Biblioteca Storica Libro 28
Biblioteca Storica di Diodoro Siculo libro 28
1.1 Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Δικαίαρχον τὸν Αἰτωλόν, ἄνδρα τολμηρόν, πείσας πειρατεύειν ἔδωκεν αὐτῷ ναῦς εἴκοσι· προσέταξε δὲ τὰς μὲν νήσους φορολογεῖν, τοῖς δὲ Κρησὶ παραβοηθεῖν ἐν τῷ πρὸς Ῥοδίους πολέμῳ. οὗτος δὲ κατὰ τὰς ἐντολὰς τοὺς μὲν ἐμπόρους ἐλῄστευε, τὰς δὲ νήσους λεηλατῶν ἀργύριον εἰσεπράττετο. 2 [1] Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Ἡρακλείδην τινὰ Ταραντῖνον εἶχε μεθ' ἑαυτοῦ, πονηρὸν ἄνθρωπον, ὃς κατ' ἰδίαν αὐτῷ λαλῶν πολλὰς καὶ ψευδεῖς διαβολὰς τῶν ἐν ἀξιώματι κειμένων φίλων ἔλεγε· τέλος δὲ εἰς τοῦτο ἦλθεν ἀσεβείας ὥστε τοὺς πρώτους τοῦ συνεδρίου πέντε ἄνδρας ἀπέσφαξε. διὸ καὶ τὸ λοιπὸν ἐπὶ τὸ χεῖρον αὐτῷ τὰ πράγματα προήγετο· πολέμους γὰρ οὐκ ἀναγκαίους ἐπαναιρούμενος ἐκινδύνευσεν ἀποβαλεῖν τὴν βασιλείαν ὑπὸ Ῥωμαίων. οὐκέτι γὰρ οὐδεὶς ἐτόλμα τῶν φίλων ἔχειν παρρησίαν οὐδὲ ἐπιπλήττειν τῇ τοῦ βασιλέως ἀνοίᾳ, πεφρικὼς αὐτοῦ τὴν προπέτειαν. ἐστράτευσε δὲ ἐπὶ Δαρδάνους οὐδὲν ἀδικοῦντας, καὶ τούτους παρατάξει νικήσας ἀνεῖλεν ὑπὲρ τοὺς μυρίους. 3 [1] Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς χωρὶς τῆς πλεονεξίας οὕτως ὑπερήφανος ἦν ἐν ταῖς εὐτυχίαις ὥστε τοὺς μὲν φίλους ἀκρίτως ἀποσφάξαι, τοὺς δὲ τάφους τῶν προτετελευτηκότων καὶ πολλὰ τῶν ἱερῶν κατασκάπτειν. Ἀντίοχος δὲ τὸ κατὰ τὴν Ἐλυμαΐδα τέμενος τοῦ Διὸς συλᾶν ἐπιβαλόμενος πρέπουσαν τὴν καταστροφὴν εὗρε τοῦ βίου, μετὰ πάσης τῆς δυνάμεως ἀπολόμενος. ἀμφότεροι δὲ τὰς αὑτῶν δυνάμεις ἀνυποστάτους εἶναι νομίσαντες μιᾷ παρατάξει συνηναγκάσθησαν ἑτέροις ποιεῖν τὸ προσταττόμενον. διὸ καὶ τῆς μὲν περὶ αὐτοὺς γενομένης ἀτυχίας τὰς ἰδίας ἁμαρτίας ᾐτιῶντο, τῶν δὲ συγχωρηθέντων φιλανθρώπων τὰς χάριτας εἶχον τοῖς ἐν τῷ κρατεῖν ἐπιεικῶς αὐτοῖς χρησαμένοις. τοιγαροῦν ὥσπερ ἀπὸ περιγραφῆς τῶν ἰδίων πράξεων ἐπὶ τὸ χεῖρον ἑώρων τὰς αὑτῶν βασιλείας ὑπὸ τοῦ δαιμονίου προαγομένας. οἱ δὲ Ῥωμαῖοι καὶ τότε καὶ μετὰ ταῦτα δικαίους ἐνιστάμενοι πολέμους καὶ πλεῖστον ὅρκων καὶ σπονδῶν ποιούμενοι λόγον οὐκ ἀλόγως συμμάχους εἶχον τοὺς θεοὺς ἐν ἁπάσαις ταῖς ἐπιβολαῖς. 