Diodoro Siculo, Biblioteca Storia libro 15

Biblioteca Storica libro 15  di Diodoro Siculo

1. Παρ' ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς. [2] Διὸ καὶ τῇ γραφῇ παρόντες ἐπ' ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν ῾Ελλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασθαι. [3] Τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως. οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις· οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς ῞Ελληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας. [4] Έν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκός ἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς. [5] Τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν ῾Ελλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτ' ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα. [6] Ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα πρὸς... τῇ γραφῇ χρόνους. Ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν ῾Ρηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς ῾Ρώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπ' Εὐαγόραν τὸν βασιλέα· ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ ᾿Αμύντου βασιλείας. 2. Ἐπ' ἄρχοντος γὰρ ᾿Αθήνησι Μυστιχίδου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον. Ἐπὶ δὲ τούτων ᾿Αρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπ' Εὐαγόραν τὸν Κύπρου βασιλέα. Πολὺν δὲ χρόνον ἀσχοληθεὶς περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην· τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεις δὲ κατεσκεύασε πλείους τῶν τριακοσίων. [2] Στρατηγοὺς δ' ἀπέδειξε τῆς πεζῆς δυνάμεως ᾿Ορόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις. Οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωθέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον. [3] Ὁ δ' Εὐαγόρας πρὸς μὲν τὸν ῎Ακοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρ' αὐτοῦ προσελάβετο, παρ' ῾Εκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάθρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆθος εἰς διατροφὴν ξενικῶν δυνάμεων· ὁμοίως δὲ καὶ [πρὸς] τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαθραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου. [4] Ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων. Εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δ' ἑβδομήκοντα, στρατιώτας δ' ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους. Πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν. Ἒπεμψε δ' αὐτῷ καὶ ὁ τῶν ᾿Αράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ. 3. Οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεθαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον. Καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφθειρεν ἐν θαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο. Διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν σῖτον, μεγάλων δὲ δυνάμεων ἠθροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον. [2] Τῆς δ' ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισθοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον. Μόγις δ' οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶ, κατέπαυσαν τὴν στάσιν. [3] Πλεύσαντες δὲ τῷ παντὶ στόλῳ καὶ σίτου πλῆθος ἐκ τῆς Κιλικίας παρακομίσαντες, πολλὴν παρεῖχον τῆς τροφῆς δαψίλειαν. Τῷ δ' Εὐαγόρᾳ σίτου πλῆθος ἱκανὸν ὁ βασιλεὺς ῎Ακορις ἐκ τῆς Αἰγύπτου παρεκόμισε, καὶ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἱκανὴν ἐξέπεμψεν. [4] Ὁ δ' Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ ᾿Ακόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. Ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν. Διὸ καὶ τοῦ βασιλικοῦ στόλου παραπλέοντος εἰς Κίτιον, ἀπροσδοκήτως ἐπιπλεύσας ταῖς ναυσὶ [συντεταγμέναις] πολλὰ τῶν Περσῶν ἐπλεονέκτει. [5] Ἐπέβαλε γὰρ συντεταγμέναις ναυσὶν ἐπὶ ἀσυντάκτους, καὶ προβεβουλευμένοις ἀνδράσι πρὸς ἀπροσδοκήτους ἀγωνιζόμενος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει τὴν νίκην προκατεσκεύασεν· ἀθρόαις γὰρ ταῖς τριήρεσιν ἐπιπλεύσας ἐπὶ διεσπαρμένας καὶ τεταραγμένας, ἃς μὲν διέφθειρεν, ἃς δ' ἐχειροῦτο. [6] Ὅμως δὲ τοῦ τε ναυάρχου τῶν Περσῶν Γλῶ καὶ τῶν ἄλλων ἡγεμόνων γενναίως ὑποστάντων, ἐγένετο ναυμαχία καρτερά, καθ' ἣν ὁ Εὐαγόρας τὸ μὲν πρῶτον ὑπερεῖχεν, ὕστερον δὲ τοῦ Γλῶ μετὰ τοῦ βάρους ἐπενεχθέντος καὶ γενναίως ἀγωνισαμένου συνέβη φυγεῖν τοὺς περὶ τὸν Εὐαγόραν καὶ πολλὰς τῶν τριήρων ἀποβαλεῖν. 4. Οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤθροισαν. Ἐκ ταύτης δ' ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρθουν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [2] Καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖθεν πορευθεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν· Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ θάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐθαρσὴς καθειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἀθύμως εἶχεν. [3] Ὅμως δὲ κρίνας ἔχεσθαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγεμόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δ' ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαθε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος. Κομισθεὶς δ' εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσθαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. 5. Ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντες τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτας αἰτίας. Προϋπαρχούσης τοῖς ῞Ελλησι κοινῆς εἰρήνης τῆς ἐπὶ ᾿Ανταλκίδου, καθ' ἣν αἱ πόλεις ἅπασαι τὰς μὲν φρουρὰς ἀπετρίψαντο, τὴν δ' αὐτονομίαν καθ' ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντες καὶ πολεμικοὶ ταῖς αἱρέσεσιν ὄντες, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆς ῾Ελλάδος δυναστείαν ἐπιποθοῦντες μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν. [2] Εὐθὺς οὖν τὰς μὲν πόλεις συνετάραττον καὶ διὰ τῶν ἰδίων φίλων στάσεις ἐγκατεσκεύαζον ἐν αὐταῖς, ὧν ἔνιαι πιθανὰς ἀφορμὰς αὐτοῖς παρέσχοντο τῆς ταραχῆς. Ἀπολαβοῦσαι γὰρ τὰς αὐτονομίας λόγον ἀπῄτουν παρὰ τῶν ἐπεστατηκότων ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας· πικρῶν δὲ τῶν ἐλέγχων γινομένων διὰ τὸ μνησικακεῖν τοὺς δήμους, καὶ πολλῶν φυγαδευομένων, ἀπέδειξαν ἑαυτοὺς βοηθοὺς τοῖς καταστασιαζομένοις. [3] Ὑποδεχόμενοι δὲ τούτους καὶ μετὰ δυνάμεως ἐκπέμποντες ἐπὶ τὰς καθόδους, κατεδουλοῦντο τὸ μὲν πρῶτον τὰς ἀσθενεστέρας πόλεις, μετὰ δὲ ταῦτα καὶ τὰς ἀξιολογωτέρας καταπολεμοῦντες ὑπηκόους ἐποίουν, οὐδὲ δύο ἔτη φυλάξαντες τὰς κοινὰς σπονδάς. Πλησιόχωρον δ' ὁρῶντες οὖσαν τὴν τῶν Μαντινέων πόλιν καὶ πλήθουσαν ἀνδρῶν ἀλκίμων, ὑπώπτευσαν αὐτῆς τὴν αὔξησιν τὴν γινομένην ἐκ τῆς εἰρήνης, καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἔσπευδον ταπεινῶσαι. [4] Διὸ καὶ τὸ μὲν πρῶτον πρέσβεις ἀποστείλαντες πρὸς τὴν Μαντίνειαν προσέταττον τὰ μὲν τείχη καθελεῖν, αὐτοὺς δὲ μετοικῆσαι πάντας εἰς τὰς ἀρχαίας πέντε κώμας, ἐξ ὧν εἰς τὴν Μαντίνειαν τὸ παλαιὸν συνῴκησαν· οὐδενὸς δὲ αὐτοῖς προσέχοντος, δύναμιν ἐκπέμψαντες ἐπολιόρκουν τὴν πόλιν. [5] Οἱ δὲ Μαντινεῖς εἰς τὰς ᾿Αθήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηθῆσαι. Οὐ προαιρουμένων δὲ τῶν ᾿Αθηναίων παραβαίνειν τὰς κοινὰς συνθήκας, ὅμως καθ' αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους. καὶ τὰ μὲν κατὰ τὴν ῾Ελλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν. 6. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν. Διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν. Ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις. [2] Τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι. Ἀποκριναμένου δ' αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας. [3] Τῇ δ' ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. Προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δ' ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας. [4] Τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος· μετ' ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν. ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη. [5] Τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας. Ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δ' ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον. 7. Παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσθαι. μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δ' ἔκ τινων λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώθη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι. Ἀλλὰ τοῦτον μὲν οἱ φιλόσοφοι συνελθόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν ῾Ελλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν· [2] Ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφιστάμενος εἰς μὲν τὴν ᾿Ολυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαθησομένους ἐν τοῖς ὄχλοις μετ' ᾠδῆς τὰ ποιήματα. Οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναθεωρήσεως γενομένης κατεφρονήθησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα. [3] Ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης· αἰεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας. καὶ πέρας ἐπὶ τοσοῦτο προῆλθε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι. [4] Οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς ᾿Ιταλίας, καὶ παρὰ τοῖς ᾿Ιταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάθησαν· ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου θυγατέρα. Ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 8. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Δεξιθέου ῾Ρωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ ᾿Ακόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων. καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως. [2] Ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατ' ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ. [3] Ὁ δ' Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δ' ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι. οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, ᾿Ορόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν ᾿Αρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου. [4] Κατηγόρει δ' αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενος ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείας δὲ προσδέχεται παρ' αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίας, ὁμοίως δὲ καὶ πρὸς Λακεδαιμονίους συντίθεται συμμαχίαν ἰδίᾳ, φίλος ὢν αὐτῶν· ὡς καὶ Πυθώδε τινὰς ἔπεμψεν ἐρησομένους τὸν θεὸν περὶ τῆς ἐπαναστάσεως, τὸ δὲ μέγιστον, ὅτι τοὺς ἡγεμόνας τῶν δυνάμεων ἰδίους εὐνοίαις κατασκευάζει, τιμαῖς καὶ δωρεαῖς, ἔτι δ' ἐπαγγελίαις προσαγόμενος. [5] Ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ ᾿Ορόντῃ συλλαβεῖν τὸν Τιρίβαζον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι. Οὗ πράξαντος τὸ προσταχθέν, ὁ μὲν Τιρίβαζος ἀναχθεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόθη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκετο τὰ περὶ τοῦ δικαστηρίου. 9. Ὁ δ' ᾿Ορόντης διαδεξάμενος τὴν ἡγεμονίαν τῶν ἐν τῇ Κύπρῳ δυνάμεων, καὶ τὸν Εὐαγόραν πάλιν τεθαρρηκότως ὁρῶν ὑπομένοντα τὴν πολιορκίαν, πρὸς δὲ τούτοις τῶν στρατιωτῶν χαλεπῶς ὑπομενόντων τὴν σύλληψιν τοῦ Τιριβάζου, καὶ διὰ τοῦτο ἀπειθούντων καὶ τὴν πολιορκίαν ἐγκαταλειπόντων, δείσας ᾿Ορόντης τὸ τῆς περιστάσεως παράλογον, ἐξέπεμψε πρὸς τὸν Εὐαγόραν τοὺς διαλεξομένους περὶ τῆς συλλύσεως καὶ κελεύσοντας συντίθεσθαι τὴν εἰρήνην, ἐφ' οἷς ἐκεῖνος ἠξίου συντίθεσθαι πρὸς Τιρίβαζον. [2] Ὁ μὲν οὖν Εὐαγόρας παραδόξως ἐξωσιοῦτο τὴν ἅλωσιν, καὶ συνέθετο τὴν εἰρήνην, ὥστε βασιλεύειν τῆς Σαλαμῖνος καὶ τὸν ὡρισμένον διδόναι φόρον κατ' ἐνιαυτὸν καὶ ὑπακούειν ὡς βασιλεὺς βασιλεῖ προστάττοντι. Ὁ μὲν οὖν Κυπριακὸς πόλεμος δεκαετὴς σχεδὸν γεγενημένος καὶ τὸ πλέον τοῦ χρόνου περὶ παρασκευὰς ἀσχοληθείς, διετῆ χρόνον τὸν ἐπὶ πᾶσι συνεχῶς πολεμηθεὶς τοῦτον τὸν τρόπον κατελύθη. [3] Ὁ δὲ τοῦ στόλου τὴν ναυαρχίαν ἔχων Γλῶς, γεγαμηκὼς τοῦ Τιριβάζου τὴν θυγατέρα, περίφοβος ὢν μήποτε συνεργεῖν δόξας τῷ Τιριβάζῳ περὶ τῆς ὑποθέσεως τύχῃ τιμωρίας ὑπὸ τοῦ βασιλέως, ἔγνω καινῇ πραγμάτων ἐπιβολῇ τὰ καθ' ἑαυτὸν ἀσφαλίζεσθαι. εὐπορῶν δὲ χρημάτων καὶ στρατιωτῶν, ἔτι δὲ τοὺς τριηράρχους ταῖς εὐνοίαις ἰδίους πεποιημένος, διέγνω τοῦ βασιλέως ἀφίστασθαι. [4] Εὐθὺς οὖν πρὸς μὲν ῎Ακοριν τὸν βασιλέα τῶν Αἰγυπτίων διαπρεσβευσάμενος συμμαχίαν συνέθετο κατὰ τοῦ βασιλέως, πρὸς δὲ τοὺς Λακεδαιμονίους γράφων ἐπῇρε κατὰ τοῦ βασιλέως, καὶ χρημάτων πλῆθος ἐπηγγέλλετο δώσειν καὶ τὰς ἄλλας ἐπαγγελίας μεγάλας ἐποιεῖτο, ὑπισχνούμενος συμπράξειν αὐτοῖς τὰ κατὰ τὴν ῾Ελλάδα καὶ τὴν ἡγεμονίαν αὐτοῖς τὴν πάτριον συγκατασκευάσειν. [5] Οἱ δὲ Σπαρτιᾶται καὶ πάλαι μὲν διεγνώκεισαν ἀνακτᾶσθαι τὴν ἡγεμονίαν, τότε δὲ συνετάραττον ἤδη τὰς πόλεις καὶ πᾶσιν ὑπῆρχον φανεροὶ τὰς πόλεις καταδουλούμενοι. Πρὸς δὲ τούτοις ἀδοξοῦντες ἐπὶ τῷ δοκεῖν ἐν τῇ πρὸς τὸν βασιλέα συνθέσει τοὺς κατὰ τὴν ᾿Ασίαν ῞Ελληνας ἐκδότους πεποιηκέναι, μετεμέλοντο τοῖς πεπραγμένοις καὶ πρόφασιν εὔλογον ἐζήτουν τοῦ πρὸς τὸν ᾿Αρταξέρξην πολέμου. διόπερ ἄσμενοι συνέθεντο πρὸς τὸν Γλῶ τὴν συμμαχίαν. 10. ᾿Αρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις. Κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρ' ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας. [2] Οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφθεῖσαν ὑπὸ τοῦ ᾿Ορόντου, ταύτην ἱκανῶς ἔφασαν ἔχειν πρὸς κατηγορίαν· ὁ δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν [ἀνεγίγνωσκε] τὴν ὑπ' ᾿Ορόντου γεγενημένην.... ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν· ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ· περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν θεὸν καθόλου περὶ θανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας ῞Ελληνας. Περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλ' ἐπὶ τῷ τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσθαι τὴν φιλίαν· καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσθαι τοὺς κατὰ τὴν ᾿Ασίαν ῞Ελληνας, τῷ δὲ βασιλεῖ παραδεδόσθαι ἐκδότους. Ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς. [3] Λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον· κατὰ γάρ τινα κυνηγίαν ἐφ' ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπ' αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δ' ὁρμὴν ἐπ' αὐτὸν ποιεῖσθαι τὸν βασιλέα· καθ' ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι. [4] Ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν. Τοιαύτῃ δ' ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν. 11. Ὁ δὲ βασιλεὺς καθ' ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. Ὁ μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δ' εὐεργεσίας ὁμολογουμένας οὔσας· ὁ δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας· ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατ' ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον. [2] Ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. Τοῦ δὲ ᾿Ορόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. Καὶ τὰ μὲν κατὰ τὴν ᾿Ασίαν ἐν τούτοις ἦν. 12. Κατὰ δὲ τὴν ῾Ελλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους· ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν ᾿Αρκάδων, καὶ διὰ τοῦθ' οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων· τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν. [2] Διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. Οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι. Διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι. 13. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἔγνω κατὰ τὸν ᾿Αδρίαν πόλεις οἰκίζειν. Τοῦτο δὲ ἔπραττε διανοούμενος τὸν ᾿Ιόνιον καλούμενον πόρον ἰδιοποιεῖσθαι, ἵνα τὸν ἐπὶ τὴν ῎Ηπειρον πλοῦν ἀσφαλῆ κατασκευάσῃ καὶ πόλεις ἔχῃ ἰδίας εἰς τὸ δύνασθαι ναυσὶ καθορμισθῆναι. Ἔσπευδε γὰρ ἄφνω μεγάλαις δυνάμεσιν ἐπιπλεῦσαι τοῖς κατὰ τὴν ῎Ηπειρον τόποις καὶ συλῆσαι τὸ ἐν Δελφοῖς τέμενος, γέμον πολλῶν χρημάτων. [2] Διὸ καὶ πρὸς ᾿Ιλλυριοὺς ἐποιήσατο συμμαχίαν δι' ᾿Αλκέτου τοῦ Μολοττοῦ, ὃς ἐτύγχανε φυγὰς ὢν καὶ διατρίβων ἐν ταῖς Συρακούσαις. Τῶν δ' ᾿Ιλλυριῶν ἐχόντων πόλεμον, ἐξαπέστειλεν αὐτοῖς συμμάχους στρατιώτας δισχιλίους καὶ πανοπλίας ῾Ελληνικὰς πεντακοσίας. Οἱ δ' ᾿Ιλλυριοὶ τὰς μὲν πανοπλίας ἀνέδωκαν τοῖς ἀρίστοις τῶν στρατιωτῶν, τοὺς δὲ στρατιώτας κατέμιξαν τοῖς ἰδίοις στρατιώταις. [3] Πολλὴν δὲ δύναμιν ἀθροίσαντες ἐνέβαλον εἰς τὴν ῎Ηπειρον καὶ κατῆγον τὸν ᾿Αλκέταν ἐπὶ τὴν τῶν Μολοττῶν βασιλείαν. Οὐδενὸς δ' αὐτοῖς προσέχοντος, τὸ μὲν πρῶτον ἐπόρθησαν τὴν χώραν, μετὰ δὲ ταῦτα τῶν Μολοττῶν ἀντιταττομένων ἐγένετο μάχη καρτερά, καθ' ἣν νικήσαντες οἱ ᾿Ιλλυριοὶ κατέκοψαν τῶν Μολοττῶν πλείους τῶν μυρίων πεντακισχιλίων. Τοιαύτῃ δὲ συμφορᾷ τῶν ᾿Ηπειρωτῶν περιπεσόντων, Λακεδαιμόνιοι πυθόμενοι τὰ συμβεβηκότα συμμαχίαν ἐξέπεμψαν τοῖς Μολοττοῖς, δι' ἧς τοῦ πολλοῦ θράσους ἔπαυσαν τοὺς βαρβάρους. [4] Ἅμα δὲ τούτοις πραττομένοις Πάριοι κατά τινα χρησμὸν ἀποικίαν ἐκπέμψαντες εἰς τὸν ᾿Αδρίαν ἔκτισαν ἐν αὐτῷ νῆσον τὴν ὀνομαζομένην Φάρον, συμπράξαντος αὐτοῖς Διονυσίου τοῦ τυράννου. Οὗτος γὰρ ἀποικίαν ἀπεσταλκὼς εἰς τὸν ᾿Αδρίαν οὐ πολλοῖς πρότερον ἔτεσιν ἐκτικὼς ἦν τὴν πόλιν τὴν ὀνομαζομένην Λίσσον. [5] Ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος ... σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεθος, ὥστε τῇ πόλει γενέσθαι τὸν περίβολον μέγιστον τῶν ῾Ελληνίδων πόλεων. Κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν ῎Αναπον ποταμόν, θεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν. 14. Τοῦ δ' ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Διοτρέφης, ἐν ῾Ρώμῃ δ' ὕπατοι κατεστάθησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δ' ᾿Ηλείοις ᾿Ολυμπιὰς ἤχθη ἐνενηκοστὴ ἐνάτη, καθ' ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος. Ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς [τε] προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καθ' ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶδὲ παρὰ θάλατταν κτίσαντες πόλιν ἐτείχισαν. [2] Μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν ῾Ελλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας ᾿Ιλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς ῞Ελληνας πορθοῦντες πολλοὺς ἀνῄρουν. Ὁ δ' ἐν τῇ Λίσσῳ καθεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν ᾿Ιλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυθίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐζώγρησε δὲ περὶ δισχιλίους. [3] Διονύσιος δὲ χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυρρηνίαν, ἔχων τριήρεις ἑξήκοντα, πρόφασιν μὲν φέρων τὴν τῶν λῃστῶν κατάλυσιν, τῇ δ' ἀληθείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον μὲν ἀναθημάτων πολλῶν, καθιδρυμένον δ' ἐν ἐπινείῳ πόλεως ᾿Αγύλλης Τυρρηνίδος· τὸ δ' ἐπίνειον ὠνομάζετο Πύργοι. [4] Καταπλεύσας δὲ νυκτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας, ἅμ' ἡμέρᾳ προσπεσὼν ἐκράτησε τῆς ἐπιβολῆς· ὀλίγων γὰρ ὄντων ἐν τῷ χωρίῳ φυλάκων, βιασάμενος αὐτοὺς ἐσύλησε τὸ ἱερὸν καὶ συνήθροισεν οὐκ ἔλαττον ταλάντων χιλίων. Τῶν δὲ ᾿Αγυλλαίων ἐκβοηθησάντων, μάχῃ τε ἐκράτησεν αὐτῶν καὶ πολλοὺς αἰχμαλώτους λαβὼν καὶ τὴν χώραν πορθήσας ἐπανῆλθεν εἰς τὰς Συρακούσας. Ἀποδόμενος δὲ τὰ λάφυρα συνήγαγεν οὐκ ἐλάττω ταλάντων πεντακοσίων. Εὐπορήσας δὲ χρημάτων, ἐμισθοῦτο στρατιωτῶν παντοδαπῶν πλῆθος, καὶ δύναμιν ἀξιόλογον συστησάμενος φανερὸς ἦν πολεμήσων Καρχηδονίοις. Ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 15. