Biblioteca Storica Libro 22

Biblioteca Storica di Diodoro Siculo libro 22

Ὅτι πάτριόν ἐστι τοῖς Ἠπειρώταις μὴ μόνον περὶ τῆς ἰδίας πατρίδος ἀγωνίζεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν φίλων καὶ συμμάχων κινδυνεύειν. [2] Ὅτι Δέκιος ὁ Ῥωμαῖος χιλίαρχος φύλαξ γενόμενος Ῥηγίου διὰ Πύρρον τὸν βασιλέα κατέσφαξεν αὐτοὺς καὶ τὰς κτήσεις καὶ τὰς γυναῖκας ἰδιοποιήσατο. Καμπανοὶ δὲ οὗτοι ἦσαν, καὶ ἐποίησαν κατὰ τὸν ὅμοιον τρόπον Μαμερτίνοις, ὥσπερ ἐκεῖνοι Μεσσηνίους σφάξαντες. εἶτα τὴν διαίρεσιν τῆς κτήσεως τῶν ἠτυχηκότων ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκ τοῦ Ῥηγίου φυγαδευθεὶς ὑπὸ τῶν ἰδίων Καμπανῶν. συνήργησαν δὲ καὶ Μαμερτῖνοι --- μετὰ τῶν ληφθέντων χρημάτων στρατηγὸν ἐποίησαν. καὶ δὴ ὀφθαλμίας νόσου αὐτὸν περιεχούσης, τῶν ἰατρῶν τὸν δόκιμον μεταστειλαμένου αὐτοῦ, οὗτος τὴν ὕβριν τῆς πατρίδος ἐκδικῶν κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν ἀπεστέρησε καὶ φεύγει ἐκ Μεσσήνης. [3] Ὅτι εἰς τὸ Ῥήγιον ἀπεστάλη φρουρὰ ὑπὸ Ῥωμαίων. ὁ δὲ χιλίαρχος Δέκιος, τὸ γένος Καμπανός, πλεονεξίᾳ καὶ τόλμῃ διαφέρων ἐμιμήσατο τὴν τῶν Μαμερτίνων παρανομίαν. ἐκεῖνοί τε γὰρ προσδεχθέντες ὑπὸ Μεσσηνίων ὡς φίλοι τὴν μὲν πόλιν κατελάβοντο, τοὺς δὲ Μεσσηνίους ἐπὶ τῆς ἰδίας ἑστίας ἑκάστους σφάξαντες ἔγημαν τὰς τῶν ἰδιοξένων γυναῖκας καὶ τὰς τῶν σφαγέντων κτήσεις κατέσχον· οἱ δὲ περὶ τὸν Δέκιον Καμπανοὶ δοθέντες ὑπὸ Ῥωμαίων φύλακες τῶν Ῥηγίνων ἐζήλωσαν τὴν τούτων ὠμότητα· τοὺς γὰρ Ῥηγίνους σφάξαντες καὶ τὰς κτήσεις διελόμενοι κατέσχον τὴν πόλιν ὡς δορίκτητον. ὁ δὲ ἐπὶ τῆς φρουρᾶς τεταγμένος Δέκιος ἐξαργυρισάμενος τὰς τῶν ἠτυχηκότων κτήσεις καὶ τὴν διαίρεσιν τῆς ὠφελείας ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκ τοῦ Ῥηγίου, φυγαδευθεὶς ὑπὸ τῶν συνασεβησάντων Καμπανῶν. οὐ μὴν ἐξέφυγον τὴν τιμωρίαν οἱ παρανομήσαντες, ἀλλ´ ὁ μὲν Δέκιος εἰς ὀφθαλμίαν χαλεπὴν ἐμπεσὼν μετεπέμψατο τῶν ἰατρῶν τὸν ἄριστον· οὗτος δὲ τὴν ὑπὲρ τῆς πατρίδος τιμωρίαν λαμβάνων ἱκανῶς κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν στερήσας ἔφυγεν ἐκ τῆς Μεσσήνης. 2 [1] Κατὰ δὲ Σικελίαν ἦσαν τύραννοι Ἱκέτας ἐν Συρακόσῃ, Φιντίας εἰς Ἀκράγαντα, Τυνδαρίων ἐν Ταυρομενίῳ, καὶ ἕτεροι τῶν ἐλαττόνων πόλεων. Φιντίας δὲ καὶ Ἱκέτας πρὸς ἀλλήλους πόλεμον ἐνστησάμενοι παρετάξαντο περὶ τὸν Ὕβλαιον, καὶ τὴν νίκην Ἱκέτας ἀπηνέγκατο. καταδρομὰς δὲ πρὸς ἀλλήλους ποιούμενοι τὰς κτήσεις διήρπασαν, τὴν δὲ χώραν ἀγεώργητον ἐποίησαν. Ἱκέτας δὲ τῇ νίκῃ ἐπαιρόμενος παρετάξατο πρὸς Καρχηδονίους, καὶ λειφθεὶς πολλοὺς στρατιώτας ἀπέβαλε περὶ τὸν Τηρίαν ποταμόν. [2] κτίζει δὲ Φιντίας πόλιν, ὀνομάσας αὐτὴν Φιντιάδα, Γελῴους ἀναστάτους ὄντας οἰκίσας ἐν αὐτῇ· ἐστὶ δὲ αὕτη παραθαλάσσιος. καθαιρῶν τὰ τείχη καὶ τὰς οἰκίας, τοὺς λαοὺς τῆς Γέλας εἰς τὴν Φιντιάδα μετήνεγκε, κτίσας τεῖχος καὶ ἀγορὰν ἀξιόλογον καὶ ναοὺς θεῶν. [3] Ὅθεν μιαιφόνου γεγονότος, ὑπὸ πασῶν τῶν πόλεων ἐμισήθη τῶν οὐσῶν ὑπ´ αὐτῷ, καὶ τοὺς πρὸς φρουρὰν ὄντας ἐδίωξαν, ἐν οἷς πρῶτον ἀπέστησαν Ἀγυριναῖοι. [4] Ὅτι Φιντίας τῶν πόλεων βιαίως ἄρχων καὶ πολλοὺς τῶν εὐπόρων ἀναιρῶν ὑπὸ τῶν ὑποτεταγμένων διὰ τὴν παρανομίαν ἐμισεῖτο. διόπερ ἁπάντων ὄντων πρὸς ἀπόστασιν, ταχὺ ταπεινωθεὶς μετεβάλετο τὸν τρόπον καὶ φιλανθρωπότερον ἄρχων διακατέσχεν αὐτοὺς ὑπὸ χεῖρα. 3 [1] Ὅτι Πτολεμαῖος ὁ Μακεδόνων βασιλεὺς τὴν μὲν ἡλικίαν νέος ὢν παντελῶς, πραγμάτων δὲ πολεμικῶν ἄπειρος, φύσει δὲ θρασὺς καὶ προπετὴς οὐδὲν τῶν χρησίμων προενοεῖτο· τῶν γὰρ φίλων αὐτῷ συμβουλευόντων ἀναδέξασθαι τοὺς ἀφυστεροῦντας, οὐ προσέσχεν. [2] Ὅτι ὑπὸ Γαλατῶν Πτολεμαῖος ὁ βασιλεὺς ἐσφάγη καὶ πᾶσα ἡ Μακεδονικὴ δύναμις κατεκόπη καὶ διεφθάρη. 4 [1] Κατὰ δὲ τοὺς χρόνους τούτους, τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτήν, διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος, ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών· ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαράκοντα πέντε· μεθ´ οὓς Σωσθένης, ἔτι δὲ Πτολεμαῖος, πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης· οἱ πάντες ἔτη τρία κατὰ Διόδωρον. 5 [1] Ὅτι Ἀπολλόδωρος ἐπιθέμενος τυραννίδι καὶ βεβαιῶσαι κρίνας τὴν συνωμοσίαν, μειρακίσκον τινὰ φίλον αὐτοῦ καλέσας ὡς ἐπὶ θυσίαν καὶ σφαγιάσας τοῖς θεοῖς τά τε σπλάγχνα τοῖς συνομόσασιν ἔδωκε φαγεῖν καὶ τὸ αἷμα κεράσας οἴνῳ πιεῖν παρεκελεύσατο. [2] Ὅτι ὁ αὐτὸς Ἀπολλόδωρος Γαλάτας εὑρὼν καὶ τούτοις ὅπλα διδοὺς καὶ δωρεαῖς τιμήσας δορυφόροις ἐχρῆτο πιστοῖς καὶ πρὸς τὰς κολάσεις εὐθέτοις διὰ τὴν ὠμότητα. τὰς δὲ τῶν εὐπόρων οὐσίας δημεύων πλῆθος χρημάτων ἤθροιζεν. ἀναβιβάσας δὲ τοὺς στρατιωτικοὺς μισθοὺς καὶ μεταδιδοὺς τοῖς πένησι τῆς εὐπορίας δύναμιν ἀξιόλογον περιεποιήσατο. ἐκτραπεὶς δὲ εἰς ὠμότητα καὶ πλεονεξίαν εἰσεπράττετο τοὺς πολιτικοὺς χρήματα, καὶ πολλοὺς μὲν ἄνδρας, οὐκ ὀλίγας δὲ γυναῖκας τῇ διὰ τῶν βασάνων τιμωρίᾳ βιαζόμενος ἠνάγκασε πάντας ἄργυρον καὶ χρυσὸν παραδιδόναι. εἶχε δὲ τυραννίδος εἰσηγητὴν καὶ διδάσκαλον Καλλιφῶντα τὸν Σικελόν, συνδιατετριφότα πολλοῖς τοῖς κατὰ τὴν Σικελίαν τυράννοις. 