Biblioteca Storica Libro 27
Biblioteca Storica di Diodoro Siculo libro 27
1 [1] Ὅτι Νάβις ὁ τύραννος τῶν Λακεδαιμονίων ἀνεῖλε Πέλοπα τὸν Λυκούργου μὲν τοῦ βασιλεύσαντος υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα· εὐλαβεῖτο γὰρ μή ποτε ὁ παῖς παραγενηθεὶς εἰς ἡλικίαν ἀποκαταστήσῃ τῇ πατρίδι τὴν ἐλευθερίαν, πεφρονηματισμένος διὰ τὴν εὐγένειαν. αὐτὸς δὲ τοὺς χαριεστάτους τῶν Λακεδαιμονίων ἐπιλεγόμενος ἀνῄρει καὶ μισθοφόρους πανταχόθεν τοὺς χειρίστους συνήγαγε φύλακας τῆς δυναστείας. διόπερ ἐκ παντὸς τόπου συνέρρεον εἰς τὴν Σπάρτην ἱερόσυλοι, φῶρες, λῃσταί, κατάδικοι θανάτου. ἀσεβῶς γὰρ τὴν τυραννίδα περιποιησάμενος ὑπὸ μόνων τούτων ἤλπιζε βεβαιότατα τηρηθήσεσθαι. [2] Ὅτι Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος πολλὰς τιμωρίας ἐπενόησε πρὸς τοὺς πολίτας, νομίζων τῇ τῆς πατρίδος ταπεινώσει τὴν ἰδίαν αὐξήσειν δυναστείαν. ἀνὴρ γάρ, οἶμαι, πονηρὸς τυχὼν ἐξουσίας οὐκ εἴωθε φέρειν τὴν εὐτυχίαν κατ' ἄνθρωπον. 2 [1] Ὢν γὰρ μέγιστος ἱερεὺς ἠναγκάζετο μὴ μακρὰν τῆς Ῥώμης ἀποσπᾶσθαι διὰ τὴν τῶν ἱερῶν ἐπιμέλειαν. [2] Οὕτω κατὰ τὴν Διοδώρου ἱστορίαν καὶ Σκιπίων ὁ στρατηγὸς τοῖς πρώτοις τῶν Σικελιωτῶν προέθηκεν ἢ στρατεύειν μετ' αὐτοῦ εἰς Λιβύην ἢ τοὺς ἵππους καὶ τοὺς οἰκέτας παραδοῦναι τοῖς μετ' αὐτοῦ. 3 [1] Ὅτι Κρῆτες ναυσὶν ἑπτὰ πειρατεύειν ἐπιβαλόμενοι τῶν πλεόντων ἐλῄστευον οὐκ ὀλίγους. διὸ καὶ τῶν ἐμπόρων ἀθυμούντων, Ῥόδιοι πρὸς αὑτοὺς τἀδικήματα νομίσαντες ἥξειν πρὸς τοὺς Κρῆτας πόλεμον ἐξήνεγκαν. 4 [1] Ὅτι Πλημήνιος ὁ κατασταθεὶς Λοκρῶν ἡγεμὼν παρὰ Σκιπίωνος ἀσεβὴς ὢν τοὺς τῆς Φερσεφόνης θησαυροὺς ἀνασπάσας καὶ τὰ χρήματα συλήσας ἀπήνεγκε. τῶν δὲ Λοκρῶν ἀγανακτούντων ἐπὶ τούτοις καὶ τὴν τῶν Ῥωμαίων ἀνακαλουμένων πίστιν, δύο τῶν χιλιάρχων μισοπονηρεῖν ἐπὶ τοῖς ἀδικήμασι προσεποιήθησαν. τοῦτο δὲ ἔπραττον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτοῦντες, ἀλλ' ἐπὶ τῷ τὸ μέρος μὴ εἰληφέναι τῶν σεσυλημένων χρημάτων ἐγκαλοῦντες τῷ Πλημηνίῳ. [2] ταχὺ δ' αὐτοῖς ἅπασιν ἀξίαν τῆς πονηρίας ἐπέθηκε τὸ δαιμόνιον. καὶ γὰρ ἐπιφανέστατον τῶν κατὰ τὴν Ἰταλίαν ἱερῶν τοῦτ' εἶναι λέγεται καὶ διὰ παντὸς ἁγνὸν ὑπὸ τῶν ἐγχωρίων τετηρῆσθαι. [3] καθ' ὃν γὰρ καιρὸν Πύρρος ἐκ τῆς Σικελίας διεβίβαζε τὰς δυνάμεις εἰς Λοκροὺς καὶ ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος τοὺς μισθοὺς ἠναγκάσθη δι' ἀπορίαν ἅψασθαι τῶν χρημάτων, κατὰ τὸν ἔκπλουν ἐπιγενηθῆναι πνεύματά φασιν, ὥστε στόλῳ παντὶ ναυαγῆσαι τοῦτον. τὸν δὲ Πύρρον δεισιδαιμονήσαντα τὴν θεὸν ἐξιλάσασθαι καὶ μὴ πρότερον ἀπελθεῖν ἕως ἀπεκατέστησε τὰ χρήματα.[4] Οἱ δὲ χιλίαρχοι προσποιούμενοι μισοπονηρεῖν προΐσταντο τῶν Λοκρῶν καὶ τὸν Πλημήνιον κακῶς ἔλεγον καὶ δίκην ἐπιθήσειν ἠπείλουν. τέλος ἐπὶ πλεῖον τῆς λοιδορίας προβαινούσης εἰς χεῖρας ἦλθον. οἱ δὲ χιλίαρχοι τοῦτον δόντες ἐπὶ γῆν τά τε ὦτα περιέτραγον αὐτοῦ καὶ τὴν ῥῖνα, πρὸς δὲ τούτοις καὶ τὰ χείλη διέσχισαν. [5] ὁ δὲ Πλημήνιος συλλαβὼν τοὺς χιλιάρχους καὶ δειναῖς αἰκίαις περιβαλὼν διέφθειρεν. ἡ δὲ σύγκλητος τῶν Ῥωμαίων διὰ τὴν ἱεροσυλίαν οὐ μετρίως ἐδεισιδαιμόνει· οἱ δὲ ἀντιπολιτευόμενοι τῷ Σκιπίωνι καιρὸν εὑρόντες οἰκεῖον διαβολῆς κατηγόρουν αὐτοῦ, λέγοντες ὡς ἀπὸ τῆς ἐκείνου γνώμης ἅπαντα πέπραχεν ὁ Πλημήνιος. [6] ἡ δὲ σύγκλητος ἀπέστειλε πρεσβευτὰς ἀγορανόμον καὶ δύο δημάρχους, εἰ μὲν εὕρωσιν ἀπὸ τῆς Σκιπίωνος γνώμης γεγενημένην τὴν ἱεροσυλίαν, κατὰ τάχος ἀγαγεῖν αὐτὸν εἰς τὴν Ῥώμην, εἰ δὲ μή, ἐᾶν αὐτὸν διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Λιβύην. τούτων δὲ κατὰ τὴν ὁδὸν ὄντων, ὁ Σκιπίων μεταπεμψάμενος τὸν Πλημήνιον ἔδησεν εἰς ἅλυσιν καὶ περὶ τὴν γυμνασίαν ἦν τῶν δυνάμεων. [7] οἱ δὲ δήμαρχοι ταῦτα θαυμάσαντες ἐπῄνεσαν τὸν Σκιπίωνα. εἰς δὲ Ῥώμην ἀπαχθέντος τοῦ Πλημηνίου, τοῦτον ἡ σύγκλητος εἰς φυλακὴν ἀπέθετο, καθ' ἣν αὐτὸν τελευτῆσαι συνέβη· τὴν δὲ οὐσίαν αὐτοῦ καθιέρωσε καὶ τὰ προσελλείποντα τῶν ἱεροσυληθέντων χρημάτων ἐκ τοῦ δημοσίου προσθεῖσα τῇ θεῷ καθιέρωσεν. ἐψηφίσατο δὲ καὶ τοὺς Λοκροὺς ἐλευθέρους εἶναι, καὶ τῶν στρατιωτῶν τοὺς ἔχοντάς τι τῶν τῆς Φέρσεως χρημάτων, ἐὰν μὴ καταθῶσιν, ἐνόχους εἶναι