Biblioteca Storica Libro 25

Biblioteca Storica di Diodoro Siculo libro 25

Ὅτι Ἐπίκουρος ὁ φιλόσοφος ἐν ταῖς ἐπιγεγραμμέναις ὑπ' αὐτοῦ Κυρίαις Δόξαις ἀπεφήνατο τὸν μὲν δίκαιον βίον ἀτάραχον ὑπάρχειν, τὸν δὲ ἄδικον πλείστης ταραχῆς γέμειν, βραχεῖ παντελῶς λόγῳ πολὺν καὶ ἀληθῆ νοῦν περιλαβὼν καὶ τὸ σύνολον δυνάμενον τὴν κακίαν τῶν ἀνθρώπων διορθοῦσθαι. Ἡ γὰρ ἀδικία μητρόπολις οὖσα τῶν κακῶν οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ αὐτοῖς συλλήβδην ἔθνεσι καὶ δήμοις καὶ βασιλεῦσι τὰς μεγίστας ἀπεργάζεται συμφοράς. 2 [1] Ὅτι οἱ Καρχηδόνιοι περὶ τῆς Σικελίας μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντες καὶ πρὸς Ῥωμαίους εἴκοσι τέτταρα ἔτη συνεχῶς διαπολεμήσαντες οὐ τηλικούτων ἐπειράθησαν ἀτυχημάτων ὅσων ὁ πόλεμος αὐτοῖς αἴτιος ὑπῆρξεν ὁ πρὸς τοὺς ἀδικηθέντας ὑπ' αὐτῶν μισθοφόρους. ἀποστερήσαντες γὰρ τοὺς ὀφειλομένους μισθοὺς τοῖς ἀλλοεθνέσιν παρ' ὀλίγον αὐτῆς τῆς ἡγεμονίας ἅμα καὶ τῆς πατρίδος ἐστερήθησαν. οἱ γὰρ ἀδικηθέντες μισθοφόροι παραχρῆμα ἀποστάντες ταῖς ἐσχάταις συμφοραῖς περιέβαλον τὴν Καρχηδόνα. [2] Ὑπῆρχον γὰρ οἱ μετὰ Καρχηδονίων στρατευσάμενοι Ἴβηρες, Κελτοί, Βαλεαρεῖς, Λίβυες, Φοίνικες, Λιγυστῖνοι, καὶ μιξέλληνες δοῦλοι· οἳ καὶ ἐστασίασαν. 3 [1] Ὅτι οἱ Καρχηδόνιοι ἐξαπέστειλαν πρὸς τοὺς ἀποστάντας κήρυκα, τὴν τῶν νεκρῶν ἀναίρεσιν αἰτούμενοι. οἱ δὲ περὶ τὸν Σπόνδιον ἡγεμόνες ἐπιτείνοντες τὴν ἀποθηρίωσιν οὐ μόνον ἀντεῖπον περὶ τῆς ταφῆς, ἀλλὰ καὶ διηπειλήσαντο μηκέτι πέμπειν μηδένα κήρυκα περὶ μηδενὸς πρὸς αὐτούς, ὡς τῆς αὐτῆς κολάσεως γενησομένης τῷ παραγενομένῳ. εἰς δὲ τὸ λοιπὸν ἐνομοθέτησαν τῶν αἰχμαλώτων τοὺς μὲν Καρχηδονίους τῆς αὐτῆς τούτοις ἀξιοῦν τιμωρίας, τοὺς δὲ συμμαχοῦντας τοῖς Φοίνιξι χειροκοπεῖν καὶ πέμπειν ἠκρωτηριασμένους εἰς τὴν Καρχηδόνα. οἱ μὲν οὖν περὶ τὸν Σπόνδιον ἡγεμόνες διὰ τῆς εἰρημένης ἀσεβείας καὶ ὠμότητος ὑπετέμοντο τὴν διὰ τῆς φιλανθρωπίας στρατηγίαν τοῦ Βάρκα. τοῦτον τὸν τρόπον Ἀμίλκας δυσχρηστούμενος τῇ ὠμότητι καὶ αὐτὸς ἠναγκάζετο τῆς