6 [1] Ὅτι ἡ Καδμεία νίκη παροιμία ἐστίν. ἐστὶ δὲ οὕτω· τὸ τοὺς νικήσαντας συμφορὰν ἔχειν, τοὺς δὲ ἡττημένους μηδὲν κινδυνεύειν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας. [2] Ὅτι Πύρρος ὁ βασιλεὺς πολλοὺς τῶν Ἠπειρωτῶν τῶν συνδιαβεβηκότων ἀποβεβληκώς, ἐπεί τις ἠρώτησεν αὐτὸν τῶν ἰδιοξένων πῶς τὰ κατὰ τὴν μάχην ἀπήντησεν αὐτῷ, εἰπεῖν ὅτι ἐὰν ἔτι μιᾷ μάχῃ νικήσῃ τοὺς Ῥωμαίους, οὐδεὶς αὐτῷ τῶν στρατιωτῶν τῶν συνδιαβεβηκότων ἀπολειφθήσεται. ταῖς γὰρ ἀληθείαις ἁπάσας τὰς νίκας ἔσχε Καδμείας κατὰ τὴν παροιμίαν· οἱ γὰρ ἡττηθέντες οὐδὲν ἐταπεινώθησαν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας, ὁ δὲ νικήσας τὴν τῶν ἡττημένων βλάβην καὶ συμφορὰν ἀνεδέδεκτο. [3] Ὅτι Κινέας πρεσβευτὴς ἀποσταλεὶς παρὰ Πύρρου περὶ διαλύσεως πρὸς Ῥωμαίους, οὗτος πειστικὸς ὢν ἐν τῷ πρεσβεύειν καὶ δῶρα πολυτελῆ τοῖς εὐθέτοις ἐδίδου. οἱ δὲ οὐκ ἔλαβον ταῦτα, πάντες δὲ μίαν καὶ τὴν αὐτὴν ἀπόκρισιν ἔδωκαν αὐτῷ, ὅτι νῦν μὲν ὄντος αὐτοῦ πολεμίου μηδαμῶς ἁρμόζειν τὴν δωρεάν, ἐὰν δὲ καταπράξηται τὴν εἰρήνην καὶ γένηται φίλος Ῥωμαίων, ἡδέως προσδέξεσθαι τὴν δόσιν οὖσαν ἀκατηγόρητον. 7 [1] Ὅτι Φιντίας ὁ Φιντιάδος κτίστωρ, Ἀκράγαντος τύραννος, εἶδεν ὄναρ δηλοῦν τὴν τοῦ βίου καταστροφήν, ὗν ἄγριον κυνηγοῦντος, ὁρμῆσαι κατ´ αὐτοῦ τὸν ὗν καὶ τὴν πλευρὰν αὐτοῦ τοῖς ὀδοῦσι πατάξαι καὶ διελάσαντα τὴν πληγὴν κτεῖναι. [2] Ὅτι Ἱκέτας ἐννέα ἔτη δυναστεύσας Συρακόσας ὑπὸ Θοίνωνος τοῦ Μαμέως ἐκβάλλεται τῆς τυραννίδος. [3] Ὅτι Θοίνων καὶ Σώστρατος διαδεξάμενοι Ἱκέταν, οὕτω πάλιν προκαλοῦνται Πύρρον τὸν βασιλέα εἰς Σικελίαν. [4] Ὅτι Μαμερτῖνοι οἱ Μεσσηνίους δολοφονήσαντες συμμαχίαν μετὰ Καρχηδονίων ποιήσαντες, ἔκριναν κοινῇ διακωλύειν Πύρρον τὴν εἰς Σικελίαν διάβασιν· Τυνδαρίων δὲ ὁ Ταυρομενίας τύραννος ἔκλινε πρὸς αὐτόν, καὶ ἕτοιμος ἦν δέξασθαι τῇ πόλει τὰς μετ´ αὐτοῦ δυνάμεις. [5] Ὅτι Καρχηδόνιοι συμμαχίαν ποιήσαντες μετὰ Ῥωμαίων πεντακοσίους ἄνδρας ἔλαβον εἰς τὰς ἰδίας ναῦς, καὶ εἰς τὸ Ῥήγιον διαβάντες προσβολὰς ποιούμενοι τῆς μὲν πολιορκίας ἀπέστησαν, τὴν δὲ παρεσκευασμένην ὕλην εἰς ναυπηγίαν ἐνέπρησαν, καὶ διέμειναν φυλάττοντες τὸν πορθμόν, παρατηροῦντες τὴν διάβασιν Πύρρου. [6] Ὅτι Θοίνωνος τῆς Νήσου κυριεύοντος, καὶ Σωστράτου τῆς Συρακόσης τυραννοῦντος, ἔχοντες στρατιώτας μυρίους διεπολέμουν ἀλλήλοις· ἀμφότεροι δὲ κάμνοντες ἐν τῷ πολέμῳ διεπρεσβεύοντο πρὸς Πύρρον. 8 [1] Ὅτι Πύρρος ἐν Ἰταλίᾳ ἐπολέμησεν ἔτη δύο καὶ μῆνας τέσσαρας. ὅτι τούτου παρασκευαζομένου πρὸς τὸν ἔκπλουν, τὰς Συρακόσας Καρχηδόνιοι µ ἐπολιόρκουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἑκατὸν ναυσὶν ἐφορμοῦντες τῷ μεγάλῳ λιμένι· πεζῇ δὲ πέντε μυριάσι πλησίον τῶν τειχῶν στρατεύοντες, τειχήρεις συνεῖχον τοὺς Συρακοσίους, καὶ τὴν χώραν αὐτῶν κατατρέχοντες ἔρημον κατεσκεύασαν. [2] διὸ τῷ πολέμῳ κάμνοντες οἱ Συρακόσιοι τὰς ἐλπίδας εἶχον ἐν τῷ Πύρρῳ διὰ Λάνασσαν τὴν γυναῖκα, τὴν θυγατέρα Ἀγαθοκλέους, ἐξ ἧς ἐγέννησεν Ἀλέξανδρον υἱόν, καὶ διὰ τοῦτο καθ´ ἡμέραν ἄλλους ἐπ´ ἄλλοις πρέσβεις ἔστελλον πρὸς αὐτόν. ἐμβιβάσας δὲ τὸν