θανάτου. [8] Ὅτι μετὰ τὸ ψηφισθῆναι τὰ κατὰ Πλημήνιον φιλοφρονοῦντες τοὺς Λοκροὺς οἱ τὰ πολλὰ τῶν ἀναθημάτων ἡρπακότες καὶ θεωροῦντες τὴν τῶν χιλιάρχων καὶ τοῦ Πλημηνίου τιμωρίαν ἐπὶ δεισιδαιμονίαν ἐνέπιπτον. οὕτως ὁ συνειδώς τι φαῦλον ἑαυτῷ σιωπωμένην ἀναδέχεται τιμωρίαν, κἂν τύχῃ διαλεληθὼς τοὺς ἄλλους. διὸ ποινηλατούμενοι τὰς ψυχὰς τὸ θεῖον ἐξιλασκόμενοι ἐρρίπτουν τὰ χρήματα. 5 [1] Ὅτι τὸ ψεῦδος ἐν τοῖς οἰκείοις τιθέμενον καιροῖς ἐνίοτε γίνεται μεγάλων ἀγαθῶν αἴτιον. 6 [1] Ὅτι ὁ Σκιπίων παραγενηθέντων πρὸς αὐτὸν τῶν περὶ Σόφακα τὸ μὲν πρῶτον ἰδὼν τὸν ἄνδρα δεδεμένον ἐδάκρυσε, λογιζόμενος τὴν πάλαι ποτὲ μακαριζομένην αὐτοῦ βασιλείαν. μετ' ὀλίγον δὲ χρόνον κρίνας ἀνθρώπινα φρονεῖν ἐν τοῖς εὐτυχήμασιν ἐπέταξεν αὐτὸν λῦσαι καὶ τὴν ἰδίαν σκηνὴν ἀπέδωκε καὶ τὴν ἄλλην ἀκολουθίαν ἔχειν συνεχώρησε· τηρῶν δὲ αὐτὸν ἐν ἐλευθέρᾳ φυλακῇ φιλανθρώπως ὡμίλει καὶ πολλάκις ἐπὶ δεῖπνα παρελαμβάνετο. [2] Ὅτι Σκιπίων τὸν Σόφακα τὸν βασιλέα αἰχμάλωτον λαβὼν καὶ δεδεμένον λύσας φιλανθρώπως ὡμίλει αὐτόν· ᾤετο γὰρ δεῖν τὴν ἐπὶ τοῦ πολέμου ἔχθραν μέχρι τοῦ νικᾶν φυλάττειν, εἰς δὲ τύχην αἰχμάλωτον ἀνδρὸς βασιλέως γεγονότος μηδὲν ἐξαμαρτάνειν ἄνθρωπον ὄντα· ἐφορᾷ γάρ, ὡς ἔοικε, τὸν ἀνθρώπινον βίον νέμεσίς τις θεοῦ, ἣ τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας ταχὺ τῆς ἰδίας ἀσθενείας ὑπομιμνήσκει. διὸ καὶ τὸν Σκιπίωνα τίς οὐκ ἂν ἐπαινέσειε θεωρῶν πρὸς τὸν κατὰ τῶν πολεμίων φόβον καταπληκτικὸν γενόμενον, ὑπὸ δὲ τοῦ πρὸς τοὺς ἠτυχηκότας ἐλέου τὴν ψυχὴν ἡττώμενον; ὡς ἐπὶ πολὺ γὰρ εἰώθασιν οἱ πρὸς τοὺς ἀντιταττομένους φοβεροὶ πρὸς τοὺς ὑποπεσόντας ὑπάρχειν μέτριοι. διὸ καὶ ταχὺ τοῦ Σόφακος ὁ Σκιπίων τῆς εἰς αὐτὸν ἐπιεικείας ἐκομίσατο χάριν. 7 [1] Ὅτι Σοφόνβα ἡ πρότερον μὲν Μασανάσσῃ, μετὰ δὲ ταῦτα συνοικήσασα Σόφακι, τὸ δὲ τελευταῖον πάλιν εἰς συμβίωσιν ἐλθοῦσα διὰ τὴν αἰχμαλωσίαν τῷ Μασανάσσῃ τήν τε ὄψιν ἦν εὐπρεπὴς καὶ τοῖς τρόποις ποικίλη καὶ πᾶν ἐξομηρεύσασθαι δυναμένη. οὖσα δὲ Καρχηδονίων συμμαχὶς προσέκειτο λιπαροῦσα καὶ δεομένη καθ' ἡμέραν