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Φανοστράτου ῾Ρωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τέτταρας, Λεύκιον Λοκρήτιον, Σέντιον Σολπίκιον, Λεύκιον Αἰμίλιον, Λεύκιον Φούριον. Ἐπὶ δὲ τούτων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος παρασκευασάμενος πολεμεῖν Καρχηδονίοις, ἐζήτει λαβεῖν πρόφασιν εὔλογον τοῦ πολέμου. Ὁρῶν οὖν τὰς ὑπὸ Καρχηδονίους τεταγμένας πόλεις οἰκείως ἐχούσας πρὸς ἀπόστασιν, προσεδέχετο τὰς βουλομένας ἀφίστασθαι, καὶ συμμαχίαν πρὸς αὐτὰς συντιθέμενος ἐπιεικῶς προσεφέρετο ταύταις. [2] Οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πρῶτον πρέσβεις ἀποστέλλοντες πρὸς τὸν δυνάστην ἀπῄτουν τὰς πόλεις, μὴ προσέχοντος δὲ αὐτοῦ συνέβη ταύτην ἀρχὴν γενέσθαι τοῦ πολέμου. Καρχηδόνιοι μὲν οὖν πρὸς τοὺς ᾿Ιταλιώτας συμμαχίαν ποιησάμενοι κοινῇ τὸν πόλεμον ἐπανείλαντο πρὸς τὸν τύραννον· προορώμενοι δ' ἐμφρόνως τὸ μέγεθος τοῦ πολέμου, τῶν τε πολιτῶν τοὺς εὐθέτους κατέλεγον στρατιώτας καὶ χρημάτων προχειρισάμενοι πλῆθος ξενικὰς δυνάμεις μεγάλας ἐμισθοῦντο. Καταστήσαντες δὲ στρατηγὸν Μάγωνα τὸν βασιλέα, πολλὰς μυριάδας στρατιωτῶν ἐπεραίωσαν εἰς τὴν Σικελίαν καὶ τὴν ᾿Ιταλίαν, διαπολεμεῖν ἐξ ἀμφοτέρας βουλόμενοι. [3] Ὁ δὲ Διονύσιος καὶ αὐτὸς τὰς δυνάμεις διελόμενος, τῷ μὲν ἑνὶ μέρει πρὸς τοὺς ᾿Ιταλιώτας διηγωνίζετο, τῷ δὲ ἑτέρῳ πρὸς τοὺς Φοίνικας. Πολλαὶ μὲν οὖν κατὰ μέρος ἐγίνοντο μάχαι τοῖς στρατοπέδοις καὶ συμπλοκαὶ μικραὶ καὶ συνεχεῖς, ἐν αἷς οὐδὲν ἀξιόλογον ἔργον συνετελέσθη, δύο δὲ παρατάξεις ἐγένοντο μεγάλαι καὶ περιβόητοι. καὶ τῇ μὲν πρώτῃ Διονύσιος θαυμαστῶς ἀγωνισάμενος περὶ τὰ καλούμενα Κάβαλα προετέρησε, καὶ πλείους μὲν τῶν μυρίων ἀνεῖλε τῶν βαρβάρων, οὐκ ἐλάττους δὲ τῶν πεντακισχιλίων ἐζώγρησε· τὸ δ' ἄλλο πλῆθος ἠνάγκασε καταφυγεῖν ἐπί τινα λόφον ἐρυμνὸν καὶ ἄνυδρον παντελῶς. ἔπεσε δὲ καὶ Μάγων ὁ βασιλεὺς αὐτῶν ἀγωνισάμενος λαμπρῶς. [4] Οἱ δὲ Φοίνικες καταπλαγέντες τὸ μέγεθος τῆς συμφορᾶς εὐθὺς διεπρεσβεύσαντο περὶ διαλύσεων. ὁ δὲ Διονύσιος ἀπεφήνατο [τῷ] μίαν αὐτοῖς εἶναι σύλλυσιν, ἐὰν ἐκχωρήσωσι τῶν κατὰ τὴν Σικελίαν πόλεων καὶ τὰ δαπανηθέντα χρήματα κατὰ τὸν πόλεμον ἐκτίσωσιν. 16. Βαρείας δὲ καὶ ὑπερηφάνου τῆς ἀποκρίσεως δοκούσης ὑπάρχειν, οἱ Καρχηδόνιοι τῇ συνήθει πανουργίᾳ κατεστρατήγησαν τὸν Διονύσιον. Προσποιηθέντες οὖν εὐδοκεῖσθαι ταῖς ὁμολογίαις, ἔφησαν αὐτοὺς μὲν μὴ ὑπάρχειν κυρίους τῆς τῶν πόλεων παραδόσεως, ἵνα δὲ τοῖς ἄρχουσι διαλεχθῶσι περὶ τούτων, ἠξίωσαν τὸν Διονύσιον ὀλίγας ἡμέρας ἀνοχὰς ποιήσασθαι. [2] Συγχωρήσαντος δὲ τοῦ δυνάστου καὶ τῶν ἀνοχῶν γενομένων, ὁ μὲν Διονύσιος περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα τὴν Σικελίαν πᾶσαν παραληψόμενος, οἱ δὲ Καρχηδόνιοι Μάγωνα μὲν τὸν βασιλέα μεγαλοπρεπῶς ἔθαψαν, ἀντὶ δ' ἐκείνου στρατηγὸν κατέστησαν τὸν υἱὸν αὐτοῦ, νέον μὲν παντελῶς ὄντα, φρονήματος δὲ γέμοντα καὶ διάφορον ἀνδρείᾳ. Οὗτος δὲ πάντα τὸν τῶν ἀνοχῶν χρόνον διετέλεσε διατάσσων καὶ γυμνάζων τὴν δύναμιν, διὰ δὲ τῆς τῶν ἔργων ἀθλήσεως καὶ τῆς τῶν λόγων παρακλήσεως καὶ γυμνασίας ἐν τοῖς ὅπλοις εὐπειθῆ καὶ δυνατὴν ἐποίησε τὴν στρατιάν. [3] Ὡς δ' ὁ τῆς ὁμολογίας διῆλθε χρόνος, ἀμφότεροι τὰς δυνάμεις ἐκτάξαντες συγκατέβησαν προθύμως ἐπὶ τὴν μάχην. Γενομένης δὲ παρατάξεως ἰσχυρᾶς περὶ τὸ καλούμενον Κρόνιον, τὸ δαιμόνιον ἐναλλὰξ τῇ νίκῃ τὴν ἧτταν τῶν Καρχηδονίων διωρθώσατο· οἱ μὲν γὰρ προνενικηκότες διὰ τὴν προγεγενημένην εὐημερίαν μεγαλαυχοῦντες παραδόξως ἐσφάλησαν, οἱ δὲ διὰ τὴν ἧτταν πεπτωκότες ταῖς ἐλπίσιν, ἀπροσδόκητον καὶ μεγάλην εὐημερίαν ἀπηνέγκαντο. 17. Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον· τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο. [2] Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων· ὡς δ' ὁ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν. [3] Τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν· διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώθη. [4] Τοσοῦτος δ' ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων. οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν. Οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον. [5] Ἀνθρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον. Ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστ' ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι· ἐξαίρετον δ' ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς ᾿Ακραγαντίνης μέχρι τοῦ ῾Αλύκου καλουμένου ποταμοῦ. Ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια. Καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. 18. Κατὰ δὲ τὴν ᾿Ασίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηθεὶς ὑπό τινων οὐ συνετέλεσε τὴν προαίρεσιν. Μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς θαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον ᾿Απόλλωνος. [2] Μετ' ὀλίγον δὲ χρόνον αὐτοῦ τελευτήσαντος ἠμφισβήτησαν τῆς πόλεως ταύτης Κλαζομένιοι καὶ Κυμαῖοι. Τὸ μὲν οὖν πρῶτον ἐπεχείρησαν αἱ πόλεις πολέμῳ διακρίνεσθαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεόν, ποτέραν τῶν πόλεων κρίνει κυρίαν εἶναι δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυθία ταύτην ὑπάρχειν, ἥτις ἂν πρώτη θύσῃ ἐν τῇ Λεύκῃ· ὁρμηθῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμ' ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν, ἣν ἀμφότεροι συμφώνως ὑποστήσονται. [3] Ταχθείσης δὲ τῆς ἡμέρας, οἱ μὲν Κυμαῖοι ὑπελάμβανον ἑαυτοὺς πλεονεκτεῖν διὰ τὸ τὴν αὑτῶν πόλιν ἐγγυτέρω κεῖσθαι, οἱ δὲ Κλαζομένιοι, διάστημα πλέον ἀπέχοντες, τεχνάζονταί τι τοιοῦτο πρὸς τὴν νίκην· κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν, ἐξ ἧς ὁρμηθέντες ἅμ' ἡλίῳ ἀνατέλλοντι ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν ἐπιτελέσαντες. [4] Τούτῳ δὲ τῷ φιλοτεχνήματι γενόμενοι κύριοι τῆς Λεύκης, ἐπώνυμον ἑορτὴν ἄγειν κατ' ἐνιαυτὸν ἐνεστήσαντο, τὴν πανήγυριν ὀνομάσαντες προφθάσειαν. Τούτων δὲ πραχθέντων αἱ μὲν κατὰ τὴν ᾿Ασίαν ἐπαναστάσεις αὐτομάτως κατελύθησαν. 19. Λακεδαιμόνιοι δὲ μετὰ τὸν τοῦ Γλῶ καὶ τοῦ Ταχῶ θάνατον τὰς μὲν κατὰ τὴν ᾿Ασίαν πράξεις ἀπέγνωσαν, τὰ δὲ κατὰ τὴν ῾Ελλάδα συσκευαζόμενοι, καὶ τῶν πόλεων ἃς μὲν πειθοῖ προσαγόμενοι, ἃς δὲ διὰ τῆς τῶν φυγάδων καθόδου βίᾳ χειρούμενοι, φανερῶς ἤδη τὴν ἡγεμονίαν τῆς ῾Ελλάδος εἰς ἑαυτοὺς μεθίστασαν παρὰ τὰς κοινὰς συνθήκας τὰς ἐπ' ᾿Ανταλκίδου γενομένας συνεπιλαβομένου τοῦ Περσῶν βασιλέως. [2] Κατὰ δὲ τὴν Μακεδονίαν ᾿Αμύντου τοῦ βασιλέως ἡττηθέντος ὑπὸ ᾿Ιλλυριῶν καὶ τὰ κατὰ τὴν ἀρχὴν ἀπογνόντος, πρὸς δὲ τούτοις τῷ δήμῳ τῶν ᾿Ολυνθίων δωρησαμένου πολλὴν τῆς ὁμόρου χώρας διὰ τὴν ἀπόγνωσιν τῆς ἑαυτοῦ δυναστείας, τὸ μὲν πρῶτον ὁ δῆμος ὁ τῶν ᾿Ολυνθίων τὰς προσόδους ἐλάμβανε τὰς ἐκ τῆς δοθείσης χώρας, μετὰ δὲ ταῦτ' ἀνελπίστως τοῦ βασιλέως ἀναλαβόντος ἑαυτὸν καὶ τὴν ὅλην ἀρχὴν ἀνακτησαμένου οἱ μὲν ᾿Ολύνθιοι τὴν χώραν ἀπαιτηθέντες οὐχ οἷοι ἦσαν ἀποδιδόναι. [3] Διόπερ ᾿Αμύντας ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺς Λακεδαιμονίους ποιησάμενος συμμάχους ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺς ᾿Ολυνθίους. Οἱ δὲ Λακεδαιμόνιοι κρίναντες ἀντέχεσθαι τῶν ἐπὶ Θρᾴκης τόπων, κατέλεξαν στρατιώτας ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺς ἅπαντας ὑπὲρ μυρίους· παραδόντες δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ ᾿Αμύντᾳ καὶ μετ' ἐκείνου πολεμῆσαι τοὺς ᾿Ολυνθίους. Ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίους ἐκπέμψαντες καὶ μάχῃ νικήσαντες ἠνάγκασαν ὑποταγῆναι τοὺς Φλιουντίους τοῖς Λακεδαιμονίοις. [4] Κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν· ᾿Αγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὅρκοις καὶ παρὰ τὰς κοινὰς συνθήκας μὴ καταδουλοῦσθαι τοὺς ῞Ελληνας· ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν ᾿Ασίαν ῞Ελληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν ῾Ελλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνθήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους. Ὁ δ' ᾿Αγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν ῾Ελλήνων δυναστείας ἀντείχετο. 20. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησιν Εὐάνδρου ῾Ρωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον. Ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας. Ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται· [2] Διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵν' ἐάν ποτε καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν. Τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ ᾿Ολυνθίους, κατελάβετο τὴν Καδμείαν. Ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεθ' ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη. Οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς ῞Ελλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν· [3] Οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις· τῶν δ' ᾿Ολυνθίων διαπολεμούντων πρὸς ᾿Αμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν. Δόντες δ' αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν διαπολεμήσοντα τὸν πρὸς ᾿Ολυνθίους πόλεμον. 21. Οὗτος δ' ἐμβαλὼν εἰς τὴν χώραν τῶν ᾿Ολυνθίων, κοινῇ μετ' ᾿Αμύντου διεπολέμει πρὸς ᾿Ολυνθίους. Εἶθ' οἱ μὲν ᾿Ολύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων· οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπ' αὐτῆς Τελευτίαν. Οὗτος δ' ἦν ἀδελφὸς μὲν ᾿Αγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δ' ἐπ' ἀρετῇ παρὰ τοῖς πολίταις. [2] Ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς ᾿Ολυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. Γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν ᾿Ολυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. Τῶν δὲ ᾿Ολυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. Καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων. [3] Τηλικαύτης δ' εὐημερίας γενομένης τοῖς ᾿Ολυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ ᾿Ολύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο. 22. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Δημοφίλου ῾Ρωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν Πόπλιον Κορνήλιον, Λεύκιον Οὐεργίνιον, Λεύκιον Παπίριον, Μάρκον Φούριον, Οὐαλέριον, Αὖλον Μάλλιον, Λεύκιον καὶ Ποστούμιον. [2] Ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι ᾿Αγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς ᾿Ολυνθίους πολεμεῖν. Οὗτος δὲ καταντήσας εἰς τὴν τῶν ᾿Ολυνθίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους. Οἱ δ' ᾿Ολύνθιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν. 23. Τοῦ δ' ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν ῾Ρώμῃ δ' ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος ᾿Ιούλιος, ᾿Ακύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ ᾿Ηλείοις ᾿Ολυμπιὰς ἤχθη ἑκατοστή, καθ' ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος. [2] Ἐπὶ δὲ τούτων ᾿Αγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα· τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα. Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς ᾿Ολυνθίους πόλεμον. [3] Οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα. Αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς ᾿Ολυνθίους εἰς πολιορκίαν· τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους προσέταξεν ὑποταγῆναι Λακεδαιμονίοις. ἐγγραφέντων δὲ τῶν ᾿Ολυνθίων εἰς τὴν τῶν Σπαρτιατῶν συμμαχίαν, πολλαὶ καὶ τῶν ἄλλων πόλεων ἔσπευσαν εἰς τὴν τῶν Λακεδαιμονίων ἡγεμονίαν καταλεχθῆναι. διὸ καὶ κατὰ τούτους τοὺς καιροὺς πλεῖστον ἴσχυσαν Λακεδαιμόνιοι, καὶ τῆς ῾Ελλάδος ἔσχον τὴν ἡγεμονίαν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [4] Θηβαῖοι μὲν γὰρ ὑπῆρχον ἔμφρουροι, Κορίνθιοι δὲ καὶ ᾿Αργεῖοι διὰ τοὺς προγεγονότας πολέμους ὑπῆρχον τεταπεινωμένοι, ᾿Αθηναῖοι δὲ διὰ τὰς τῶν καταπολεμουμένων κληρουχίας ἠδόξουν ἐν τοῖς ῞Ελλησιν· οἱ δὲ Λακεδαιμόνιοι τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης πολλὴν πρόνοιαν ἐπεποίηντο, καὶ φοβεροὶ πᾶσιν ὑπῆρχον διὰ τὴν δύναμιν τῆς ἡγεμονίας. [5] Διόπερ οἱ μέγιστοι τῶν τότε δυναστῶν, λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον, ἐθεράπευον τὴν Σπαρτιατῶν ἡγεμονίαν καὶ συμμαχίαν ἔσπευδον συντίθεσθαι πρὸς αὐτούς. 24. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Νίκωνος ῾Ρωμαῖοι χιλιάρχους ἓξ ἀντὶ τῶν ὑπάτων κατέστησαν, Λεύκιον Παπίριον, Γάιον Σερουίλιον, Λεύκιον Κοΐνκτιον, Λεύκιον Κορνήλιον, Λεύκιον Οὐαλέριον Αὖλον Μάλλιον. Ἐπὶ δὲ τούτων Καρχηδόνιοι στρατεύσαντες εἰς τὴν ᾿Ιταλίαν τοῖς μὲν ῾Ιππωνιάταις ἐκπεπτωκόσιν ἐκ τῆς πατρίδος ἀποκατέστησαν τὴν πόλιν, καὶ πάντας τοὺς πεφευγότας συναγαγόντες πολλὴν ἐπιμέλειαν αὐτῶν ἐποιήσαντο. [2] Μετὰ δὲ ταῦτα λοιμικῆς νόσου τοῖς κατοικοῦσι τὴν Καρχηδόνα γενομένης, καὶ τῆς νόσου πολλὴν ἐπίτασιν ἐχούσης, πολλοὶ τῶν Καρχηδονίων διεφθάρησαν, καὶ τὴν ἡγεμονίαν ἐκινδύνευσαν ἀποβαλεῖν· οἵ τε γὰρ Λίβυες καταφρονήσαντες αὐτῶν ἀπέστησαν, οἵ τε τὴν Σαρδόνα κατοικοῦντες, νομίσαντες ἔχειν καιρὸν κατὰ τῶν Καρχηδονίων, ἀπέστησαν ἀπ' αὐτῶν καὶ συμφρονήσαντες ἐπέθεντο τοῖς Καρχηδονίοις. [3] Ἐγένετο δὲ περὶ τὸν αὐτὸν καιρὸν θεόπεμπτός τις ἀτυχία κατὰ τὴν Καρχηδόνα. ταραχαὶ γὰρ καὶ φόβοι καὶ πανικοὶ θόρυβοι συνεχεῖς ἐγίνοντο κατὰ τὴν πόλιν παράδοξοι, καὶ πολλοὶ μὲν μετὰ τῶν ὅπλων ἐξεπήδων ἐκ τῶν οἰκιῶν, ὡς πολεμίων εἰσπεπτωκότων εἰς τὴν πόλιν, καὶ πρὸς ἀλλήλους ὡς πολεμίους διαπολεμοῦντες, οὓς μὲν ἀνῄρουν, οὓς δὲ κατετραυμάτιζον. Tέλος δὲ θυσίαις τὸ θεῖον ἐξιλασάμενοι καὶ μόγις τῶν κακῶν ἀπαλλαγέντες, ταχὺ καὶ τοὺς Λίβυας κατεπολέμησαν καὶ τὴν νῆσον ἀνεκτήσαντο. 25. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Ναυσινίκου ῾Ρωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον. Ἐπὶ δὲ τούτων ὁ κληθεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας. τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων ᾿Αθηναίων κατῆλθον εἰς τὴν πατρίδα νυκτός. [2] Καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους καταλαβόντες· ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους. Ταχὺ δὲ τοῦ πλήθους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμ' ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν. [3] Οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δ' ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνῄρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον. [4] Οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς ῾Ελλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς ᾿Αθήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν ᾿Αθηναίων καθ' ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώθησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηθῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν. 26. Ὁ δὲ δῆμος τῶν ᾿Αθηναίων διακούσας τῶν πρέσβεων ἐψηφίσατο παραχρῆμα δύναμιν ὡς πλείστην ἀποστεῖλαι τὴν ἐλευθερώσουσαν τὰς Θήβας, ἅμα μὲν τῆς εὐεργεσίας ἀποδιδοὺς τὰς χάριτας, ἅμα δὲ βουλόμενος τοὺς Βοιωτοὺς ἐξιδιώσασθαι καὶ συναγωνιστὰς ἰσχυροὺς ἔχειν κατὰ τῆς Λακεδαιμονίων ὑπεροχῆς· τὸ γὰρ ἔθνος τοῦτο καὶ πλήθει τῶν ἀνδρῶν καὶ ἀνδρείᾳ κατὰ πόλεμον οὐδενὸς τῶν ῾Ελληνικῶν ἐδόκει λείπεσθαι. [2] Τέλος δὲ Δημοφῶν κατασταθεὶς στρατηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμ' ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φθάσαι σπεύδων τοὺς Λακεδαιμονίους· οὐδὲν δ' ἧττον ὁ δῆμος παρεσκευάζετο πανδημεὶ στρατεύειν εἰς τὴν Βοιωτίαν, ἐὰν ᾖ χρεία. [3] Ὁ δὲ Δημοφῶν συντόμοις ταῖς ὁδοῖς χρησάμενος παραδόξως ἐπεφάνη τοῖς Θηβαίοις. ὁμοίως δὲ καὶ ἐκ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Βοιωτίαν πολλῶν στρατιωτῶν συνδραμόντων, ταχὺ μεγάλη δύναμις ἠθροίσθη τοῖς Θηβαίοις. [4] Ὁπλῖται μὲν γὰρ συνῆλθον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων. Πάντων δὲ προθύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήθη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καθ' ἡμέραν καὶ νυκτός. 27. Οἱ δ' ἐν τῇ Καδμείᾳ φρουροῦντες παρακληθέντες ὑπὸ τῶν ἡγεμόνων εὐρώστως ἠμύνοντο τοὺς πολεμίους, ἐλπίζοντες συντόμως ἥξειν τοὺς Λακεδαιμονίους μετὰ μεγάλης δυνάμεως. Ἕως μὲν οὖν εἶχον τροφὰς ἱκανάς, ἐνεκαρτέρουν τοῖς δεινοῖς, καὶ πολλοὺς τῶν πολιορκούντων ἀπέκτεινον καὶ κατετραυμάτιζον, συνεργὸν ἔχοντες τὴν τῆς ἀκροπόλεως ὀχυρότητα· ὡς δ' ἡ μὲν τῶν ἀναγκαίων σπάνις ἐπέτεινεν, οἱ Λακεδαιμόνιοι δὲ περὶ τὰς παρασκευὰς ὄντες ἐχρόνιζον, ἐστασίαζον πρὸς ἀλλήλους. [2] Οἱ μὲν γὰρ Λακεδαιμόνιοι μέχρι θανάτου καρτερεῖν ᾤοντο δεῖν, οἱ δὲ ἀπὸ τῶν συμμαχίδων πόλεων συστρατεύσαντες, ὄντες πολλαπλάσιοι, παραδιδόναι τὴν Καδμείαν ἀπεφήναντο· συνηναγκάσθησαν δὲ καὶ οἱ ἐξ αὐτῆς τῆς Σπάρτης, ὄντες ὀλίγοι, παραχωρῆσαι τῆς ἀκροπόλεως. Διόπερ οὗτοι μὲν ὑπόσπονδοι καθ' ὁμολογίαν ἀφεθέντες εἰς τὴν Πελοπόννησον ἀπηλλάγησαν, [3] οἱ δὲ Λακεδαιμόνιοι δυνάμεσιν ἀξιολόγοις προσιόντες ἐπὶ τὰς Θήβας, καὶ βραχὺ τῶν καιρῶν ὑστερήσαντες, ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. Τοὺς δὲ ἡγεμόνας τῆς φρουρᾶς τρεῖς ὄντας μετέστησαν εἰς κρίσιν, καὶ τοὺς μὲν δύο κατεδίκασαν θανάτῳ, τὸν μέντοι τρίτον τοσούτῳ πλήθει χρημάτων, ὥστε μὴ δύνασθαι τὴν οὐσίαν αὐτοῦ τοσαῦτα χρήματα ἐκτῖσαι. [4] Μετὰ δὲ ταῦτ' ᾿Αθηναῖοι μὲν ἐπανῆλθον εἰς τὴν πατρίδα, Θηβαῖοι δὲ Θεσπιὰς πολιορκήσαντες ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. Ἅμα δὲ τούτοις πραττομένοις ῾Ρωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδονίαν ἀπέστειλαν. 28. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Καλλέου ῾Ρωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Παπίριον, Μάρκον Πόπλιον, Τίτον Κορνήλιον, Κόιντον Λεύκιον. Ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἐπταικότων περὶ τὰς Θήβας, οἱ μὲν Βοιωτοὶ θαρρήσαντες συνεστράφησαν, καὶ κοινὴν συμμαχίαν ποιησάμενοι, δύναμιν ἀξιόλογον συνεστήσαντο, προσδοκῶντες ἥξειν τοὺς Λακεδαιμονίους μεγάλαις δυνάμεσιν εἰς τὴν Βοιωτίαν. [2] ᾿Αθηναῖοι δὲ πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν παρ' αὐτοῖς ἐξέπεμψαν ἐπὶ τὰς ὑπὸ [τοὺς] Λακεδαιμονίους τεταγμένας πόλεις, παρακαλοῦντες ἀντέχεσθαι τῆς κοινῆς ἐλευθερίας. Οἱ γὰρ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τῆς περὶ αὐτοὺς δυνάμεως ὑπεροπτικῶς καὶ βαρέως ἦρχον τῶν ὑποτεταγμένων· διόπερ πολλοὶ τῶν ὑπ' αὐτοὺς τεταγμένων ἀπέκλινον πρὸς τοὺς ᾿Αθηναίους. [3] Πρῶτοι δὲ πρὸς τὴν ἀπόστασιν ὑπήκουσαν Χῖοι καὶ Βυζάντιοι, καὶ μετὰ τούτους ῾Ρόδιοι καὶ Μυτιληναῖοι καὶ τῶν ἄλλων τινὲς νησιωτῶν· αἰεὶ δὲ μᾶλλον αὐξομένης τῆς τῶν ῾Ελλήνων ὁρμῆς πολλαὶ πόλεις προσέθεντο τοῖς ᾿Αθηναίοις. Ὁ δὲ δῆμος μετεωρισθεὶς ἐπὶ τῇ τῶν πόλεων εὐνοίᾳ κοινὸν συνέδριον ἁπάντων τῶν συμμάχων συνεστήσαντο, καὶ συνέδρους ἀπέδειξαν ἑκάστης πόλεως. [4] Ἐτάχθη δ' ἀπὸ τῆς κοινῆς γνώμης τὸ μὲν συνέδριον ἐν ταῖς ᾿Αθήναις συνεδρεύειν, πόλιν δὲ ἐπ' ἴσης καὶ μεγάλην καὶ μικρὰν μιᾶς ψήφου κυρίαν εἶναι, πάσας δ' ὑπάρχειν αὐτονόμους, ἡγεμόσι χρωμένας ᾿Αθηναίοις. Οἱ δὲ Λακεδαιμόνιοι τὴν ὁρμὴν τῶν πόλεων ὁρῶντες ἀκατάσχετον οὖσαν πρὸς τὴν ἀπόστασιν, ὅμως πρεσβείαις καὶ λόγοις φιλανθρώποις, ἔτι δ' ἐπαγγελίαις εὐεργετικαῖς ἐφιλοτιμοῦντο διορθοῦσθαι τὰς ἀλλοτριότητας τῶν ἀνθρώπων. [5] Ὁμοίως δὲ καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς ἐποιοῦντο πολλὴν φροντίδα, προσδοκῶντες μέγαν καὶ πολυχρόνιον αὑτοῖς ἔσεσθαι τὸν Βοιωτικὸν πόλεμον, συμμαχούντων τοῖς Θηβαίοις τῶν ᾿Αθηναίων καὶ τῶν ἄλλων ῾Ελλήνων τῶν κοινωνούντων τοῦ συνεδρίου. 29. Ἅμα δὲ τούτοις πραττομένοις ῎Ακορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε· μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δ' εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν ῾Ελλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν. [2] Οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν ᾿Αθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπ' ἀρετῇ μεγάλην περιπεποιημένον. οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατ' Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας. [3] Φαρνάβαζος δ' ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων· ἐξέπεμψε δὲ καὶ πρὸς ᾿Αθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν ᾿Ιφικράτην αὑτῷ δοῦναι. [4] Οἱ δ' ᾿Αθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν ᾿Ιφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις. [5] Τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς ᾿Αθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν. Μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφ' ἡγεμονίας, φύσει δ' ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ. [6] Ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ· καταφανὴς δὲ γενόμενος ᾿Αθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν. Κατηγορηθεὶς δ' ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη. [7] Διόπερ οἱ ᾿Αθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων. Κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον. ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας. προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν. [8] Ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν ᾿Αθηναίων γεωργεῖν ἐκτὸς τῆς ᾿Αττικῆς. διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς ῞Ελλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν. 30. Πολλαὶ μὲν οὖν καὶ τῶν ἄλλων πόλεων διὰ τὴν εἰρημένην αἰτίαν προεκλήθησαν πρὸς τοὺς ᾿Αθηναίους ἀποκλῖναι, πρῶται δὲ καὶ προθυμότατα συνεμάχησαν αἱ κατὰ τὴν Εὔβοιαν οἰκοῦσαι χωρὶς ῾Εστιαίας· αὕτη γὰρ εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ ᾿Αθηναίων, εὐλόγως πρὸς μὲν ᾿Αθηναίους ἀδιάλυτον ἐφύλαττε τὴν ἔχθραν, πρὸς δὲ τοὺς Σπαρτιάτας βεβαίαν τὴν πίστιν διεφύλαττεν. [2] Οὐ μὴν ἀλλὰ τοῖς ᾿Αθηναίοις εἰς συμμαχίαν συνέβησαν ἑβδομήκοντα πόλεις καὶ μετέσχον ἐπ' ἴσης τοῦ κοινοῦ συνεδρίου· διὸ καὶ τοῖς ᾿Αθηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης, ἐφάμιλλον τὴν ἰσχὺν τῶν πόλεων συνέβαινε γίνεσθαι. Οἱ δ' ᾿Αθηναῖοι, τῶν πραγμάτων αὐτοῖς κατὰ νοῦν προχωρούντων, δύναμιν ἐξέπεμψαν εἰς τὴν Εὔβοιαν τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους. [3] Κατὰ δὲ τὴν Εὔβοιαν βραχὺ μὲν πρὸ τούτων τῶν χρόνων Νεογένης τις ὄνομα μετ' ᾿Ιάσονος τοῦ Φεραίου συλλέξας στρατιώτας κατελάβετο τήν τε ἀκρόπολιν τῶν ῾Εστιαιέων, καὶ τύραννον ἑαυτὸν ἀπέδειξε ταύτης τῆς χώρας καὶ τῆς τῶν ᾿Ωρειτῶν πόλεως. Ἄρχοντος δ' αὐτοῦ βιαίως καὶ ὑπερηφάνως Λακεδαιμόνιοι Θηριπίδην ἀπέστειλαν ἐπ' αὐτόν. [4] Ὁ δὲ τὸ μὲν πρῶτον ἐπεχείρει λόγοις τὸν τύραννον ἐκχωρεῖν ἐκ τῆς ἀκροπόλεως· ὡς δ' οὐ προσεῖχε, παρακαλέσας τοὺς ἐγχωρίους πρὸς τὴν ἐλευθερίαν ἐξεπολιόρκησε τὸ χωρίον καὶ τοῖς ᾿Ωρείταις τὴν ἐλευθερίαν ἀποκατέστησεν, δι' ἣν αἰτίαν οἱ τὴν ῾Εστιαιέων καλουμένην χώραν οἰκοῦντες οἰκείως διετέθησαν πρὸς τοὺς Σπαρτιάτας, καὶ βεβαίως ἐτήρουν τὴν φιλίαν. [5] Τῆς δ' ὑπὸ τῶν ᾿Αθηναίων ἐκπεμφθείσης δυνάμεως ἡγούμενος Χαβρίας ἐπόρθησε τὴν ῾Εστιαιῶτιν χώραν, καὶ τὴν καλουμένην μὲν Μητρόπολιν, κειμένην δ' ἐπί τινος ἐρυμνοῦ λόφου, τειχίσας, ἀπέλιπεν ἐν αὐτῇ φρουράν, αὐτὸς δὲ ταῖς Κυκλάσι νήσοις ἐπιπλέων προσηγάγετο Πεπάρηθον καὶ Σκίαθον καί τινας ἄλλας τεταγμένας ὑπὸ Λακεδαιμονίοις. 31. Οἱ δὲ ὁρῶντες τὴν τῶν συμμάχων ὁρμὴν πρὸς τὴν ἀπόστασιν ἀκατάσχετον οὖσαν, ἐπαύσαντο τῆς προϋπαρχούσης βαρύτητος καὶ ταῖς πόλεσι φιλανθρώπως προσεφέροντο. τοιαύταις δ' ὁμιλίαις καὶ εὐεργεσίαις χρησάμενοι εὐνουστέρους ἅπαντας τοὺς συμμάχους κατεσκεύασαν. Ὁρῶντες δὲ τὸν πόλεμον αὐξόμενον καὶ πολλῆς ἐπιμελείας ἐπιδεόμενον, τάς τε ἄλλας παρασκευὰς ἐποιοῦντο φιλοτίμως καὶ τὴν διάταξιν καὶ τὴν διαίρεσιν τῶν στρατιωτῶν καὶ λειτουργιῶν περιττότερον ἐξειργάσαντο. [2] Τάς τε γὰρ πόλεις καὶ τοὺς καταλεγομένους στρατιώτας εἰς τὸν πόλεμον διεῖλαν εἰς δέκα μέρη· τούτων δὲ πρώτην ἐπεῖχον μερίδα Λακεδαιμόνιοι, δευτέραν δὲ καὶ τρίτην ᾿Αρκάδες, τετάρτην δ' ᾿Ηλεῖοι, πέμπτην δ' ᾿Αχαιοί· καὶ τὴν μὲν ἕκτην ἐπλήρουν Κορίνθιοι καὶ Μεγαρεῖς, τὴν δ' ἑβδόμην Σικυώνιοι καὶ Φλιάσιοι καὶ οἱ τὴν ᾿Ακτὴν καλουμένην οἰκοῦντες, τὴν δ' ὀγδόην ᾿Ακαρνᾶνες, ἐνάτην δὲ Φωκεῖς καὶ Λοκροί, τὴν δ' ἐπὶ πᾶσιν ᾿Ολύνθιοι καὶ οἱ ἐπὶ Θρᾴκης κατοικοῦντες σύμμαχοι. Ἦν δ' αὐτοῖς ὁ μὲν ὁπλίτης πρὸς δύο ψιλοὺς τεταγμένος, ὁ δ' ἱππεὺς πρὸς τέτταρας ὁπλίτας ἰσαζόμενος. [3] Τοιαύτης δὲ τῆς συντάξεως οὔσης, ἡγεῖτο τῆς στρατιᾶς ᾿Αγησίλαος ὁ βασιλεύς· περιβόητος δ' ἦν ἐπ' ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει καὶ σχεδὸν ἀνίκητος γεγονὼς ἐν τοῖς ἐπάνω χρόνοις. Ἔν τε γὰρ τοῖς λοιποῖς πολέμοις ἐθαυμάσθη, καὶ καθ' ὃν καιρὸν Λακεδαιμόνιοι ἐπολέμουν τοῖς Πέρσαις, παραταξάμενος καὶ πολλαπλασίονα δύναμιν νικήσας, πολλὴν τῆς ᾿Ασίας ἐπῆλθε κρατῶν τῶν ὑπαίθρων, καὶ πέρας, εἰ μὴ μετεπέμψαντο αὐτὸν οἱ Σπαρτιᾶται διά τινας πολιτικὰς χρείας, σχεδὸν ἂν καὶ τὴν ὅλην τῶν Περσῶν βασιλείαν εἰς τοὺς ἐσχάτους κινδύνους κατέστησεν. [4] Ἦν γὰρ ὁ ἀνὴρ οὗτος δραστικὸς καὶ μετὰ συνέσεως πολλῆς θρασὺς καὶ παραβόλοις πράξεσι χρώμενος. διὸ καὶ τότε θεωροῦντες οἱ Σπαρτιᾶται τὸ μέγεθος τοῦ πολέμου προσδεόμενον ἡγεμόνος ἀξιολόγου, τοῦτον τοῦ πολέμου παντὸς ἡγεμόνα κατέστησαν. 32. Ὁ δ' ᾿Αγησίλαος προαγαγὼν τὴν δύναμιν, ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων τοὺς σύμπαντας στρατιώτας πλείους τῶν μυρίων ὀκτακισχιλίων, ὧν ἦσαν αἱ Λακεδαιμονίων πέντε μόραι· τὴν δὲ μόραν ἀναπληροῦσιν ἄνδρες πεντακόσιοι. Ὁ δὲ Σκιρίτης καλούμενος λόχος παρὰ τοῖς Σπαρτιάταις οὐ συντάττεται μετὰ τῶν ἄλλων, ἀλλ' ἰδίαν ἔχων σύστασιν μετὰ τοῦ βασιλέως ἵσταται, καὶ παραβοηθεῖ τοῖς αἰεὶ θλιβομένοις μέρεσι· συνεστὼς δ' ἐξ ἐπιλέκτων ἀνθρώπων μεγάλας ποιεῖται ῥοπὰς ἐν ταῖς παρατάξεσι καὶ κατὰ τὸ πλεῖστον αἴτιος γίνεται τῆς νίκης. Ἱππεῖς δ' εἶχεν ὁ ᾿Αγησίλαος χιλίους καὶ πεντακοσίους. [2] Οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφ' ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαθείας. ᾿Αθηναῖοι δὲ πυθόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐθὺς ἐβοήθουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους. [3] Τούτων δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον· τὴν γὰρ ᾿Αγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο. [4] Ὁ δ' ᾿Αγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην. ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπ' αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς. [5] Χαβρίας δ' ὁ ᾿Αθηναῖος τῶν μισθοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσθαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ τεταγμένως, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας ὀρθῷ τῷ δόρατι μένειν. [6] Ὧν ποιησάντων τὸ προσταχθὲν ὥσπερ ἀφ' ἑνὸς παρακελεύσματος, ὁ ᾿Αγησίλαος θαυμάσας τήν τε εὐταξίαν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν, τὸ μὲν βιάζεσθαι πρὸς ὑπερδεξίους τόπους καὶ συναναγκάζειν τοὺς ἐναντίους ἄνδρας ἀγαθοὺς γίνεσθαι πρὸς τὸν ἐκ χειρὸς κίνδυνον οὐκ ἔκρινε, πεῖραν δὲ λαβὼν ὅτι τολμήσουσιν ἀναγκαζόμενοι διαγωνίσασθαι περὶ τῆς νίκης, ἐν τῷ πεδίῳ προεκαλεῖτο. Οὐ συγκαταβαινόντων δὲ τῶν Θηβαίων, τὴν μὲν φάλαγγα τῶν πεζῶν ἀπήγαγε, τοὺς δ' ἱππεῖς καὶ τὰ ψιλικὰ τῶν ταγμάτων ἐξαποστείλας ἐπόρθησε τὴν χώραν ἀδεῶς καὶ πολλῶν λαφύρων ἐγκρατὴς ἐγένετο. 33. Οἱ δὲ συνόντες τῷ ᾿Αγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐθαύμαζον, πῶς δραστικὸς εἶναι δοκῶν ᾿Αγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων τὴν δύναμιν οὐ διηγωνίσατο πρὸς τοὺς πολεμίους. Πρὸς οὓς ὁ ᾿Αγησίλαος ἀπεκρίθη, νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι [ἄν]· πορθουμένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηθῆσαι· εἰ δ' αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι. [2] Τότε μὲν οὖν διὰ τῆς ἀποκρίσεως ταύτης ἔδοξε μετρίως κατεστοχάσθαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ διὰ τῶν ἀποτελεσμάτων ἔδοξεν οὐκ ἀνθρωπίνην ἀπόφασιν, ἀλλὰ θεῖόν τινα χρησμὸν εἰρηκέναι. Οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύσαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίσασθαι, μεγάλῃ συμφορᾷ περιέπεσον. [3] Τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε· μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον. Ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν. Ὁ γοῦν ᾿Αγησίλαος ἐχεφρόνως ἀρκεσθεὶς τῷ πρώτῳ προτερήματι, τὴν δύναμιν ἀσινῆ διεφύλαξεν. [4] Μετὰ δὲ ταῦτα ὁ μὲν ᾿Αγησίλαος μετὰ τῆς δυνάμεως ἐπανῆλθεν εἰς τὴν Πελοπόννησον, οἱ δὲ Θηβαῖοι διὰ τὴν Χαβρίου στρατηγίαν σωθέντες ἐθαύμασαν τἀνδρὸς τὴν ἐν τῷ στρατηγήματι ἀγχίνοιαν. Ὁ δὲ Χαβρίας, πολλῶν καὶ καλῶν αὐτῷ πεπραγμένων κατὰ πόλεμον, ἐπὶ τούτῳ μάλιστα ἐσεμνύνετο τῷ στρατηγήματι, καὶ τὰς εἰκόνας τὰς ὑπὸ τοῦ δήμου δοθείσας αὐτῷ καθίστανεν ἐχούσας τοῦτο τὸ σχῆμα. [5] Οἱ δὲ Θηβαῖοι μετὰ τὴν ἀπαλλαγὴν τὴν ᾿Αγησιλάου στρατεύσαντες ἐπὶ Θεσπιὰς τὴν μὲν προφυλακήν, οὖσαν ἀνδρῶν διακοσίων, ἀνεῖλον, τῇ δὲ πόλει προσβολὰς συνεχεῖς ποιούμενοι, καὶ μηδὲν ἀξιόλογον πράξαντες, ἀπῆγον τὴν δύναμιν εἰς τὰς Θήβας. [6] Φοιβίδας δὲ ὁ Λακεδαιμόνιος, ἔχων ἀξιόλογον φρουρὰν ἐν ταῖς Θεσπιαῖς, ἐκχυθεὶς ἐκ τῆς πόλεως καὶ προπετῶς τοῖς ἀποχωροῦσι Θηβαίοις ἐπιθέμενος, τῶν μὲν στρατιωτῶν ἀπέβαλε πλείους τῶν πεντακοσίων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλοῖς ἐναντίοις τραύμασι περιπεσὼν ἡρωικῶς κατέστρεψε τὸν βίον. 34. Οὐ πολλῷ δ' ὕστερον χρόνῳ πάλιν τῶν Λακεδαιμονίων τῇ αὐτῇ δυνάμει στρατευσάντων ἐπὶ τὰς Θήβας, οἱ μὲν Θηβαῖοι δυσχωρίας τινὰς ἑτέρας καταλαμβανόμενοι διεκώλυον μὲν τοὺς πολεμίους λεηλατεῖν τὴν χώραν, κατὰ στόμα δὲ πρὸς ἅπασαν τὴν δύναμιν ἐν τοῖς πεδίοις οὐκ ἐτόλμων παρατάξασθαι. [2] Τοῦ δ' ᾿Αγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατ' ὀλίγον πρὸς τὸν ἀγῶνα. Γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν ᾿Αγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυθέντων πανδημεί, θεωρῶν τὸ πλῆθος τῶν ἐπιρρεόντων ὁ ᾿Αγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. Οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως. [3] Τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος· τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας. Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς ᾿Αθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν. Ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν ᾿Αθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν. [4] Μετὰ δὲ ταῦτα Χαβρίας μὲν ὁ τῶν ᾿Αθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν. Προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως. Ἅμα δὲ τούτοις πραττομένοις Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις. γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις. [5] Εἶχε δὲ τριήρεις ὁ μὲν Πόλλις ἑξήκοντα καὶ πέντε, ὁ δὲ Χαβρίας ὀγδοήκοντα καὶ τρεῖς. ἐπιπλεουσῶν δὲ τῶν νεῶν ἀλλήλαις, Πόλλις μὲν ἡγούμενος τοῦ δεξιοῦ κέρως πρῶτος ἐνέβαλε ταῖς ἀντιτεταγμέναις τριήρεσιν ἐπὶ τοῦ λαιοῦ κέρατος, ὧν ἡγεῖτο Κήδων ὁ ᾿Αθηναῖος· ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Κήδωνα διέφθειρε καὶ τὴν ναῦν κατεβύθισεν· ὁμοίως δὲ καὶ ταῖς ἄλλαις συμβαλὼν καὶ τοῖς ἐμβόλοις ἀναρρήττων, ἃς μὲν διέφθειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν. Ἃ δὴ κατιδὼν ὁ Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήθησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρθώσατο, αὐτὸς δ' ἔχων τὸ κράτιστον τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δ' αἰχμαλώτους ἔλαβεν. 35. Γενόμενος δ' ἐπὶ τοῦ προτερήματος, καὶ πάσας τὰς τῶν πολεμίων ναῦς φυγεῖν ἀναγκάσας, ἀπέσχετο παντελῶς τοῦ διωγμοῦ· ἀναμνησθεὶς γὰρ τῆς ἐν ᾿Αργινούσαις ναυμαχίας, ἐν ᾗ τοὺς νικήσαντας στρατηγοὺς ὁ δῆμος ἀντὶ μεγάλης εὐεργεσίας θανάτῳ περιέβαλεν, αἰτιασάμενος ὅτι τοὺς τετελευτηκότας κατὰ τὴν ναυμαχίαν οὐκ ἔθαψαν, εὐλαβήθη μήποτε τῆς περιστάσεως ὁμοίας γενομένης κινδυνεύσῃ παθεῖν παραπλήσια. Διόπερ ἀποστὰς τοῦ διώκειν ἀνελέγετο τῶν πολιτῶν τοὺς διανηχομένους, καὶ τοὺς μὲν ἔτι ζῶντας διέσωσε, τοὺς δὲ τετελευτηκότας ἔθαψεν. Εἰ δὲ μὴ περὶ ταύτην ἐγένετο τὴν ἐπιμέλειαν, ῥᾳδίως ἂν ἅπαντα τὸν τῶν πολεμίων στόλον διέφθειρε. [2] Κατὰ δὲ τὴν ναυμαχίαν τῶν μὲν ᾿Αθηναίων διεφθάρησαν τριήρεις ὀκτωκαίδεκα, τῶν δὲ Λακεδαιμονίων διεφθάρησαν μὲν εἴκοσι καὶ τέτταρες, αὔτανδροι δ' ἐλήφθησαν ὀκτώ. Χαβρίας μὲν οὖν ἐπιφανῆ ναυμαχίαν νικήσας κατέπλευσε μετὰ πολλῶν λαφύρων εἰς τὸν Πειραιέα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. μετὰ γὰρ τὸν Πελοποννησιακὸν πόλεμον ᾿Αθηναῖοι ταύτην πρώτην ναυμαχίαν ἐνίκησαν· τὴν γὰρ περὶ Κνίδον οὐκ ἰδίᾳ διηγωνίσαντο, τῷ δὲ βασιλικῷ στόλῳ χρησάμενοι προετέρησαν. [3] Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν ᾿Ιταλίαν ἐν τῇ ῾Ρώμῃ Μάρκος Μάνλιος ἐπιβαλόμενος τυραννίδι καὶ κρατηθεὶς ἀνῃρέθη. 36. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Χαρισάνδρου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Σερούιον Σουλπίκιον, Λεύκιον Παπίριον, Τίτον Κοΐνκτιον, ᾿Ηλεῖοι δ' ἤγαγον ᾿Ολυμπιάδα πρώτην πρὸς ταῖς ἑκατόν, καθ' ἣν ἐνίκα στάδιον Δάμων Θούριος. ἐπὶ δὲ τούτων ἐν τῇ Θρᾴκῃ Τριβαλλοὶ σιτοδείᾳ πιεζόμενοι πανδημεὶ στρατείαν ἐποιήσαντο πρὸς τὴν ὑπερόριον χώραν, καὶ τὰς τροφὰς ἐκ τῆς ἀλλοτρίας γῆς ἐπορίζοντο. [2] Ὄντες δὲ πλείους τῶν τρισμυρίων ἐπῆλθον τήν τε ὅμορον Θρᾴκην καὶ τὴν τῶν ᾿Αβδηριτῶν χώραν ἐπόρθησαν ἀδεῶς· πολλῆς δὲ ὠφελείας κυριεύσαντες καταπεφρονηκότως καὶ ἀτάκτως τὴν ἐπάνοδον ἐποιοῦντο. Οἱ δ' ᾿Αβδηρῖται πανδημεὶ στρατεύσαντες ἐπ' αὐτοὺς σποράδην καὶ ἀτάκτως τὴν ἐπάνοδον ποιουμένους πλείους τῶν δισχιλίων ἀνεῖλον. [3] Οἱ δὲ βάρβαροι παροξυνθέντες ἐπὶ τοῖς συμβεβηκόσι,καὶ βουλόμενοι τοὺς ᾿Αβδηρίτας τιμωρήσασθαι, πάλιν ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν. Οἱ δὲ προνενικηκότες ἐπαρθέντες τῷ προτερήματι, καὶ τῶν πλησιοχώρων Θρᾳκῶν συμμαχίαν ἀποστειλάντων αὐτοῖς, παρετάξαντο τοῖς βαρβάροις. [4] Γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν Θρᾳκῶν μεταβαλομένων ἄφνω, μονωθέντες οἱ ᾿Αβδηρῖται καὶ κυκλωθέντες ὑπὸ τοῦ πλήθους τῶν βαρβάρων, σχεδὸν ἅπαντες οἱ τῆς μάχης μετεσχηκότες κατεκόπησαν. Τηλικαύτῃ δὲ συμφορᾷ τῶν ᾿Αβδηριτῶν περιπεπτωκότων καὶ μελλόντων πολιορκεῖσθαι, Χαβρίας ὁ ᾿Αθηναῖος ἐπιφανεὶς μετὰ δυνάμεως ἐξείλατο τῶν κινδύνων τοὺς ᾿Αβδηρίτας, καὶ τοὺς μὲν βαρβάρους ἐξήλασεν ἐκ τῆς χώρας, ἐν δὲ τῇ πόλει φρουρὰν ἀξιόλογον καταλιπὼν αὐτὸς ὑπό τινων ἐδολοφονήθη. [5] Τιμόθεος δὲ παραλαβὼν τὴν ναυαρχίαν καὶ πλεύσας εἰς τὴν Κεφαληνίαν, τάς τ' ἐν αὐτῇ πόλεις προσηγάγετο καὶ τὰς κατὰ τὴν ᾿Ακαρνανίαν ὁμοίως ἔπεισεν ἀποκλῖναι πρὸς ᾿Αθηναίους. ᾿Αλκέταν τε τὸν Μολοττῶν βασιλέα φίλον κατασκευάσας, καὶ καθόλου τὰς χώρας τὰς τῶν περὶ τοὺς τόπους ἐκείνους πόλεων ἐξιδιοποιησάμενος, ἐνίκησε ναυμαχίᾳ τοὺς Λακεδαιμονίους περὶ Λευκάδα. [6] Ταῦτα δὲ πάντα ταχέως καὶ ῥᾳδίως ἐπετέλεσε, πείθων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ δι' ἀνδρείαν καὶ στρατηγίαν. διόπερ οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ῞Ελλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς. καὶ τὰ μὲν περὶ Τιμόθεον ἐν τούτοις ἦν. 37. Ἅμα δὲ τούτοις πραττομένοις Θηβαῖοι μὲν ἐστράτευσαν ἐπ' ᾿Ορχομενὸν ἐπιλέκτοις ἀνδράσι πεντακοσίοις, καὶ συνετέλεσαν πρᾶξιν ἀξίαν μνήμης· φρουρούντων γὰρ τὸν ᾿Ορχομενὸν Λακεδαιμονίων πολλοῖς στρατιώταις, καὶ τοῖς Θηβαίοις ἀντιταξαμένων, ἐγενήθη μάχη καρτερά, καθ' ἣν οἱ Θηβαῖοι πρὸς διπλασίους συμβαλόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους. οὐδέποτε γὰρ τοῦτο συνέβη γενέσθαι κατὰ τοὺς ἐπάνω χρόνους, ἀλλ' ἀγαπητὸν ὑπάρχειν ἐδόκει τὸ πολλοὺς ὀλίγους νικῆσαι. [2] Διὸ καὶ φρονήματος ἐπίμπλαντο Θηβαῖοι, καὶ τὴν ἀνδρείαν εἶχον μᾶλλον περιβόητον, καὶ φανεροὶ καθειστήκεισαν ἀμφισβητήσοντες τῆς τῶν ῾Ελλήνων ἡγεμονίας. [3] Τῶν δὲ συγγραφέων ῾Ερμείας ὁ Μεθυμναῖος τὴν τῶν Σικελικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφε, γράψας βύβλους δέκα, ὡς δέ τινες διαιροῦσι, δώδεκα. 38. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησιν ῾Ιπποδάμου ῾Ρωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Οὐαλέριον, Λεύκιον Μάλλιον, Σερούιον Σουλπίκιον, Λοκρήτιον. Ἐπὶ δὲ τούτων ᾿Αρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς μέλλων πολεμεῖν πρὸς Αἰγυπτίους καὶ σπεύδων ξενικὴν δύναμιν ἀξιόλογον συστήσασθαι, διέγνω συλλύσασθαι τοὺς κατὰ τὴν ῾Ελλάδα πολέμους· οὕτως γὰρ μάλιστ' ἤλπιζε τοὺς ῞Ελληνας ἀπολελυμένους τῶν οἰκείων πολέμων ἑτοιμοτέρους ἔσεσθαι πρὸς τὰς ξενολογίας. διόπερ πρέσβεις ἐξέπεμψεν εἰς τὴν ῾Ελλάδα τοὺς παρακαλέσοντας τὰς πόλεις κοινὴν εἰρήνην συνθέσθαι. [2] Τῶν δ' ῾Ελλήνων ἀσμένως προσδεξαμένων τοὺς λόγους διὰ τὸ κάμνειν τῇ συνεχείᾳ τῶν πολέμων, συνέθεντο πάντες τὴν εἰρήνην, ὥστε πάσας τὰς πόλεις αὐτονόμους καὶ ἀφρουρήτους εἶναι. Καὶ κατέστησαν οἱ ῞Ελληνες ἐξαγωγεῖς, οἳ κατὰ πόλιν ἑκάστην ἐπελθόντες ἐξήγαγον ἁπάσας τὰς φρουράς. [3] Μόνων δὲ Θηβαίων οὐ προσδεξαμένων κατὰ πόλιν γίνεσθαι τὰς σπονδάς, ἀλλὰ τὴν Βοιωτίαν ἅπασαν ὑπὸ τὴν τῶν Θηβαίων συντέλειαν ταττόντων, καὶ ᾿Αθηναίων μὲν ἀντειπόντων φιλοτιμότατα, Καλλιστράτου [δὲ] τοῦ δημαγωγοῦ τὸν λόγον διαθεμένου, ὑπὲρ δὲ τῶν Θηβαίων ᾿Επαμεινώνδου διαθεμένου λόγον θαυμαστῶς ἐν τῷ κοινῷ συνεδρίῳ, τοῖς μὲν ἄλλοις ῞Ελλησι πᾶσι συμφώνως αἱ σπονδαὶ συνετελέσθησαν, μόνοι δὲ Θηβαῖοι κριθέντες ἔκσπονδοι, καὶ τοῦ ᾿Επαμεινώνδου διὰ τῆς ἰδίας ἀρετῆς ἐμποιοῦντος φρόνημα τοῖς πολίταις, ἐθάρρησαν τοῖς ἁπάντων δόγμασιν ἀντιβαίνειν. [4] Λακεδαιμόνιοι μὲν γὰρ καὶ ᾿Αθηναῖοι, διὰ πάντων περὶ τῆς ἡγεμονίας διαφιλοτιμούμενοι, παρεχώρουν ἀλλήλοις, οἱ μὲν τῆς κατὰ γῆν, οἱ δὲ τῆς κατὰ θάλατταν ἀρχῆς ἄξιοι κρινόμενοι. διόπερ τὴν ἐκ τρίτου προσώπου ἀναφερομένην ἡγεμονίαν χαλεπῶς ἔφερον, καὶ τὰς κατὰ Βοιωτίαν πόλεις ἀπέσπων τῆς τῶν Θηβαίων συντελείας. 39. Οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν. Οὐ διεψεύσθησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους. [2] Ἐπιφανέστατοι δ' ἦσαν Πελοπίδας καὶ Γοργίδας καὶ ᾿Επαμεινώνδας· οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεθνούντων, ἀλλὰ καὶ πάντων ῾Ελλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει. Μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυθαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν. Διὸ καὶ συναναγκασθεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασθαι, τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆθος τῶν ἀντιταχθέντων ἄρδην σχεδὸν κατακόψαι. [3] Καὶ τὰ τηλικαῦτα παραδόξως διεπράξατο διὰ τὴν ἀγχίνοιαν καὶ τὴν ἐκ παιδείας αὐτῷ περιγεγενημένην ἀρετήν. ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἐν τοῖς κατὰ μέρος ἐκτεθεῖσι σαφέστερον δηλώσομεν, νῦν δ' ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα. 40. Μετὰ γὰρ τὴν συγχωρηθεῖσαν τοῖς δήμοις αὐτονομίαν αἱ πόλεις ἐνέπιπτον εἰς ταραχὰς μεγάλας καὶ στάσεις, μάλιστα δὲ αἱ κατὰ τὴν Πελοπόννησον. Ὀλιγαρχικοῖς γὰρ πολιτεύμασι κεχρημέναι, καὶ ταῖς τῆς δημοκρατίας ἐξουσίαις ἀπειραγάθως χρώμεναι, πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐφυγάδευον καὶ κρίσεις ἐπιβάλλουσαι συκοφαντώδεις κατεδίκαζον. Διόπερ εἰς στάσεις ἐμπίπτουσαι φυγὰς καὶ δημεύσεις οὐσιῶν ἐποιοῦντο, μάλιστα δὲ πρὸς τοὺς ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας προεστηκότας τῶν πατρίδων. [2] Ἐν γὰρ τοῖς τότε χρόνοις ἐπιτακτικῶς ἐκείνων τοῖς πολίταις προσενηνεγμένων, ὕστερον ὁ δημοτικὸς ὄχλος ἀπολαβὼν τὴν ἐλευθερίαν ἐμνησικάκει. Πρῶτον δὲ τῶν Φιαλέων οἱ φυγάδες συστραφέντες κατελάβοντο τὴν καλουμένην ῾Ηραίαν, χωρίον ὀχυρόν. Ἐκ ταύτης δ' ὁρμηθέντες παρεισέπεσον εἰς τὴν Φιάλειαν, καὶ Διονυσίαν κατὰ τύχην ὄντων ἐπιπεσόντες ἀπροσδοκήτως τοῖς ἐν τῷ θεάτρῳ καθημένοις, καὶ πολλοὺς ἀποσφάξαντες, οὐκ ὀλίγους δὲ καὶ συναπονοήσασθαι πείσαντες, ἀνεχώρησαν εἰς τὴν Σπάρτην. [3] Οἱ δὲ τῆς Κορίνθου φυγάδες, συχνοὶ διατρίβοντες παρὰ τοῖς ᾿Αργείοις, ἐπεχείρησαν κατιέναι· παραδεχθέντες δ' ἐπὶ τὴν πόλιν ὑπό τινων οἰκείων καὶ φίλων, διαβληθέντες ἐγένοντο [τε] περικατάληπτοι· μέλλοντες δὲ συναρπάζεσθαι, καὶ φοβούμενοι τὴν ἐκ τῆς ἁλώσεως αἰκίαν, ἀλλήλους ἀπέκτειναν. Οἱ δὲ Κορίνθιοι πολλοὺς τῶν πολιτῶν αἰτιασάμενοι μετεσχηκέναι τοῖς φυγάσι τῆς ἐπιθέσεως, οὓς μὲν ἀπέκτειναν, οὓς δ' ἐφυγάδευσαν. [4] Ἐν δὲ τῇ πόλει τῶν Μεγαρέων ἐπιχειρήσαντές τινες μεταστῆσαι τὴν πολιτείαν, καὶ κρατηθέντες ὑπὸ τοῦ δήμου, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δ' ἐξέπεσον. Ὁμοίως δὲ καὶ παρὰ τοῖς Σικυωνίοις τινὲς νεωτερίζειν ἐπιβαλόμενοι καὶ σφαλέντες ἀνῃρέθησαν. [5] Παρὰ δὲ τοῖς Φλιασίοις πολλῶν φυγαδευομένων, καὶ καταλαβομένων ἐπὶ τῆς χώρας φρούριον ὀχυρὸν καὶ πλῆθος μισθοφόρων ἀθροισάντων, ἐγένετο μάχη πρὸς τοὺς ἐκ τῆς πόλεως, καὶ νικησάντων τῶν φυγάδων ἀνῃρέθησαν τῶν Φλιασίων ὑπὲρ τοὺς τριακοσίους. ὕστερον δὲ προδόντων τῶν φυλάκων τοὺς φυγάδας, κρατήσαντες οἱ Φλιάσιοι τῶν φυγάδων ἀνεῖλον πλείους τῶν ἑξακοσίων, τοὺς δὲ λοιποὺς ἐκβαλόντες ἐκ τῆς χώρας ἠνάγκασαν φυγεῖν εἰς ῎Αργος. Αἱ μὲν οὖν κατὰ Πελοπόννησον πόλεις ἐν τοιαύταις συμφοραῖς ἦσαν. 41. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Σωκρατίδου ῾Ρωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Κόιντον Σερουίλιον, Σερούιον Κορνήλιον, ἔτι δὲ Σπόριον Παπίριον. Ἐπὶ δὲ τούτων ᾿Αρταξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπ' Αἰγυπτίους ἀφεστηκότας ἀπὸ Περσῶν. Ἡγοῦντο δὲ τῶν δυνάμεων Φαρνάβαζος μὲν τῶν βαρβαρικῶν, ᾿Ιφικράτης δ' ὁ ᾿Αθηναῖος τῶν μισθοφόρων, ὄντων δισμυρίων. Ὁ δ' ἀνὴρ οὗτος μετάπεμπτος ἐπὶ τὴν στρατηγίαν ὑπὸ τοῦ βασιλέως ἐτάχθη διὰ τὴν ἐν τῷ στρατηγεῖν ἀρετήν. [2] Ἔτη δὲ πλείω τοῦ Φαρναβάζου κατανηλωκότος περὶ τὰς παρασκευάς, ὁ μὲν ᾿Ιφικράτης ὁρῶν αὐτὸν ἐν μὲν τῷ λέγειν ὄντα δεινόν, ἐν δὲ τοῖς πραττομένοις νωχελῆ, παρρησίᾳ πρὸς αὐτὸν ἐχρήσατο, φήσας θαυμάζειν πῶς ἐν μὲν τοῖς λόγοις ἐστὶν ὀξύς, ἐν δὲ τοῖς ἔργοις βραδύς. Ὁ δὲ Φαρνάβαζος ἀπεκρίθη, διότι τῶν μὲν λόγων αὐτὸς κύριός ἐστι, τῶν δ' ἔργων ὁ βασιλεύς. [3] Τῆς δὲ τῶν Περσῶν δυνάμεως ἀθροισθείσης εἰς πόλιν ῎Ακην, ἠριθμήθησαν τῶν μὲν βαρβάρων εἴκοσι μυριάδες, ὧν ἦρχε Φαρνάβαζος· τῶν δὲ μισθοφόρων ῾Ελλήνων ᾿Ιφικράτης ἡγεῖτο δισμυρίων. Καὶ ναῦς ἠριθμήθησαν τριήρεις μὲν τριακόσιαι, τριακόντοροι δὲ διακόσιαι· τῶν δὲ τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζουσῶν πολὺς ἦν ἀριθμός. [4] Ἀρχομένου δὲ τοῦ θέρους ἀνέζευξαν οἱ τοῦ βασιλέως στρατηγοὶ μετὰ πάσης τῆς δυνάμεως, καὶ τοῦ στόλου συμπαραπλέοντος προῆγον ἐπὶ τὴν Αἴγυπτον. Ὡς δ' ἧκον πλησίον τοῦ Νείλου, κατέλαβον τοὺς Αἰγυπτίους φανερῶς παρεσκευασμένους τὰ πρὸς τὸν πόλεμον. [5] Ὁ γὰρ Φαρνάβαζος βραδεῖαν τὴν στρατείαν ἐποιεῖτο, καὶ πολὺν χρόνον ἐδεδώκει τοῖς πολεμίοις εἰς τὴν παρασκευήν. Ὡς ἐπίπαν γὰρ οἱ τῶν Περσῶν στρατηγοί, τῶν ὅλων οὐκ ὄντες αὐτοκράτορες, περὶ πάντων ἀναφέρουσι τῷ βασιλεῖ, καὶ προσαναμένουσι τὰς περὶ ἑκάστων ἀποκρίσεις. 42. Ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ θαλάττης. [2] Ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καθ' ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καθ' ἑκάτερον τοῦ ῥείθρου καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν. Μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσθαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστα ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους. [3] Τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ πλωτὰς χώμασιν ἐνέφραττεν. Διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελθεῖν. [4] Οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, δι' ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν. Διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφ' ἱκανὸν τόπον. Εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ ᾿Ιφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον. [5] Ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δ' ἐζωγρήθησαν· οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν. Οἱ δὲ περὶ τὸν ᾿Ιφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δ' ἐνοικοῦντας ἐξηνδραποδίσαντο. 43. Μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, δι' ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν. Ὁ μὲν γὰρ ᾿Ιφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατ' Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις· οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν· ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν. [2] Τοῦ δ' ᾿Ιφικράτους ἀξιοῦντος αὑτῷ δοθῆναι τοὺς παρόντας μισθοφόρους, καὶ μετ' ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε θράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατ' ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον. Διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, ὁ ᾿Ιφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν πολλὴν στρατιάν.... ἐφθόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον. [3] Οἱ δ' Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς. Αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων. [4] Χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, ὁ Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ πλήθει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον. Οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς αἰεὶ τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασθαι. [5] Διόπερ ἐπανιόντων αὐτῶν εἰς τὴν ᾿Ασίαν, καὶ γενομένης διαφορᾶς τῷ Φαρναβάζῳ πρὸς τὸν ᾿Ιφικράτην, ὑποπτεύσας ὁ ᾿Ιφικράτης μὴ συλληφθῇ καὶ τιμωρίας τύχῃ, καθάπερ Κόνων ἔπαθεν ὁ ᾿Αθηναῖος, ἔκρινε λάθρᾳ φεύγειν ἐκ τοῦ στρατοπέδου· διὸ καὶ παρασκευασάμενος πλοῖον ἔλαθε νυκτὸς ἀπαλλαγεὶς καὶ καταπλεύσας εἰς τὰς ᾿Αθήνας. [6] Ὁ δὲ Φαρνάβαζος πρέσβεις ἐκπέμψας κατηγόρησε τοῦ ᾿Ιφικράτους ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφθῆναι τὴν Αἴγυπτον. Οἱ δὲ ᾿Αθηναῖοι τοῖς μὲν Πέρσαις ἀπόκρισιν ἔδωκαν, ὅτι ἐὰν εὕρωσιν αὐτὸν ἠδικηκότα, κολάσουσι κατὰ τὴν ἀξίαν, αὐτοὶ δὲ μετ' ὀλίγον χρόνον στρατηγὸν κατέστησαν τὸν ᾿Ιφικράτην ἐπὶ τὸ ναυτικόν. 44. Οὐκ ἀνοίκειον δ' ἐστὶ τὰ περὶ τῆς ᾿Ιφικράτους ἀρετῆς ἱστορούμενα παραθεῖναι. Οὗτος γὰρ παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαθὴν φύσει κεχρῆσθαι διαφόρῳ. Προσλαβόμενον οὖν αὐτὸν τὴν ἐν τῷ Περσικῷ πολέμῳ πολυχρόνιον ἐμπειρίαν τῶν στρατιωτικῶν ἔργων, ἐπινοήσασθαι πολλὰ τῶν εἰς τὸν πόλεμον χρησίμων, καὶ μάλιστα [τῶν] περὶ τὸν καθοπλισμὸν φιλοτιμηθῆναι. [2] Τῶν γὰρ ῾Ελλήνων μεγάλαις ἀσπίσι χρωμένων καὶ διὰ τοῦτο δυσκινήτων ὄντων, συνεῖλε τὰς ἀσπίδας καὶ κατεσκεύασε πέλτας συμμέτρους, [ἐξ] ἀμφοτέρων εὖ στοχασάμενος, τοῦ τε σκέπειν ἱκανῶς τὰ σώματα καὶ τοῦ δύνασθαι τοὺς χρωμένους ταῖς πέλταις διὰ τὴν κουφότητα παντελῶς εὐκινήτους ὑπάρχειν. [3] Διὰ δὲ τῆς πείρας τῆς εὐχρηστίας ἀποδοχῆς τυγχανούσης, οἱ [μὲν] πρότερον ἀπὸ τῶν ἀσπίδων ὁπλῖται καλούμενοι τότε [δὲ] ἀπὸ τῆς πέλτης πελτασταὶ μετωνομάσθησαν. Ἐπὶ δὲ τοῦ δόρατος καὶ τοῦ ξίφους εἰς τοὐναντίον τὴν μετάθεσιν ἐποιήσατο· ηὔξησε γὰρ τὰ μὲν δόρατα ἡμιολίῳ μεγέθει, τὰ δὲ ξίφη σχεδὸν διπλάσια κατεσκεύασεν. Τὴν δὲ δοκιμασίαν ἡ χρεία διαβεβαιοῦσα τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῷ τῆς πείρας ἐπιτεύγματι δόξης ἠξίωσεν. [4] Τάς τε ὑποδέσεις τοῖς στρατιώταις εὐλύτους καὶ κούφας ἐποίησε, τὰς μέχρι τοῦ νῦν ἰφικρατίδας ἀπ' ἐκείνου καλουμένας. Πολλὰ δὲ καὶ ἄλλα τῶν χρησίμων εἰς τὰς στρατείας κατέδειξε, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. Ἡ μὲν οὖν ἐπ' Αἴγυπτον στρατεία τῶν Περσῶν, μεγάλης τυχοῦσα παρασκευῆς, παρ' ἐλπίδας ἄπρακτον ἔσχε τὸ τέλος. 45. Κατὰ δὲ τὴν ῾Ελλάδα ταραττομένων τῶν πόλεων διὰ τὴν ἀσυνήθη πολιτείαν, καὶ πολλῶν ἐπανισταμένων διὰ τὴν κοινὴν ἀναρχίαν, τοῖς μὲν τὰς ὀλιγαρχίας κατασκευάζουσιν ἐβοήθουν οἱ Λακεδαιμόνιοι, τοῖς δὲ τῆς δημοκρατίας ἀντεχομένοις συνεμάχουν οἱ ᾿Αθηναῖοι. [2] Ἀμφότεραι γὰρ αἱ πόλεις αὗται χρόνον ὀλίγον διετήρησαν τὰς σπονδάς, μετὰ δὲ ταῦτα συμπράττουσαι ταῖς οἰκείαις πόλεσιν ἐπολέμουν, οὐδὲν ἔτι φροντίζοντες τῆς κοινῆς συντεθείσης εἰρήνης. Διόπερ ἐν Ζακύνθῳ τοῖς ἐπὶ τῆς Λακεδαιμονίων ἐπιστασίας κυρίοις γεγονόσι τοῦ πολιτεύματος ὁ δῆμος χαλεπῶς ἔχων καὶ μνησικακῶν ἐφυγάδευσε πάντας. ... Οὗτοι δὲ πρὸς Τιμόθεον τὸν ᾿Αθηναίων ἡγούμενον τοῦ ναυτικοῦ καταφυγόντες συνέπλεον αὐτῷ καὶ συνεμάχουν. [3] Τοῦτον οὖν παραστησάμενοι συνεργόν, καὶ διαβιβασθέντες εἰς τὴν νῆσον ὑπ' αὐτοῦ, κατελάβοντο χωρίον ὀχυρὸν παρὰ θάλατταν, ὃ προσηγόρευον ᾿Αρκαδίαν. Ἐκ τούτου δ' ὁρμώμενοι, καὶ βοηθὸν ἔχοντες τὸν Τιμόθεον, ἐκακοποίουν τοὺς ἐν τῇ πόλει. [4] Τῶν δὲ Ζακυνθίων τοὺς Λακεδαιμονίους ἀξιούντων βοηθῆσαι, τὸ μὲν πρῶτον εἰς τὰς ᾿Αθήνας ἀποστείλαντες πρέσβεις κατηγόρουν τοῦ Τιμοθέου· ὡς δ' ἐθεώρουν τὸν δῆμον ἀποκλίνοντα πρὸς τοὺς φυγάδας, συνεστήσαντο ναυτικόν, καὶ πληρώσαντες τριήρεις εἴκοσι καὶ πέντε ἐξέπεμψαν τοῖς Ζακυνθίοις συμμαχίαν, δόντες τὴν ἡγεμονίαν ᾿Αριστοκράτει. 46. Ἅμα δὲ τούτοις πραττομένοις τῶν ἐκ Κορκύρας τινὲς φίλοι Λακεδαιμονίων ἐπαναστάντες τῷ δήμῳ, παρεκάλεσαν τοὺς Σπαρτιάτας ἀποστεῖλαι ναυτικὴν δύναμιν, ὑπισχνούμενοι παραδώσειν αὐτοῖς τὴν Κόρκυραν. Οἱ δὲ Λακεδαιμόνιοι, τὴν Κόρκυραν εἰδότες μεγάλην ῥοπὴν ἔχουσαν τοῖς ἀντεχομένοις τῆς θαλάττης, ἔσπευσαν κύριοι γενέσθαι ταύτης τῆς πόλεως. [2] Εὐθὺς οὖν ἔπεμψαν εἰς τὴν Κόρκυραν τριήρεις εἴκοσι καὶ δύο, τὴν ἡγεμονίαν ᾿Αλκίδᾳ παραδόντες. Τοῦτον δὲ τὸν στόλον προσεποιήθησαν εἰς Σικελίαν ἀποστεῖλαι, ἵνα ὡς φίλοι προσδεχθέντες ὑπὸ τῶν Κορκυραίων κατάσχωσι τὴν πόλιν μετὰ τῶν φυγάδων. [3] Οἱ δὲ Κορκυραῖοι γνόντες τῶν Σπαρτιατῶν τὴν ἐπίνοιαν, τὴν μὲν πόλιν ἐπιμελῶς ἐφύλαττον, εἰς δὲ τὰς ᾿Αθήνας πρέσβεις ἐξέπεμψαν περὶ βοηθείας. Οἱ δ' ᾿Αθηναῖοι ψηφισάμενοι βοηθεῖν τοῖς Κορκυραίοις καὶ Ζακυνθίων τοῖς φυγάσιν, εἰς μὲν τὴν Ζάκυνθον ἐξέπεμψαν Κτησικλέα στρατηγόν, ἡγούμενον τῶν φυγάδων, εἰς δὲ τὴν Κόρκυραν παρεσκευάζοντο ναυτικὴν δύναμιν ἐκπέμπειν. [4] Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Βοιωτίαν Πλαταιεῖς ἀντεχόμενοι τῆς ᾿Αθηναίων συμμαχίας μετεπέμποντο στρατιώτας, κεκρικότες τοῖς ᾿Αθηναίοις παραδοῦναι τὴν πόλιν. ἐπὶ δὲ τούτοις οἱ βοιωτάρχαι χαλεπῶς διατεθέντες πρὸς τοὺς Πλαταιεῖς, καὶ σπεύδοντες φθάσαι τὴν παρὰ τῶν ᾿Αθηναίων συμμαχίαν, εὐθὺς ἐπ' αὐτοὺς δύναμιν ἀξιόλογον ἦγον. [5] Παραγενόμενοι δὲ πλησίον τῆς τῶν Πλαταιέων πόλεως, ἀπροσδοκήτου τῆς ἐπιθέσεως γενομένης, οἱ πλεῖστοι μὲν τῶν Πλαταιέων ἐπὶ τῆς χώρας καταληφθέντες ὑπὸ τῶν ἱππέων συνηρπάγησαν, οἱ δὲ λοιποὶ καταφυγόντες εἰς τὴν πόλιν, καὶ συμμάχων ὄντες ἔρημοι, συνηναγκάσθησαν ὁμολογίας συνθέσθαι τοῖς πολεμίοις εὐαρέστους· ἔδει γὰρ αὐτοὺς τὰ ἔπιπλα λαβόντας ἀπελθεῖν ἐκ τῆς πόλεως καὶ μηκέτι τῆς Βοιωτίας ἐπιβαίνειν. [6] Μετὰ δὲ ταῦτα οἱ μὲν Θηβαῖοι τὰς Πλαταιὰς κατασκάψαντες καὶ Θεσπιὰς ἀλλοτρίως πρὸς αὐτοὺς διακειμένας ἐξεπόρθησαν, οἱ δὲ Πλαταιεῖς εἰς ᾿Αθήνας μετὰ τέκνων καὶ γυναικῶν φυγόντες τῆς ἰσοπολιτείας ἔτυχον διὰ τὴν χρηστότητα τοῦ δήμου. καὶ τὰ μὲν κατὰ Βοιωτίαν ἐν τούτοις ἦν. 47. Λακεδαιμόνιοι δὲ στρατηγὸν καταστήσαντες Μνάσιππον ἐξαπέστειλαν ἐπὶ τὴν Κόρκυραν, ἔχοντα τριήρεις μὲν ἑξήκοντα καὶ πέντε, στρατιώτας δὲ χιλίους καὶ πεντακοσίους. Οὗτος δὲ καταπλεύσας εἰς τὴν νῆσον καὶ προσλαβόμενος τοὺς φυγάδας εἰσέπλευσεν εἰς τὸν λιμένα, καὶ τεττάρων μὲν νεῶν ἐκυρίευσε, τῶν δὲ ὑπολοίπων τριῶν νεῶν φυγουσῶν πρὸς τὴν γῆν, αὗται μὲν ἐνεπρήσθησαν ὑπὸ τῶν Κορκυραίων, ἵνα μὴ τοῖς πολεμίοις ὑποχείριοι γένωνται. ἐνίκησε δὲ καὶ πεζῇ τοὺς ἐπὶ τῇ γῇ λόφον τινὰ κατειλημμένους, καὶ καθόλου πολὺν φόβον τοῖς Κορκυραίοις ἐπέστησεν. [2] ᾿Αθηναῖοι δὲ καὶ πάλαι μὲν ἀπεστάλκεισαν Τιμόθεον τὸν Κόνωνος ἐπὶ βοήθειαν τοῖς Κορκυραίοις μετὰ νεῶν ἑξήκοντα· οὗτος δὲ πρὸ τῆς συμμαχίας ταύτης πλεύσας ἐπὶ Θρᾴκης, καὶ πολλὰς πόλεις ἐπὶ συμμαχίαν προκαλεσάμενος, προσέθηκε τριάκοντα τριήρεις· [3] τότε δὲ καθυστερῶν τῆς τῶν Κορκυραίων συμμαχίας τὸ μὲν πρῶτον ἀπέβαλε τὴν στρατηγίαν, τοῦ δήμου χαλεπῶς πρὸς αὐτὸν διατεθέντος· ὡς δὲ παρέπλευσεν εἰς τὰς ᾿Αθήνας, ἄγων πρέσβεων πλῆθος τῶν τὴν συμμαχίαν συντιθεμένων καὶ τριάκοντα τριήρεις προστεθεικώς, πάντα δὲ τὸν στόλον εὖ κατεσκευακὼς πρὸς τὸν πόλεμον, μετενόησεν ὁ δῆμος καὶ πάλιν αὐτῷ τὴν στρατηγίαν ἀποκατέστησεν. [4] Προσκατεσκεύαζον δὲ καὶ ἄλλας τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας γίνεσθαι ἑκατὸν καὶ τριάκοντα· ἐποιοῦντο δὲ καὶ σίτου καὶ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων ἀξιολόγους παρασκευάς. κατὰ δὲ τὸ παρὸν στρατηγὸν ἑλόμενοι Κτησικλέα μετὰ στρατιωτῶν πεντακοσίων ἐξέπεμψαν βοηθήσοντα τοῖς Κορκυραίοις. [5] Οὗτος δὲ λάθρᾳ νυκτὸς ἔλαθε τοὺς πολιορκοῦντας εἰσπλεύσας εἰς Κόρκυραν· καὶ καταλαβὼν τοὺς ἐν τῇ πόλει πρὸς μὲν ἀλλήλους στασιάζοντας, τὰ δὲ κατὰ τὸν πόλεμον κακῶς διοικοῦντας, τὰς μὲν στάσεις διέλυσε, τῆς δὲ πόλεως πολλὴν ἐπιμέλειαν ποιησάμενος εὐθαρσεῖς ἐποίησε τοὺς πολιορκουμένους. [6] Καὶ τὸ μὲν πρῶτον ἀπροσδοκήτως τοῖς πολιορκοῦσιν ἐπιθέμενος ἀνεῖλεν αὐτῶν περὶ διακοσίους, ὕστερον δὲ μεγάλης μάχης γενομένης τόν τε Μνάσιππον ἀνεῖλε καὶ τῶν ἄλλων οὐκ ὀλίγους· τέλος δὲ τοὺς πολιορκοῦντας εἰς πολιορκίαν συγκλείσας μεγάλων ἐπαίνων ἔτυχεν. [7] Τοῦ δὲ περὶ τὴν Κόρκυραν πολέμου σχεδὸν ἤδη τέλος ἔχοντος κατέπλευσεν ὁ στόλος τῶν ᾿Αθηναίων εἰς τὴν Κόρκυραν, ἔχων στρατηγοὺς Τιμόθεον καὶ ᾿Ιφικράτην. Οὗτοι δὲ τῶν καιρῶν ὑστερηκότες ἄλλο μὲν οὐδὲν ἔπραξαν μνήμης ἄξιον, τριήρεσι δὲ Σικελικαῖς περιτυχόντες, ἃς Διονύσιος ἦν ἀπεσταλκὼς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, ὧν ἡγοῦντο Κισσίδης καὶ Κρίνιππος, αὐτάνδρους εἷλαν, οὔσας ἐννέα· τοὺς δ' ἁλόντας λαφυροπωλήσαντες, καὶ πλείω τῶν ἑξήκοντα ταλάντων ἀθροίσαντες, ἐμισθοδότησαν τὴν δύναμιν. [8] Ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Κύπρον Νικοκλῆς ὁ εὐνοῦχος ἐδολοφόνησεν Εὐαγόραν τὸν βασιλέα καὶ τῆς τῶν Σαλαμινίων βασιλείας ἐκυρίευσε, κατὰ δὲ τὴν ᾿Ιταλίαν ῾Ρωμαῖοι πρὸς Πραινεστίνους παραταξάμενοι καὶ νικήσαντες τοὺς πλείστους τῶν ἀντιταξαμένων κατέκοψαν. 48. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησιν ᾿Αστείου ῾Ρωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Μάρκον Φούριον καὶ Λεύκιον Φούριον, ἔτι δὲ Αὖλον Ποστόμιον καὶ Λεύκιον Λοκρήτιον καὶ Μάρκον Φάβιον καὶ Λεύκιον Ποστόμιον. Ἐπὶ δὲ τούτων κατὰ τὴν Πελοπόννησον ἐγένοντο σεισμοὶ μεγάλοι καὶ κατακλυσμοὶ χώρας καὶ πόλεων ἄπιστοι· οὐδέποτε γὰρ ἐν τοῖς ἐπάνω χρόνοις ἐγένοντο πάθη τοιαῦτα περὶ πόλεις ῾Ελληνίδας, οὔτε τῶν πόλεων αὐτάνδρων ἀφανισμός, θείας τινὸς ἐνεργείας τὴν ἀπώλειαν καὶ φθορὰν τῶν ἀνθρώπων μηχανησαμένης. [2] Ἐπέτεινε δὲ τὸ μέγεθος τῆς συμφορᾶς ὁ καιρός· οὐ γὰρ ἡμέρας συνέβη γενέσθαι τὸν σεισμόν, ἐν ᾗ δυνατὸν ἦν τοὺς κινδυνεύοντας βοηθεῖν ἑαυτοῖς, ἀλλὰ νυκτὸς τοῦ πάθους συμβάντος αἱ μὲν οἰκίαι διὰ τὸ μέγεθος τοῦ σεισμοῦ καταρριπτούμεναι συνεχέοντο, οἱ δὲ ἄνθρωποι διά τε τὸ σκότος καὶ τὸ τῆς περιστάσεως ἀπροσδόκητον καὶ παράδοξον ἀδυνάτως εἶχον ἀντιλαμβάνεσθαι τῆς σωτηρίας. [3] Οἱ μὲν οὖν πλείους ἐναποληφθέντες τοῖς πτώμασι τῶν οἰκιῶν ἠφανίσθησαν· ἐπιλαβούσης δ' ἡμέρας τινὲς ἐξεπήδων ἐκ τῶν οἰκιῶν, καὶ δόξαντες ἐκπεφευγέναι τὸν κίνδυνον μείζονι καὶ παραδοξοτέρᾳ συμφορᾷ περιέπεσον· τῆς γὰρ θαλάσσης μετεωρισθείσης ἐπὶ πολὺ καὶ κύματος ὑψηλοῦ ἐξαιρομένου κατεκλύσθησαν ἅπαντες σὺν ταῖς πατρίσιν ἀφανισθέντες. Ἐγένετο δὲ τοῦτο τὸ πάθος τῆς ᾿Αχαΐας περὶ δύο πόλεις, ῾Ελίκην τε καὶ Βοῦραν, ὧν τὴν ῾Ελίκην συνέβαινε μέγιστον τῶν κατὰ τὴν ᾿Αχαΐαν πόλεων ἔχειν ἀξίωμα πρὸ τοῦ σεισμοῦ. [4] Περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν, ἀλλ' εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ' εὐσεβῶς διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι· περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ. 49. Κατὰ τὴν ᾿Ιωνίαν ἐννέα πόλεις εἰώθεισαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ. Ὕστερον δὲ πολέμων γενομένων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέθεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς ᾿Εφέσου. Πέμψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ ῾Ελίκης τῆς ἐν τῷ τότε μὲν ᾿Ιωνίας, νῦν δὲ ᾿Αχαΐας καλουμένης. [2] Οἱ μὲν οὖν ῎Ιωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς ᾿Αχαΐαν τοὺς ληψομένους τὰ ἀφιδρύματα· οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν ᾿Αχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα. Οἱ δὲ τὴν ῾Ελίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν ῎Ιωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέλεγον τοῖς ῎Ιωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν ᾿Αχαιῶν, ἀλλ' ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦραν οἰκοῦντες. [3] Τῶν δὲ ᾿Αχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν ῎Ιωνες ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δ' ῾Ελικεῖς τὰ χρήματα διαρρίψαντες τῶν ᾿Ιώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέβησάν τε εἰς τὸ θεῖον. Ἀνθ' ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι. [4] Τοῦ δ' ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πόλεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον. [5] Πρὸς δὲ τούτοις τὴν Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδάτων ναματιαίων μεγάλας. Εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέοντας ὑπὸ γῆν· ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχομένων, ὅ τε περὶ [τὸ] Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν ᾿Αργείων πόλιν ἐξίησιν. [6] Πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ. Καὶ περὶ μὲν τῶν γενομένων σεισμῶν καὶ κατακλυσμῶν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν. 50. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησιν ᾿Αλκισθένους ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν ὀκτώ, Λεύκιον Οὐαλέριον καὶ Πόπλιον, ἔτι δὲ Γάιον Τερέντιον καὶ Λεύκιον Μενήνιον, πρὸς δὲ τούτοις Γάιον Σολπίκιον καὶ Τίτον Παπίριον καὶ Λεύκιον Αἰμίλιον, παρὰ δὲ ᾿Ηλείοις ᾿Ολυμπιὰς ἤχθη δευτέρα πρὸς ταῖς ἑκατόν, καθ' ἣν ἐνίκα στάδιον Δάμων Θούριος. [2] Ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἔτη σχεδὸν πεντακόσια τῆς ῾Ελλάδος ἐχόντων τὴν ἡγεμονίαν, τὸ θεῖον προεσήμαινεν αὐτοῖς τῆς ἀρχῆς τὴν ἀποβολήν· ὤφθη μὲν γὰρ κατὰ τὸν οὐρανὸν ἐπὶ πολλὰς νύκτας λαμπὰς μεγάλη καομένη, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα πυρίνη δοκίς· μικρὸν δ' ὕστερον ἡττηθέντες οἱ Σπαρτιᾶται παραδόξως μεγάλῃ μάχῃ τὴν ἡγεμονίαν ἀπέβαλον ἀνελπίστως. [3] Ἔνιοι δὲ τῶν φυσικῶν τὴν γένεσιν τῆς λαμπάδος εἰς φυσικὰς αἰτίας ἀνέφερον, ἀποφαινόμενοι τὰ τοιαῦτα φαντάσματα κατηναγκασμένως γίνεσθαι χρόνοις ὡρισμένοις, καὶ περὶ τῶν τοιούτων τούς τε ἐν Βαβυλῶνι Χαλδαίους καὶ τοὺς ἄλλους ἀστρολόγους ποιουμένους προρρήσεις ἐναργεῖς ἐπιτυγχάνειν· τοὺς δὲ μὴ θαυμάζειν ὅταν γένηταί τι τοιοῦτον, ἀλλ' ἐὰν μὴ γένηται, κατὰ τὰς ἰδίας ἑκάστων περιόδους αἰωνίοις κινήσεσι καὶ φοραῖς ὡρισμέναις συντελουμένων. Τὴν δ' οὖν λαμπάδα τοσαύτην ἐσχηκέναι λαμπρότητα καὶ δύναμιν τοῦ φωτός, ὥστ' ἐπὶ τῆς γῆς σκιὰς ποιεῖν παραπλησίας τῇ σελήνῃ. 4] Κατὰ δὲ τούτους τοὺς χρόνους ᾿Αρταξέρξης ὁ βασιλεὺς ὁρῶν πάλιν ταραττομένην τὴν ῾Ελλάδα πρέσβεις ἀπέστειλε, παρακαλῶν συλλύσασθαι τοὺς ἐμφυλίους πολέμους καὶ συνθέσθαι κοινὴν εἰρήνην κατὰ τὰς ὁμολογίας, ἃς πρότερον ἦσαν πεποιημένοι. τῶν ῾Ελλήνων δὲ πάντων ἀσμένως προσδεξαμένων τοὺς λόγους, συνέθεντο κοινὴν εἰρήνην αἱ πόλεις πᾶσαι πλὴν Θηβαίων· Θηβαῖοι γὰρ μόνοι, τὴν Βοιωτίαν ὑπὸ μίαν ἄγοντες συντέλειαν, οὐ προσεδέχθησαν ὑπὸ τῶν ῾Ελλήνων διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους καὶ τὰς σπονδάς. διόπερ ἔκσπονδοι γενηθέντες ὥσπερ καὶ πρότερον, συνεῖχον τὴν Βοιωτίαν ἐν τῇ καθ' αὑτοὺς μιᾷ συντελείᾳ. [5] Ἐπὶ δὲ τούτοις οἱ Λακεδαιμόνιοι παροξυνθέντες ἔγνωσαν μεγάλῃ δυνάμει στρατεύειν ἐπ' αὐτούς, ὡς κοινοὺς πολεμίους· σφόδρα γὰρ ὑφεωρῶντο τὴν αὔξησιν αὐτῶν, μήποτε τῆς ὅλης Βοιωτίας ἡγούμενοι τὴν ἡγεμονίαν τῆς Σπάρτης καταλύσωσιν, ἐπιλαβόμενοι καιροῦ. ἔν τε γὰρ τοῖς γυμνασίοις συνεχῶς διατρίβοντες εὔρωστοι τοῖς σώμασιν ὑπῆρχον, καὶ φύσει φιλοπόλεμοι καθεστῶτες οὐδενὸς ἔθνους ῾Ελληνικοῦ ταῖς ἀνδρείαις ἐλείποντο. [6] Εἶχον δὲ καὶ ἡγεμόνας ἐπιφανεῖς ταῖς ἀρεταῖς πολλοὺς μὲν καὶ ἄλλους, μεγίστους δὲ τρεῖς, ᾿Επαμεινώνδαν καὶ Γοργίαν, ἔτι δὲ καὶ Πελοπίδαν· ἥ τε πόλις τῶν Θηβαίων διὰ τῆς τῶν προγόνων ἐπιφανείας ἐν τοῖς ἡρωικοῖς χρόνοις φρονήματος ἦν πλήρης καὶ μεγάλων ὠρέγετο πραγμάτων. Κατὰ μὲν οὖν τοῦτον τὸν ἐνιαυτὸν οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο πρὸς τὸν πόλεμον καὶ δυνάμεις κατέλεγον τὰς μὲν πολιτικάς, τὰς δὲ παρὰ τῶν συμμάχων. 51. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Φρασικλείδου ῾Ρωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, ᾿Ερενούκιον καὶ Γάιον Σέστον καὶ Τιβέριον ᾿Ιούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον ᾿Ανθέστιον. Ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες ἠναγκάσθησαν ἀναδέξασθαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον· οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεθεῖσθαι τὴν κοινὴν εἰρήνην. [2] Οἱ δὲ Λακεδαιμόνιοι, μονωθέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασθαι. Φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν Σπαρτιατῶν καταπολεμηθήσεσθαι. [3] Διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν ῾Ελλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δ' ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων. Τέλος δ' οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι. [4] Ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτ' αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτ' ἐκείνοις ἅπτεσθαι προσήκει τῶν τῆς Βοιωτίας· γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐθὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας· οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προθύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτ' ἀγῶνα μήτε μάχην ἔσεσθαι, ἀλλ' ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν. 52. Οὗτοι μὲν οὖν προάγοντες ὡς ἧκον εἰς Κορώνειαν, κατεστρατοπέδευσαν καὶ τοὺς καθυστεροῦντας τῶν συμμάχων ἀνέμενον. Οἱ δὲ Θηβαῖοι διὰ τὴν παρουσίαν τῶν πολεμίων ἐψηφίσαντο τέκνα μὲν καὶ γυναῖκας εἰς ᾿Αθήνας ὑπεκθέσθαι, αὐτοὶ δ' ᾿Επαμεινώνδαν στρατηγὸν ἑλόμενοι τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν, συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ. [2] Ὁ δ' ᾿Επαμεινώνδας πανδημεὶ τοὺς Θηβαίους τοὺς ἐν ἡλικίᾳ στρατιᾶς ὄντας καταλέξας εἰς τὴν μάχην καὶ τῶν ἄλλων Βοιωτῶν τοὺς εὐθέτους, προῆγε τὴν δύναμιν ἐκ τῶν Θηβῶν, ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν ἑξακισχιλίων. [3] Κατὰ δὲ τὴν τῆς πόλεως ἔξοδον τῶν στρατιωτῶν πολλοῖς ἔδοξε δυσχερῆ σημεῖα φανῆναι τῷ στρατοπέδῳ. Περὶ γὰρ τὰς πύλας ἀπήντησε τοῖς περὶ τὸν ᾿Επαμεινώνδαν κῆρυξ τυφλός, ὃς ἀνδράποδ' ἀποδεδρακότα, ἀνακομίζων, καὶ καθάπερ ἦν εἰθισμένον, ἀνηγόρευε κηρύττων μήτ' ἐξάγειν Θήβηθεν μήτ' ἀφανίζειν, ἀλλ' ἀπάγοντα πάλιν ἀνασώζειν. [4] Οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν ᾿Επαμεινώνδαν τῆς στρατείας. Ὁ δ' ᾿Επαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. [5] Ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ ᾿Επαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη δυσχερέστερος τοῦ προτέρου. Ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπ' αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων· πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι περί τινα στήλην ἐφεστῶσαν τάφῳ· ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεθαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἳ μετ' ᾿Αγησιλάου στρατεύσαντες ἐτελεύτησαν. [6] Τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν θεῶν κωλυόντων, ὁ δ' οὐδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων. [7] Ὁ μὲν οὖν ᾿Επαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. Εὐθὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν. 53. Ὁ δὲ Κλεόμβροτος πυθόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσθαι τὴν διέξοδον ἀπέγνω, πορευθεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελθὼν τὴν παραθαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκινδύνως· ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο. [2] Μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν. Οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεθος τῆς δυνάμεως. [3] Συνεδρευσάντων δὲ τῶν βοιωταρχῶν καὶ βουλευομένων, πότερον χρὴ μένειν καὶ πρὸς πολλαπλασίονα δύναμιν διαγωνίζεσθαι ἢ τὴν ἀναχώρησιν ποιησάμενοι ἐν τόποις ὑπερδεξίοις συστήσονται τὴν μάχην, ἔτυχον αἱ γνῶμαι τῶν ἡγεμόνων ἴσαι γενόμεναι. Ἕξ γὰρ ὄντων βοιωταρχῶν τρεῖς μὲν ᾤοντο δεῖν ἀπάγειν τὴν δύναμιν, τρεῖς δὲ μένειν καὶ διαγωνίζεσθαι, ἐν οἷς ἦν καὶ ὁ ᾿Επαμεινώνδας συνεξαριθμούμενος. Ἀπορίας δ' οὔσης μεγάλης καὶ δυσκρίτου τῶν βοιωταρχῶν [ὁ] ἕβδομος ἧκεν, ὃν πείσας ᾿Επαμεινώνδας ὁμόψηφον ἑαυτῷ γενέσθαι προετέρησε τῇ γνώμῃ. Ὁ μὲν οὖν ὑπὲρ τῶν ὅλων ἀγὼν τοῦτον τὸν τρόπον ἐκυρώθη. [4] Ὁ δ' ᾿Επαμεινώνδας ὁρῶν τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς γεγονόσι σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας. Διόπερ τινῶν προσφάτως παραγεγονότων ἐκ Θηβῶν ἔπεισεν εἰπεῖν, ὅτι τὰ κατὰ τὸν νεὼν τοῦ ῾Ηρακλέους ὅπλα παραδόξως ἀφανῆ γέγονε καὶ λόγος ἐν ταῖς Θήβαις διαδέδοται ὡς τῶν ἡρώων τῶν ἀρχαίων ἀνειληφότων αὐτὰ καὶ βοηθεῖν τοῖς Βοιωτοῖς ἀπεληλυθότων. Ἄλλον δὲ κατέστησεν ὡς ἀπὸ Τροφωνίου προσφάτως ἀναβεβηκότα καὶ λέγοντα, διότι προστέταχεν ὁ θεὸς αὐτοῖς, ὅταν ἐν Λεύκτροις νικήσωσιν, ἀγῶνα τιθέναι Διὶ βασιλεῖ στεφανίτην· ἀφ' οὗ δὴ Βοιωτοὶ ταύτην ποιοῦσι τὴν πανήγυριν ἐν Λεβαδείᾳ. 54. Συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις. Οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχθεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηθῶσιν. [2] Προσῆλθον δὲ τῷ ᾿Επαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου θυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας. [3] Λεῦκτρος ἦν, ἀφ' οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν. τούτου θυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο· αἱ δὲ ὑβρισθεῖσαι τὴν συμφορὰν οὐκ ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν. [4] Πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ ᾿Επαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέθεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύθησαν, πρὸς δὲ τὴν μάχην εὐθαρσεῖς ταῖς ψυχαῖς κατέστησαν. [5] Ἦλθε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο ᾿Ιάσων. Οὗτος δ' ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασθαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηθῆναι. [6] Γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέξευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου ᾿Αρχιδάμου τοῦ ᾿Αγησιλάου. Οἱ γὰρ Σπαρτιᾶται θεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ θράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης. [7] Συνελθουσῶν δ' εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς. Διόπερ τὰς σπονδὰς παρ' οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προθυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα. Ἑτοίμων δ' ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις. 55. Καὶ παρὰ μὲν τοῖς Λακεδαιμονίοις οἱ ἀφ' ῾Ηρακλέους γεγονότες ἡγεμόνες ἐτάχθησαν ἐπὶ τῶν κεράτων, Κλεόμβροτός τε ὁ βασιλεὺς καὶ ᾿Αρχίδαμος ὁ ᾿Αγησιλάου τοῦ βασιλέως υἱός, παρὰ δὲ τοῖς Βοιωτοῖς ᾿Επαμεινώνδας ἰδίᾳ τινὶ καὶ περιττῇ τάξει χρησάμενος διὰ τῆς ἰδίας στρατηγίας περιεποιήσατο τὴν περιβόητον νίκην. [2] Ἐκλεξάμενος γὰρ ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους ἐπὶ τὸ ἕτερον μέρος ἔστησε, μεθ' ὧν καὶ αὐτὸς ἔμελλε διαγωνίζεσθαι· τοὺς δ' ἀσθενεστάτους ἐπὶ τὸ ἕτερον κέρας τάξας παρήγγειλεν αὐτοῖς φυγομαχεῖν καὶ κατὰ τὴν ἔφοδον τῶν πολεμίων ἐκ τοῦ κατ' ὀλίγον ὑποχωρεῖν. Διὸ καὶ λοξὴν ποιήσας τὴν φάλαγγα, τῷ τοὺς ἐπιλέκτους ἔχοντι κέρατι ἔγνω κρίνειν τὴν μάχην. [3] Ὡς δ' αἵ τε σάλπιγγες ἐσήμαινον παρ' ἀμφοτέροις τὸ πολεμικὸν καὶ κατὰ τὴν πρώτην ὁρμὴν συνηλάλαξαν αἱ δυνάμεις, οἱ μὲν Λακεδαιμόνιοι τοῖς κέρασιν ἀμφοτέροις ἐπῆγον μηνοειδὲς τὸ σχῆμα τῆς φάλαγγος πεποιηκότες, οἱ δὲ Βοιωτοὶ τῷ μὲν ἑτέρῳ κέρατι ὑπεχώρουν, τῷ δὲ ἑτέρῳ δρόμῳ συνῆπτον τοῖς πολεμίοις. [4] Ὡς δὲ συνῆψαν ἀλλήλοις εἰς χεῖρας, τὸ μὲν πρῶτον ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα τῶν περὶ τὸν ᾿Επαμεινώνδαν διά τε τὴν ἀρετὴν καὶ τὴν πυκνότητα τῆς τάξεως πλεονεκτούντων πολλοὶ τῶν Πελοποννησίων ἀνῃροῦντο. οὐ γὰρ ὑπέμενον ὑπενέγκαι τὸ βάρος τῆς τῶν ἐπιλέκτων ἀνδραγαθίας, ἀλλὰ τῶν ἀντιστάντων οἱ μὲν ἔπιπτον, οἱ δὲ κατετραυματίζοντο, πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες. [5] Ἕως μὲν οὖν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων Κλεόμβροτος ἔζη, πολλοὺς ἔχων τοὺς συνασπίζοντας καὶ προθύμως πρὸ αὐτοῦ ἀποθνήσκοντας, ἄδηλος ἦν ἡ ῥοπὴ τῆς νίκης· ἐπεὶ δ' οὗτος πάντα κίνδυνον ὑπομένων οὐκ ἠδύνατο βιάσασθαι τοὺς ἀνθεστηκότας, ἡρωικῶς δὲ μαχόμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν ἐτελεύτησε, τότε συνδρομῆς γενομένης περὶ τοῦ πτώματος νεκρῶν πλῆθος ἐσωρεύθη. 56. Ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν ᾿Επαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσθαι. [2] Καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως ᾿Επαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι· τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν οὐ διέλυον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου. [3] Οἱ δὲ περὶ τὸν ᾿Επαμινώνδαν ἐπικείμενοι τοῖς φεύγουσι καὶ πολλοὺς τῶν ἐναντίων κατακόψαντες ἀπηνέγκαντο νίκην ἐπιφανεστάτην. Συμβαλόντες γὰρ τοῖς ἀρίστοις τῶν ῾Ελλήνων, καὶ τοῖς ὀλίγοις τῶν πολλαπλασίων παραδόξως περιγενόμενοι, μεγάλην δόξαν ἐπ' ἀνδρείᾳ κατεκτήσαντο. Μεγίστων δ' ἐπαίνων ὁ στρατηγὸς ᾿Επαμεινώνδας ἠξιώθη, διὰ τῆς ἰδίας ἀνδρείας μάλιστα καὶ στρατηγικῆς συνέσεως τοὺς ἀνικήτους ἡγεμόνας τῆς ῾Ελλάδος κατηγωνισμένος. [4] Ἔπεσον δ' ἐν τῇ μάχῃ τῶν Λακεδαιμονίων οὐκ ἐλάττους τῶν τετρακισχιλίων, τῶν δὲ Βοιωτῶν περὶ τριακοσίους. Μετὰ δὲ ταῦτα περί τε τῆς τῶν νεκρῶν ἀναιρέσεως καὶ τῆς εἰς Πελοπόννησον ἀπαλλαγῆς τῶν Λακεδαιμονίων σπονδὰς ἐποιήσαντο. Καὶ τὰ μὲν περὶ τὴν ἐν Λεύκτροις μάχην συμβάντα τοιοῦτον ἔσχε τέλος. 57. Τοῦ δ' ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Δυσνίκητος, ἐν ῾Ρώμῃ δὲ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Κόιντος Σερουίλιος καὶ Λεύκιος Φούριος, ἔτι δὲ Γάιος [Λεύκιος] Λικίνιος καὶ Πόπλιος Κοίλιος. Ἐπὶ δὲ τούτων Θηβαῖοι μεγάλῃ δυνάμει στρατεύσαντες ἐπ' ᾿Ορχομενὸν ἐπεβάλοντο μὲν ἐξανδραποδίσασθαι τὴν πόλιν, ᾿Επαμεινώνδου δὲ συμβουλεύσαντος ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασθέντα τῇ φιλανθρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν ῾Ελλήνων ἡγεμονίας ὀρεγομένους, μετέγνωσαν. διόπερ τοὺς μὲν ᾿Ορχομενίους εἰς τὴν τῶν συμμάχων χώραν κατέταξαν,μετὰ δὲ ταῦτα Φωκεῖς καὶ Αἰτωλοὺς καὶ Λοκροὺς φίλους ποιησάμενοι τὴν εἰς Βοιωτίαν ἐπάνοδον ἐποιήσαντο. [2] ᾿Ιάσων δὲ ὁ Φερῶν τύραννος ἀεὶ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Λοκρίδα, καὶ τὴν μὲν ῾Ηράκλειαν τὴν ἐν Τραχινίᾳ διὰ προδοσίας ἑλὼν ἀνάστατον ἐποίησε, καὶ τὴν χώραν Οἰταίοις καὶ Μηλιεῦσιν ἐδωρήσατο· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περραιβίαν ἀναζεύξας τῶν πόλεων τὰς μὲν λόγοις φιλανθρώποις προσηγάγετο, τὰς δὲ διὰ τῆς βίας ἐχειρώσατο. Ταχὺ δὲ τῆς δυναστείας αὐτοῦ στερεουμένης, οἱ τὴν Θετταλίαν οἰκοῦντες ὑφεωρῶντο τὴν αὔξησιν αὐτοῦ καὶ τὴν πλεονεξίαν. [3] Ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ πόλει τῶν ᾿Αργείων ἐγένετο στάσις καὶ φόνος τοσοῦτος, ὅσος παρ' ἑτέροις τῶν ῾Ελλήνων οὐδέποτε γεγονέναι μνημονεύεται. ἐκλήθη δὲ ὁ νεωτερισμὸς οὗτος παρὰ τοῖς ῞Ελλησι σκυταλισμός, διὰ τὸν τρόπον τοῦ θανάτου ταύτης τυχὼν τῆς προσηγορίας. 58. Ἡ δ' οὖν στάσις ἐγένετο διὰ τοιαύτας αἰτίας. Τῆς πόλεως τῶν ᾿Αργείων δημοκρατουμένης καί τινων δημαγωγῶν παροξυνόντων τὸ πλῆθος κατὰ τῶν ταῖς ἐξουσίαις καὶ δόξαις ὑπερεχόντων, οἱ διαβαλλόμενοι συστάντες ἔγνωσαν καταλῦσαι τὸν δῆμον. [2] Βασανισθέντων δέ τινων ἐκ τῶν συνεργεῖν δοκούντων, οἱ μὲν ἄλλοι φοβηθέντες τὴν ἐκ τῶν βασάνων τιμωρίαν ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, ἑνὸς δ' ἐν ταῖς βασάνοις ὁμολογήσαντος καὶ πίστιν λαβόντος, ὁ μὲν μηνυτὴς τριάκοντα τῶν ἐπιφανεστάτων κατηγόρησεν, ὁ δὲ δῆμος οὐκ ἐλέγξας ἀκριβῶς ἅπαντας τοὺς διαβληθέντας ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν. [3] Πολλῶν δὲ καὶ ἄλλων ἐν ὑποψίαις ὄντων, καὶ τῶν δημαγωγῶν ψευδέσι διαβολαῖς συνηγορούντων, ἐπὶ τοσοῦτον ἐξηγριώθη τὸ πλῆθος, ὥστε πάντων τῶν κατηγορουμένων, ὄντων πολλῶν [καὶ] μεγαλοπλούτων, καταγνῶναι θάνατον. Ἀναιρεθέντων δὲ τῶν δυνατῶν ἀνδρῶν πλειόνων ἢ χιλίων καὶ διακοσίων, καὶ τῶν δημαγωγῶν αὐτῶν ὁ δῆμος οὐκ ἐφείσατο. [4] Διὰ γὰρ τὸ μέγεθος τῆς συμφορᾶς οἱ μὲν δημαγωγοὶ φοβηθέντες μή τι παράλογον αὐτοῖς ἀπαντήσῃ, τῆς κατηγορίας ἀπέστησαν, οἱ δ' ὄχλοι δόξαντες ὑπ' αὐτῶν ἐγκαταλελεῖφθαι, καὶ διὰ τοῦτο παροξυνθέντες, ἅπαντας τοὺς δημαγωγοὺς ἀπέκτειναν. Οὗτοι μὲν οὖν, ὡσπερεί τινος νεμεσήσαντος δαιμονίου, τῆς ἁρμοζούσης τιμωρίας ἔτυχον, ὁ δὲ δῆμος παυσάμενος τῆς λύττης εἰς τὴν προϋπάρχουσαν ἔννοιαν ἀποκατέστη. 59. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λυκομήδης ὁ Τεγεάτης ἔπεισε τοὺς ᾿Αρκάδας εἰς μίαν συντέλειαν ταχθῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν περὶ πολέμου καὶ εἰρήνης βουλεύεσθαι. [2] Γενομένης δὲ στάσεως μεγάλης παρὰ τοῖς ᾿Αρκάσι, καὶ διὰ τῶν ὅπλων διακριθέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέθησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δ' εἰς τὸ Παλλάντιον. [3] Οὗτοι μὲν οὖν ἐκδοθέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσθησαν· οἱ δ' εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν ᾿Αρκαδίαν στρατεῦσαι. [4] Διόπερ ᾿Αγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν φυγάδων ἐνέβαλεν εἰς τὴν τῶν Τεγεατῶν χώραν διὰ τὸ δοκεῖν τούτους τῆς στάσεως καὶ τῆς φυγῆς αἰτίους γεγονέναι. πορθήσας δὲ τὴν χώραν καὶ τῇ πόλει προσβολὰς ποιησάμενος κατεπλήξατο τῶν ᾿Αρκάδων τοὺς ἐναντιοπραγοῦντας. 60. Ἅμα δὲ τούτοις πραττομένοις ᾿Ιάσων ὁ Φερῶν τύραννος, συνέσει τε στρατηγικῇ διαφέρων καὶ πολλοὺς τῶν περιοίκων εἰς συμμαχίαν προηγμένος, ἔπεισε τοὺς Θετταλοὺς ἀντιποιεῖσθαι τῆς τῶν ῾Ελλήνων ἡγεμονίας· ταύτην γὰρ ὥσπερ ἔπαθλον ἀρετῆς προκεῖσθαι τοῖς δυναμένοις αὐτῆς ἀμφισβητῆσαι. [2] Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, ᾿Αθηναίους δὲ μόνον τῆς κατὰ θάλατταν ἀρχῆς ἀντέχεσθαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, ᾿Αργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσθαι. Διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα ᾿Ιάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν. Ὁ δὲ ᾿Ιάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐθνῶν τινα προσηγάγετο καὶ πρὸς ᾿Αμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο. [3] Ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν· τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν. ᾿Αμύντας μὲν ὁ ᾿Αρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, ᾿Αλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον· διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς ᾿Αλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν. [4] Ὁμοίως δὲ καὶ ᾿Αγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα. [5] Τρίτος δὲ ᾿Ιάσων ὁ Φεραῖος ἡγεμὼν ᾑρημένος τῆς Θετταλίας, καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν ῎Εφορος γέγραφεν, ὑπό τινων ἑπτὰ νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δ' ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ. Οὗτος δὲ καὶ αὐτὸς διαδεξάμενος τὴν δυναστείαν ἦρξεν ἐνιαυτόν. [6] Δοῦρις δ' ὁ Σάμιος ὁ ἱστοριογράφος τῆς τῶν ῾Ελληνικῶν ἱστορίας ἐντεῦθεν ἐποιήσατο τὴν ἀρχήν. Ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 61. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Λυσιστράτου παρὰ ῾Ρωμαίοις ἐγένετο στάσις, τῶν μὲν οἰομένων δεῖν ὑπάτους, τῶν δὲ χιλιάρχους αἱρεῖσθαι. Ἐπὶ μὲν οὖν τινα χρόνον ἀναρχία τὴν στάσιν ὑπέλαβε, μετὰ δὲ ταῦτα ἔδοξε χιλιάρχους αἱρεῖσθαι ἕξ· καὶ κατεστάθησαν Λεύκιος Αἰμίλιος καὶ Γάιος Οὐεργίνιος καὶ Σερούιος Σουλπίκιος, πρὸς δὲ τούτοις Λεύκιος Κοΐντιος καὶ Γάιος Κορνήλιος, ἔτι δὲ Γάιος Οὐαλέριος. [2] Ἐπὶ δὲ τούτων Πολύδωρος ὁ Φεραῖος ὁ τῶν Θετταλῶν ἄρξας ὑπὸ ᾿Αλεξάνδρου τοῦ ἀδελφιδοῦ ἀνῃρέθη φαρμάκῳ, προκληθεὶς εἰς μέθην· τὴν δὲ δυναστείαν διαδεξάμενος ᾿Αλέξανδρος ὁ ἀδελφιδοῦς ἦρξεν ἔτη ἕνδεκα. Οὗτος δὲ παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν, ἀκολούθως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν. Τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήθεσι, καὶ διὰ τοῦτ' ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο. [3] Διὸ καὶ τὴν παρανομίαν φοβηθέντες τῶν Λαρισσαίων τινές, οἱ δι' εὐγένειαν ᾿Αλευάδαι προσαγορευόμενοι, συνέθεντο πρὸς ἀλλήλους καταλῦσαι τὴν δυναστείαν. Ἀπελθόντες δ' ἐκ Λαρίσσης εἰς Μακεδονίαν ἔπεισαν ᾿Αλέξανδρον τὸν βασιλέα συγκαταλῦσαι τὸν τύραννον. [4] Τούτων δὲ περὶ ταῦτα διατριβόντων, ὁ Φεραῖος ᾿Αλέξανδρος πυθόμενος τὴν καθ' ἑαυτοῦ παρασκευήν, κατέλεγε τοὺς εἰς τὴν στρατείαν εὐθέτους, διανοούμενος ἐν τῇ Μακεδονίᾳ συστήσασθαι τὴν μάχην. Ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ἔχων μεθ' ἑαυτοῦ τοὺς ἐκ Λαρίσσης φυγάδας, φθάσας τοὺς πολεμίους ἧκε μετὰ τῆς δυνάμεως εἰς τὴν Λάρισσαν· παρεισαχθεὶς δ' ὑπὸ τῶν Λαρισσαίων ἐντὸς τοῦ τείχους ἐκράτησε τῆς πόλεως πλὴν τῆς ἄκρας. [5] Μετὰ δὲ ταῦτα τήν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης, καὶ φρουρὰς ἀξιολόγους εἰσαγαγών, αὐτὸς κατεῖχε τὰς πόλεις. Ὁ δὲ Φεραῖος ᾿Αλέξανδρος καταδιωχθεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλθεν εἰς τὰς Φεράς. Καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν. 62. Κατὰ δὲ τὴν Πελοπόννησον Λακεδαιμόνιοι μὲν Πολύτροπον στρατηγὸν ἐξέπεμψαν εἰς τὴν ᾿Αρκαδίαν, ἔχοντα πολιτικοὺς μὲν ὁπλίτας χιλίους, φυγάδας δ' ᾿Αργείων καὶ Βοιωτῶν πεντακοσίους. Οὗτος δὲ παρελθὼν εἰς ᾿Ορχομενὸν τὸν ᾿Αρκαδικὸν παρεφύλαττε τὴν πόλιν ταύτην, οἰκείως διακειμένην πρὸς τοὺς Σπαρτιάτας. [2] Λυκομήδης δ' ὁ Μαντινεύς, στρατηγὸς ὢν τῶν ᾿Αρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν ᾿Ορχομενόν. Προαγαγόντων δὲ τὴν δύναμιν Λακεδαιμονίων ἐκ τῆς πόλεως ἐγένετο μάχη καρτερά, καθ' ἣν ὅ τε στρατηγὸς τῶν Λακεδαιμονίων ἀνῃρέθη καὶ τῶν ἄλλων εἰς διακοσίους· οἱ δὲ λοιποὶ συνεδιώχθησαν εἰς τὴν πόλιν. [3] Οἱ δὲ ᾿Αρκάδες, καίπερ νενικηκότες, ὅμως εὐλαβοῦντο τὸ βάρος τῆς Σπάρτης, καὶ καθ' αὑτοὺς οὐχ ὑπέλαβον δυνήσεσθαι τοῖς Λακεδαιμονίοις διαπολεμεῖν. Διὸ καὶ παραλαβόντες ᾿Αργείους τε καὶ ᾿Ηλείους, τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλαν εἰς τὰς ᾿Αθήνας, ἀξιοῦντες συμμαχίαν ποιήσασθαι κατὰ τῶν Σπαρτιατῶν, ὡς δ' οὐδεὶς αὐτοῖς προσεῖχε, διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἔπεισαν αὐτοὺς συμμαχίαν συνθέσθαι κατὰ τῶν Λακεδαιμονίων. [4] Εὐθὺς οὖν οἱ Βοιωτοὶ τὴν δύναμιν ἐξῆγον, προσλαβόμενοι συμμάχους Λοκρούς τε καὶ Φωκεῖς. Οὗτοι μὲν οὖν προῆγον ἐπὶ τὴν Πελοπόννησον, βοιωταρχούντων ᾿Επαμεινώνδου καὶ Πελοπίδου· τούτοις γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν. [5] Ὡς δὲ κατήντησαν ἐπὶ τὴν ᾿Αρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε ᾿Αρκάδες καὶ ᾿Ηλεῖοι καὶ ᾿Αργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες. ἀθροισθέντων δὲ πλειόνων ἢ πεντακισμυρίων, οἱ μὲν ἡγεμόνες αὐτῶν συνεδρεύσαντες ἔγνωσαν ἐπ' αὐτὴν βαδίζειν τὴν Σπάρτην καὶ πᾶσαν τὴν Λακωνικὴν πορθῆσαι. 63. Οἱ δὲ Λακεδαιμόνιοι, πολλοὺς μὲν ἀποβεβληκότες τῶν νέων ἐν τῇ περὶ Λεῦκτρα συμφορᾷ, οὐκ ὀλίγους δ' ἐν ταῖς ἄλλαις ἥτταις ἀπολωλεκότες, καὶ τὸ σύνολον εἰς ὀλίγους πολιτικοὺς στρατιώτας ὑπὸ τῆς τύχης συγκεκλεισμένοι, πρὸς δὲ τούτοις τῶν συμμάχων τῶν μὲν ἀφεστηκότων, τῶν δὲ διὰ τὰς ὁμοίας αἰτίας ὀλιγανδρούντων, εἰς πολλὴν ἀμηχανίαν ἔπιπτον. διόπερ ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὴν τῶν ᾿Αθηναίων βοήθειαν, οἷς τριάκοντα μὲν τυράννους ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπέστησαν, τὰ δὲ τείχη τῆς πόλεως ἐκώλυσαν ἀνοικοδομεῖν, ἐπεβάλοντο δὲ καὶ τὴν πόλιν ἄρδην ἀναιροῦντες τὴν ᾿Αττικὴν ποιῆσαι μηλόβοτον. [2] Ἀλλὰ γὰρ οὐδὲν ἰσχυρότερόν ἐστιν ἀνάγκης καὶ τύχης, δι' ὧν ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι τῶν πολεμιωτάτων δεηθῆναι. Ὅμως δ' οὐ διεσφάλησαν τῶν ἐλπίδων. Ό γὰρ τῶν ᾿Αθηναίων δῆμος, μεγαλόψυχος ὢν καὶ φιλάνθρωπος, τὴν μὲν τῶν Θηβαίων ἰσχὺν οὐ κατεπλάγησαν, τοῖς δὲ Λακεδαιμονίοις ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύουσιν ἐψηφίσαντο βοηθεῖν πανδημεί. Καὶ παραχρῆμα στρατηγὸν καταστήσαντες τὸν ᾿Ιφικράτην ἐξέπεμψαν καὶ τοὺς νέους αὐθημερόν, ὄντας μυρίους καὶ δισχιλίους. ᾿Ιφικράτης μὲν οὖν, προθύμους ἔχων τοὺς στρατιώτας, προῆγε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν. [3] Οἱ δὲ Λακεδαιμόνιοι, τῶν πολεμίων ἐπὶ τοὺς ὅρους τῆς Λακωνικῆς καταστρατοπεδευόντων, καὶ αὐτοὶ πανδημεὶ τὴν ἐκ τῆς Σπάρτης ἔξοδον ποιησάμενοι προῆγον ἐπὶ τοὺς ἐναντίους, ταῖς μὲν τῶν στρατιωτῶν δυνάμεσι τεταπεινωμένοι, ταῖς δὲ τῆς ψυχῆς ἀρεταῖς τεθαρρηκότες. [4] Οἱ μὲν οὖν περὶ τὸν ᾿Επαμεινώνδαν ὁρῶντες τὴν τῶν Λακεδαιμονίων χώραν δυσείσβολον οὖσαν, τὸ μὲν ἀθρόᾳ τηλικαύτῃ δυνάμει ποιεῖσθαι τὴν ἐμβολὴν οὐχ ἡγοῦντο συμφέρειν, εἰς τέτταρα δὲ μέρη διελόμενοι σφᾶς αὐτοὺς κατὰ πλείονας τόπους ἔκριναν ποιεῖσθαι τὴν ἔφοδον. 