4 [1] Ὅτι οὐ μόνον ἄν τις ἐπὶ τῶν ἰδιωτικῶν συμβολαίων εὕροι τοὺς πονηρευομένους ταῖς ἐκ τῶν νόμων ζημίαις περιπίπτοντας, ἀλλὰ καὶ τῶν βασιλέων τοὺς ἀδίκοις πράγμασιν ἐπιβαλλομένους παρὰ τοῦ δαιμονίου τιμωρίας τυγχάνοντας. ὥσπερ γὰρ τοῖς ἐν δημοκρατίᾳ πολιτευομένοις ὁ νόμος, οὕτω τοῖς ἐν ἐξουσίαις ὁ θεὸς βραβευτὴς γίνεται τῶν πραττομένων, καὶ τοῖς μὲν τὴν ἀρετὴν μεταδιώξασιν οἰκεῖα τῆς ἀρετῆς ἔπαθλα ἐπιτίθησι, τοῖς δὲ τὴν πλεονεξίαν ἤ τινα ἄλλην κακίαν ἐπανελομένοις οὐκ εἰς μακρὰν τὴν προσήκουσαν ἐφίστησι τιμωρίαν. 5 [1] Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς σπανίζων τροφῆς οὐ διέλιπε τὴν ὑπ' Ἄτταλον χώραν λεηλατῶν μέχρι τῆς τῶν Περγαμηνῶν πόλεως. κατέσκαψε δὲ καὶ τὰ περὶ τὸ Πέργαμον ἱερά, τό τε Νικηφόριον πολυτελῶς κατεσκευασμένον καὶ τἄλλα γλυφὰς ἔχοντα θαυμαζομένας εἰς τέλος παρῴνησε. δι' ὀργῆς γὰρ ἔχων τὸν Ἄτταλον, ἐπεὶ τοῦτον οὐ κατέλαβε περὶ τούτους τοὺς τόπους, τὸν θυμὸν εἰς ταῦτα κατετίθετο. 6 [1] Ὅτι Μάρκος Αἰμίλιος ἀποπλεύσας εἰς Ἄβυδον πρὸς Φίλιππον τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν συμμάχων ἀπήγγειλεν αὐτῷ. ὁ δὲ ἔφησεν, ἐὰν μὲν ἐμμένωσι ταῖς ὁμολογίαις Ῥωμαῖοι, ποιήσειν αὐτοὺς ὀρθῶς, ἐὰν δὲ ἐπεμβαίνωσι, τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἀμυνεῖσθαι τοὺς ἀδίκου πολέμου κατάρχοντας. 7 [1] Ὅτι Φίλιππος ὁ Μακεδὼν ἐπὶ τὰς Ἀθήνας ἐλθὼν κατεστρατοπέδευσεν ἐπὶ τὸ Κυνόσαργες. μετὰ δὲ ταῦτα τὴν Ἀκαδημίαν ἐνέπρησε καὶ τοὺς τάφους κατέσκαψεν, ἔτι δὲ τὰ τεμένη τῶν θεῶν ἐλυμήνατο. χαρισάμενος δὲ τῷ θυμῷ, καθάπερ εἰς Ἀθήνας ἀλλ' οὐκ εἰς τὸ θεῖον ἐξαμαρτάνων, ὑπὸ μὲν τῶν ἀνθρώπων καὶ πάλαι βλασφημούμενος τότε τελέως ἐμισήθη, ὑπὸ δὲ θεῶν ταχὺ τῆς προσηκούσης ἐπιτιμήσεως ἔτυχε, διὰ μὲν τὴν ἰδίαν ἀβουλίαν τοῖς ὅλοις σφαλείς, διὰ δὲ τὴν Ῥωμαίων ἐπιείκειαν τυχὼν συγγνώμης. 