λαὸν εἰς τὰς ναῦς καὶ τοὺς ἐλέφαντας καὶ τὴν ἄλλην παρασκευήν, ἐξέπλευσεν ἐκ τῆς Τάραντος, καὶ δεκαταῖος εἰς Λοκροὺς κατῆρεν. ἐντεῦθεν καταπλεύσας τὸν πορθμὸν καὶ διάρας Σικελίαν, κατῆρεν εἰς τὴν Ταυρομένιον. [3] ἐκεῖθεν προσλαβόμενος εἰς συμμαχίαν Τυνδαρίωνα τὸν δυνάστην Ταυρομενίας, καὶ λαβὼν παρ´ αὐτοῦ στρατιώτας, κατέπλευσεν εἰς τὴν Κατάνην. καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγάλως καὶ χρυσοῖς στεφάνοις στεφθείς, ἀπεβίβασε τὴν πεζὴν δύναμιν. ταύτης δὲ πορευομένης εἰς Συρακόσας. καὶ ὁ στόλος συμπαρέπλει κεκοσμημένος πρὸς ναυμαχίαν. ὡς δὲ πλησίον ἐγένοντο Συρακόσης, οἱ μὲν Καρχηδόνιοι προαπεσταλκότες τριάκοντα ναῦς διά τινας χρείας ἀναγκαίας, ταῖς καταλελειμμέναις οὐκ ἐτόλμησαν πολεμῆσαι. [4] διόπερ Πύρρος ἀκινδύνως διέπλευσεν εἰς Συρακόσας, καὶ παρέλαβε τὴν Νῆσον παρὰ Θοίνωνος, τὴν δὲ ἄλλην πόλιν παρὰ Συρακοσίων καὶ Σωσιστράτου. οὗτος δὲ ἐκυρίευσεν Ἀκράγαντος καὶ πολλῶν ἄλλων πόλεων, ἔχων στρατιώτας ὑπὲρ τοὺς μυρίους. καὶ τὸν μὲν Θοίνωνα καὶ Σωσίστρατον καὶ τοὺς Συρακοσίους κατήλλαξε καὶ εἰς ὁμόνοιαν ἤγαγεν, ὡς μεγάλης τευξόμενος ἀποδοχῆς διὰ τὴν εἰρήνην. [5] ὁ δὲ βασιλεὺς παραλαβὼν τά τε βέλη καὶ τὰς μηχανὰς καὶ τὰς ἐν τῇ πόλει παρασκευάς· αἱ δὲ ναῦς ἃς παρέλαβεν ἐν ταῖς Συρακόσαις κατάφρακτοι ἑκατὸν εἴκοσι καὶ ἄφρακτοι εἴκοσι· ἡ μὲν βασιλικὴ ἐννήρης· ὁ δὲ σύμπας στόλος σὺν ταῖς μετ´ αὐτοῦ κομισθείσαις πλείους διακοσίων. ἐν τούτῳ δὲ ὄντος αὐτοῦ, ἧκον πρέσβεις ἐκ Λεοντίνων ἀπὸ Ἡρακλείδου τοῦ δυνάστου λέγοντος παραδώσειν τῷ βασιλεῖ τὴν πόλιν καὶ τὰ φρούρια καὶ στρατιώτας πεζοὺς τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους. ἧκον δὲ καὶ ἕτεροι πλεῖστοι εἰς Συράκοσαν, λέγοντες τὰς πόλεις παραδώσειν καὶ συνεργήσειν τῷ Πύρρῳ. ὁ δὲ πάντας φιλανθρώπως ἀποδεξάμενος ἀπέλυσεν εἰς τὰς ἰδίας πατρίδας, ἐλπίζων καὶ Λιβύης τυχεῖν. [6] Ὅτι ὁ λιμὴν ὁ Κορινθιακὸς Λέχαιον καλεῖται. 9 [1] Ὅτι Βρέννος ὁ βασιλεὺς Γαλατῶν μετὰ πεντεκαίδεκα μυριάδων θυρεοφόρων καὶ ἱππέων μυρίων καὶ ἑτέρου ἀγοραίου ὄχλου καὶ ἐμπόρων πλείστων καὶ ἁμαξῶν δισχιλίων εἰς Μακεδονίαν ἐλθὼν πόλεμον ἐποίησεν, ἐν ᾧ πολλοὺς στρατιώτας ἀποβαλών, ὡς μὴ ἰσχύσας --- ὕστερον εἰς τὴν Ἑλλάδα ἐλθὼν καὶ εἰς τὸ ἐν Δελφοῖς μαντεῖον, θέλων ἀποσυλῆσαι αὐτό. καὶ πολλοῦ πολέμου γεγονότος, μυριάδας ἐκεῖσε στρατιωτῶν ἀποβαλὼν ἐπλήγη καὶ αὐτὸς Βρέννος τρισὶ πληγαῖς. [2] βαρυνόμενος δὲ καὶ πρὸς θάνατον, συναγαγὼν τὸν λαὸν αὐτοῦ, διελάλησε τοῖς Γαλάταις, συμβουλεύσας αὐτοῖς ἑαυτὸν καὶ τοὺς τραυματίας ἅπαντας ἀποκτεῖναι καὶ τὰς ἁμάξας καύσαντας εὐζώνους εἰς τὰ οἰκεῖα ἐπανελθεῖν· βασιλέα δὲ καταστῆσαι Κιχώριον. Βρέννος δὲ ἄκρατον πολὺν ἐμφορησάμενος ἑαυτὸν ἀπέσφαξε. [3] Κιχώριος