φιλανθρωπίας τῆς εἰς τοὺς αἰχμαλώτους ἀποστῆναι, τὴν δὲ τιμωρίαν παραπλησίαν ἐπιτιθέναι τοῖς ὑποπεσοῦσι. διόπερ τοὺς ἁλισκομένους αἰκιζόμενος παρερρίπτει τοῖς θηρίοις, ὑφ' ὧν καταπατούμενοι πικραῖς τιμωρίαις περιέπιπτον. [2] Ὅτι οἱ Ἱππακρῖνοι καὶ οἱ Ἰτυκαῖοι ἀπέστησαν καὶ τοὺς φυλάσσοντας τὰς πόλεις ἔρριψαν ἀτάφους κατὰ τῶν τειχῶν, καὶ τοῖς παρὰ Καρχηδονίων πρεσβεύσασι περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀντέπιπτον περὶ τῆς ταφῆς. 4 [1] Διὸ καὶ τοῖς ἀποστάταις οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν διὰ τὸ σπανίζειν τροφῆς. [2] Συνέβαινε δὲ ταῖς μὲν τόλμαις αὐτοὺς μὴ λείπεσθαι τῶν πολεμίων, διὰ δὲ τὰς ἀπειρίας τῶν ἡγεμόνων μεγάλα βλάπτεσθαι. Διὸ καὶ τότε συνιδεῖν ἦν ἐπ' αὐτῆς τῆς πείρας ἡλίκην ὑπερβολὴν ἔχοι στρατηγικὴ σύνεσις ἰδιωτικῆς ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς. 5 [1] Τὸ γὰρ δαιμόνιον, ὡς ἔοικε, ταύτην ἀμοιβὴν τῶν ἀσεβημάτων αὐτοῖς ἐδικαίωσεν. [2] Ὅτι τὸν Σπόνδιον ἀνεσταύρωσεν Ἀμίλκας. Ὁ δὲ Μάθως Ἀννίβαν εἰς τὸν αὐτὸν σταυρὸν αἰχμάλωτον λαβὼν προσήλωσεν, ὥστε δοκεῖν τὴν τύχην ὥσπερ ἐπίτηδες ἐναλλὰξ τὰς εὐημερίας καὶ τὰς ἥττας ἀπονέμειν τοῖς περὶ τὴν ἀνθρωπίνην φύσιν ἠσεβηκόσιν. [3] Ὅτι αἱ δύω πόλεις οὐδεμίαν ἀφορμὴν εἶχον πρὸς διάλυσιν διὰ τὸ μὴ καταλελοιπέναι σφίσιν ἐλέῳ μηδὲ συγγνώμῃ τόπον τινὰ κατὰ τὰς πρώτας ἐπιβολάς. οὕτω κατὰ τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ὑπὲρ ἄνθρωπον ἐπιτηδεύειν. 6 [1] Μετὰ δὲ τὴν ἐκ Σικελίας ἐπαναχώρησιν οἱ μισθοφόροι Καρχηδονίων ἐπανέστησαν αὐτοῖς διὰ τοιαύτας αἰτίας. ὑπὲρ τῶν ἵππων τῶν θανόντων ἐν Σικελίᾳ καὶ τῶν σφαγέντων ἀνδρῶν τιμὰς ὑπερβαλλούσας ... καὶ ἐπολέμησαν ἔτη τέσσαρα καὶ μῆνας τέσσαρας. σφάζονται δὲ ὑπὸ Ἀμίλκα τοῦ Βάρκα στρατηγοῦ, ὃς καὶ ἐν Σικελίᾳ εἰς τοὺς Ῥωμαίους ἀνδρικῶς ἐκρατύνατο. 7 [1] [Ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος διωνομάσθη τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.] 