8 [1] Ὅτι ὁ Φίλιππος συννοήσας τὴν ἀθυμίαν τῶν στρατιωτῶν, τούτους παραθαρσύνων ἐδίδασκεν ὅτι τοῖς μὲν νικῶσιν οὐδὲν τούτων γίνεται, τοῖς δὲ κατὰ τὴν ἧτταν ἀπολλυμένοις οὐ διαφέρειν ὑπὸ πηλίκων ἂν τραυμάτων ἀποθάνωσι. [2] Ὅτι ὡς ἐπὶ πολὺ εἰώθασιν οἱ τοῖς τρόποις φαῦλοι τοὺς συναναστρεφομένους ὁμοίους ἑαυτοῖς συγκατασκευάζειν. 9 [1] Ὅτι Φίλιππος θεωρῶν τῶν Μακεδόνων τοὺς πλείστους ἑαυτῷ χαλεπῶς ἔχοντας ἐπὶ τῷ τὸν Ἡρακλείδην ἔχειν φίλον, παρέδωκεν αὐτὸν εἰς τὴν φυλακήν. ἦν δὲ οὗτος Ταραντῖνος μὲν τὸ γένος, πονηρίᾳ δὲ ὑπερβαλλούσῃ χρώμενος καὶ τὸν Φίλιππον ἐξ ἐπιεικοῦς βασιλέως πεποιηκὼς πικρὸν καὶ ἀσεβῆ τύραννον. διὸ δὴ καὶ παρὰ πᾶσι τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησι ὑπερβαλλόντως συνέβαινε μισεῖσθαι τὸν Ἡρακλείδην. 11 [1] Ὅτι τῶν Ἠπειρωτῶν πρέσβεις πεμψάντων πρὸς Φίλιππον καὶ Φλαμίνιον, Φλαμίνιος μὲν ᾤετο δεῖν τὸν Φίλιππον ἐκχωρεῖν ἁπάσης τῆς Ἑλλάδος, ὅπως ἀφρούρητος ᾖ καὶ αὐτόνομος, ἀποδοῦναι δὲ καὶ τοῖς παρεσπονδημένοις τὰς βλάβας εὐδοκουμένως. ὁ δὲ ἔφη δεῖν τὰ μὲν παρὰ τοῦ πατρὸς αὐτῷ καταλελειμμένα βεβαίως ἔχειν, ὅσα δὲ τυγχάνει προσηγμένος, ἐκ τούτων ἐξάγειν τὰς φρουράς, περὶ δὲ τῆς βλάβης κρίνεσθαι. εἰπόντος δὲ πρὸς ταῦτα Φλαμινίου μὴ δεῖσθαι κρίσεως, δεῖν δὲ αὐτὸν τοὺς πεπονθότας πείθειν, καὶ διότι παρὰ τῆς βουλῆς ἐντολὰς ἔχοι ταύτας ὅπως μὴ μέρος τῆς Ἑλλάδος ἀλλὰ πᾶσαν αὐτὴν ἐλευθεροῦν, ὑπολαβὼν ὁ Φίλιππος, Καὶ τί τούτου βαρύτερόν, φησιν, προσετάξατ' ἄν μοι πολέμῳ κρατήσαντες; καὶ ταῦτ' εἰπὼν ἐχωρίσθη διωργισμένος. 12 [1] Ὅτι ὄντος τοῦ Ἀντιόχου τοῦ τῆς Ἀσίας βασιλέως περὶ τὸν τῆς Λυσιμαχείας πόλεως ἀνοικισμὸν παρεγενήθησαν οἱ παρὰ Φλαμινίου πρέσβεις. εἰσαχθέντες δὲ εἰς τὸ συνέδριον παρεκάλουν Ἀντίοχον ἐκχωρῆσαι τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον γεγενημένων πόλεων, καὶ καθόλου θαυμάζειν ἔφασαν τί βουλόμενος πεζικάς τε καὶ ναυτικὰς συνάγει δυνάμεις καὶ τί διανοούμενος διαβέβηκεν εἰς τὴν Εὐρώπην, εἰ μὴ Ῥωμαίοις ἐπιβάλλεται πολεμεῖν. ὁ δὲ Ἀντίοχος τοῖς εἰρημένοις ἀντιλέγων ἔφη θαυμάζειν πῶς Ῥωμαῖοι τῆς Ἀσίας ἀντιποιοῦνται, τῶν