δὲ τοῦτον θάψας, τοὺς τραυματίας καὶ τοὺς ἀπὸ χειμῶνος καὶ πείνης ταλαιπωρήσαντας ἀνεῖλεν, ὄντας περὶ δισμυρίους· καὶ οὕτως τοῖς λοιποῖς διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς οἶκον τὴν πορείαν ἐποιεῖτο. κατὰ δὲ τὰς δυσχωρίας οἱ Ἕλληνες ἐπιτιθέμενοι τὰς οὐραγίας ἀπέκοπτον καὶ τὴν ἀποσκευὴν ἦραν ἅπασαν· πορευόμενοι δὲ πρὸς Θερμοπύλας, καὶ σπανιζούσης αὐτοῦ τροφῆς, ἀπέλιπον ἄλλους δισμυρίους. διὰ δὲ τῶν Δαρδάνων διερχόμενοι ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὑπελείφθη ἀπελθεῖν οἶκον. [4] Ὅτι Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς εἰς ναὸν ἐλθὼν ἀργυροῦν μὲν ἢ χρυσοῦν οὐδὲν εὗρεν ἀνάθημα, ἀγάλματα δὲ μόνον λίθινα καὶ ξύλινα καταλαβὼν κατεγέλασεν ὅτι θεοὺς ἀνθρωπομόρφους εἶναι δοκοῦντες ἵστασαν αὐτοὺς ξυλίνους τε καὶ λιθίνους. [5] Ὅτι οἱ ἐν Δελφοῖς ὄντες κατὰ τὴν τῶν Γαλατῶν ἔφοδον θεωροῦντες πλησίον ὄντα τὸν κίνδυνον ἐπηρώτησαν τὸν θεὸν εἰ τὰ χρήματα καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποκομίσωσιν ἐκ τοῦ μαντείου πρὸς τὰς ὀχυρωτάτας τῶν πλησίον πόλεων. ἡ δὲ Πυθία τοῖς Δελφοῖς ἀπόκρισιν ἔδωκεν προστάττειν τὸν θεὸν ἐᾶν τὰ ἀναθήματα καὶ τἄλλα τὰ πρὸς τὸν κόσμον τῶν θεῶν ἀνήκοντα κατὰ χώραν ἐν τῷ μαντείῳ· φυλάξειν γὰρ ἅπαντα τὸν θεὸν καὶ μετ´ αὐτοῦ τὰς λευκὰς κόρας. ὄντων δὲ ἐν τῷ τεμένει δυεῖν νεῶν παντελῶς ἀρχαίων Ἀθηνᾶς Προναίας καὶ Ἀρτέμιδος, ταύτας τὰς θεοὺς ὑπέλαβον εἶναι τὰς διὰ τοῦ χρησμοῦ προσαγορευομένας λευκὰς κόρας. 10 [1] Ὁ Πύρρος τὰ κατὰ Συρακόσας καὶ Λεοντίνους καταστησάμενος μετὰ δυνάμεως ἐπὶ τὴν Ἀκράγαντα προῆλθεν. ὄντος δὲ αὐτοῦ περὶ τὴν ὁδοιπορίαν, ἧκον Ἐνναῖοι λέγοντες τὴν φρουρὰν τὴν Καρχηδονίων ἐκβεβληκέναι, ἣν εἶχον ὅπως μὴ Φιντίας δυναστεύσῃ αὐτῶν, λέγοντες τὴν πόλιν παραδώσειν καὶ συμμάχους γενέσθαι. αὐτοῦ δὲ ἀναλαβόντος τὴν στρατιάν --- εἰς Ἀκράγαντα παραγενόμενος τὴν μὲν πόλιν ἔλαβε παρὰ Σωσιστράτου καὶ τοὺς στρατιώτας, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, πάντας δὲ ἐπιλέκτους, οὐδὲν ἀπολειπομένους τῶν Ἠπειρωτῶν· παρέλαβε δὲ καὶ τριάκοντα πόλεις ὧν ἦρχε Σωσίστρατος. [2] μετὰ δὲ ταῦτα ἀποστείλας ἐς Συρακόσας ἤγαγεν ὄργανα πολιορκητικὰ καὶ βελῶν πλῆθος. ἐστράτευσεν ἐπὶ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ἔχων πεζοὺς τρισμυρίους, ἱππεῖς δὲ χιλίους πεντακοσίους καὶ ἐλέφαντας. καὶ πρώτην πόλιν Ἡράκλειαν ὑπηγάγετο φρουρουμένην ὑπὸ Καρχηδονίων· μετὰ δὲ ταῦτα Ἀζῶνας παρέλαβεν. εἶτα Σελινούντιοι τῷ βασιλεῖ προσεχώρησαν, εἶτα Ἁλικυαῖοι καὶ Αἰγεσταῖοι καὶ ἄλλαι πλεῖσται πόλεις. [3] Ἐρυκίνης δὲ ἐχούσης φρουρὰν ἀξιόλογον Καρχηδονίων καὶ φύσιν ἐχούσης ὀχυρὰν καὶ δυσπολιόρκητον, ἔκρινεν ὁ Πύρρος βίᾳ ταύτην ἐξελεῖν διὰ πολιορκίας. διὸ καὶ τοῖς τείχεσι προσαγαγὼν μηχανάς, καὶ πολιορκίας μεγάλης γενομένης καὶ ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον, βουλόμενος φιλοδοξῆσαι ὁ βασιλεὺς καὶ πρὸς τὴν Ἡρακλέους τάξιν ἁμιλλώμενος, πρῶτος τοῖς τείχεσιν ἐπέβαλε καὶ μάχην ἡρωικὴν συστησάμενος τοὺς ἐπιρράξαντας Καρχηδονίους ἀπέκτεινε· συνεπιλαβομένων δὲ καὶ τῶν ἄλλων φίλων, κατὰ κράτος εἷλε τὴν πόλιν. [4] φρουρὰν δὲ καταστήσας ἐν αὐτῇ, ἀπῆρε πρὸς τὴν Ἰαιτίνων πόλιν, ὀχυρότητι διαφέρουσαν καὶ κατὰ τοῦ Πανόρμου καλῶς κειμένην. τῶν δὲ Ἰαιτίνων ἑκουσίως προσχωρησάντων, εὐθὺς ἧκεν ἐπὶ τῶν Πανορμιτῶν πόλιν, ἔχουσαν λιμένα κάλλιστον τῶν κατὰ Σικελίαν, ἀφ´ οὗ καὶ τὴν πόλιν συμβέβηκε τετευχέναι ταύτης τῆς προσηγορίας. εἷλε δὲ καὶ ταύτην κατὰ κράτος· καὶ τῶν Ἑρκτῶν κατασχὼν τὸ ὀχύρωμα, πάσης τῆς Καρχηδόνος ἐπεκράτησε δυνάμεως καὶ κύριος ἐγένετο πλὴν τοῦ Λιλυβαίου· αὕτη γὰρ ἡ πόλις ὑπὸ Καρχηδονίων ἐκτίσθη μετὰ τὴν ἅλωσιν τῆς Καρχηδονίων Μοτύης ὑπὸ Διονυσίου τοῦ τυράννου. τοὺς γὰρ ἐκ ταύτης ὑπολειφθέντας ἀθροίσαντες κατῴκισαν εἰς τὸ Λιλύβαιον. [5] τοῦ δὲ Πύρρου περὶ τὴν πολιορκίαν ταύτης παρασκευαζομένου, διεβίβασαν ἐκ τῆς Λιβύης οἱ Καρχηδόνιοι δύναμιν ἀξιόλογον εἰς τὸ Λιλύβαιον· πολὺν δὲ σῖτον ἐκόμισαν θαλασσοκρατοῦντες, μηχανὰς δὲ καὶ βέλη πλῆθος ἄπιστον. οὔσης δὲ τῆς πόλεως τὸ πλεῖστον μέρος ἐν θαλάσσῃ, τὰς ἀπὸ τῆς γῆς προσόδους ἐτείχισαν καὶ πύργους πυκνοὺς ἐποίησαν, καὶ τάφρον ὀρύξαντες μέγαν, διεπρεσβεύσαντο πρὸς τὸν βασιλέα ὑπὲρ διαλύσεως καὶ εἰρήνης ... συνθέσθαι καὶ χρημάτων πλῆθος δοῦναι. [6] τοῦ βασιλέως χρήματα λαβεῖν μὴ προσδεχομένου, πεισθέντος δὲ τὸ Λιλύβαιον συγχωρῆσαι τοῖς Καρχηδονίοις, οἱ μετέχοντες τοῦ συνεδρίου φίλοι καὶ οἱ ἀπὸ τῶν πόλεων ἀποκαλοῦντες ἐκέλευον μηδενὶ τρόπῳ συγχωρεῖν τοῖς βαρβάροις ἐπιβάθραν ἔχειν κατὰ τῆς Σικελίας, ἀλλ´ ἐξ ἁπάσης αὐτῆς ἐξελάσαι τοὺς Φοίνικας καὶ διορίσαι τῷ πελάγει τὴν ἐπαρχίαν. εὐθὺς ὁ βασιλεὺς πλησίον τῶν τειχῶν καταστρατοπεδεύσας, τὸ μὲν πρῶτον συνεχεῖς τοῖς τείχεσιν ἐποιεῖτο προσβολὰς ἐκ διαδοχῆς· ἠμύναντο δὲ οἱ Καρχηδόνιοι διὰ τὸ πλῆθος τῶν ἀγωνιζομένων καὶ τὸ μέγεθος τῆς παρασκευῆς. [7] τοσοῦτον γὰρ πλῆθος καταπελτῶν ὀξυβελῶν τε καὶ πετροβόλων ἤθροιστο παρὰ Καρχηδονίων ὥστε τὸ τεῖχος μὴ χωρεῖν τὸ πλῆθος τῆς παρασκευῆς. διὸ καὶ βελῶν παντοδαπῶν ἀφιεμένων ἐπὶ τοὺς πολιορκοῦντας, πολλῶν πιπτόντων, πολλῶν δὲ τραυματιζομένων, ἠλαττοῦτο Πύρρος. ἐπεβάλετο κρείττονας μηχανὰς ὁ βασιλεὺς κατασκευάζειν τῶν ἐκ Συρακούσης ἐνεχθεισῶν αὐτῷ, καὶ διὰ τῆς μεταλλείας ἐπεβάλετο τὰ τείχη σαλεῦσαι. τῶν δὲ Καρχηδονίων ἀντιμαχομένων διὰ τὸ πετρώδη εἶναι τὸν τόπον, δύο μῆνας πολιορκήσας καὶ ἀπογνοὺς τὴν ἐκ τῆς βίας ἅλωσιν, ἔλυσε τὴν πολιορκίαν. κρίνας οὖν στόλον μέγαν κατασκευάζειν, καὶ διὰ τούτου θαλασσοκρατήσας δυνάμεις πρὸς Λιβύην διαβιβάζειν, ἔτρεπε τὴν ὁρμήν. 