64 Ή μὲν οὖν πρώτη μερὶς ἡ τῶν Βοιωτῶν μέσην τὴν πορείαν ἐποιήσατο ἐπὶ τὴν Σελλασίαν καλουμένην πόλιν, καὶ τοὺς τῇδε κατοικοῦντας ἀπέστησε τῶν Λακεδαιμονίων. [2] ᾿Αργεῖοι δὲ κατὰ τοὺς ὅρους τῆς Τεγεάτιδος χώρας ἐμβαλόντες συνῆψαν μάχην τοῖς φρουροῦσι τὰς παρόδους, καὶ τόν τε ἡγεμόνα τῆς φρουρᾶς ᾿Αλέξανδρον τὸν Σπαρτιάτην ἀνεῖλον καὶ τῶν ἄλλων εἰς διακοσίους ἀπέκτειναν, ἐν οἷς ὑπῆρχον καὶ οἱ τῶν Βοιωτῶν φυγάδες. [3] Ή δὲ τρίτη μερίς, ἐκ τῶν ᾿Αρκάδων συνεστηκυῖα καὶ στρατιώτας ἔχουσα πλείστους, εἰσέβαλεν εἰς τὴν Σκιρῖτιν καλουμένην χώραν, ἣν παρεφύλαττεν ᾿Ισχόλας, ἀνὴρ ἀνδρείᾳ καὶ συνέσει διαφέρων, μετὰ πολλῶν στρατιωτῶν. Οὗτος δὲ τῶν ἐπιφανεστάτων στρατιωτῶν ἐπετελέσατο πρᾶξιν ἡρωικὴν καὶ μνήμης ἀξίαν. [4] Όρῶν γὰρ ὅτι διὰ τὸ πλῆθος τῶν πολεμίων πάντες οἱ συνάψαντες μάχην ἀναιρεθήσονται, τὸ μὲν λιπεῖν τὴν ἐν ταῖς παρόδοις τάξιν ἀνάξιον τῆς Σπάρτης ἔκρινε, τὸ δὲ διασῶσαι τοὺς στρατιώτας χρήσιμον ἔσεσθαι τῇ πατρίδι· διὸ παραδόξως ἀμφοτέρων προενοήθη, καὶ τὴν γενομένην ποτὲ περὶ Θερμοπύλας ἀνδρείαν τοῦ βασιλέως Λεωνίδου φιλοτίμως ἐμιμήσατο. [5] Διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν Σπάρτην, χρησίμους [ἔσεσθαι] τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων· αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάττων τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν ᾿Αρκάδων μετὰ πάντων ἀνῃρέθη. [6] ᾿Ηλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατ' ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν ῾Ελλασίαν παρεγένοντο· εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο. Ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν ῾Ελλασίαν, προῆγον ἐπ' αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες τὴν χώραν. 65. Οἱ δὲ Λακεδαιμόνιοι, πεντακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθητον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως· κωλυόμενοι δ' ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν. [2] Τῶν δὲ περὶ τὸν ᾿Επαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόντων ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν ποταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμερινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπίθεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττοντας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποιοῦντο φόνον. [3] Ἀμυνομένων δὲ τῶν Βοιωτῶν καὶ τῶν ᾿Αρκάδων, καὶ τῷ πλήθει κυκλούντων τοὺς ἐναντίους, οἱ Σπαρτιᾶται πολλοὺς ἀνῃρηκότες ἐπανῆλθον εἰς τὴν πόλιν, φανερῶς ἐνδεδειγμένοι τὰς ἰδίας ἀνδραγαθίας. [4] Μετὰ δὲ ταῦτα τῶν περὶ τὸν ᾿Επαμεινώνδαν πάσῃ τῇ δυνάμει καταπληκτικῶς προσβαλλόντων τῇ πόλει, οἱ μὲν Σπαρτιᾶται συνεργὸν ἔχοντες τὴν τῶν τόπων ὀχυρότητα, πολλοὺς μὲν ἀπέκτειναν τῶν προπετῶς βιαζομένων, τέλος δ' οἱ πολιορκοῦντες πᾶσαν εἰσενεγκάμενοι σπουδὴν τὸ μὲν πρῶτον ἀπείκαζον βίᾳ χειρώσασθαι τὴν Σπάρτην· ἐπεὶ δὲ τῶν βιαζομένων οἱ μὲν ἀπέθνησκον, οἱ δ' ἐτραυματίζοντο, ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς στρατιώτας οἱ περὶ τὸν ᾿Επαμεινώνδαν, αὐτοὶ δὲ προσελθόντες τῇ πόλει προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ἢ ξυνομολογεῖσθαι προσέταττον ἥττους εἶναι τῶν πολεμίων. [5] Ἀποκριναμένων δὲ τῶν Σπαρτιατῶν, ὅτι καιρὸν λαβόντες εὔθετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως. Πᾶσαν δὲ τὴν Λακωνικὴν δῃώσαντες, καὶ λαφύρων ἀναρίθμητον πλῆθος ἀθροίσαντες, ἀπεχώρησαν εἰς τὴν ᾿Αρκαδίαν. [6] Μετὰ δὲ ταῦτ' ᾿Αθηναῖοι μέν, ὑστερηκότες τῶν καιρῶν, ἐπανῆλθον εἰς τὴν ᾿Αττικὴν οὐδὲν πράξαντες μνήμης ἄξιον, τοῖς δὲ Λακεδαιμονίοις παρὰτῶν συμμάχων ἧκον βοηθήσοντες στρατιῶται τετρακισχίλιοι. Πρὸς δὲ τούτοις προσθέντες τοὺς Εἵλωτας ἠλευθερωμένους προσφάτως χιλίους καὶ τῶν Βοιωτῶν φυγάδων διακοσίους, ἔτι δ' ἐκ τῶν σύνεγγυς πόλεων οὐκ ὀλίγους μεταπεμψάμενοι, κατεσκεύαζον δύναμιν ἀντίπαλον τοῖς πολεμίοις. Ταύτην δ' ἀθρόαν συνέχοντες καὶ γυμνάζοντες αἰεὶ μᾶλλον ἐθάρρουν καὶ παρεσκευάζοντο πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα. 66. ᾿Επαμεινώνδας δὲ φύσει μεγαλεπίβολος ὢν καὶ δόξης ὀρεγόμενος αἰωνίου, συνεβούλευε τοῖς τε ᾿Αρκάσι καὶ τοῖς ἄλλοις συμμάχοις οἰκίσαι τὴν Μεσσήνην, πολλὰ μὲν ἔτη γεγενημένην ἀνάστατον ὑπὸ Λακεδαιμονίων, τόπον δ' εὔθετον ἔχουσαν κατὰ τῆς Σπάρτης. συγκατατιθεμένων δὲ πάντων ἀνεζήτησε τοὺς ἀπολελειμμένους τῶν Μεσσηνίων, καὶ τῶν ἄλλων τοὺς βουλομένους καταλέξας εἰς τὴν πολιτείαν ἀνέκτισε τὴν Μεσσήνην, πολλοὺς ποιήσας αὐτῆς οἰκήτορας. τούτοις δὲ κατακληρουχήσας τὴν χώραν καὶ ἀνοικοδομήσας ἀνέσωσε πόλιν ἐπίσημον ῾Ελληνίδα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ πᾶσιν ἀνθρώποις. [2] Οὐκ ἀνοίκειον δ' εἶναι νομίζω, πολλάκις τῆς Μεσσήνης ἁλούσης καὶ κατασκαφείσης, τὰ περὶ αὐτὴν ἀπ' ἀρχῆς ὡς ἐν κεφαλαίοις παραδραμεῖν. Τὸ μὲν οὖν παλαιὸν οἱ ἀπὸ Νηλέως καὶ Νέστορος κατέσχον αὐτὴν μέχρι τῶν Τρωικῶν χρόνων, μετὰ δὲ ταῦθ' ὁ ᾿Αγαμέμνονος ᾿Ορέστης καὶ οἱ ἀπὸ τούτου μέχρι τῆς καθόδου τῶν ῾Ηρακλειδῶν, ἀπὸ δὲ ταύτης Κρεσφόντης ἔλαχε τὴν Μεσσηνίαν μερίδα, καὶ οἱ ἀπὸ τούτου μέχρι τινὸς ἐβασίλευσαν αὐτῆς· ὕστερον δὲ τῶν ἀπὸ Κρεσφόντου τὴν βασιλείαν ἀποβαλόντων Λακεδαιμόνιοι κύριοι κατέστησαν αὐτῆς. [3] Μετὰ δὲ ταῦτα Τηλέκλου τοῦ βασιλέως τῶν Λακεδαιμονίων ἀποθανόντος ἐν ἀγῶνι κατεπολεμήθησαν ὑπὸ Λακεδαιμονίων οἱ Μεσσήνιοι. Τοῦτον δὲ τὸν πόλεμον εἰκοσαετῆ φασι γενέσθαι, κατομοσαμένων τῶν Λακεδαιμονίων μὴ ἀνακάμψειν εἰς τὴν Σπάρτην, ἐὰν μὴ Μεσσήνην ἕλωσιν. Τότε δὲ συνέβη τοὺς παρθενίας ὀνομασθέντας γεννηθῆναι καὶ κτίσαι τὴν τῶν Ταραντίνων πόλιν. Ὕστερον δὲ δουλευόντων Μεσσηνίων τοῖς Λακεδαιμονίοις, ᾿Αριστομένης ἔπεισε τοὺς Μεσσηνίους ἀποστῆναι τῶν Σπαρτιατῶν, καὶ πολλὰ κακὰ διειργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ὁ ποιητὴς ὑπὸ ᾿Αθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις. [4] Ἔνιοι δὲ τὸν ᾿Αριστομένη γεγονέναι φασὶ κατὰ τὸν εἰκοσαετῆ πόλεμον. Ὁ δ' ὕστατος ἐγένετο πόλεμος αὐτοῖς σεισμοῦ μεγάλου γενομένου· καὶ τῆς μὲν Σπάρτης ὅλης σχεδὸν συγχυθείσης, ἀνδρῶν δ' ἐρήμου γενομένης, οἱ Μεσσηνίων περιλειφθέντες ᾤκισαν τὴν ᾿Ιθώμην μετὰ τῶν συναποστάντων Εἱλώτων, ἀναστάτου γεγενημένης τῆς Μεσσήνης πολλοὺς χρόνους. [5] Ἀτυχήσαντες δ' ἐν πᾶσι τοῖς πολέμοις, τὸ τελευταῖον ἀνάστατοι γενόμενοι κατῴκησαν ἐν Ναυπάκτῳ, δόντων αὐτοῖς ᾿Αθηναίων οἰκητήριον τήνδε τὴν πόλιν. Καὶ τινὲς μὲν αὐτῶν εἰς Κεφαλληνίαν ἐξέπεσον, τινὲς δ' ἐν Σικελίᾳ Μεσσήνην τὴν ἀπ' ἐκείνων ὀνομασθεῖσαν κατῴκησαν. [6] Τὸ δὲ τελευταῖον κατὰ τοὺς ὑποκειμένους καιροὺς Θηβαῖοι, πείσαντος αὐτοὺς ᾿Επαμεινώνδου καὶ πανταχόθεν συναγαγόντος τοὺς Μεσσηνίους, ᾤκισαν τὴν Μεσσήνην καὶ τὴν ἀρχαίαν αὐτοῖς χώραν ἀποκατέστησαν. Περὶ μὲν οὖν τὴν Μεσσήνην τοσαύτας καὶ τηλικαύτας συνέβη γενέσθαι μεταβολάς. 67. Οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέσαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν. Λακεδαιμόνιοι δὲ παραδόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς ᾿Αθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν ᾿Αθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους, μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις [ταῖς πόλεσιν] ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας. [2] ᾿Αρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν. [3] Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπ' ἐλευθερώσει μὲν τῶν πόλεων, καταλύσει δὲ τῆς ᾿Αλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θετταλίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν. [4] Οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ ᾿Αλεξάνδρου τοῦ Μακεδόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδονίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς ᾿Αλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρ' αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέπεμψεν εἰς τὰς Θήβας. τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτ' ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν. 68. Τούτων δὲ πραχθέντων ᾿Αρκάδες καὶ ᾿Αργεῖοι καὶ ᾿Ηλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου. Οἱ δ' ᾿Επαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετ' ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δ' ἑξακοσίους. ᾿Αθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρατηγὸν ἐπ' αὐτῆς Χαβρίαν. [2] Οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρατόπεδον συνεστήσατο ἀνδρῶν μυρίων· μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγενομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐκ ἐλάττους δισμυρίων. [3] Ἔδοξεν οὖν αὐτοῖς ὀχυρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς. Ἀρξάμενοι δ' ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον· ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες. [4] Ὁ δ' ᾿Επαμεινώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθ' ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προεκαλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τριπλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶντος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλ' ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις. [5] Κατὰ πάντα μὲν οὖν τὸν τόπον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων. Μεγάλης δὲ φιλοτιμίας γενομένης παρ' ἀμφοτέροις, ᾿Επαμεινώνδας ἔχων μεθ' ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακεδαιμονίους· διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελοπόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον. 69. Εὐθὺ δὲ ἐπὶ Τροιζῆνα καὶ ᾿Επίδαυρον πορευθεὶς τὴν μὲν χώραν ἐδῄωσε, τῶν δὲ πόλεων οὐκ ἐδυνήθη κρατῆσαι διὰ τὸ φρουρὰς ἔχειν ἀξιολόγους, Σικυῶνα δὲ καὶ Φλιοῦντα καί τινας ἄλλας πόλεις καταπληξάμενος προσηγάγετο. Στρατεύσας δ' ἐπὶ Κόρινθον, καὶ τῶν Κορινθίων ἐπεξελθόντων νικήσας μάχῃ, τούτους μὲν ἐντὸς τῶν τειχῶν συνεδίωξε, τῶν δὲ Βοιωτῶν διὰ τὴν εὐημερίαν μετεωρισθέντων, καί τινων προχείρως τολμησάντων διὰ τῆς πύλης εἰς τὴν πόλιν εἰσβιάζεσθαι, οἱ μὲν Κορίνθιοι δείσαντες ἐτράπησαν εἰς τὰς οἰκίας, Χαβρίας δ' ὁ τῶν ᾿Αθηναίων στρατηγὸς ἐμφρόνως ἅμα καὶ τεθαρρηκότως ὑποστὰς τοὺς μὲν ἐξέβαλεν ἐκ τῆς πόλεως, πολλοὺς δὲ τῶν Βοιωτῶν κατέβαλεν. [2] Γενομένης δὲ φιλοτιμίας, οἱ μὲν Βοιωτοὶ πᾶσαν τὴν δύναμιν συντάξαντες ἐπῆγον ἐπὶ τὴν Κόρινθον καταπληκτικῶς, ὁ δὲ Χαβρίας ἀναλαβὼν τοὺς ᾿Αθηναίους προῆγεν ἐκ τῆς πόλεως, καὶ καταλαβόμενος τοὺς ὑπερδεξίους τόπους ὑπέστη τὴν τῶν πολεμίων ἔφοδον. [3] Οἱ μὲν οὖν Βοιωτοί, πεποιθότες ταῖς τῶν σωμάτων ῥώμαις καὶ ταῖς ἐν τοῖς συνεχέσι πολέμοις ἐμπειρίαις, τῇ βίᾳ τοὺς ᾿Αθηναίους ἤλπιζον χειρώσασθαι, οἱ δὲ περὶ τὸν Χαβρίαν ἐκ τόπων ὑπερδεξίων ἀγωνιζόμενοι, καὶ πολλῶν ἐκ τῆς πόλεως χορηγουμένων, οὓς μὲν ἀνῄρουν τῶν βιαζομένων, τοὺς δὲ κατετίτρωσκον. [4] Οἱ δὲ Βοιωτοί, πολλὰ μὲν κακοπαθήσαντες, οὐδὲν δὲ πρᾶξαι δυνάμενοι, τὴν ἀναχώρησιν ἐποιήσαντο. Χαβρίας μὲν οὖν ἐπὶ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει θαυμασθεὶς τοῦτον τὸν τρόπον ἀπετρίψατο τοὺς πολεμίους. 70. Ἐκ δὲ τῆς Σικελίας Κελτοὶ καὶ ῎VΙβηρες δισχίλιοι κατέπλευσαν εἰς Κόρινθον, ἐκπεμφθέντες ὑπὸ Διονυσίου τοῦ τυράννου συμμαχῆσαι Λακεδαιμονίοις, εἰς μῆνας πέντε τοὺς μισθοὺς εἰληφότες. Οἱ δ' ῞Ελληνες πεῖραν αὐτῶν βουλόμενοι λαβεῖν προῆγον αὐτούς, καὶ κατὰ τὰς συμπλοκὰς καὶ μάχας ἀνδραγαθούντων αὐτῶν, πολλοί τε τῶν Βοιωτῶν καὶ τῶν συμμάχων ὑπ' αὐτῶν ἀνῃροῦντο. διόπερ δόξαντες εὐχειρίᾳ καὶ ἀνδρείᾳ διαφέρειν καὶ πολλὰς χρείας παρασχόμενοι, καὶ τιμηθέντες ὑπὸ τῶν Λακεδαιμονίων τοῦ θέρους λήγοντος ἐξαπεστάλησαν εἰς τὴν Σικελίαν. [2] Μετὰ δὲ ταῦτα Φιλίσκος μὲν ὑπ' ᾿Αρταξέρξου τοῦ βασιλέως ἀποσταλεὶς κατέπλευσεν ἐπὶ τὴν ῾Ελλάδα, παρακαλῶν τοὺς ῞Ελληνας διαλύσασθαι μὲν τοὺς πολέμους, εἰρήνην δὲ κοινὴν συνθέσθαι. Οἱ μὲν οὖν ἄλλοι πάντες ἀσμένως ὑπήκουσαν, Θηβαῖοι δὲ κατὰ τὴν ἰδίαν ὑπόστασιν ὅλην τὴν Βοιωτίαν ὑπὸ μίαν ἀγαγόντες συντέλειαν οὐ προσεδέχθησαν. Ἀπογνωσθείσης δὲ τῆς κοινῆς εἰρήνης, ὁ μὲν Φιλίσκος καταλιπὼν τοῖς Λακεδαιμονίοις δισχιλίους ἐπιλέκτους μισθοφόρους ἔχοντας τοὺς μισθούς, ἀπῆλθεν εἰς τὴν ᾿Ασίαν. [3] Ἅμα δὲ τούτοις πραττομένοις Εὔφρων ὁ Σικυώνιος, διαφέρων θράσει καὶ ἀπονοίᾳ, συνεργοὺς λαβὼν ᾿Αργείους ἐπέθετο τυραννίδι. κρατήσας δὲ τῆς ἐπιβολῆς τετταράκοντα τοὺς εὐπορωτάτους τῶν Σικυωνίων ἐφυγάδευσε, δημεύσας αὐτῶν τὰς οὐσίας, καὶ πολλῶν χρημάτων κυριεύσας μισθοφόρους ἤθροισε καὶ τῆς πόλεως ἐδυνάστευσεν. 71. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Ναυσιγένους ἐν ῾Ρώμῃ χιλίαρχοι κατεστάθησαν ἀντὶ τῶν ὑπάτων τέτταρες, Λεύκιος Παπίριος, Λεύκιος Μενήνιος, Σερούιος Κορνήλιος, Σερούιος Σολπίκιος, παρὰ δὲ ᾿Ηλείοις ὀλυμπιὰς ἤχθη τρίτη πρὸς ταῖς ἑκατόν, καθ' ἣν ἐνίκα στάδιον Πυθόστρατος ᾿Αθηναῖος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ ᾿Αλωρίτης [ὁ ᾿Αμύντου υἱὸς] ἐδολοφόνησεν ᾿Αλέξανδρον [τὸν ἀδελφόν], καὶ ἐβασίλευσε τῆς Μακεδονίας ἔτη τρία. [2] Κατὰ δὲ τὴν Βοιωτίαν Πελοπίδας ἐφάμιλλος ὢν τῷ ᾿Επαμεινώνδᾳ τῇ κατὰ πόλεμον δόξῃ, καὶ θεωρῶν ἐκεῖνον τὰ περὶ τὴν Πελοπόννησον συμφερόντως κατεσκευακότα τοῖς Βοιωτοῖς, ἔσπευδε τὰ ἐκτὸς Πελοποννήσου δι' αὑτοῦ προσάγεσθαι τοῖς Θηβαίοις. παραλαβὼν δὲ ᾿Ισμηνίαν, ἄνδρα φίλον μὲν ἑαυτοῦ, θαυμαζόμενον δ' ἐπ' ἀρετῇ, παρῆλθεν εἰς Θετταλίαν. καταντήσας δὲ πρὸς ᾿Αλέξανδρον τὸν Φερῶν τύραννον, ἀλόγως συνελήφθη μετὰ ᾿Ισμηνίου καὶ εἰς φυλακὴν παρεδόθη. [3] Θηβαίων δ' ἐπὶ τοῖς πραχθεῖσι παροξυνθέντων, καὶ ταχέως εἰς τὴν Θετταλίαν ἐκπεμψάντων ὁπλίτας μὲν ὀκτακισχιλίους, ἱππεῖς δ' ἑξακοσίους, φοβηθεὶς ᾿Αλέξανδρος ἐξέπεμψε πρεσβευτὰς εἰς τὰς ᾿Αθήνας περὶ συμμαχίας. ᾧ παραχρῆμα ὁ δῆμος ἐξέπεμψε ναῦς μὲν τριάκοντα, στρατιώτας δὲ χιλίους, ὧν ἦν στρατηγὸς Αὐτοκλῆς. [4] Ἐν ὅσῳ δ' οὗτος περιέπλει τὴν Εὔβοιαν, Θηβαῖοι κατήντησαν εἰς Θετταλίαν. Τοῦ δ' ᾿Αλεξάνδρου πεζὴν δύναμιν ἠθροικότος καὶ ἱππεῖς πολλαπλασίους ἔχοντος τῶν Βοιωτῶν, τὸ μὲν πρῶτον οἱ Βοιωτοὶ διὰ μάχης ἔκρινον λῦσαι τὸν πόλεμον, συνεργοὺς ἔχοντες τοὺς Θετταλούς· ὡς δ' οὗτοι μὲν αὐτοὺς ἐγκατέλιπον, ᾿Αθηναῖοι δὲ καί τινες ἄλλοι σύμμαχοι παρεγένοντο τῷ ᾿Αλεξάνδρῳ, τὰ δὲ σῖτα καὶ ποτὰ καὶ τἄλλα πάντα ἐπέλειπε τοῖς Βοιωτοῖς, ἔγνωσαν οἱ βοιωτάρχαι τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι. [5] Ἀναζευξάντων δ' αὐτῶν, καὶ τῆς πορείας οὔσης διὰ χώρας πεδιάδος, ᾿Αλέξανδρος ἐπηκολούθει πολλοῖς ἱππεῦσι καὶ τοῖς ἐπὶ τῆς οὐραγίας ἐπέθετο. Τῶν δὲ Βοιωτῶν οἱ μὲν κατακοντιζόμενοι συνεχῶς ἀπέθνησκον, οἱ δὲ τραύμασι περιέπιπτον, τέλος δ' οὔτε μένειν οὔτε προάγειν ἐώμενοι εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτον, ἅτε δὴ καὶ τῶν ἐπιτηδείων σπανιζόντων. [6] Ἤδη δ' αὐτῶν τὴν σωτηρίαν ἀπογινωσκόντων, ᾿Επαμεινώνδας ἰδιωτεύων κατ' ἐκεῖνον τὸν χρόνον ὑπὸ τῶν στρατιωτῶν κατεστάθη στρατηγός. εὐθὺς δὲ διαλέξας τούς τε ψιλοὺς καὶ τοὺς ἱππεῖς, τούτους μὲν αὐτὸς ἀνέλαβε, καὶ ταχθεὶς ἐπὶ τῆς οὐραγίας διὰ τούτων ἀνέστελλε τοὺς ἐπακολουθοῦντας πολεμίους καὶ πολλὴν ἀσφάλειαν παρείχετο τοῖς προηγουμένοις ὁπλίταις, ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώμενος διέσωσε τὸ στρατόπεδον. [7] Αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις. Οἱ δὲ Θηβαῖοι τοὺς τότε βοιωταρχήσαντας καταδικάσαντες, πολλοῖς χρήμασιν ἐζημίωσαν. 72. Ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς ὁ τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θετταλίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας. τῇ μάχῃ τῇ περὶ Κόρινθον ᾿Επαμεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολλοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερήματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη. [2] Γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς. ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆθος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων. Ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθ' ἑαυτοῦ διαβολάς, τότε ὁ δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν. [3] Μετ' ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς ᾿Αρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ᾗ ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς. Μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο· ἔπεσον γὰρ ᾿Αρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δ' οὐδείς. προεῖπον δ' αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται. [4] Μετὰ δὲ τὴν μάχην οἱ ᾿Αρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαίρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων ᾿Αρκάδων. καὶ τὰ μὲν κατὰ τοὺς ῞Ελληνας ἐν τούτοις ἦν. 73. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρ' αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπ' αὐτούς. Οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπ' αὐτὸν χώρας. [2] Παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν. Καὶ Σελινοῦντα μὲν καὶ ῎Εντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν ᾿Ερυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον· πολλῶν δ' ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν. [3] Ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν ᾿Ερυκίνων λιμένα, τὰς δ' ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας. [4] Οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν ᾿Ερυκίνων· ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας. Μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις. [5] Μετ' ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα. 74. Οὐκ ἀνοίκειον δ' ἐστὶ τῆς ὑποκειμένης ἱστορίας φδιελθεῖν τάς τε αἰτίας τῆς τελευτῆς καὶ τὰ συμβάντα τούτῳ τῷ δυνάστῃ περὶ τὴν τοῦ βίου καταστροφήν. Διονυσίου τοίνυν δεδιδαχότος ᾿Αθήνησι Ληναίοις τραγῳδίαν καὶ νικήσαντος, τῶν ἐν τῷ χορῷ τις ᾀδόντων ὑπολαβὼν τιμηθήσεσθαι λαμπρῶς, ἐὰν πρῶτος ἀπαγγείλῃ τὴν νίκην, διέπλευσεν εἰς τὴν Κόρινθον. Καταλαβὼν δ' ἐκεῖ ναῦν ἐκπλέουσαν εἰς Σικελίαν καὶ μετεμβὰς εἰς ταύτην, οὐρίοις ἐχρήσατο πνεύμασι, καὶ καταπλεύσας εἰς Συρακούσας συντόμως ἀπήγγειλε τῷ τυράννῳ τὴν νίκην. [2] Ὁ δὲ Διονύσιος τοῦτον μὲν ἐτίμησεν, αὐτὸς δὲ περιχαρὴς ἐγένετο καὶ τοῖς θεοῖς εὐαγγέλια θύσας πότους καὶ μεγάλας εὐωχίας ἐπετέλεσεν. Ἑστιῶν δὲ λαμπρῶς τοὺς φίλους, καὶ κατὰ τοὺς πότους φιλοτιμότερον τῇ μέθῃ δοὺς ἑαυτόν, εἰς ἀρρωστίαν σφοδροτέραν ἐνέπεσε διὰ τὸ πλῆθος τῶν ἐμφορηθέντων ὑγρῶν. [3] Ἔχων δὲ παρὰ θεῶν λόγιον, τότε τελευτήσειν ὅταν τῶν κρειττόνων περιγένηται, τὸν χρησμὸν ἀνέφερεν ἐπὶ τοὺς Καρχηδονίους, ὑπολαμβάνων τούτους κρείττους ἑαυτοῦ εἶναι. διὸ καὶ πρὸς αὐτοὺς πλεονάκις πεπολεμηκὼς εἰώθει κατὰ τὰς νίκας ὑποφεύγειν καὶ ἑκουσίως ἡττᾶσθαι, ἵνα μὴ δόξῃ τῶν ἰσχυροτέρων γεγονέναι κρείττων. [4] Οὐ μὴν ἠδυνήθη γε τῇ πανουργίᾳ κατασοφίσασθαι τὴν ἐκ τῆς πεπρωμένης ἀνάγκην, ἀλλὰ ποιητὴς ὢν κακὸς καὶ διακριθεὶς ἐν ᾿Αθήναις ἐνίκησε τοὺς κρείττονας ποιητάς. Εὐλόγως οὖν κατὰ τὸν χρησμὸν διὰ τὸ περιγενέσθαι τῶν κρειττόνων ἐπακολουθοῦσαν ἔσχε τὴν τοῦ βίου τελευτήν. [5] Ὁ δὲ Διονύσιος ὁ νεώτερος διαδεξάμενος τὴν τυραννίδα, πρῶτον τὰ πλήθη συναγαγὼν εἰς ἐκκλησίαν παρεκάλεσε τοῖς οἰκείοις λόγοις τηρεῖν τὴν πατροπαράδοτον πρὸς αὐτὸν εὔνοιαν, ἔπειτα τὸν πατέρα μεγαλοπρεπῶς θάψας κατὰ τὴν ἀκρόπολιν πρὸς ταῖς βασιλίσι καλουμέναις πύλαις, ἠσφαλίσατο τὰ κατὰ τὴν ἀρχήν. 75. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Πολυζήλου κατὰ μὲν τὴν ῾Ρώμην ἀναρχία διά τινας πολιτικὰς στάσεις ἐγένετο, κατὰ δὲ τὴν ῾Ελλάδα ᾿Αλέξανδρος ὁ Φερῶν τύραννος ἐν τῇ Θετταλίᾳ περί τινων ἐγκαλέσας τῇ πόλει τῶν Σκοτουσσαίων, ἐκάλεσεν αὐτοὺς εἰς ἐκκλησίαν καὶ περιστήσας τοὺς μισθοφόρους ἅπαντας ἀπέσφαξε, τὰ δὲ σώματα τῶν τετελευτηκότων ῥίψας εἰς τὴν πρὸ τῶν τειχῶν τάφρον τὴν πόλιν διήρπασεν. [2] ᾿Επαμεινώνδας δ' ὁ Θηβαῖος μετὰ δυνάμεως ἐμβαλὼν εἰς Πελοπόννησον τοὺς ᾿Αχαιοὺς καί τινας ἄλλας πόλεις προσηγάγετο, Δύμην δὲ καὶ Ναύπακτον καὶ Καλυδῶνα φρουρουμένην ὑπ' ᾿Αχαιῶν ἠλευθέρωσεν. Ἐστράτευσαν δὲ καὶ εἰς Θετταλίαν Βοωτοί, καὶ Πελοπίδαν ἐκομίσαντο παρ' ᾿Αλεξάνδρου τοῦ Φερῶν τυράννου. [3] Φλιασίοις δὲ πολεμουμένοις ὑπ' ᾿Αργείων Χάρης ὑπ' ᾿Αθηναίων πεμφθεὶς στρατηγὸς μετὰ δυνάμεως ἐβοήθησε [τοῖς Φλιασίοις πολιορκουμένοις]· νικήσας δὲ τοὺς ᾿Αργείους δυσὶ μάχαις καὶ τὴν ἀσφάλειαν περιποιήσας τοῖς Φλιασίοις ἐπανῆλθεν εἰς τὰς ᾿Αθήνας. 76. Τοῦ δ' ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Κηφισόδωρος, ἐν ῾Ρώμῃ δ' ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὁ δῆμος τέσσαρας κατέστησε, Λεύκιον Φούριον, Παῦλον Μάλλιον, Σερούιον Σουλπίκιον, Σερούιον Κορνήλιον. Ἐπὶ δὲ τούτων Θεμίσων ὁ ᾿Ερετρίας τύραννος ᾿Ωρωπὸν κατελάβετο. Ταύτην δὲ τὴν πόλιν οὖσαν ᾿Αθηναίων παραλόγως ἀπέβαλεν· τῶν γὰρ ᾿Αθηναίων στρατευσάντων ἐπ' αὐτὸν καὶ πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, οἱ Θηβαῖοι βοηθήσαντες αὐτῷ καὶ παραλαβόντες ἐν παρακαταθήκῃ τὴν πόλιν οὐκ ἀπέδωκαν. [2] -- Ἅμα δὲ τούτοις πραττομένοις Κῷοι μετῴκησαν εἰς τὴν νῦν οἰκουμένην πόλιν καὶ κατεσκεύασαν αὐτὴν ἀξιόλογον· πλῆθός τε γὰρ ἀνδρῶν εἰς ταύτην ἠθροίσθη καὶ τείχη πολυτελῆ κατεσκευάσθη καὶ λιμὴν ἀξιόλογος. Ἀπὸ δὲ τούτων τῶν χρόνων αἰεὶ μᾶλλον ηὐξήθη προσόδοις τε δημοσίαις καὶ τοῖς τῶν ἰδιωτῶν πλούτοις, καὶ τὸ σύνολον ἐνάμιλλος ἐγένετο ταῖς πρωτευούσαις πόλεσιν. [3] -- Ἅμα δὲ τούτοις πραττομένοις ὁ τῶν Περσῶν βασιλεὺς ἀποστείλας πρέσβεις ἔπεισε τοὺς ῞Ελληνας τοὺς μὲν πολέμους καταλύσασθαι καὶ κοινὴν εἰρήνην συνθέσθαι πρὸς ἀλλήλους. Διόπερ ὅ τε Λακωνικὸσκαὶ Βοιωτικὸς κληθεὶς πόλεμος κατελύθη, πλείω μείνας ἐτῶν πέντε, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν Λευκτρικῶν. [4] Ὑπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης ᾿Ισοκράτης τε ὁ ῥήτωρ καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ ᾿Αριστοτέλης ὁ φιλόσοφος, ἔτι δὲ ᾿Αναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ὁ ᾿Αθηναῖος, ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ὁ τὰς ἱστορίας συγγραψάμενος ἐσχατόγηρως ὤν· μέμνηται γὰρ τῆς ᾿Επαμεινώνδου τελευτῆς μετ' ὀλίγον χρόνον γεγενημένης· ᾿Αρίστιππός τε καὶ ᾿Αντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ὁ Σωκρατικός. 77. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Χίωνος ἐν ῾Ρώμῃ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν Κόιντος Σερουίλιος καὶ Γάιος Οὐετόριος καὶ Αὖλος Κορνήλιος, πρὸς δὲ τούτοις Μάρκος Κορνήλιος καὶ Μάρκος Φάβιος. Ἐπὶ δὲ τούτων εἰρήνης οὔσης κατὰ πᾶσαν τὴν ῾Ελλάδα, πάλιν ἀρχαὶ πολέμων συνέστησάν τισι τῶν πόλεων καὶ νεωτέρων πραγμάτων καινοτομία παράλογος. Οἱ γὰρ τῶν ᾿Αρκάδων φυγάδες ὁρμηθέντες ἐξ ῎Ηλιδος κατελάβοντο τῆς ὀνομαζομένης Τριφυλίας χωρίον ὀχυρόν, ὃ προσηγόρευται Λασίων. [2] Ἐκ πολλῶν δὲ χρόνων περὶ τῆς Τριφυλίας ἠμφεσβήτουν ᾿Αρκάδες καὶ ᾿Ηλεῖοι, καὶ κατὰ τὰς ἑκατέρων ἐν ταῖς μεταβολαῖς ὑπεροχὰς ἐναλλὰξ ἐκυρίευον τῆς χώρας· κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν ᾿Αρκάδων κρατούντων τὴν Τριφυλίαν, προφάσει τῶν φυγάδων ἀφῃροῦντο ταύτην τῶν ᾿Αρκάδων οἱ ᾿Ηλεῖοι. [3] Διὸ καὶ παροξυνθέντες οἱ ᾿Αρκάδες τὸ μὲν πρῶτον πρέσβεις ἐξαποστείλαντες ἀπῄτουν τὸ χωρίον· ὡς δ' οὐδεὶς αὐτοῖς προσεῖχε, μετεπέμψαντο παρ' ᾿Αθηναίων συμμαχίαν καὶ μετὰ ταύτης ἐστράτευσαν ἐπὶ τὸν Λασίωνα. Τῶν δὲ ᾿Ηλείων βοηθησάντων τοῖς φυγάσιν ἐγένετο μάχη πλησίον τοῦ Λασίωνος, καὶ τῶν ᾿Αρκάδων πολλαπλασίων ὄντων ἡττήθησαν ᾿Ηλεῖοι καὶ πλείους τῶν διακοσίων στρατιωτῶν ἀπέβαλον. [4] Ταύτης δὲ ἀρχῆς τοῦ πολέμου γενομένης συνέβη τὴν διαφορὰν ἐπὶ πλέον προβῆναι τοῖς ᾿Αρκάσι καὶ τοῖς ᾿Ηλείοις· εὐθὺς γὰρ οἱ μὲν ᾿Αρκάδες μετεωρισθέντες τῷ προτερήματι ἐστράτευσαν ἐπὶ τὴν ᾿Ηλείαν, καὶ εἷλον πόλεις Μάργανα καὶ Κρόνιον, ἔτι δὲ Κυπαρισσίαν καὶ Κορυφάσιον. [5] -- Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Μακεδονίαν Πτολεμαῖος μὲν ὁ ᾿Αλωρίτης ἐδολοφονήθη ὑπὸ [τἀδελφοῦ] Περδίκκα, βασιλεύσας ἔτη τρία· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Περδίκκας ἐβασίλευσε τῆς Μακεδονίας ἔτη πέντε. 78. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Τιμοκράτους ἐν ῾Ρώμῃ μὲν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τρεῖς κατεστάθησαν, Τίτος Κοΐνκτιος καὶ Σερούιος Κορνήλιος καὶ Σερούιος Σουλπίκιος, ὀλυμπιὰς δὲ ὑπὸ Πισατῶν καὶ ᾿Αρκάδων ἤχθη τετάρτη πρὸς ταῖς ἑκατόν, καθ' ἣν ἐνίκα στάδιον Φωκίδης ᾿Αθηναῖος. [2] Ἐπὶ δὲ τούτων Πισᾶται μὲν ἀνανεωσάμενοι τὸ παλαιὸν ἀξίωμα τῆς πατρίδος καί τισι μυθικαῖς καὶ παλαιαῖς ἀποδείξεσι χρώμενοι, τὴν θέσιν τῆς ᾿Ολυμπικῆς πανηγύρεως αὑτοῖς προσήκειν ἀπεφαίνοντο. κρίνοντες δὲ τὸν παρόντα καιρὸν εὔθετον ἔχειν ἀμφισβητῆσαι τοῦ ἀγῶνος, συμμαχίαν ἐποιήσαντο πρὸς ᾿Αρκάδας ὄντας πολεμίους ᾿Ηλείων· συναγωνιστὰς δὲ λαβόντες τούτους ἐστράτευσαν ἐπὶ τοὺς ᾿Ηλείους ἄρτι τιθέντας τὸν ἀγῶνα. [3] Ἀντιστάντων δὲ τῶν ᾿Ηλείων πανδημεὶ συνέστη μάχη καρτερά, θεωμένων τὴν μάχην τῶν παρόντων ἐπὶ τὴν πανήγυριν ῾Ελλήνων ἐστεφανωμένων καὶ μεθ' ἡσυχίας ἀκινδύνως ἐπισημαινομένων τὰς ἑκατέρωθεν ἀνδραγαθίας. Τέλος Πισᾶται νικήσαντες ἔθηκαν τὸν ἀγῶνα, καὶ τὴν ᾿ὀλυμπιάδα ταύτην ὕστερον οὐκ ἀνέγραψαν ᾿Ηλεῖοι διὰ τὸ δοκεῖν βίᾳ καὶ ἀδίκως διατεθῆναι. [4] Ἅμα δὲ τούτοις πραττομένοις ᾿Επαμεινώνδας ὁ Θηβαῖος, μέγιστον ἔχων τῶν πολιτῶν ἀξίωμα, συναχθείσης ἐκκλησίας διελέχθη τοῖς πολίταις, προτρεπόμενος αὐτοὺς ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας. Διελθὼν δὲ λόγον ἐκ χρόνου πεφροντισμένον ἐδείκνυε τὴν ἐπιβολὴν ταύτην συμφέρουσάν τε καὶ δυνατήν, τά τε ἄλλα προφερόμενος καὶ διότι τοῖς πεζῇ κρατοῦσι ῥᾴδιόν ἐστι περιποιήσασθαι τὴν τῆς θαλάττης ἀρχήν· καὶ γὰρ ᾿Αθηναίους ἐν τῷ πρὸς Ξέρξην πολέμῳ διακοσίας ναῦς ἰδίᾳ πληροῦντας Λακεδαιμονίοις δέκα ναῦς παρεχομένοις ὑποτετάχθαι. πολλὰ δὲ καὶ ἄλλα πρὸς ταύτην τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἔπεισε τοὺς Θηβαίους ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἀρχῆς. 79. Εὐθὺς οὖν ὁ δῆμος ἐψηφίσατο τριήρεις μὲν ἑκατὸν ναυπηγεῖσθαι, νεώρια δὲ ταύταις ἴσα τὸν ἀριθμόν, ῾Ροδίους δὲ καὶ Χίους καὶ Βυζαντίους προτρέπεσθαι βοηθῆσαι ταῖς ἐπιβολαῖς. Αὐτὸς δὲ μετὰ δυνάμεως ἐκπεμφθεὶς ἐπὶ τὰς εἰρημένας πόλεις Λάχητα μὲν τὸν ᾿Αθηναίων στρατηγόν, ἔχοντα στόλον ἀξιόλογον καὶ διακωλύειν τοὺς Θηβαίους ἀπεσταλμένον, καταπληξάμενος καὶ ἀποπλεῦσαι συναναγκάσας, ἰδίας τὰς πόλεις τοῖς Θηβαίοις ἐποίησεν. [2] Εἰ μὲν οὖν ὁ ἀνὴρ οὗτος πλείω χρόνον ἐπέζησεν, ὡμολογημένως ἂν οἱ Θηβαῖοι τῇ κατὰ γῆν ἡγεμονίᾳ καὶ τὴν τῆς θαλάττης ἀρχὴν προσεκτήσαντο· ἐπεὶ δὲ μετ' ὀλίγον χρόνον ἐν τῇ περὶ τὴν Μαντίνειαν μάχῃ λαμπροτάτην τὴν νίκην τῇ πατρίδι περιποιήσας ἡρωικῶς ἐτελεύτησεν, εὐθέως καὶ τὰ τῶν Θηβαίων πράγματα τῇ τούτου τελευτῇ συναπέθανεν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀκριβῶς διέξιμεν. [3] Τότε δὲ τοῖς Θηβαίοις ἔδοξε στρατεύειν ἐπὶ τὸν ᾿Ορχομενὸν διὰ τοιαύτας τινὰς αἰτίας. τῶν φυγάδων τινὲς βουλόμενοι τὴν ἐν Θήβαις πολιτείαν εἰς ἀριστοκρατικὴν κατάστασιν μεταστῆσαι, συνέπεισαν τοὺς τῶν ᾿Ορχομενίων ἱππεῖς, ὄντας τριακοσίους, συνεπιλαβέσθαι τῆς ἐπιβολῆς. [4] Οὗτοι δὲ εἰωθότες μετὰ Θηβαίων ἀπαντᾶν ἡμέρᾳ τεταγμένῃ πρὸς τὴν ἐξοπλισίαν, εἰς ταύτην συνέθεντο ποιήσασθαι τὴν ἐπίθεσιν· πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων, ἀπήντησαν πρὸς τὸν καιρόν. [5] Οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντες ἐδήλωσαν τοῖς βοιωτάρχαις τὴν ἐπίθεσιν, προδόντες τοὺς συνομόσαντας, καὶ διὰ τῆς εὐεργεσίας ταύτης ἑαυτοῖς ἐπορίσαντο τὴν σωτηρίαν. Τῶν δ' ἀρχόντων συλλαβόντων τοὺς τῶν ᾿Ορχομενίων ἱππεῖς καὶ παραγαγόν ων εἰς τὴν ἐκκλησίαν, ὁ δῆμος ἐψηφίσατο τούτους μὲν ἀποσφάξαι, τοὺς δ' ᾿Ορχομενίους ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι. Ἐκ παλαιῶν γὰρ χρόνων οἱ Θηβαῖοι πρὸς τούτους ἀλλοτρίως διέκειντο, δασμοφοροῦντες μὲν τοῖς Μινύαις ἐν τοῖς ἡρωικοῖς χρόνοις, ὕστερον δ' ὑφ' ῾Ηρακλέους ἐλευθερωθέντες. [6] Οἱ δ' οὖν Θηβαῖοι καιρὸν ἔχειν νομίσαντες καὶ προφάσεις εὐλόγους τῆς τιμωρίας λαβόντες, ἐστράτευσαν ἐπὶ τὸν ᾿Ορχομενόν· κατασχόντες δὲ τὴν πόλιν τοὺς μὲν ἄνδρας ἀπέκτειναν, τέκνα δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο. 80. Περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Θετταλοὶ πρὸς ᾿Αλέξανδρον τὸν Φερῶν τύραννον διαπολεμοῦντες, καὶ πλείοσι μάχαις ἡττωμένοι, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀπολωλεκότες, πρέσβεις ἀπέστειλαν πρὸς Θηβαίους, ἀξιοῦντες αὐτοῖς βοηθῆσαι καὶ στρατηγὸν αὐτοῖς ἐξαποστεῖλαι Πελοπίδαν. ᾜδεισαν γὰρ τοῦτον τὸν ἄνδρα διὰ τὴν ὑπ' ᾿Αλεξάνδρου σύλληψιν ἀλλοτριώτατα διακείμενον πρὸς τὸν δυνάστην, ἅμα δὲ καὶ ἀνδρείᾳ διάφορον καὶ ἐπὶ στρατηγικῇ συνέσει διαβεβοημένον. [2] Συναχθείσης δὲ τῆς κοινῆς συνόδου τῶν Βοιωτῶν, καὶ τῶν πρέσβεων διαλεχθέντων περὶ ὧν εἶχον ἐντολάς, οἱ μὲν Βοιωτοὶ πάντα συνεχώρησαν τοῖς Θετταλοῖς, καὶ δόντες εἰς ἑπτακισχιλίους στρατιώτας τῷ Πελοπίδᾳ συντόμως ἐκέλευον βοηθεῖν αὐτὸν τοῖς δεομένοις· τοῦ δὲ Πελοπίδου ταχέως μετὰ τῆς δυνάμεως ἐξιόντος συνέβη τὸν ἥλιον ἐκλιπεῖν. [3] Πολλῶν δὲ τὸ γεγονὸς ὑποπτευσαμένων, τῶν μάντεών τινες ἀπεφήναντο διὰ τὴν γενομένην ἔξοδον τῶν στρατιωτῶν ἐκλιπεῖν τὸν τῆς πόλεως ἥλιον. Καὶ διὰ τούτων τῶν λόγων προλεγόντων τὸν τοῦ Πελοπίδου θάνατον, οὐδὲν ἧττον ὁ Πελοπίδας ἀνέζευξεν ἐπὶ τὴν στρατείαν, ὑπὸ τοῦ χρεὼν ἀγόμενος. [4] Ὡς δὲ κατήντησεν εἰς τὴν Θετταλίαν, καὶ τὸν ᾿Αλέξανδρον κατέλαβε προκατειλημμένον τοὺς ὑπερδεξίους τόπους καὶ στρατιώτας ἔχοντα πλείους τῶν δισμυρίων, ἀντεστρατοπέδευσε μὲν τοῖς πολεμίοις, προσλαβόμενος δὲ συμμάχους παρὰ τῶν Θετταλῶν συνῆψε μάχην τοῖς ἐναντίοις. [5] Τοῦ δὲ ᾿Αλεξάνδρου διὰ τὰς ὑπεροχὰς τῶν τόπων πλεονεκτοῦντος, ὁ Πελοπίδας σπεύδων διὰ τῆς ἰδίας ἀνδρείας κρῖναι τὴν μάχην ἐπ' αὐτὸν ὥρμησε τὸν ᾿Αλέξανδρον. Τοῦ δὲ δυνάστου μετὰ τῶν ἐπιλέκτων ὑποστάντος, ἐγένετο μάχη καρτερά, καθ' ἣν ὁ Πελοπίδας ἀριστεύων πάντα τὸν περὶ αὐτὸν τόπον νεκρῶν κατέστρωσε, τέλος δ' ἐπιθεὶς τῷ κινδύνῳ καὶ τοὺς πολεμίους τρεψάμενος τὴν μὲν νίκην περιεποιήσατο, τὸν δὲ αὑτοῦ βίον ἀπέβαλε, πολλοῖς περιπεσὼν τραύμασι καὶ τὸ ζῆν ἡρωικῶς προέμενος. [6] Ὁ δ' ᾿Αλέξανδρος δευτέρᾳ μάχῃ λειφθεὶς καὶ τοῖς ὅλοις συντριβείς, ἠναγκάσθη καθ' ὁμολογίαν τοῖς μὲν Θετταλοῖς τὰς καταπεπολεμημένας πόλεις ἀποδοῦναι, Μάγνητας δὲ καὶ τοὺς Φθιώτας ᾿Αχαιοὺς παραδοῦναι Βοιωτοῖς, καὶ τὸ λοιπὸν Φερῶν μόνων ἄρχοντα σύμμαχον εἶναι Βοιωτοῖς. 81. Οἱ δὲ Θηβαῖοι περιβόητον νίκην ἀπενηνεγμένοι, πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττᾶσθαι διὰ τὴν Πελοπίδου τελευτήν· ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα, κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρχειν τῆς Πελοπίδου ζωῆς. Πολλὰς γὰρ καὶ μεγάλας χρείας παρέσχετο τῇ πατρίδι, πλεῖστον δὲ συνεβάλετο πρὸς τὴν τῶν Θηβαίων αὔξησιν. Ὲν γὰρ τῇ τῶν φυγάδων κατηλύσει, καθ' ἣν ἀνεκτήσαντο τὴν Καδμείαν, ὡμολογημένως ἅπαντες τούτῳ τὸ πρωτεῖον τοῦ κατορθώματος ἀπονέμουσιν. Τὴν δ' εὐημερίαν ταύτην συνέβη πάντων τῶν ὕστερον γενομένων ἀγαθῶν αἰτίαν γενέσθαι. [2] Ὲν δὲ τῇ περὶ Τεγύραν μάχῃ μόνος Πελοπίδας τῶν βοιωταρχῶν ἐνίκησε τοὺς Λακεδαιμονίους, πλεῖστον ἰσχύοντας τῶν ῾Ελλήνων, ὅτε διὰ τὸ μέγεθος τῆς νίκης πρῶτον ἔστησαν Θηβαῖοι τρόπαιον κατὰ Λακεδαιμονίων. Κατὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἡγήσατο τοῦ ἱεροῦ λόχου, μεθ' οὗ προεμβαλὼν τοῖς Σπαρτιάταις ἀρχηγὸς ἐγένετο τῆς νίκης. ἐν δὲ ταῖς ἐπὶ Λακεδαίμονα στρατείαις ἑπτὰ μὲν ἡγήσατο μυριάδων, πρὸς αὐτῇ δὲ τῇ Σπάρτῃ τρόπαιον ἔστησε κατὰ τῶν Λακεδαιμονίων τῶν πάντα τὸν πρὸ τοῦ χρόνον ἀπορθήτων γεγενημένων. [3] Πρὸς δὲ τὸν Περσῶν βασιλέα πρεσβεύσας ἐν ταῖς κοιναῖς ὁμολογίαις τὴν Μεσσήνην κατ' ἰδίαν παρέλαβεν, ἣν ἀνάστατον οὖσαν ἔτη τριακόσια Θηβαῖοι πάλιν ἀποκατέστησαν. Ἐπὶ τελευτῆς δὲ διαγωνισάμενος πρὸς ᾿Αλέξανδρον ἔχοντα πολλαπλασίονα δύναμιν οὐ μόνον ἐπιφανῶς ἐνίκησεν, ἀλλὰ καὶ τὸν θάνατον ἔσχεν ἐπ' ἀρετῇ περιβόητον. [4] Πρὸς δὲ τοὺς πολίτας οὕτω καλῶς [ ἀγωνισάμενος] διετέθη, ὥστε ἀπὸ τῆς εἰς τὰς Θήβας καθόδου τῶν φυγάδων μέχρι τῆς ἑαυτοῦ τελευτῆς βοιωταρχῶν πάντα τὸν χρόνον διετέλεσε, μηδενὸς ἄλλου τῶν πολιτῶν ταύτης ἠξιωμένου τῆς τιμῆς. Πελοπίδας μὲν οὖν, διὰ τὴν ἰδίαν ἀρετὴν ὑπὸ πάντων ἀποδοχῆς ἠξιωμένος, ἐχέτω καὶ παρ' ἡμῶν τὸν διὰ τῆς ἱστορίας ἔπαινον. [5] Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κλέαρχος, τὸ γένος ὢν ἐξ ῾Ηρακλείας τῆς ἐν τῷ Πόντῳ, ἐπέθετο τυραννίδι· κρατήσας δὲ τῆς ἐπιβολῆς ἐζήλωσε μὲν τὴν διαγωγὴν τὴν Διονυσίου τοῦ Συρακοσίων τυράννου, τυραννεύσας δὲ τῶν ῾Ηρακλεωτῶν ἐπιφανῶς ἦρξεν ἔτη δώδεκα. [6] Ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ ᾿Αθηναίων στρατηγὸς ἔχων δύναμιν πεζήν τε καὶ ναυτικὴν Τορώνην μὲν καὶ Ποτίδαιαν πολιορκήσας εἷλε, Κυζικηνοῖς δὲ πολιορκουμένοις ἐβοήθησεν. 82. Τοῦ δ' ἔτους τούτου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Χαρικλείδης, ἐν ῾Ρώμῃ δ' ὕπατοι κατεστάθησαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Σέξτιος Λατερίας. Ἐπὶ δὲ τούτων ᾿Αρκάδες μετὰ Πισαίων κοινῇ τεθεικότες ὑπῆρχον τὸν ἀγῶνα τῶν ὀλυμπίων, καὶ ἐκυρίευον τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ χρημάτων. τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων ἔσπευδον οἱ παρανομήσαντες διακατέχειν τὸν πρὸς ᾿Ηλείους πόλεμον, ἵνα μὴ δῶσιν ἐν εἰρήνῃ λόγον τῶν ἀναλωθέντων. [2] Τῶν δὲ ἄλλων ᾿Αρκάδων βουλομένων συνθέσθαι τὴν εἰρήνην, στάσεις ἐκίνησαν πρὸς τοὺς ὁμοεθνεῖς. Γενομένων οὖν δυεῖν ἑταιριῶν, συνέβαινε τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι. [3] Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξηθείσης εἰς τὴν διὰ τῶν ὅπλων κρίσιν κατήντησαν, καὶ Τεγεᾶται μὲν πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν ἑαυτοῖς βοηθεῖν, οἱ δὲ Βοιωτοὶ στρατηγὸν ἐπιστήσαντες ᾿Επαμεινώνδαν καὶ δύναμιν ἀξιόλογον δόντες ἐξαπέστειλαν βοηθῆσαι τοῖς Τεγεάταις. [4] Οἱ δὲ Μαντινεῖς τὴν ἐκ τῆς Βοιωτίας δύναμιν καὶ τὴν ᾿Επαμεινώνδου δόξαν καταπλαγέντες, πρὸς τοὺς ἐχθροτάτους τῶν Βοιωτῶν ᾿Αθηναίους καὶ Λακεδαιμονίους πρέσβεις ἐκπέμψαντες ἔπεισαν συμμαχεῖν. Ὧν ἀμφοτέρων ἁδρὰς δυνάμεις ταχέως ἀποστειλάντων, ἀγῶνες πολλοὶ καὶ μεγάλοι κατὰ τὴν Πελοπόννησον συνέστησαν. [5] Εὐθὺς οὖν Λακεδαιμόνιοι μὲν πλησίον οἰκοῦντες ἐστράτευσαν εἰς τὴν ᾿Αρκαδίαν, ᾿Επαμεινώνδας δὲ κατὰ τοῦτον τὸν καιρὸν μετὰ τῆς δυνάμεως προϊὼν καὶ τῆς Μαντινείας οὐ μακρὰν ἀπέχων ἐπύθετο παρὰ τῶν ἐγχωρίων, ὅτι Λακεδαιμόνιοι πανδημεὶ πορθοῦσι τὴν τῶν Τεγεατῶν χώραν. [6] Ὑπολαβὼν οὖν ἔρημον εἶναι στρατιωτῶν τὴν Σπάρτην, ἐπεβάλετο μὲν μέγα τι πρᾶξαι, τὴν δὲ τύχην ἔσχεν ἀντιπράττουσαν. αὐτὸς μὲν γὰρ νυκτὸς ὥρμησεν ἐπὶ τὴν Σπάρτην, ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων ῏Αγις ὑποπτεύσας τὴν ἀγχίνοιαν τὴν ᾿Επαμεινώνδου κατεστοχάσατο μὲν τὸ μέλλον ἐμφρόνως, ἐξέπεμψε δέ τινας Κρῆτας ἡμεροδρόμους, δι' ὧν καταταχήσας τὸν ᾿Επαμεινώνδαν τοῖς ἀπολελειμμένοις ἐν τῇ Σπάρτῃ ἐδήλωσε, διότι Βοιωτοὶ συντόμως ἥξουσιν ἐπὶ τὴν Λακεδαίμονα πορθήσοντες τὴν πόλιν, αὐτὸς δ' ὡς ἂν τάχιστα δύναιτο μετὰ τῆς δυνάμεως ἥξει βοηθήσων τῇ πατρίδι. ἐκέλευεν οὖν τοῖς ἐν τῇ Σπάρτῃ παραφυλάττειν τὴν πόλιν μηδὲν καταπεπληγμένους· ταχὺ γὰρ αὐτὸν ἐπιφανέντα βοηθήσειν. 83. Τῶν δὲ Κρητῶν συντόμως τὸ παραγγελθὲν ποιησάντων, παραδόξως οἱ Λακεδαιμόνιοι τὴν ἅλωσιν τῆς πατρίδος ἐξέφυγον· μὴ προδηλωθείσης γὰρ τῆς ἐπιθέσεως ἔλαθεν ἂν ὁ ᾿Επαμεινώνδας εἰσπεσὼν εἰς τὴν Σπάρτην. τὴν μὲν οὖν ἐπίνοιαν τῶν στρατηγῶν ἀμφοτέρων δικαίως ἄν τις ἀποδέξαιτο, συνετωτέραν δὲ στρατηγίαν τὴν τοῦ Λάκωνος ἡγήσαιτο. [2] Οὐ μὴν ἀλλ' ὁ ᾿Επαμεινώνδας ὅλην τὴν νύκτα διαγρυπνήσας καὶ τὸ διάστημα τῆς ὁδοῦ κατὰ σπουδὴν διανύσας ἅμ' ἡμέρᾳ προσῆγε τῇ Σπάρτῃ. Ὁ δ' ἐπὶ τῆς φυλακῆς ἀπολελειμμένος ᾿Αγησίλαος ὀλίγῳ πρότερον χρόνῳ τῶν Κρητῶν ἀκούσας τὰ κατὰ μέρος, εὐθὺς μετὰ πολλῆς σπουδῆς τὴν ἐπιμέλειαν ἐποιήσατο τῆς πόλεως. [3] Τοὺς μὲν οὖν πρεσβυτάτους τῶν παίδων καὶ τοὺς γεγηρακότας ἐπὶ τὰ στέγη τῶν οἰκιῶν ἀνεβίβασε, καὶ προσέταξεν ἀπὸ τούτων ἀμύνασθαι τοὺς εἰς τὴν πόλιν βιαζομένους, αὐτὸς δὲ τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις συντάξας διεμέρισεν εἰς τὰς πρὸ τῆς πόλεως δυσχωρίας καὶ παρόδους, καὶ πάντας τοὺς δυναμένους τόπους δέξασθαι δίοδον ἐμφράξας ἀνέμενε τὴν τῶν πολεμίων ἔφοδον. [4] ᾿Επαμεινώνδας δ' εἰς πλείω μέρη διελόμενος τοὺς στρατιώτας, καὶ πάντῃ προσπίπτων κατὰ τὸν αὐτὸν καιρόν, ὡς εἶδε τὴν τῶν Σπαρτιατῶν σύνταξιν, εὐθὺς ἔγνω μεμηνυμένην τὴν πρᾶξιν· ὅμως δὲ προσμαχόμενος πᾶσι κατὰ μέρος καὶ ταῖς δυσχωρίαις ἐλαττούμενος συνῆπτεν εἰς χεῖρας. [5] Πολλὰ δὲ παθὼν καὶ δράσας οὐκ ἀπέστη τῆς φιλοτιμίας, ἕως τὸ στράτευμα τῶν Λακεδαιμονίων ἐπανῆλθεν εἰς τὴν Σπάρτην· πολλῶν δὲ βοηθούντων τοῖς πολιορκουμένοις, καὶ τῆς νυκτὸς καταλαβούσης, ἔλυσε τὴν πολιορκίαν. 84. Πυθόμενος δὲ παρὰ τῶν αἰχμαλώτων ὅτι Μαντινεῖς πανδημεὶ πάρεισι βοηθοῦντες τοῖς Λακεδαιμονίοις, τότε μὲν ἀναχωρήσας μικρὸν ἀπὸ τῆς πόλεως κατεστρατοπέδευσεν· παραγγείλας δὲ δειπνοποιεῖσθαι, καταλιπὼν τῶν ἱππέων τινάς, τούτοις μὲν παρήγγειλεν ἕως ἑωθινῆς φυλακῆς πυρὰ καίειν ἐν τῇ παρεμβολῇ, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀφορμήσας ἔσπευσεν ἄφνω προσπεσεῖν τοῖς ἀπολελειμμένοις ἐν τῇ Μαντινείᾳ. [2] Τῇ δ' ὑστεραίᾳ πολλὴν διανύσας ὁδὸν ἄφνω τοῖς Μαντινεῦσιν ἀνελπίστως ἐπέρραξεν, οὐ μὴν ἐκράτησε τῆς ἐπιβολῆς, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενος, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξως ἀπέβαλε τὴν νίκην. Ἄρτι γὰρ αὐτοῦ πλησιάζοντος ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆς Μαντινείας οἱ πεμφθέντες ὑπὸ τῶν ᾿Αθηναίων στρατιῶται πρὸς τὴν συμμαχίαν, ὄντες ἑξακισχίλιοι, στρατηγὸν δ' ἔχοντες ῾Ηγησίλεων, ἄνδρα τότε παρὰ τοῖς πολίταις ἐπαινουμένον. Οὗτος δὲ τοὺς ἱκανοὺς εἰς τὴν πόλιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡς μάχῃ διακριθησόμενος. [3] Εὐθὺς δὲ καὶ Λακεδαιμόνιοι καὶ Μαντινεῖς ἐπεφάνησαν, καὶ πρὸς τὴν τῶν ὅλων κρίσιν ἅπαντες κατεσκευάζοντο καὶ τοὺς πανταχόθεν συμμάχους μετεπέμποντο. [4] Τοῖς μὲν οὖν Μαντινεῦσιν ἐβοήθουν ᾿Ηλεῖοι καὶ Λακεδαιμόνιοι καὶ ᾿Αθηναῖοι καὶ ἄλλοι τινές, ὧν ὁ σύμπας ἀριθμὸς ἦν πεζοὶ μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους· τοῖς δὲ Τεγεάταις συνεμάχουν οἱ πλεῖστοι καὶ κράτιστοι τῶν ᾿Αρκάδων καὶ ᾿Αχαιοὶ καὶ Βοιωτοὶ καὶ ᾿Αργεῖοι καί τινες ἕτεροι τῶν Πελοποννησίων καὶ τῶν ἔξωθεν συμμάχων, οἱ δὲ πάντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς τρισμυρίους, ἱππεῖς δ' οὐκ ἐλάττους τῶν τρισχιλίων. 85. Ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέδων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρ' ἀμφοτέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην· [2] Κατὰ δὲ τὴν τάξιν Μαντινεῖς μὲν μετὰ τῶν ἄλλων ᾿Αρκάδων τὸ δεξιὸν ἐπεῖχον κέρας, ἔχοντες παραστάτας καὶ συναγωνιστὰς Λακεδαιμονίους, τούτοις δὲ συνεχεῖς ἦσαν ᾿Ηλεῖοι καὶ ᾿Αχαιοί, καὶ τῶν ἄλλων οἱ καταδεέστεροι τὴν μέσην ἐπεῖχον τάξιν· τὸ δ' εὐώνυμον κέρας ἀνεπλήρουν ᾿Αθηναῖοι. Θηβαῖοι δ' αὐτοὶ μὲν ἐπὶ τὸ εὐώνυμον κέρας ἐτάχθησαν, παραστάτας ἔχοντες ᾿Αρκάδας, τὸ δὲ δεξιὸν παρέδωκαν ᾿Αργείοις· τὸ δὲ ἄλλο πλῆθος ἀνεπλήρου τὴν μέσην τάξιν, Εὐβοεῖς καὶ Λοκροὶ καὶ Σικυώνιοι, πρὸς δὲ τούτοις Μεσσήνιοι καὶ Μαλιεῖς καὶ Αἰνιᾶνες, ἔτι δὲ καὶ Θετταλοὶ καὶ οἱ λοιποὶ σύμμαχοι. Τοὺς δ' ἱππεῖς ἐφ' ἑκατέρων τῶν κεράτων ἀμφότεροι διείλοντο. [3] Τῶν δὲ στρατευμάτων τοῦτον τὸν τρόπον τεταγμένων, ὡς ἤδη πλησίον ὑπῆρχον ἀλλήλων, αἱ μὲν σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον, αἱ δὲ δυνάμεις ἠλάλαξαν καὶ τῷ μεγέθει τῆς βοῆς τὴν νίκην ἐσήμαινον. Καὶ τὸ μὲν πρῶτον ἱππομαχίαν ἐν τοῖς κέρασι συνεστήσαντο, καθ' ἣν ταῖς φιλοτιμίαις ἑαυτοὺς ὑπερεβάλοντο. [4] Οἱ μὲν γὰρ τῶν ᾿Αθηναίων ἱππεῖς τοῖς τῶν Θηβαίων ἐπελάσαντες ἠλαττοῦντο οὐχ οὕτω ταῖς τῶν ἵππων ἀρεταῖς οὐδὲ ταῖς ἰδίαις εὐψυχίαις οὐδὲ ταῖς κατὰ τὴν ἱππικὴν ἐμπειρίαις· ἐν γὰρ τούτοις ἅπασιν οὐκ ἦν καταδεέστερον τὸ τῶν ᾿Αθηναίων ἱππικόν· τῷ δὲ πλήθει καὶ τῇ παρασκευῇ τῶν ψιλῶν καὶ τῇ στρατηγικῇ συντάξει πολὺ τῶν ἐναντίων ἐλείποντο. Αὐτοὶ μὲν οὖν ὀλίγους εἶχον ἀκοντιστάς, οἱ δὲ Θηβαῖοι τριπλασίους σφενδονήτας καὶ ἀκοντιστὰς τοὺς ἐκ τῶν περὶ τὴν Θετταλίαν τόπων ἀπεσταλμένους. [5] Οὗτοι περιττότερον ἐκ παίδων ζηλοῦντες τὴν ἐν τούτοις μάχην, μεγάλην ῥοπὴν ποιεῖν εἰώθεισαν ἐν ταῖς μάχαις διὰ τὴν ἐν τούτοις ἐμπειρίαν. διόπερ οἱ ᾿Αθηναῖοι κατατιτρωσκόμενοι μὲν ὑπὸ τῶν ψιλικῶν, καταπονούμενοι δ' ὑπὸ τῶν ἀνθεστηκότων, ἅπαντες ἐτράπησαν. [6] Τὴν δὲ φυγὴν ἐκτὸς τῶν κεράτων ποιησάμενοι διωρθώσαντο τὴν ἧτταν· ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθοφόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν. [7] Οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς. Ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν ᾿Αθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν ᾿Ηλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην. [8] Οἱ μὲν οὖν τῶν ᾿Ηλείων ἱππεῖς τοῦτον τὸν τρόπον ἐπιφανέντες τῷ λαιῷ κέρατι τὸ γεγονὸς περὶ τοὺς συμμάχους ἐλάττωμα διωρθώσαντο· ἐπὶ δὲ θατέρου κέρατος ἐπιρραξάντων ἀλλήλοις τῶν ἱππέων βραχὺν χρόνον ἡ μάχη διέμεινεν ἰσόρροπος, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῶν Βοιωτῶν καὶ Θετταλῶν ἱππέων οἱ μετὰ τῶν Μαντινέων ὄντες ἐβιάσθησαν, καὶ συχνοὺς ἀποβαλόντες κατέφυγον πρὸς τὴν ἰδίαν φάλαγγα. 86. Ἡ μὲν οὖν τῶν παρ' ἀμφοτέροις ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος· αἱ δὲ πεζαὶ δυνάμεις ὡς συνῆλθον εἰς χεῖρας τοῖς πολεμίοις, μεγάλους καὶ θαυμαστοὺς ἀγῶνας συνεστήσαντο. οὐδέποτε γὰρ ῾Ελλήνων πρὸς ῞Ελληνας ἀγωνιζομένων οὔτε πλῆθος ἀνδρῶν τοσοῦτο παρετάξατο οὔθ' ἡγεμόνες ἀξιολογώτεροι τοῖς ἀξιώμασιν οὔτε ἄνδρες δυνατώτεροι τὰς ἐν τοῖς κινδύνοις ἀνδραγαθίας ἐπεδείξαντο. [2] Οἱ γὰρ πεζομαχεῖν ἄριστα δυνάμενοι κατὰ τοὺς ὑποκειμένους καιρούς, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι, πρὸς ἀλλήλους κατὰ τὴν τάξιν ἀνθεστηκότες πρῶτον μάχην συνῆψαν, οὐδεμίαν φειδὼ ποιούμενοι τοῦ ζῆν. Καὶ τὸ μὲν πρῶτον τύπτοντες ἀλλήλους τοῖς δόρασι, καὶ διὰ τὴν πυκνότητα τῶν πληγῶν τὰ πλεῖστα συντρίψαντες, εἰς τὸν ἀπὸ τῆς μαχαίρας ἀγῶνα κατήντησαν. [3] Συμπλεκόμενοι δὲ τοῖς σώμασι καὶ παντοίας διαθέσεις τραυμάτων ἀπεργαζόμενοι τοῖς θυμοῖς οὐκ ἔληγον· ἐπὶ πολὺν δὲ χρόνον τοῖς δεινοῖς ἐγκαρτερούντων διὰ τὴν ὑπερβολὴν τῆς παρ' ἑκατέροις ἀνδραγαθίας οὐδεμίαν ῥοπὴν ἐλάμβανεν ἡ μάχη ἕκαστος γὰρ τοῦ παθεῖν τι δεινὸν καταφρονῶν, τοῦ δὲ δρᾶσαί τι λαμπρὸν ἐφιέμενος, εὐγενῶς ἀνεδέχετο τὸν ὑπὲρ τῆς δόξης θάνατον. [4] Ἰσχυρᾶς δὲ μάχης ἐπὶ πολύν τε χρόνον γινομένης καὶ τοῦ κινδύνου μηδεμίαν ῥοπὴν λαμβάνοντος, ὁ μὲν ᾿Επαμεινώνδας ὑπολαβὼν τῆς ἰδίας ἀρετῆς προσδεῖσθαι τὴν νίκην, ἔγνω δι' ἑαυτοῦ κρῖναι τὸν κίνδυνον. Εὐθὺς οὖν ἀναλαβὼν τοὺς ἀρίστους καὶ μετὰ τούτων συμφράξας, εἰσέβαλεν εἰς μέσους τοὺς πολεμίους· καθηγούμενος δὲ τοῦ συντάγματος, καὶ πρῶτος ἀκοντίσας, ἔβαλε τὸν ἡγούμενον τῶν Λακεδαιμονίων. [5] Εὐθὺς δὲ καὶ τῶν ἄλλων εἰς χεῖρας ἐρχομένων, οὓς μὲν ἀνελών, οὓς δὲ καταπληξάμενος, διέκοψε τὴν φάλαγγα τῶν πολεμίων. Οἱ δὲ Λακεδαιμόνιοι τὸ ἀξίωμα τοῦ ᾿Επαμεινώνδου καὶ τὸ βάρος τοῦ περὶ αὐτὸν συστήματος καταπλαγέντες ἀνεχώρουν ἐκ τῆς μάχης· ἐπικειμένων δὲ τῶν Βοιωτῶν καὶ τοὺς ἐσχάτους αἰεὶ φονευόντων, νεκρῶν ἐσωρεύθη πλῆθος. 87. Οἱ δὲ Λακεδαιμόνιοι θεωροῦντες ᾿Επαμεινώνδαν προθυμότερον προπίπτοντα τῷ θυμῷ, συνέδραμον ἐπ' αὐτόν. Πολλῶν δὲ καὶ πυκνῶν φερομένων βελῶν, τὰ μὲν ἐξένευε, τὰ δὲ διεκρούετο, τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους. ἡρωικῶς δ' ὑπὲρ τῆς νίκης ἀγωνισάμενος καιρίαν ἔλαβε πληγὴν εἰς τὸν θώρακα. κλασθέντος δὲ τοῦ δόρατος, καὶ τοῦ σιδήρου καταλειφθέντος ἐν τῷ σώματι, παραχρῆμα ἔπεσε κατισχυθεὶς ὑπὸ τῆς πληγῆς. περὶ δὲ τοῦ σώματος ἐμπεσούσης φιλοτιμίας, καὶ πολλῶν παρ' ἀμφοτέροις ἀναιρεθέντων, μόγις οἱ Θηβαῖοι τῇ ῥώμῃ τῶν σωμάτων προέχοντες κατεπόνησαν τοὺς Λακεδαιμονίους. [2] Φυγῆς δὲ γενομένης, οἱ μὲν Βοιωτοὶ βραχὺν ἐπιδιώξαντες χρόνον ἀνέστρεψαν, ἀναγκαιότατον ἡγούμενοι τὸ κυριεῦσαι τῶν νεκρῶν. Ἀνακαλεσαμένων οὖν τῶν σαλπιγκτῶν τοὺς στρατιώτας,ἅπαντες τῆς μάχης ἀπέστησαν, καὶ τρόπαιον ἀμφότεροι στήσαντες ἠμφεσβήτουν τῆς νίκης. [3] Οἱ μὲν γὰρ ᾿Αθηναῖοι νενικηκότες τοὺς περὶ τὸν λόφον Εὐβοεῖς καὶ μισθοφόρους κύριοι τῶν νεκρῶν ὑπῆρχον, οἱ δὲ Βοιωτοὶ τοὺς Λακεδαιμονίους ἀπὸ κράτους ἡττηκότες καὶ κρατοῦντες τῶν πεπτωκότων προσένεμον ἑαυτοῖς τὴν νίκην. [4] Ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρεσβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικηρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν. [5] ᾿Επαμεινώνδας δ' ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο. [6] Πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. Τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν. Ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ὥρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι τελευτᾷς ἄτεκνος, ᾿Επαμεινώνδα, καὶ δακρύσαντος, μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ. Καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν. 88. Ἡμεῖς δ' εἰωθότες ταῖς τῶν ἀγαθῶν ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον, οὐδαμῶς ἁρμόττον ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον. δοκεῖ γάρ μοι μὴ μόνον τοὺς καθ' ἑαυτὸν ὑπερβάλλειν [ἐν] τῇ στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ. [2] Κατὰ μὲν γὰρ τὴν ἡλικίαν τὴν τούτου γεγόνασιν ἄνδρες ἐπιφανεῖς Πελοπίδας τε Θηβαῖος καὶ Τιμόθεος καὶ Κόνων, ἔτι δὲ Χαβρίας [τε] καὶ ᾿Ιφικράτης οἱ ᾿Αθηναῖοι, πρὸς δὲ τούτοις ᾿Αγησίλαος ὁ Σπαρτιάτης, βραχὺ τοῖς χρόνοις προτερῶν· ἐν δὲ τοῖς πρὸ τοῦ χρόνοις, ἐπὶ τῶν Μηδικῶν καὶ πρὸ τῶν Περσικῶν καιρῶν, Σόλων καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης, ἔτι δὲ Κίμων καὶ Μυρωνίδης καὶ Περικλῆς καί τινες ἕτεροι παρὰ τοῖς ᾿Αθηναίοις, κατὰ δὲ τὴν Σικελίαν Γέλων ὁ Δεινομένους καί τινες ἕτεροι. [3] Ἀλλ' ὅμως εἴ τις συγκρίναι τὰς τούτων ἀρετὰς τῇ ᾿Επαμεινώνδου στρατηγίᾳ τε καὶ δόξῃ, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν ᾿Επαμεινώνδαν ἀρετήν. Παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἓν ἂν εὕροι προτέρημα τῆς δόξης, παρὰ δὲ τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας. καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς δὲ τούτοις ψυχῆς λαμπρότητι καὶ μισαργυρίᾳ καὶ ἐπιεικείᾳ, καὶ τὸ μέγιστον, ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει πολὺ διήνεγκε πάντων. [4] Tοιγαροῦν ἡ πατρὶς αὐτοῦ ζῶντος μὲν ἐκτήσατο τὴν ἡγεμονίαν τῆς ῾Ελλάδος, τελευτήσαντος δὲ ταύτης ἐστερήθη καὶ τῆς ἐπὶ τὸ χεῖρον ἀεὶ μεταβολῆς ἐπειράθη, καὶ πέρας διὰ τὴν ἀφροσύνην τῶν ἡγουμένων ἀνδραποδισμοῦ καὶ κατασκαφῆς ἔλαβε πεῖραν. ᾿Επαμεινώνδας μὲν οὖν παρὰ πᾶσι περιβόητον ἔχων τὴν ἀρετήν, τοιαύτης ἔτυχε καταστροφῆς τοῦ βίου. 89. Οἱ δ' ῞Ελληνες μετὰ τὴν μάχην ἀμφισβητουμένην ἔχοντες τὴν νίκην, καὶ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθεστῶτες, ἔτι δὲ τῇ συνεχείᾳ τῶν κινδύνων καταπονούμενοι, διελύσαντο πρὸς ἀλλήλους. Συνθέμενοι δὲ κοινὴν εἰρήνην καὶ συμμαχίαν, κατέταττον ἐν τῇ συμμαχίᾳ καὶ τοὺς Μεσσηνίους. [2] Οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρὸς τούτους ἀκατάλλακτον ἀλλοτριότητα τῶν σπονδῶν οὐ προείλοντο κοινωνεῖν [διὰ τοὺς Μεσσηνίους] καὶ μόνοι τῶν ῾Ελλήνων ὑπῆρχον ἔκσπονδοι. [3] Τῶν δὲ συγγραφέων Ξενοφῶν μὲν ὁ ᾿Αθηναῖος τὴν τῶν ῾Ελληνικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν ἐπὶ τὴν ᾿Επαμεινώνδου τελευτήν· ᾿Αναξιμένης δὲ ὁ Λαμψακηνὸς τὴν πρώτην τῶν ῾Ελληνικῶν ἀνέγραψεν ἀρξάμενος ἀπὸ θεογονίας καὶ ἀπὸ τοῦ πρώτου γένους τῶν ἀνθρώπων, κατέστροφε δ' εἰς τὴν ἐν Μαντινείᾳ μάχην καὶ τὴν ᾿Επαμεινώνδου τελευτήν· περιέλαβε δὲ πάσας σχεδὸν τάς τε τῶν ῾Ελλήνων καὶ βαρβάρων πράξεις ἐν βύβλοις δώδεκα. Φίλιστος δὲ τὰ περὶ Διονύσιον τὸν νεώτερον ὧδε κατέστροφε, διελθὼν ἔτη πέντε ἐν βύβλοις δυσίν. 90. Ἐπ' ἄρχοντος δ' ᾿AEHIOVΑθήνησι Μόλωνος ἐν ῾Ρώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Γενούκιος καὶ Κόιντος Σερουίλιος. ἐπὶ δὲ τούτων οἱ τὴν παράλιον οἰκοῦντες τῆς ᾿Ασίας ἀπέστησαν ἀπὸ Περσῶν, καί τινες τῶν σατραπῶν καὶ στρατηγῶν ἐπαναστάντες πόλεμον ἐξήνεγκαν πρὸς ᾿Αρταξέρξην. [2] Ὁμοίως δὲ τούτοις καὶ Ταχὼς ὁ βασιλεὺς τῶν Αἰγυπτίων κρίνας πολεμεῖν τοῖς Πέρσαις, ναῦς τε κατεσκεύασε καὶ πεζὰς δυνάμεις ἤθροισεν. Πολλοὺς δὲ ξενολογήσας ἐκ τῶν ῾Ελληνίδων πόλεων ἔπεισε καὶ Λακεδαιμονίους συμμαχεῖν· οἱ γὰρ Σπαρτιᾶται πρὸς ᾿Αρταξέρξην ἀλλοτρίως εἶχον διὰ τὸ τοὺς Μεσσηνίους ὁμοίως τοῖς ἄλλοις ῞Ελλησιν ὑπὸ τοῦ βασιλέως εἰς τὴν κοινὴν εἰρήνην κατατετάχθαι. Τηλικαύτης δὲ συνδρομῆς κατὰ τῶν Περσῶν γενομένης, καὶ ὁ βασιλεὺς παρεσκευάζετο τὰ πρὸς τὸν πόλεμον. [3] Ὑπὸ γὰρ τὸν αὐτὸν καιρὸν ἔδει πρός τε τὸν τῶν Αἰγυπτίων βασιλέα πολεμεῖν καὶ [πρὸς] τὰς κατὰ τὴν ᾿Ασίαν ῾Ελληνίδας πόλεις καὶ Λακεδαιμονίους καὶ τοὺς τούτων συμμάχους σατράπας καὶ στρατηγούς, τοὺς ἄρχοντας μὲν τῶν παραθαλαττίων τόπων, συντεθειμένους δὲ κοινοπραγίαν· ὧν ἦσαν ἐπιφανέστατοι ᾿Αριοβαρζάνης μὲν ὁ τῆς Φρυγίας σατράπης, ὃς καὶ Μιθριδάτου τελευτήσαντος τῆς τούτου βασιλείας κεκυριευκὼς ἦν, Μαύσωλος δὲ Καρίας δυναστεύων καὶ πολλῶν ἐρυμάτων καὶ πόλεων ἀξιολόγων κυριεύων, ὧν ἑστίαν καὶ μητρόπολιν συνέβαινεν εἶναι τὴν ῾Αλικαρνασσόν, ἔχουσαν ἀκρόπολιν ἀξιόλογον καὶ τὰ τῆς Καρίας βασίλεια, πρὸς δὲ τούτοις ᾿Ορόντης μὲν τῆς Μυσίας σατράπης, Αὐτοφραδάτης δὲ Λυδίας· τῶν δὲ ᾿Ιώνων ἄνευΛύκιοί τε καὶ Πισίδαι καὶ Παμφύλιοι καὶ Κίλικες, ἔτι δὲ καὶ Σύροι καὶ Φοίνικες καὶ σχεδὸν πάντες οἱ παραθαλάσσιοι. [4] Τηλικαύτης δ' οὔσης ἀποστάσεως, τὸ μὲν ἥμισυ τῶν προσόδων τῷ βασιλεῖ κατελέλυτο, τὸ δὲ λοιπὸν οὐχ ἱκανὸν ἦν εἰς τὰς τοῦ πολέμου χρείας. 91. Οἱ δ' ἀφεστηκότες τοῦ βασιλέως ἐπὶ τὴν τῶν ὅλων διοίκησιν εἵλαντο στρατηγὸν ᾿Ορόντην. οὗτος δὲ παραλαβὼν τὴν ἡγεμονίαν καὶ χρήματα πρὸς ξενολογίαν, δισμυρίοις στρατιώταις ἐνιαύσιον μισθόν, ἐγένετο προδότης τῶν πιστευσάντων. Ὑπολαβὼν γὰρ παρὰ τοῦ βασιλέως δωρεῶν τε μεγάλων τεύξεσθαι καὶ τῆς παραθαλασσίου πάσης παραλήψεσθαι τὴν σατραπείαν, ἐὰν ἐγχειρίσῃ τοῖς Πέρσαις τοὺς ἀφεστηκότας, πρῶτον μὲν τοὺς κομίσαντας τὰ χρήματα συνέλαβε καὶ πρὸς τὸν ᾿Αρταξέρξην ἀπέστειλε, μετὰ δὲ ταῦτα πολλὰς τῶν πόλεων καὶ τοὺς ξενολογηθέντας στρατιώτας τοῖς ὑπὸ τοῦ βασιλέως πεμφθεῖσιν ἡγεμόσι παρέδωκεν. [2] Ὁμοίως δὲ τούτῳ καὶ κατὰ τὴν Καππαδοκίαν ἐγένετο προδοσία, καθ' ἣν ἴδιόν τι καὶ παράδοξον συνέβη γενέσθαι. ᾿Αρταβάζου γὰρ τοῦ βασιλέως στρατηγοῦ μετὰ πολλῆς δυνάμεως ἐμβαλόντος εἰς τὴν Καππαδοκίαν, ὁ μὲν ταύτης τῆς χώρας σατράπης Δατάμης ἀντεστρατοπέδευσεν αὐτῷ, πολλοὺς μὲν ἱππεῖς ἠθροικώς, δισμυρίους δὲ πεζοὺς μισθοφόρους ἔχων αὑτῷ συστρατεύοντας· [3] ὁ δὲ κηδεστὴς τοῦ Δατάμου τῶν ἱππέων ἀφηγούμενος, χάριν βουλόμενος καταθέσθαι καὶ τῆς ἰδίας σωτηρίας ἅμα προνοούμενος, ἀποστὰς νυκτὸς μετὰ τῶν ἱππέων ἀπήλαυνε πρὸς τοὺς πολεμίους, συντεθειμένος πρὸς ᾿Αρτάβαζον τῇ πρότερον ἡμέρᾳ περὶ τῆς προδοσίας. [4] Δατάμης δὲ παρακαλέσας τοὺς μισθοφόρους καὶ δωρεὰς ὑποσχόμενος, ἀνέζευξε πρὸς τοὺς ἀφεστηκότας. καταλαβὼν δ' αὐτοὺς ἤδη συνάπτοντας τοῖς πολεμίοις, καὶ αὐτὸς προσπεσὼν ἅμα τοῖς περὶ τὸν ᾿Αρτάβαζον καὶ τοῖς ἱππεῦσιν, ἔκτεινε τοὺς εἰς χεῖρας ἐρχομένους. [5] Ὁ δ' ᾿Αρτάβαζος, τὸ μὲν πρῶτον τὸ ἀληθὲς ἀγνοῶν, ὑπολαβὼν δὲ τὸν ἀποστάτην τοῦ Δατάμου [πρῶτον] παλιμπροδοσίαν ποιεῖσθαι, παρήγγειλε τοῖς ἰδίοις κτείνειν τοὺς προσιόντας ἱππεῖς. Ὁ δὲ Μιθροβαρζάνης ἐν μέσοις ἀποληφθείς, καὶ τῶν μὲν ὡς προδότην ἀμυνομένων, τῶν δὲ ὡς παλιμπροδότην τιμωρουμένων, ἐν ἀπορίᾳ καθειστήκει· τῆς δ' ἀπορίας οὐκ ἐώσης βουλεύσασθαι, πρὸς ἀλκὴν ἐτρέπετο, καὶ πρὸς ἀμφοτέρους διαμαχόμενος πολὺν ἐποίει φόνον. Τέλος δὲ πλειόνων ἢ μυρίων ἀναιρεθέντων, τοὺς ὑπολειφθέντας ὁ Δατάμης τρεψάμενος καὶ πολλοὺς φονεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς διώκοντας στρατιώτας. [6] Τῶν δ' ἱππέων τῶν ὑπολειφθέντων οἱ μὲν πρὸς τὸν Δατάμην ἀποχωρήσαντες ἠξίουν τυχεῖν συγγνώμης, οἱ δὲ λοιποὶ τὴν ἡσυχίαν ἦγον, οὐκ ἔχοντες ὅποι τράπωνται, καὶ τέλος εἰς πεντακοσίους ὄντες κυκλωθέντες ὑπὸ Δατάμου κατηκοντίσθησαν. [7] Δατάμης μὲν οὖν καὶ πρότερον ἐπὶ στρατηγίᾳ θαυμαζόμενος, πολλῷ τότε μᾶλλον ἔσχε περιβόητον τήν τε ἀνδρείαν καὶ τὴν ἐν τῷ στρατηγεῖν σύνεσιν· ὁ δὲ βασιλεὺς ᾿Αρταξέρξης πυθόμενος τὴν στρατηγίαν τοῦ Δατάμου, καὶ σπεύδων ἄρασθαι τοῦτον, δι' ἐπιβουλῆς αὐτὸν ἐδολοφόνησεν. 92. Ἅμα δὲ τούτοις πραττομένοις ῾Ρεομίθρης, ὑπὸ τῶν ἀποστατῶν πεμφθεὶς εἰς Αἴγυπτον πρὸς Ταχὼ τὸν βασιλέα, καὶ λαβὼν ἀργυρίου μὲν τάλαντα πεντακόσια, ναῦς δὲ μακρὰς πεντήκοντα, κατέπλευσε τῆς ᾿Ασίας εἰς τὰς ὀνομαζομένας Λεύκας. Εἰς δὲ ταύτην τὴν πόλιν μεταπεμψάμενος πολλοὺς τῶν ἀφεστηκότων ἡγεμόνας, τούτους μὲν συλλαβὼν καὶ δήσας ἀνέπεμψε πρὸς ᾿Αρταξέρξην, αὐτὸς δὲ ἀποστάτης γενόμενος ταῖς ἐκ τῆς προδοσίας δωρεαῖς διελύσατο τὰ πρὸς τὸν βασιλέα. [2] Κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ' ἐπιλέκτους ἐκ τῆς ῾Ελλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους. Καὶ τῶν μὲν μισθοφόρων τὴν ἡγεμονίαν παρέδωκεν ᾿Αγησιλάῳ τῷ Σπαρτιάτῃ, ἀπεσταλμένῳ μὲν ὑπὸ Λακεδαιμονίων ἐπὶ συμμαχίαν μεθ' ὁπλιτῶν χιλίων, δυναμένῳ δ' ἡγεῖσθαι στρατιωτῶν καὶ δι' ἀνδρείαν καὶ στρατηγικὴν σύνειν τεθαυμασμένῳ· [3] Τοῦ δὲ ναυτικοῦ τὴν στρατηγίαν ἐνεχείρισε Χαβρίᾳ τῷ ᾿Αθηναίῳ, δημοσίᾳ μὲν ὑπὸ τῆς πατρίδος οὐκ ἀπεσταλμένῳ, ἰδίᾳ δὲ ὑπὸ τοῦ βασιλέως συστρατεύειν πεπεισμένῳ. Αὐτὸς δὲ τῶν Αἰγυτίων ἔχων [ἅπασας] τὴν ἡγεμονίν καὶ στρατηγὸς ὢν ἁπάσης τῆς δυνάμεως, ᾿Αγησιλάῳ μὲν συμβουλεύσαντι μένειν ἐπὶ τῆς Αἰγύπτου καὶ διὰ τῶν στρατηγῶν τὸν πόλεμον διοικεῖν οὐ προσέσχε καλῶς συμβουλεύοντι. τῆς γὰρ δυνάμεως προελθούσης πορρωτέρω καὶ περὶ Φοινίκην καταστρατοπεδευούσης, ὁ καθεσταμένος ἐπὶ τῆς Αἰγύπτου στρατηγὸς ἀπέστη ἀπὸ τοῦ βασιλέως, διαπεμψάμενος δὲ πρὸς τὸν υἱὸν Νεκτανεβώ, καὶ πείσας ἀντέχεσθαι τῆς ἐν Αἰγύπτῳ βασιλείας, μέγαν πόλεμον ἐξέκαυσεν· [4] ὁ γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορκεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκάταινος γενόμενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμόνας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι. [5] Τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, ὁ μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς ᾿Αραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων· ὁ δὲ ᾿Αρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου. 93. Μετ' ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο ῏Ωχος ὁ μετονομασθεὶς ᾿Αρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι· τοῦ γὰρ ᾿Αρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον. [2] Τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν ᾿Αγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι. Ὁ μὲν οὖν ᾿Αγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν· τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας· οὐ προσέχοντος δ' αὐτοῦ συνηναγκάσθη μετ' αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη. [3] Οἱ δ' Αἰγύπτιοι τὸ πρῶτον ἐπολιόρκουν τοὺς συγκεκλεισμένους· ἐπεὶ δὲ πολλοὺς ἐν ταῖς τειχομαχίαις ἀπέβαλον, τείχει καὶ τάφρῳ περιελάμβανον τὴν πόλιν. Ταχὺ δὲ τῶν ἔργων συντελουμένων διὰ τὴν πολυχειρίαν, καὶ τῶν ἐπιτηδείων ἐξαναλωθέντων, ὁ μὲν Ταχὼς ἀπέγνω τὴν σωτηρίαν, ὁ δὲ ᾿Αγησίλαος παρακαλέσας τοὺς στρατιώτας, καὶ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, διέσωσεν ἅπαντας τοὺς στρατιώτας ἀνελπίστως. [4] Ἐπιδιωξάντων δὲ τῶν Αἰγυπτίων καὶ τῶν τόπων ὄντων πεδινῶν, οἱ μὲν Αἰγύπτιοι διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν, ὁ δὲ ᾿Αγησίλαος καταλαβόμενος τόπον, ὃς εἶχεν ἐξ ἑκατέρου μέρους διώρυγα ποταμοῦ χειροποίητον, ὑπέμενε τὴν τῶν πολεμίων ἔφοδον. [5] Ἐκτάξας δὲ τὴν δύναμιν οἰκείως τοῖς τόποις, καὶ τοῖς τοῦ ποταμοῦ ῥείθροις ὀχυρώσας τὴν στρατιάν, συνῆψε μάχην. Τοῦ δὲ πλήθους τοῖς Αἰγυπτίοις ἀχρήστου γενομένου, ταῖς ἀρεταῖς προέχοντες οἱ ῞Ελληνες πολλοὺς μὲν ἀπέκτειναν τῶν Αἰγυπτίων, τοὺς δὲ λοιποὺς φεύγειν ἠνάγκασαν. [6] Μετὰ δὲ ταῦτα ὁ μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατ' Αἴγυπτον βασιλείαν, ὁ δ' ᾿Αγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς. Ἐπανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς. Καὶ τὰ μὲν κατὰ τὴν ᾿Ασίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 94. Κατὰ δὲ τὴν Πελοπόννησον τοῖς ᾿Αρκάσι γενομένης εἰρήνης κοινῆς μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντες τοῖς ὅρκοις πάλιν κατέστησαν τὸν πόλεμον. Ἐν μὲν γὰρ τοῖς ὅρκοις ἦν γεγραμμένον ἑκάστους εἰς τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰς δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεις μετῳκισμέναι καὶ δυσχερῶς φέρουσαι τὴν ἐκ τῆς πατρίδος μετάστασιν. Διόπερ αὐτῶν ἐπανελθόντων εἰς τὰς προγεγενημένας πόλεις, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰς πατρίδας. [2] Διὰ δὲ ταύτην τὴν αἰτίαν γενομένης διαφορᾶς, οἱ μὲν ἐκ τῶν πολισμάτων ἠξίουν αὐτοῖς βοηθεῖν Μαντινεῖς καὶ τῶν ἄλλων ᾿Αρκάδων τινάς, ἔτι δὲ ᾿Ηλείους καὶ τοὺς ἄλλους τοὺς μετεσχηκότας τοῖς Μαντινεῦσι συμμαχίας· οἱ δὲ Μεγαλοπολῖται τοὺς Θηβαίους παρεκάλουν συμμαχεῖν. Οἷς ἀπέστειλαν συντόμως ὁπλίτας μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, ὧν τὴν στρατηγίαν εἶχε Παμμένης. [3] Οὗτος δὲ παρελθὼν εἰς Μεγάλην πόλιν, καὶ τῶν πολισμάτων ἃ μὲν ἐκπορθήσας, ἃ δὲ καταπληξάμενος, συνηνάγκασεν εἰς τὴν Μεγάλην πόλιν μετοικῆσαι. Καὶ τὰ μὲν περὶ τὸν συνοικισμὸν τῶν πόλεων ἐπὶ τοσοῦτο ταραχῆς ἐλθόντα ἔτυχεν ἐνδεχομένης καταστολῆς. [4] Τῶν δὲ συγγραφέων ᾿Αθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγραφον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφαλαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν. 95. Ἐπ' ἄρχοντος δ' ᾿AEHIOVΑθήνησι Νικοφήμου τὴν ὑπατικὴν ἀρχὴν ἐν ῾Ρώμῃ διέλαβε Γάιος Σολπίκιος καὶ Γάιος Λικίνιος. ἐπὶ δὲ τούτων ᾿Αλέξανδρος μὲν ὁ Φερῶν τύραννος λῃστρίδας ναῦς ἐκπέμψας ἐπὶ τὰς Κυκλάδας νήσους, τινὰς μὲν ἐκπολιορκήσας πολλῶν σωμάτων ἐκυρίευσεν, εἰς δὲ τὴν Πεπάρηθον ἀποβιβάσας μισθοφόρους στρατιώτας ἐπολιόρκει τὴν πόλιν. [2] ᾿Αθηναίων δὲ βοηθησάντων τοῖς Πεπαρηθίοις, καὶ στρατηγὸν Λεωσθένην ἀπολιπόντων, ἐπέθετο τοῖς ᾿Αθηναίοις· ἐτύγχανον δ' οὗτοι παραφυλάττοντες τοὺς ἐν τῷ Πανόρμῳ διατρίβοντας τῶν ᾿Αλεξάνδρου στρατιωτῶν. Ἀπροσδοκήτως δὲ ἐπιθεμένων τῶν τοῦ δυνάστου, παράδοξος εὐημερία περὶ τὸν ᾿Αλέξανδρον ἐγένετο. Οὐ μόνον γὰρ τοὺς ἀπεσταλμένους ἐν τῷ Πανόρμῳ διέσωσεν ἐκ τῶν μεγίστων κινδύνων, ἀλλὰ καὶ τριήρεις μὲν ᾿Αττικὰς πέντε, μίαν δὲ Πεπαρηθίαν εἷλε, καὶ σωμάτων ἐκυρίευσεν ἑξακοσίων. [3] Οἱ δ' ᾿Αθηναῖοι παροξυνθέντες τοῦ μὲν Λεωσθένους ὡς προδότου θάνατον κατέγνωσαν καὶ τὴν οὐσίαν ἐδήμευσαν, ἑλόμενοι δὲ στρατηγὸν Χάρητα καὶ ναυτικὴν δύναμιν δόντες ἐξέπεμψαν. Οὗτος δὲ τοὺς μὲν πολεμίους εὐλαβούμενος, τοὺς δὲ συμμάχους ἀδικῶν διετέλει. καταπλεύσας γὰρ εἰς Κόρκυραν συμμαχίδα πόλιν, στάσεις ἐν αὐτῇ μεγάλας ἐκίνησεν, ἐξ ὧν συνέπεσε γενέσθαι σφαγὰς πολλὰς καὶ ἁρπαγάς, δι' ἃς συνέβη τὸν δῆμον τῶν ᾿Αθηναίων διαβληθῆναι παρὰ τοῖς συμμάχοις. Ὁ μὲν οὖν Χάρης καὶ ἕτερα τοιαῦτα παρανομῶν ἀγαθὸν μὲν οὐδὲν διεπράξατο, τῇ δὲ πατρίδι διαβολάς. [4] Τῶν δὲ συγγραφέων Διονυσόδωρος καὶ ῎Αναξις οἱ Βοιωτοὶ [τὴν τῶν ῾Ελληνικῶν ἱστορίαν] εἰς τοῦτον τὸν ἐνιαυτὸν κατεστρόφασι τὰς συντάξεις. Ἡμεῖς δὲ τὰς πρὸ Φιλίππου τοῦ βασιλέως πράξεις διεληλυθότες, ταύτην μὲν τὴν βύβλον κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν, τὴν δ' ἐχομένην ἀπὸ τῆς Φιλίππου παραλήψεως τῆς βασιλείας ἀρξάμενοι πάσας διέξιμεν τὰς τοῦ βασιλέως τούτου πράξεις μέχρι τῆς τελευτῆς, συμπεριλαμβάνοντες καὶ τὰς ἄλλας τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:03 - flow version _RPTC_G1.3