κατὰ τὴν Ἰταλίαν αὐτοῦ μηδὲν πολυπραγμονοῦντος· Λυσιμαχεῖς δὲ ἀνοικίζων οὔτε Ῥωμαῖον οὔτε ἄλλον οὐδένα βλάπτειν· τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς φροντίζειν ὅπως μηδεμιᾶς ἀμφισβητήσεως τυγχάνῃ· δώσειν γὰρ αὐτῷ τὴν θυγατέρα γυναῖκα. καὶ τούτων ῥηθέντων τῶν λόγων οἱ Ῥωμαῖοι οὐκ εὐδοκοῦντες ἐχωρίσθησαν. 10 [1] Ὅτι Ἀννίβας διὰ μόνης τῆς περὶ αὐτὸν φήμης καθ' ὅλην τὴν οἰκουμένην περίβλεπτος ἐγίνετο, κατὰ πᾶσαν πόλιν ἑκάστου σπεύδοντος θεάσασθαι τὸν ἄνδρα. 13 [1] Ὅτι οἱ παρὰ Νάβιδος καὶ Φλαμινίου πεμφθέντες εἰς Ῥώμην πρεσβευταὶ περὶ τῶν συνθηκῶν ἐπεὶ διελέχθησαν τῇ συγκλήτῳ περὶ ὧν τὰς ἐντολὰς εἶχον, ἔδοξε τῇ γερουσίᾳ βεβαιοῦν τὰς ὁμολογίας καὶ τὰς φρουρὰς τὰς ἐκ τῆς Ἑλλάδος καὶ τὰς στρατιὰς ἀπάγειν. ὁ δὲ Φλαμίνιος ἀκούσας τὰ διῳκημένα πανταχόθεν τοὺς ἀρίστους τῶν Ἑλλήνων μετεπέμψατο καὶ συναγαγὼν ἐκκλησίαν τὰς τῶν Ῥωμαίων εἰς τοὺς Ἕλληνας εὐεργεσίας ἀνενεώσατο καὶ περὶ τῶν κατὰ τὸν Νάβιν ἀπελογεῖτο, διότι κατὰ τὸ δυνατὸν πεποιήκασι, καὶ ὅτι κατὰ τὴν τοῦ δήμου προαίρεσιν ἅπαντες οἱ τὴν Ἑλλάδα κατοικοῦντές εἰσιν ἐλεύθεροι καὶ ἀφρούρητοι καὶ τὸ μέγιστον τοῖς ἰδίοις νόμοις πολιτευόμενοι. ᾐτήσατο δὲ παρὰ τῶν Ἑλλήνων χάριν ὅπως τοὺς δουλεύοντας παρ' αὐτοῖς Ἰταλιώτας ἀναζητήσαντες ἀποστείλωσιν ἐν ἡμέραις τριάκοντα. ὃ καὶ γέγονεν. 14 [1] Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς μέχρι μέν τινος ἐπῃνεῖτο· Ἀριστομένη δὲ τὸν ἐπίτροπον αὐτοῦ γεγενημένον καὶ πάντα καλῶς διῳκηκότα τὴν μὲν ἀρχὴν ἠγάπα καθαπερεὶ πατέρα καὶ πάντα ἔπραττεν ἀπὸ τῆς ἐκείνου γνώμης· μετὰ δὲ ταῦτα ὑπὸ τῶν κολακευόντων διαφθαρεὶς τὴν ψυχὴν τόν τε Ἀριστομένη παρρησιαζόμενον ἐμίσησε καὶ τέλος συνηνάγκασεν αὐτὸν πιόντα κώνειον τελευτῆσαι. ἀεὶ δὲ μᾶλλον θηριούμενος καὶ τυραννικὴν παρανομίαν ἀλλ' οὐ βασιλικὴν ἐξουσίαν ζηλώσας, ἐμισήθη μὲν ὑπὸ τῶν Αἰγυπτίων, ἐκινδύνευσε δὲ ἀποβαλεῖν τὴν βασιλείαν. 