ἀπέδωκεν, οὔτ' εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν, ὅτι ταῦτ' ἠξίουν, ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μ' αὑτῷ διαλέγεσθαι. τούτου γένοιτ' ἄν τις σχετλιώτερος ἄνθρωπος, ἢ μᾶλλον ἑκὼν τὰ δίκαι' ἀγνοεῖν προσποιούμενος; λαβὲ δ' αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι. ΠΡΟΚΛΗΣΙΣ. [37] Ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν ‹πίστεων› νομίζετε, καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται, δέῃ δ' εὑρεθῆναι τὸ ζητούμενον, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν. εἰκότως, ὦ ἄνδρες δικασταί· τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν· τῶν δὲ βασανισθέντων οὐδένες πώποτ' ἐξηλέγχθησαν, [38] ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον. οὗτος δὲ τηλικαῦτα δίκαια φυγὼν καὶ σαφεῖς οὕτω καὶ μεγάλους ἐλέγχους παραλιπών, Ἄφοβον παρεχόμενος μάρτυρα καὶ Τιμοκράτην, τὸν μὲν ὡς ἀπέδωκε τὴν προῖκα, τὸν δ' ὡς ἀπείληφεν, ἀξιώσει πιστεύεσθαι παρ' ὑμῖν, ἀμάρτυρον τὴν πρὸς τούτους πρᾶξιν γεγενῆσθαι προσποιούμενος· τοσαύτην [39] ὑμῶν εὐήθειαν κατέγνωκεν. ὅτι μὲν τοίνυν οὔτ' ἀληθῆ οὔτ' ἀληθείᾳ ἐοικότα λέξουσιν, καὶ ἐκ τοῦ ἐξ ἀρχῆς αὐτοὺς ὁμολογεῖν τὴν προῖκα μὴ δοῦναι, καὶ ἐκ τοῦ πάλιν ἄνευ μαρτύρων ἀποδεδωκέναι φάσκειν, καὶ ἐκ τοῦ τὸν χρόνον μὴ ἐγχωρεῖν ἀμφισβητουμένης ἤδη τῆς οὐσίας ἀποδοῦναι τἀργύριον, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.
Le versioni del tuo libro senza doverle cercare?