8 [1] Ὅτι Ἀμίλκας ὁ καὶ Βάρκας πολλὰς καὶ μεγάλας χρείας παρασχόμενος τῇ πατρίδι κατὰ μὲν τὴν Σικελίαν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, κατὰ δὲ τὴν Λιβύην, ὅτε τὴν ἀπόστασιν οἱ μισθοφόροι καὶ Λίβυες ποιησάμενοι συνεῖχον ἐν πολιορκίᾳ τὴν Καρχηδόνα. Ἐπ' ἀμφοτέροις γὰρ τοῖς πολέμοις τούτοις ἐπιφανεστάτας πράξεις κατεργασάμενος καὶ πολιτευόμενος ἐμφρόνως δικαίας ἀποδοχῆς ἐτύγχανε παρὰ πᾶσι τοῖς πολίταις. Ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τοῦ κατὰ τὴν Λιβύην πολέμου συστησάμενος ἑταιρείαν τῶν πονηροτάτων ἀνθρώπων καὶ ἐκ τούτων ἀθροίζων καὶ ἐκ τῶν λαφύρων ὠφελείας, ἔτι δὲ αὑτὸν ὁρῶν ταῖς πράξεσιν αὐξανόμενον καὶ δοὺς εἰς δημοκοπίαν καὶ πλήθους ἀρέσκειαν παρεστήσατο τὸν δῆμον ἑαυτῷ παραδοῦναι τὴν στρατηγίαν ὅλης τῆς Ἰβηρίας εἰς χρόνον ἀόριστον. 9 [1] Ὅτι οἱ μὲν Κελτοὶ τοῖς πλήθεσιν ὄντες πολλαπλάσιοι καὶ πεφρονηματισμένοι τῷ θράσει καὶ ταῖς ἀλκαῖς καταπεφρονηκότως διηγωνίζοντο, οἱ δὲ περὶ τὸν Βάρκαν τὸ τοῦ πλήθους ἐλλιπὲς ταῖς ἀρεταῖς καὶ ταῖς ἐμπειρίαις ἐπειρῶντο διορθώσασθαι. Οἱ μὲν οὖν πᾶσιν ἔδοξαν ἐμφρόνως περὶ τούτων βεβουλεῦσθαι, ἡ δὲ τύχη παρ' ἐλπίδας ἐβράβευσε τὰς πράξεις καὶ τὸ δοκοῦν ἀδύνατον εἶναι καὶ ἐπικίνδυνον παραδόξως κατώρθωσεν. 10 [1] Ἀμίλκας δὲ στρατηγήσας κατὰ Καρχηδόνα ταχὺ τὴν πατρίδα ηὔξησε, καὶ εἰς τὰς Ἡρακλείους στήλας καὶ εἰς τὰ Γάδειρα καὶ εἰς τὸν Ὠκεανὸν κατέπλευσεν. ἔστι δὲ τὰ Γάδειρα πόλις ἄποικος Φοινίκων· κεῖται μὲν εἰς τὰ ἔσχατα τῆς οἰκουμένης κατὰ αὐτὸν τὸν Ὠκεανόν, ὅρμον ἔχουσα. πολεμήσας δὲ Ἴβηρας καὶ Ταρτησίους μετὰ Ἰστολατίου στρατηγοῦ τῶν Κελτῶν καὶ τοῦ ἀδελφοῦ αὐτοῦ πάντας κατέκοψεν, ἐν οἷς καὶ τοὺς δύο ἀδελφοὺς σὺν ἄλλοις ἐπιφανεστάτοις ἡγεμόσι· καὶ τρισχιλίους ζῶντας παραλαβὼν ἔταξεν εἰς τὰς ἰδίας στρατιάς. [2] Ἰνδόρτης δὲ πάλιν ἀθροίσας πεντακισμυρίους, καὶ πρὶν πολέμου τραπεὶς καὶ φυγὼν εἰς λόφον τινά, καὶ πολιορκηθεὶς ὑπ' Ἀμίλκα καὶ νυκτὸς πάλιν φυγών, τὸ πλεῖστον αὐτοῦ κατεκόπη, αὐτὸς δὲ Ἰνδόρτης καὶ ζωγρίας ἐλήφθη. ὃν τυφλώσας Ἀμίλκας καὶ τὸ σῶμα αἰκισάμενος ἀνεσταύρωσε· τοὺς δὲ ἄλλους