τἀνδρὸς ὅπως ἀποστῇ Ῥώμης· ἦν γὰρ ἡ γυνὴ δεινῶς φιλόπατρις. ἃ δὴ γινώσκων ὁ Σόφαξ ἐδήλωσε τῷ Σκιπίωνι περὶ τῆς γυναικὸς καὶ παρεκελεύσατο φυλάττεσθαι. τούτοις δὲ σύμφωνα καὶ Λαιλίου λέγοντος, ὁ Σκιπίων ἐκέλευσεν ἄγειν πρὸς ἑαυτὸν τὴν γυναῖκα. παραιτουμένου δὲ τοῦ Μασανάσσου, πικρότερον ἐπέπληξεν. ὁ δὲ εὐλαβηθεὶς ἐκέλευσεν ἀποστέλλειν τοὺς παραληψομένους· αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν φάρμακον θανάσιμον τῇ γυναικὶ δοὺς πιεῖν ἠνάγκασε. 8 [1] Ὅτι Σκιπίων διὰ τὸν πρὸς τοὺς ἐπταικότας ἔλεον βεβαίαν ἔσχε τὴν Μασανάσσου συμμαχίαν εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον. 9 [1] Ὅτι Ἀννίβας συγκαλεσάμενος τοὺς συμμάχους ἐδήλωσεν αὐτοῖς ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν διαβῆναι εἰς Λιβύην, καὶ ἔδωκεν ἐξουσίαν αὐτῶν τοῖς βουλομένοις αὐτῷ συστρατεύειν. ἔνιοι μὲν εἵλαντο τὴν μετ' Ἀννίβου διάβασιν, τοῖς δ' ἐχομένοις τῆς ἐν Ἰταλίᾳ μονῆς περιστήσας τὴν δύναμιν τὸ μὲν πρῶτον τοῖς στρατιώταις ἔδωκεν ἐξουσίαν, εἴ τινα βούλοιντο λαμβάνειν ἐξ αὐτῶν δοῦλον· τοὺς δὲ λοιποὺς κατέσφαξεν, ἄνδρας μὲν περὶ δισμυρίους, ἵππους δὲ περὶ τρισχιλίους καὶ τῶν ὑποζυγίων ἀναρίθμητον πλῆθος. 10 [1] Ὅτι αὐτόμολοι ἦλθον πρὸς Ἀννίβαν ἱππεῖς τετρακισχίλιοι. οὗτοι δὲ τοῦ Σόφακος πταίσαντος πρὸς Μασανάσσην ἦσαν ἀφεστηκότες. ὁ δὲ ὀργισθεὶς αὐτοῖς περιέστησε τὴν δύναμιν καὶ πάντας κατακοντίσας διέδωκε τοὺς ἵππους τοῖς μετ' αὐτοῦ στρατιώταις. 11 [1] Ὅτι οἱ Καρχηδόνιοι σιτοδείας ἐμπεσούσης οἱ καχέκται τῶν πολιτῶν ἐπιθυμοῦντες λῦσαι τὴν εἰρήνην προετρέψαντο τὸν δῆμον ἐπιπλεῦσαι ταῖς ναυσὶ καὶ τὸν σῖτον εἰς λιμένα κομίσαι. τῆς δὲ γερουσίας οὐκ ἐώσης λῦσαι τὰς συνθήκας οὐδεὶς ἐπήκουσε· τὴν γὰρ κοιλίαν ἔφασκον οὐκ ἔχειν ὦτα. [2] Τὸ κακὸν ἀγαθοῦ παρείχετο φαντασίαν. 