11 [1] Ὅτι Πύρρος προτερήσας περιβοήτῳ νίκῃ τοὺς τῶν Γαλατῶν θυρεοὺς ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς καὶ τῶν ἄλλων λαφύρων τὰ πολυτελέστατα, τὴν ἐπιγραφὴν τήνδε ποιησάμενος, Τοὺς θυρεοὺς ὁ Μολοττὸς Ἰτωνίδι δῶρον Ἀθηνᾷ Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατῶν πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν. οὐ μέγα θαῦμα· αἰχματαὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι. [2] Συνειδότες οὖν ἑαυτοῖς ἠσεβηκόσι τηλικαῦτα προσεδόκων εἰκότως τεύξεσθαι τῆς ἁρμοζούσης τοῖς ἀνομήμασι τιμωρίας. 12 [1] Ὅτι τὰς Αἰγέας διαρπάσας ὁ Πύρρος, ἥτις ἦν ἑστία τῆς Μακεδονικῆς βασιλείας, τοὺς Γαλάτας ἐκεῖσε κατέλιπεν. οἱ δὲ πυθόμενοί τινων ὅτι κατὰ τοὺς βασιλικοὺς τάφους τοῖς τετελευτηκόσι συγκατωρύχθη χρήματα πολλὰ κατά τινα παλαιὰν συνήθειαν, ἅπαντας ἀνέσκαψαν καὶ τυμβωρυχήσαντες τὰ μὲν χρήματα διείλαντο, τὰ δὲ ὀστᾶ τῶν τετελευτηκότων διέρριψαν. 13 [1] Τῶν δὲ τὴν Μεσσήνην οἰκούντων Μαμερτίνων ηὐξημένων --- πολλὰ μὲν φρούρια --- αὐτοὶ δὲ εὔζωνον ποιήσαντες τὴν δύναμιν ἧκον ἐν τάχει βοηθήσοντες τῇ Μεσσηνίᾳ πολεμουμένῃ. ὁ δὲ Ἱέρων ἀπαλλαγεὶς ἐκ τῆς πολεμίας, Μύλας κατὰ κράτος ἑλὼν ἐκυρίευσε στρατιωτῶν χιλίων πεντακοσίων. εὐθὺς δὲ καὶ τἄλλα χωρία χειρούμενος, κατήντησεν ἐπὶ τὸ Ἀμήσελον, κείμενον μεταξὺ Κεντοριπίνων καὶ Ἀγυρίου. ἐχυροῦ δὲ ὄντος καὶ πολλοὺς στρατιώτας ἔχοντος, ἐκπολιορκήσας τὸ χωρίον τοῦτο μὲν κατέσκαψε, τοὺς δὲ φρουροῦντας ἀπολύσας τῶν ἐγκλημάτων ἔταξεν εἰς τὰς ἰδίας τάξεις. τῆς δὲ χώρας τὴν μὲν τοῖς Κεντοριπίνοις, τὴν δὲ τοῖς Ἀγυριναίοις ἐδωρήσατο. [2] μετὰ δὲ ταῦτα Ἱέρων ἔχων δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ Μαμερτίνους, καὶ τὴν μὲν Ἅλαισαν παραδόσει προσηγάγετο, ὑπὸ δὲ τῶν Ἀβακαινίνων καὶ Τυνδαριτῶν προθύμως προσδεχθεὶς ἐκυρίευσε τῶν πόλεων τούτων, καὶ εἰς στενὴν χώραν συνήλασε τοὺς Μαμερτίνους. ἀπὸ μὲν γὰρ τοῦ Σικελικοῦ πελάγους τὴν ἐγγὺς Μεσσήνης εἶχε πόλιν τὴν τῶν Ταυρομενιτῶν, ἀπὸ δὲ τοῦ Τυρρηνικοῦ τὴν Τυνδαριτῶν. ἐμβαλὼν δὲ εἰς Μεσσήνην κατεστρατοπέδευσε παρὰ τὸν Λοίτανον ποταμόν, πεζοὺς ἔχων μυρίους, ἱππεῖς δὲ χιλίους πεντακοσίους· ἀντεστράτευσαν δὲ καὶ Μαμερτῖνοι ἔχοντες πεζοὺς ὀκτακισχιλίους, ἱππεῖς δὲ μʹ· στρατηγὸν δὲ εἶχον Κίων. [3] οὗτος δὲ μάντεις ἀθροίσας ἱεροσκόπους, θύσας ἐπηρώτησε περὶ τῆς μάχης· τῶν δὲ ἀποφηναμένων ὅτι διὰ τῶν ἱερῶν οἱ θεοὶ σημαίνουσι νυκτερεύσειν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων, περιχαρὴς ἦν, ὡς κυριεύσων τῆς τοῦ βασιλέως στρατοπεδείας. εὐθὺς ἐκτάξας τὴν δύναμιν ἐπειρᾶτο διαβαίνειν τὸν ποταμόν. [4] Ἱέρων δ´ ἔχων τοὺς φυγάδας Μεσσήνης διακοσίους συστρατεύοντας, διαφόρους ταῖς ἀνδρείαις καὶ ἀρεταῖς, προσθεὶς αὐτοῖς ἄλλους τετρακοσίους ἐπιλέκτους προσέταξε τὸν πλησίον λόφον τὸν ὀνομαζόμενον Θώρακα περιελθεῖν καὶ τοῖς πολεμίοις κατὰ νώτου προσπεσεῖν· αὐτὸς δὲ τὴν δύναμιν ἐκτάξας, κατὰ στόμα ἀπήντα. γενομένης δὲ περὶ τὸ ῥεῖθρον ἱππομαχίας, ἅμα καὶ τῶν πεζῶν ἐκ προστάξεως τοῦ βασιλέως προκατειληφότων ὀφρῦν τινα περὶ τὸν ποταμὸν καὶ τὴν εὐκαιρίαν τοῦ τόπου πλεονεκτούντων, μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· ἐπεὶ δὲ καὶ οἱ τὸν λόφον περιελθόντες ἐπέρραξαν παραδόξως τοῖς Μαμερτίνοις καὶ νεαλεῖς ὄντες τοὺς κάμνοντας τῇ μάχῃ ῥᾳδίως ἀνῄρουν, τότε δὴ πανταχόθεν κυκλωθέντες πρὸς φυγὴν ὥρμησαν. ἐπικειμένων τῶν Συρακοσίων δυνάμει, πάντας κατέκοψαν. [5] ὁ δὲ στρατηγὸς τῶν Μαμερτίνων ἀγωνιζόμενος ἐκθύμως καὶ περιπεσὼν πολλοῖς τραύμασι καὶ λιποψυχήσας ἐζωγρήθη. οὗτος ἀνεκομίσθη ἔμπνους εἰς τὴν τοῦ βασιλέως παρεμβολὴν καὶ παρεδόθη ἰατροῖς εἰς θεραπείαν. καὶ κατὰ τὴν μαντείαν καὶ τὴν τῶν ἱεροσκόπων πρόρρησιν νυκτερεύσαντος αὐτοῦ εἰς τὴν τῶν ἐναντίων παρεμβολήν, τοῦ βασιλέως δὲ θέλοντος περὶ πολλοῦ θεραπεῦσαι τὸν Κίων, ἧκόν τινες ἵππους φέροντες ἐκ τοῦ πολέμου εἰς τὸν βασιλέα. [6] ὁ Κίως δὲ ἐπιγνοὺς τὸν τοῦ ἰδίου υἱοῦ ἵππον ὑπέλαβεν ἀνῃρῆσθαι τὸν νεανίσκον. περιαλγὴς δὲ γενόμενος τὰς ῥαφὰς τῶν τραυμάτων διέρρηξε, τὴν ἀπώλειαν τοῦ τέκνου θανάτου τιμησάμενος. Οἱ δὲ Μαμερτῖνοι, ἀπαγγελίας γενομένης ὅτι σὺν τῷ στρατηγῷ Κίῳ καὶ οἱ λοιποὶ στρατιῶται πάντες ἀπολώλασιν, ἔκριναν μεθ´ ἱκετηρίας ἀπαντᾶν τῷ βασιλεῖ. Οὐ μὴν ἡ τύχη εἴασε παντελῶς πεσεῖν τὰ κατὰ Μαμερτίνους πράγματα. [7] Ἀννίβας γὰρ ὁ τῶν Καρχηδονίων στρατηγὸς ἔτυχεν ὁρμῶν ἐν τῇ Λιπάρας νήσῳ. Ἀκούσας δὲ τὸ παράδοξον ἧκε κατὰ τάχος εἰς τὸν βασιλέα, τῷ μὲν λόγῳ συγχαίρων, τῷ δὲ ἔργῳ σπεύδων τὸν Ἱέρωνα καταστρατηγῆσαι δι´ ἀπάτης. Ὁ μὲν βασιλεὺς πεισθεὶς τῷ Φοίνικι τὰς ἡσυχίας ἔσχεν. Ὁ δὲ Ἀννίβας παρελθὼν εἰς Μεσσήνην καὶ καταλαβὼν Μαμερτίνους μέλλοντας παραδιδόναι τὴν πόλιν ἀνέπεισε, καὶ προσποιησάμενος βοήθειαν εἰσήγαγεν εἰς τὴν πόλιν στρατιώτας μʹ. Οἱ μὲν οὖν Μαμερτῖνοι ἀπογνόντες ἑαυτῶν διὰ τὴν ἧτταν, πάλιν ἀπεκατεστάθησαν εἰς ἀσφάλειαν τὸν εἰρημένον τρόπον. [8] Ὁ δὲ Ἱέρων καταστρατηγηθεὶς ὑπὸ τοῦ Φοίνικος, τὴν πολιορκίαν ἀπογνοὺς ἐπανῆλθε εἰς Συρακόσας, περιβόητον εὐημερίαν περιπεποιημένος. [9] Οἱ δὲ Καρχηδόνιοι καὶ Ἱέρων, ἀποπεπτωκότες τῆς Μεσσήνης, συνῆλθον εἰς σύλλογον καὶ συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι συνέθεντο κοινῇ πολεμῆσαι Μεσσήνην.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:10 - flow version _RPTC_G1.3