αἰχμαλώτους ὄντας μυρίων πλείους ἀπέλυσε. πολλὰς δὲ πόλεις τῇ πειθοῖ προσηγάγετο, πολλὰς δὲ καὶ καταπολεμήσας. [3] Ἀσδρούβας δὲ ὁ γαμβρὸς Ἀμίλκου πεμφθεὶς παρὰ τοῦ κηδεστοῦ εἰς Καρχηδόνα εἰς πόλεμον τῶν Νομάδων τῶν ἐπαναστάντων Καρχηδονίοις κατέκοψεν ὀκτακισχιλίους, ζωγρίας δὲ ἔλαβεν δισχιλίους, οἱ δὲ λοιποὶ ἐδουλώθησαν φόρους τελέσαντες. ὁ δὲ Ἀμίλκας περὶ τὴν Ἰβηρίαν πόλεις πολλὰς ὑποτάξας ἔκτισε πόλιν μεγίστην, καλέσας αὐτὴν ἐκ τῆς τοῦ τόπου θέσεως Ἄκραν Λευκήν. Ἀμίλκας δὲ Ἑλικῇ τῇ πόλει παρακαθήμενος καὶ πολιορκῶν, τὸ πλεῖστον στράτευμα καὶ τοὺς ἐλέφαντας εἰς παραχειμασίας ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ πόλει Λευκῇ Ἄκρᾳ ἀποστείλας, μετὰ τῶν λοιπῶν παρέμεινε. συνεκβοηθήσαντος δὲ τοῦ Ὀρισσῶν βασιλέως τοῖς πολιορκουμένοις, δόλῳ φιλίαν συνθέμενος καὶ συμμαχήσας ἔτρεψεν Ἀμίλκαν. [4] τούτου δὲ φεύγοντος, τοῖς υἱοῖς καὶ τοῖς φίλοις τὴν σωτηρίαν κατεσκεύασε δι' ἄλλης ὁδοῦ ἐκκλίνας· καταδιωκόμενος γὰρ ὑπὸ τοῦ βασιλέως εἰς ποταμὸν μέγαν σὺν τῷ ἵππῳ ἐμβὰς ὑπὸ τοῦ ῥεύματος διεφθάρη ὑπὸ τοῦ ἵππου. οἱ δὲ περὶ τὸν Ἀννίβαν καὶ Ἀσδρούβαν τοὺς υἱοὺς διεσώθησαν εἰς τὴν Λευκὴν Ἄκραν. [5] Ἀμίλκας μὲν οὖν, καίπερ πολλοῖς ἔτεσι πρότερον τῆς ἡμετέρας ἡλικίας τετελευτηκώς, ἐχέτω παρὰ τῆς ἱστορίας ὥσπερ ἐπιτάφιον τὸν ἴδιον ἔπαινον. 11 [1] Ὅτι Ἀσδρούβας μαθὼν πρακτικωτέραν οὖσαν τῆς βίας τὴν ἐπιείκειαν προέκρινε τὴν εἰρήνην τοῦ πολέμου. [2] Διὸ πᾶσα ἡ πόλις ἀεὶ τὰ παραγγελλόμενα φιλοπευστοῦσα καὶ ταῖς διαδιδομέναις φήμαις μετάμελος οὖσα πολλῆς ἀγωνίας ἐπληροῦτο. 12 [1] Ἀσδρούβας δὲ ὁ γαμβρὸς Ἀμίλκα μαθὼν τοῦ κηδεστοῦ τὸ ἀκλήρημα, ταχέως ἀναζεύξας πρὸς τὴν Λευκὴν Ἄκραν ἦλθεν, ἔχων θηρία πλέον τῶν ἑκατόν. οὗτος δὲ στρατηγὸς ἀναγορευθεὶς ὑπό τε τοῦ λαοῦ καὶ Καρχηδονίων πεντακισμυρίους ἐμπείρους πεζοὺς συνέλεξε καὶ ἱππεῖς ἑξακισχιλίους, ἐλέφαντας δὲ διακοσίους. πολεμήσας δὲ πρῶτον τὸν Ὀρισσῶν βασιλέα κατέσφαξε πάντας τοὺς αἰτίους τῆς Ἀμίλκα φυγῆς. παρέλαβε δὲ τὰς πόλεις αὐτῶν οὔσας δώδεκα καὶ πάσας τὰς