12 [1] Ὅτι Σκιπίων ἀπέστειλε πρὸς Καρχηδονίους πρέσβεις, οἱ δὲ ὄχλοι παρ' ὀλίγον αὐτοὺς ἀνεῖλον. οἱ δὲ συνέσει διαφέροντες τούτους ἐξήρπασαν καὶ μετὰ τριήρων ἐξέπεμψαν. οἱ δὲ δημοκοποῦντες ἐν Καρχηδόνι τὸν ναύαρχον παρεκελεύσαντο, ὅταν αἱ παραπέμψασαι τριήρεις ἀναστρέψωσιν, ἐπιπλεῦσαι τοῖς πρεσβευταῖς καὶ πάντας κατασφάξαι. ὃ καὶ γέγονεν· οἱ δὲ καταφυγόντες ἐπὶ τὴν γῆν διεσώθησαν πρὸς τὸν Σκιπίωνα. τὸ δὲ θεῖον τοῖς ἀσεβῆσαι βουλομένοις ταχέως ἐνεδείξατο τὴν αὑτοῦ δύναμιν. οἱ γὰρ εἰς Ῥώμην ἀποσταλέντες πρεσβευταὶ τῶν Καρχηδονίων ἀναστρέφοντες ὑπὸ χειμῶνος κατηνέχθησαν εἰς τὸν τῶν Ῥωμαίων ναύσταθμον. ὧν ἀναχθέντων ἐπὶ τὸν Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράττειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν. οὗτοι μὲν οὖν ἀφεθέντες διεσώθησαν εἰς τὴν Καρχηδόνα, θαυμάζοντες τὴν τῶν Ῥωμαίων εὐσέβειαν. [2] Ὅτι τῶν Καρχηδονίων προημαρτηκότων εἰς Ῥωμαίους, ὑπὸ χειμῶνος δὲ ἀναχθέντων ποτὲ πρὸς Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράττειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν. 13 [1] Ὅτι τὰ μὲν καλὰ πεῖσαι πάντων, οἶμαι, δυσχερέστατόν ἐστιν, ὁ δὲ πρὸς χάριν λόγος δεινὸς παραστῆσαι φαντασίαν τοῦ συμφέροντος, κἂν ἐπ' ὀλέθρῳ λέγηται τῶν βουλευομένων. 14 [1] Ἀλλ' οὐ καλὸν τοῖς μὲν ὅπλοις ἅπαντας νικᾶν, ὑπὸ δὲ τῆς πρὸς τοὺς ἀκληροῦντας ὀργῆς ἡττᾶσθαι, καὶ πικρότατα μισοῦντας τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας, ἐν ταῖς εὐτυχίαις αὐτοὺς ταῦτα πράττειν ἃ τοῖς ἄλλοις ἐγκαλοῦντες τυγχάνουσι. τότε γὰρ ἀληθὴς κλῆρός ἐστιν ἡ δόξα τῶν εὐτυχηκότων, ὅταν ὁ κρατῶν τὴν εὐτυχίαν φέρῃ κατ' ἄνθρωπον. ἐπιφθέγγεται γὰρ ἕκαστος ἐπὶ τῇ τούτων μνείᾳ διότι τῆς νίκης ὑπάρχουσιν ἄξιοι, τοῖς δὲ ἐπιλαθομένοις τῆς ἀνθρωπίνης φύσεως ὁ φθόνος ἀντικάθηται λυμαινόμενος τὴν τῶν εὐτυχούντων δόξαν. οὐδὲν γάρ ἐστι μέγα τὸν ἑκουσίως ὑποπίπτοντα φονεύειν οὐδὲ θαυμαστὸν ἀφανίσαι τὸν τῶν ἠτυχηκότων βίον. οὐκ ἀλόγως γὰρ οἱ τοιοῦτοι τυγχάνουσιν ἀδοξίας, ὅταν τὰς κοινὰς τῶν ἀκληρούντων καταφυγὰς ἀναιρῶσι, τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιλαθόμενοι. 