15 [1] Ὅτι πάλιν ἡ σύγκλητος διήκουσε τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβειῶν καὶ ταύταις φιλανθρώπως προσεφώνει βουλομένη προθύμους αὐτοὺς ἔχειν πρὸς τὸν Ἀντιοχικὸν πόλεμον, ὃν ταχέως προσεδόκα. τοῖς δὲ παρὰ Φιλίππου πρέσβεσιν ἀπεκρίθη διότι φυλάττοντος αὐτοῦ τὴν πίστιν τῶν τε φόρων αὐτὸν ἀπολύσει καὶ Δημήτριον τὸν υἱόν. τοῖς δὲ ἐληλυθόσι παρὰ Ἀντιόχου συνέστησεν ἐκ τῆς βουλῆς ἄνδρας δέκα τοὺς διακουσομένους περὶ ὧν ἔφησαν ἐντολὰς ἔχειν παρὰ τοῦ βασιλέως. [2] ὧν συνεδρευσάντων ὁ τῆς πρεσβείας ἀφηγούμενος Μένιππος ἔλεγεν ἥκειν ὅπως Ἀντιόχῳ φιλίαν καὶ συμμαχίαν συνάψηται πρὸς Ῥωμαίους. ἔφησε δὲ θαυμάζειν τὸν βασιλέα διὰ τίνα ποτ' αἰτίαν προστάττουσιν αὐτῷ Ῥωμαῖοι τινὰ μὲν τῶν κατὰ τὴν Εὐρώπην μὴ πολυπραγμονεῖν, τινῶν δὲ τῶν πόλεων ἀφίστασθαι καὶ παρ' ἐνίων τοὺς ὀφειλομένους φόρους μὴ λαμβάνειν· ταῦτα γὰρ οὐ τοῖς ἐξ ἴσου τὴν φιλίαν ποιουμένοις ἔθος εἶναι ποιεῖν, ἀλλὰ τοῖς πολέμῳ νενικηκόσι· τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύοντας ἐπὶ Λυσιμάχειαν ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων· Ἀντιόχῳ δὲ πρὸς Ῥωμαίους πόλεμον μὲν μηδέποτε γεγονέναι· φιλίαν δ' ἂν συνθέσθαι βούλωνται πρὸς αὐτόν, ἕτοιμον εἶναι. [3] ὁ δὲ Φλαμίνιος ἔφη δυοῖν πραγμάτων ὄντων ἕτερον τῷ βασιλεῖ τὴν σύγκλητον συγχωρεῖν, εἰ μὲν βούλεται τῆς Εὐρώπης ἀπέχεσθαι, μηδὲν πολυπραγμονεῖν Ῥωμαίους τῶν κατὰ τὴν Ἀσίαν· εἰ δὲ τοῦτο μὴ προαιρεῖται, γινώσκειν ὅτι Ῥωμαῖοι τοῖς ἑαυτῶν φίλοις καταδουλουμένοις βοηθήσουσιν. [4] τῶν δὲ πρεσβευτῶν ἀποκριναμένων ὡς οὐδὲν τοιοῦτον συνθήσονται δι' οὗ ταπεινώσουσι τὴν βασιλέως ἀρχήν, τῇ ἐχομένῃ τοῖς Ἕλλησιν ἡ σύγκλητος εἶπεν ὡς ἐὰν Ἀντίοχος περιεργάζηταί τι τῶν κατὰ τὴν Εὐρώπην, Ῥωμαῖοι μετὰ πολλῆς σπουδῆς τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐλευθερώσουσιν. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν, οἱ παρὰ τοῦ βασιλέως ἠξίουν τε τὴν σύγκλητον ἐνθυμηθῆναι ἡλίκων ἑκατέροις κατάρχεται κινδύνων καὶ μηδὲν ταχέως πράττειν, ἀλλὰ τῷ βασιλεῖ δοῦναι χρόνον εἰς βουλήν, καὶ αὐτὴν ἐπιμελέστερον περὶ τούτων βουλεύεσθαι.
Le versioni del tuo libro senza doverle cercare?