πόλεις Ἰβηρίας. γήμας δὲ θυγατέρα βασιλέως Ἰβήρου ὑπὸ πάντων τῶν Ἰβήρων ἀνηγορεύθη στρατηγὸς αὐτοκράτωρ. ὅθεν ἔκτισε παραθαλασσίαν πόλιν, ἣν προσηγόρευσε Νέαν Καρχηδόνα, καὶ ἑτέραν πόλιν ὕστερον, θέλων τὴν Ἀμίλκα δύναμιν ὑπερβῆναι. καὶ ἐστράτευσεν ἑξακισμυρίους, ἱππεῖς ὀκτακισχιλίους, ἐλέφαντας διακοσίους. ὑπὸ δὲ οἰκέτου ἐπιβουλευθεὶς ἐσφάγη, στρατηγήσας ἔτη ἐννέα. 13 [1] Κελταὶ δὲ μετὰ Γαλατῶν κατὰ Ῥωμαίων πόλεμον συνῆψαν ἀθροίσαντες λαὸν μυριάδας εἴκοσι, καὶ πρῶτον μὲν πόλεμον ἐνίκησαν· καὶ δεύτερον προσβαλόντες ἐνίκησαν, ἀνεῖλον δὲ καὶ τὸν ἕνα Ῥωμαίων ὕπατον. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ ἔχοντες πεζῶν μυριάδας ἑβδομήκοντα, ἱππέων δὲ ἑπτακισμυρίους, τῶν δύο πολέμων ἡττημένων Ῥωμαίων, τῷ τρίτῳ πολέμῳ κατὰ κράτος ἐνίκησαν Ῥωμαῖοι καὶ ἀνεῖλον μυριάδας τέσσαρας καὶ τοὺς ὑπολοίπους ἐζώγρησαν, ὥστε καὶ τὸν μέγιστον αὐτῶν βασιλέα ἑαυτοῦ θερίσαι τὸν τράχηλον, τὸν δὲ δεύτερον αὐτοῦ ζῶντα ἁλῶναι. ἐκ δὲ τούτου τοῦ ἀνδραγαθήματος ἀνθύπατος γενόμενος Αἰμίλιος κατέδραμε τὴν χώραν τῶν Γαλατῶν καὶ Κελτῶν, καὶ πολλὰς πόλεις καὶ φρούρια εἷλε, καὶ ὠφελείας πολλῆς ἐπλήρωσε τὴν Ῥώμην. 14 [1] Ἱέρων δὲ ὁ βασιλεὺς Συρακόσης εἰς τὸν Κελτικὸν πόλεμον Ῥωμαίοις σῖτον ἀπέστειλε βοηθῶν Ῥωμαίοις, οὗ καὶ τὴν τιμὴν ἔλαβε μετὰ τὴν τοῦ πολέμου κατάλυσιν. 15 [1] Μετὰ δὲ τὴν σφαγὴν Ἀσδρούβα τοῦ Καρχηδονίου ἀναρχίας οὔσης τὸν μείζονα υἱὸν Ἀμίλκα Ἀννίβαν στρατηγὸν ἐχειροτόνησαν. Ζακανθαίων δὲ ἡ πόλις πολιορκουμένη ὑπὸ Ἀννίβα, συναγαγόντες τὰ ἱερὰ καὶ τὸν χρυσὸν καὶ ἄργυρον τὸν ἐν τοῖς οἴκοις καὶ τὰ τῶν γυναικῶν κόσμια καὶ ἐνώτια καὶ ἀργύρια, χωνεύσαντες ἔμιξαν χαλκὸν καὶ μόλιβδον, καὶ ἄχρηστον ποιήσαντες τὸν χρυσὸν ἐξῆλθον, καὶ ἡρωικῶς ἀγωνισάμενοι πάντες κατεκόπησαν, πολλοὺς δὲ καὶ αὐτοὶ φονεύσαντες. αἱ δὲ γυναῖκες τὰ τέκνα φονεύσασαι ἑαυτὰς δι' ἀγχόνης ἀπέπνιξαν. οὕτως ἀκερδῆ τὴν πόλιν παρέλαβεν Ἀννίβας. τὸν δὲ Ἀννίβαν Ῥωμαῖοι πρὸς δίκην αἰτήσαντες δι' ὧν παρηνόμησε καὶ μὴ λαβόντες πόλεμον τὸν Ἀννιβαϊκὸν καλούμενον ἔστησαν. 