15 [1] Ὅτι προτερεῖ τοῖς ἀνθρώποις τῆς μὲν τιμωρίας εὐεργεσία, τῆς δὲ ὠμότητος ἡ πρὸς τοὺς ἐπταικότας ἐπιείκεια. [2] Ὅτι ὅσῳ τις εὐροοῦσαν ἔχει τὴν τύχην, τοσούτῳ μᾶλλον εὐλαβεῖσθαι χρὴ τὴν τὸν ἀνθρώπινον βίον ἐπισκοποῦσαν νέμεσιν. [3] Ὅτι οὐδὲν παρὰ ἀνθρώποις οὔτε κακὸν οὔτε ἀγαθὸν ἑστηκυῖαν ἔχει τὴν τάξιν, τῆς τύχης ὥσπερ ἐπίτηδες πάντα μετακινούσης. διὸ καὶ προσήκει τὸ πολὺ φρόνημα κατατιθεμένους ἐν τοῖς ἀλλοτρίοις ἀκληρήμασι τὸν ἴδιον ἐξασφαλίζεσθαι βίον· ὁ γὰρ τοῖς ἐπταικόσιν ἐπιεικῶς χρησάμενος δικαιοτάτης ἂν ἐν ταῖς τοῦ βίου μεταβολαῖς τύχοι πολυωρίας. παρὰ μὲν οὖν τοῖς ἐκτὸς εἴωθε τοῖς τοιούτοις ἀείμνηστος ἐπακολουθεῖν ἔπαινος, παρὰ δὲ τοῖς εὖ παθοῦσιν ἡ κατ' ἀξίαν τῆς εὐεργεσίας φυλάττεσθαι χάρις. καὶ γὰρ ἂν ἀλλοτριώτατός τις ὢν ἐλέου τύχῃ, μεταβάλλει διὰ τὴν εὐεργεσίαν καὶ ταχὺ γίνεται φίλος, ἑαυτῷ μεμφόμενος. 16 [1] Ὅτι δεῖ παρὰ τοῖς εὖ φρονοῦσι τὰς μὲν φιλίας ἀθανάτους ὑπάρχειν, τὰς δὲ ἔχθρας εἶναι θνητάς. οὕτω γὰρ μάλιστα τοὺς μὲν εὐνοοῦντας συμβήσεται πλείστους γενέσθαι, τοὺς δὲ ἀλλοτρίως διακειμένους ἐλάττους. [2] Ὅτι τοὺς ἡγεῖσθαι βουλομένους τῶν ἄλλων οὐχ οὕτω τοῖς ἄλλοις ὑπερέχειν ἀναγκαῖον ὡς ἐπιεικείᾳ καὶ μετριότητι δεῖ νικᾶν ἅπαντας. ὁ μὲν γὰρ ἐκ τοῦ κρατεῖσθαι φόβος μισεῖσθαι ποιεῖ τοὺς κρατοῦντας, ἡ δὲ εἰς τοὺς ἡττωμένους εὐγνωμοσύνη τῆς εὐνοίας αἰτία γινομένη βεβαίως συνέξει τὰς ἡγεμονίας. διόπερ ἐφ' ὅσον προνοούμεθα τῆς πατρίδος, ἐπὶ τοσοῦτον εὐλαβητέον ἀνήκεστόν τι καὶ σκληρὸν πρᾶξαι κατὰ τῶν ἑαυτοὺς ἑκουσίως παραδιδόντων. πᾶς γὰρ τοὺς μὲν ὑπερβαλλούσαις συμφοραῖς περιπεσόντας ἐλεεῖ, κἂν μηδὲν προσήκωσι, τοὺς δὲ ὑπερηφάνως ταῖς εὐτυχίαις χρωμένους μισεῖ, κἂν τύχωσιν ὄντες σύμμαχοι· ἀνάγει γάρ, οἶμαι, τὸ πραχθὲν ἕκαστος πρὸς ἑαυτὸν καὶ συναγανακτεῖ τοῖς ἠκληρηκόσι, φθονῶν ταῖς τῶν κατορθωσάντων εὐπραξίαις. 17 [1] Ὅτι ὅταν πόλις ἐπισημοτάτη πασῶν οὕτως ἀνηλεῶς ἀναρπασθῇ, τότε δὴ καὶ μᾶλλον ἡ περὶ τούτων ὑπόληψις διὰ πάσης ἔρχεται τῆς οἰκουμένης. οὐ γὰρ οὕτως τοὺς εὖ πράξαντας ἅπαντες ἐπαινοῦσιν ὡς τοὺς ἀνημέρως χρησαμένους τοῖς ὑποπεσοῦσιν ὁμολογουμένως μισοῦσιν. [2] Ὅτι τὴν διδομένην εὐτυχίαν παρὰ θεοῦ μὴ φέρειν ἀνθρωπίνως πολλῶν κακῶν εἴωθεν αἴτιον γίνεσθαι. [3] Ὅτι τοῖς τὴν τύχην μὴ φέρουσι κατ' ἄνθρωπον ἱκανὴ πᾶσα πρόφασις ἐπὶ τὸ χεῖρον μεταβαλεῖν. ὁρᾶτε οὖν μήποτε τοὺς ἀπεγνωσμένους ἄνδρας ἀγαθοὺς γενέσθαι ποιήσωμεν. καὶ γὰρ τὰ δειλότατα τῶν ζῴων ἔχοντα μὲν ἀναστροφὴν φεύγει, συγκλεισθέντα δὲ εἰς στενὸν τόπον ἀπίστως ἀγωνίζεται· καὶ Καρχηδόνιοι τὰς μὲν ἐλπίδας τῆς σωτηρίας ἔχοντες ὑποχωροῦσιν, ἀπογνόντες δὲ πᾶν τὸ δεινὸν ὑπομενοῦσιν ἐν ταῖς μάχαις. ὅταν γὰρ καὶ φεύγουσι καὶ μαχομένοις ὑποκείμενον ᾖ τελευτᾶν, ὁ μετὰ δόξης θάνατος τοῦ μετ' αἰσχύνης αἱρετώτερος κριθήσεται παρ' αὐτοῖς. [4] Ὅτι ὁ βίος πολλὰ ἔχει παράδοξα. δυστυχοῦντας μὲν οὖν παραβάλλεσθαι χρὴ καὶ τοῖς μεγίστοις κινδύνοις θηρᾶσθαι τὴν παραβολήν. οὐ καλὸν δὲ τὴν τύχην εὐροοῦσαν ἔχοντας αὑτοὺς εἰς τὸ παράβολον διδόναι. [5] Ὅτι οὐδεὶς ἡγεῖσθαι δυνάμεως τῶν ἐκτὸς δυναστείας λαχὼν ἑτέροις ἑκουσίως ἐκχωρεῖ. 18 [1] Ὅτι ἀτυχίαν ἀδικίας πλεῖστον ἡγοῦμαι διαφέρειν καὶ δεῖν ἑκατέρῳ τούτων οἰκείως προσφέρεσθαι· ταῦτα γάρ ἐστιν εὖ βουλευομένων ἀνδρῶν. ὁ μὲν οὖν πταίσας ἐν τῷ μηδὲν ἁμαρτεῖν μέγα δικαίως ἂν καταφύγοι πρὸς τὸν κοινὸν τοῖς ἀκληροῦσιν ἔλεον, ὁ δὲ μέγιστα ἀσεβήσας καὶ τὸ δὴ λεγόμενον ἄρρητα πρὸς ὕβριν καὶ ὠμότητα πράξας αὐτὸς αὑτὸν ἀπέστησε τοιαύτης φιλανθρωπίας· οὐ γὰρ δυνατὸν τὸν εἰς ἑτέρους ὠμὸν γενόμενον ἐν μέρει πταίσαντα τυγχάνειν ἐλέους, οὐδὲ τὸν οἶκτον ἐξ ἀνθρώπων τὸ καθ' αὑτὸν μέρος ἄραντα καταφεύγειν ἐπὶ τὴν τῶν ἄλλων ἐπιείκειαν. δίκαιον γάρ ἐστιν, ὃν καθ' ἑτέρων τις νόμον ἔθηκε, τούτῳ κεχρῆσθαι. [2] Ὅτι ὁ τοὺς κοινοὺς ἐχθροὺς ὑπὲρ ἁπάντων τιμωρησάμενος δῆλον ὡς κοινὸς ἂν εὐεργέτης νομίζοιτο, καὶ καθάπερ οἱ τὰ δεινότερα τῶν θηρίων ἀναιροῦντες ὡς εὖ ποιοῦντες τὸν κοινὸν βίον ἐπαίνου τυγχάνουσιν, οὕτως οἱ τὴν Καρχηδονίων ὠμότητα καὶ τὸ θηριῶδες τῆς ἀνθρωπότητος κολάσαντες ὁμολογουμένως τεύξονται τῆς μεγίστης δόξης. [3] Ὅτι τότε ἕκαστος ἀνδρείως ὑπομένει τὸν κίνδυνον ὅτε ἡ τοῦ νικᾶν ἐλπίς ἐστιν ὑποκειμένη· ὁ δὲ προειδὼς ἑαυτὸν ἡττηθησόμενον ἐν τῷ δρασμῷ καὶ φυγῇ τὴν σωτηρίαν ἔχει κειμένην.
Le versioni del tuo libro senza doverle cercare?