16 [1] Ὅτι ὁ πρεσβύτατος τῶν ἐκ τῆς Ῥώμης ἐκπεμφθέντων πρεσβευτῶν ἐν τῷ συνεδρίῳ τῶν Καρχηδονίων δείξας τῇ γερουσίᾳ τὸν κόλπον ἔφησε φέρειν αὐτοῖς καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον· ἀπολείψειν οὖν τούτων ὁπότερον ἂν οἱ Καρχηδόνιοι βουληθῶσιν. τοῦ δὲ τῶν Καρχηδονίων βασιλέως εἰπόντος ποιεῖν αὐτὸν ὁπότερον ἂν βούλοιτο, ἔφη, Τὸν πόλεμον ἐφίημι. τῶν δὲ Καρχηδονίων οἱ πλείους εὐθὺς ἀνεβόησαν δέχεσθαι. 17 [1] Ὅτι οἱ κατὰ τὴν Οὐικτόμελαν πόλιν ἐκπολιορκηθέντες συνέφυγον εἰς τὰς ἰδίας οἰκίας ἐπὶ τέκνα καὶ γυναῖκας, τὴν ἐσχάτην παρ' αὐτῶν ληψόμενοι τέρψιν. ἐπειδὴ τίς ἐστι τέρψις τοῖς ἀπολλυμένοις εἰ μὴ δάκρυα καὶ τὸ τελευταῖον ἐν τῷ ζῆν τῶν συγγενῶν ἄσπασμα; ταῦτα γὰρ τοῖς ἀτυχοῦσιν ἔχειν τινὰ δοκεῖ κουφισμὸν τῶν ἀκληρημάτων. οἱ μὲν οὖν πλεῖστοι τὰς οἰκίας ἐμπρήσαντες πανοικὶ μετὰ τῶν συγγενῶν κατεφλέχθησαν καὶ τὸν ἐπὶ τῆς ἰδίας ἑστίας τάφον ἑαυτοῖς ἐπέστησαν, τινὲς δὲ εὐψυχοτάτως τοὺς ἰδίους προανελόντες ἑαυτοὺς ἐπικατέσφαξαν, αἱρετώτερον τὸν αὐτόχειρα θάνατον ὑπολαβόντες τοῦ διὰ τῶν πολεμίων μεθ' ὕβρεως συντελουμένου. 18 [1] Τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη δώδεκα, κατὰ δὲ Διόδωρον ἔτη ἐννέα. 19 [1] Ἀννίβας, ὡς Διόδωρος γράφει καὶ Δίων ἅμα, σὺν τούτοις Διονύσιος ὁ Ἁλικαρνασσόθεν, ἦν στρατηγὸς τῶν Σικελῶν, υἱὸς δὲ τοῦ Ἀμίλκα. ὅστις Ἀμίλκας σύμπασαν εἷλε τὴν Ἰβηρίαν, δόλοις ἐπιθεμένων δὲ κτείνεται τῶν Ἰβήρων. τὸν πάντα τούτου γὰρ στρατὸν φεύγειν κελεύσας τότε καὶ προσπλακέντας τοὺς υἱοὺς καὶ συνθανεῖν ποθοῦντας μάστιξι παρωσάμενος συμφεύγειν τοῖς ἑτέροις, Ἀννίβαν πεντεκαίδεκα τῶν χρόνων ὑπηργμένον, Ἀσδρούβαν δὲ δυώδεκα, τὸν λόφον, τὴν κυνέαν ἄρας αὐτοῦ τῆς κεφαλῆς τοῖς Ἴβηρσιν ἐγνώσθη. πάντων δ' Ἰβήρων ἐπ' αὐτὸν ὡς εἶχον ὁρμησάντων, οἱ φεύγοντες ἐσώζοντο τυγχάνοντες ἀδείας. ὡς δὲ σωθέντα τὸν στρατὸν εἶδε, στραφεὶς ὀπίσω λοιπὸν σπουδάζει μηδ' αὐτὸς Ἴβηρσι κρατηθῆναι. ἐπικειμένων δὲ σφοδρῶς κυκλόθεν τῶν Ἰβήρων τὸν ἵππον ἀκρατέστερον ἐλάσας τὸν οἰκεῖον τοῦ ποταμοῦ τοῦ Ἴβηρος τοῖς ῥεύμασιν ἐμπίπτει. βάλλεται δὲ παρά τινος ὁρμῶν ἐν ἀκοντίῳ· πλὴν καὶ πνιγεὶς οὐδὲ νεκρὸς τοῖς Ἴβηρσιν εὑρέθη· ὃ τούτῳ πόθος ἦν· σύρεται γὰρ τοῖς ῥείθροις. τούτου τοῦ ἥρωος ἀνδρὸς ὢν γόνος ὁ Ἀννίβας ὑπὸ γαμβρῷ ἐτάττετο, σὺν ᾧ τὴν Ἰβηρίαν πᾶσαν ἐλεηλάτησε ποινὴν πατρῴου φόνου. ὡς δ' ἐν τοῖς μεταξὺ χρόνοις οἱ Αὔσονες Ῥωμαῖοι τοὺς Σικελοὺς ἐνίκησαν πολλάκις νικηθέντες, κέλευσμά τε βαρύτατον ἐκέλευσαν ἐκείνοις ὡς μηδὲ ξίφος ἀπ' αὐτῶν ποτέ τινα κατέχειν, Ἀννίβας, χρόνων εἴκοσι γενόμενος καὶ πέντε, χωρὶς συγκλήτου τῆς βουλῆς καὶ τῶν ὑπερεχόντων τοὺς θερμοτέρους συλλαβὼν καὶ τοὺς ὀξεῖς τῶν νέων ὡς ἑκατὸν καὶ πλείονας, λῃστεύων Ἰβηρίαν ἔζη, καὶ προσεπηύξανεν ἀεὶ στρατὸν τῶν νέων. ὡς δ' ἡ πληθὺς ἐνίκα μὲν ἑκατοντάδας ἤδη, εἰς χιλιάδας δ' ἔτρεχεν, εἶτα καὶ μυριάδας καὶ μέγας γέγονε στρατὸς καὶ τῶν ἀξιομάχων, ἄνευ μισθοῦ καὶ δωρεῶν οὕτω συνηθροισμένος, εὐθὺ τοῦτο κατάδηλον ἐγένετο Ῥωμαίοις. καὶ συνταχθέντες σύμπαντες στρατῷ πεζῷ καὶ στόλῳ, ἑπτὰ καὶ ἑβδομήκοντα πληθύος μυριάδες πίτυος δίκην ἔσπευδον τοὺς Σικελοὺς ἐκτρῖψαι. οἱ Σικελοὶ δ' ἱκέτευον παύσασθαι τὸν Ἀννίβαν μὴ παντελῶς τὰ Σικελῶν ἄρδην ἀποφθαρείη. ὁ δὲ παρεὶς τοὺς θέλοντας καὶ λέγειν καὶ λαβράζειν οὐκ ἀναμείνας τὴν ὁρμὴν ἐκείνων τῶν Ῥωμαίων μόνος ἐκ πάντων Σικελῶν χωρεῖ πρὸς< Ἰταλίαν, ἄνωθεν πορευόμενος Ἀλπιανῶν ὀρέων, καὶ τούτων τὰ δυσείσβολα καὶ πέτρας κατατέμνων ἐν ἓξ μησὶν ἐμπέπτωκε τάγμασι τῶν Ῥωμαίων. ἐν διαφόροις μάχαις δὲ τούτων πολλοὺς ἀνεῖλεν. Ἀσδρούβαν δὲ τὸν ἀδελφὸν ἐκαραδόκει μένων, ὃς διαβὰς τὰ ὄρεα ταῦτα τὰ τῶν Ἀλπίων ἡμέραις πεντεκαίδεκα προσήγγιζεν Ἀννίβᾳ ἄγων καὶ πλῆθος στρατιᾶς. ὃ γνόντες οἱ Ῥωμαῖοι, λαθραίως ἐπιθέμενοι τοῦτον μὲν ἀναιροῦσι, τὴν κεφαλὴν δ' ἐνέγκαντες ἐπέρριψαν Ἀννίβᾳ. ὁ δὲ θρηνήσας, ὡς ἐχρῆν, τὸν ἀδελφὸν τὸν φίλον, ὕστερον ἀντετάξατο Ῥωμαίοις ἐν ταῖς Κάνναις, Ῥωμαίων ὄντων στρατηγῶν Παύλου καὶ Τερεντίου. αἱ Κάνναι πεδιάδες δέ εἰσι τῆς Ἀπουλίας, οὗ Διομήδης ἔκτισε τὴν πόλιν Ἀργυρίππαν, τουτέστιν Ἄργος Ἵππειον τῇ γλώσσῃ τῇ Ἑλλήνων. αἱ πεδιάδες αὗται δὲ τυγχάνουσι Δαυνίων, τῶν Ἰαπύγων ὕστερον, ἔπειτα Σαλαντίων, τὰ νῦν δὲ πᾶσι Καλαυρῶν τὴν κλῆσιν λεγομένων, τῶν Καλαυρῶν μεσόριον αὖτε καὶ Λογγιβάρδων, οὗπερ ὁ μέγας πόλεμος ἐκείνοις ἀνερράγη. τούτου ῥαγέντος τότε δὲ πολέμου τοῦ φρικώδους, σεισμὸς ἐγένετο δεινός, ὡς ὄρη διαστῆναι, ἐξ οὐρανοῦ δ' ἐχύθησαν ὄμβροι μεγάλων λίθων· οἱ δὲ θερμῶς μαχόμενοι τούτων οὐδὲν ἐπέγνων. τέλος τοσοῦτο πέπτωκε πλῆθος ἀνδρῶν Ῥωμαίων ὡς τὸν Ἀννίβαν στρατηγὸν πέμψαι τῇ Σικελίᾳ τοὺς δακτυλίους στρατηγῶν καὶ τῶν λοιπῶν ἐνδόξων μεδίμνοις τε καὶ χοίνιξι πολλοῖς ἐμμετρη θέντας· τὰς εὐγενεῖς καὶ πρώτας δὲ γυναῖκας τῶν Ῥωμαίων ὀδυρομένας προσδραμεῖν ναοῖς τοῖς ἐν τῇ Ῥώμῃ καὶ ταῖς θριξὶν ταῖς ἑαυτῶν καθαίρειν ἕδη τούτων, ὕστερον καὶ μιγῆναι δὲ καὶ δούλοις καὶ βαρβάροις, λειψανδρησάσης παντελῶς τῆς Ῥωμαΐδος χώρας, ὅπως μὴ πρόρριζον αὐτῶν ἐκθαμνισθῇ τὸ γένος. τότε δ' ἡ Ῥώμη, παντελῶς πάντων ἀνῃρημένων, ἄκλειστος ἵστατο πολλοῖς ἡμεροδρόμοις κύκλοις. οἱ γέροντες δ' ἑζόμενοι τοῖς ταύτης προπυλαίοις τὴν συμφορὰν ὠδύροντο τὴν ὑπερπαθεστάτην· τοὺς παριόντας δ' ἤροντο μή πού τις ζῶν ἐλείφθη. τοιαύτης τότε συμφορᾶς τὴν Ῥώμην κατασχούσης, Ἀννίβας κατημέλησε ταύτην ἐγκατασκάψαι νίκαις καὶ πότοις καὶ τρυφαῖς φανεὶς ἀμβλὺς πρὸς τοῦτο, ἔστ' ἂν συνήχθη στράτευμα Ῥωμαίων τοῖς Ῥωμαίοις. τότε τριττῶς ἀπείρχθη δὲ πρὸς Ῥώμην ἐξορμήσας· αἴφνης ἐκ τῆς αἰθρίας γὰρ χάλαζα σφοδρωτάτη καὶ γνόφος ἐγγινόμενος εἶργε πορείας τοῦτον. ὕστερον δὲ φθονούμενος τοῖς Σικελοῖς Ἀννίβας, ἐν σίτου χρείᾳ γεγονώς, καὶ μὴ στελλόντων τούτων, ὁ πρὶν γενναῖος νικητὴς λιμῷ νενικημένος φυγὰς ὑπὸ Σκηπίωνος γίνεται τοῦ Ῥωμαίου καὶ Σικελοῖς παραίτιος δεινῆς πανωλεθρίας. αὐτὸς δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν, πρός τι χωρίον Λίβυσσαν καλούμενον τῇ κλήσει, δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν. ἦν γὰρ Ἀννίβᾳ τις χρησμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:07 - flow version _RPTC_G1.3