Biblioteca Storica libro 37

Biblioteca Storica XXXVII di Diodoro Siculo

[1] E Ἀφ' ὧν χρόνων αἱ τῶν ἀνθρώπων πράξεις διὰ τῆς ἱστορικῆς ἀναγραφῆς εἰς αἰώνιον μνήμην παρεδόθησαν, μέγιστον ἴσμεν πόλεμον τὸν Μαρσικὸν ὀνομασθέντα ἀπὸ Μαρσῶν. οὗτος γὰρ πάντας τοὺς προγεγονότας ὑπερεβάλετο ταῖς τῶν στρατηγῶν ἀνδραγαθίαις καὶ τῷ μεγέθει τῶν πράξεων. τὸν γὰρ Τρωικὸν πόλεμον καὶ τὰς τῶν ἡρώων ἀρετὰς ὁ ἐπιφανέστατος τῶν ποιητῶν Ὅμηρος εἰς ὑπερβολὴν δόξης ἐτραγῴδησεν· ἐν ᾧ τῆς Εὐρώπης πρὸς τὴν Ἀσίαν διαπολεμούσης καὶ τῶν μεγίστων ἠπείρων ὑπὲρ τῆς νίκης διαφιλοτιμουμένων, τοιαῦται πράξεις ὑπὸ τῶν ἀγωνιζομένων συνετελέσθησαν ὥστε τοῖς ἐπιγενομένοις ἀνθρώποις ἐμπλησθῆναι τὰ θέατρα μυθικῶν καὶ τραγικῶν ἀγωνισμάτων. 2 ἀλλ' ὅμως ἐκεῖνοι μὲν ἐν ἔτεσι δέκα τὰς ἐν τῇ Τρῳάδι πόλεις κατεπολέμησαν, Ῥωμαῖοι δὲ τοῖς ὕστερον χρόνοις μιᾷ παρατάξει νικήσαντες Ἀντίοχον τὸν μέγαν τῆς Ἀσίας κύριοι κατέστησαν. μετὰ δὲ τὰ Τρωικὰ τοῦ Περσῶν βασιλέως στρατεύσαντος ἐπὶ τὴν Ἑλλάδα καὶ διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους τῶν ἀκολουθούντων αὐτῷ στρατιωτῶν ἀναξηραινομένων τῶν ἀενάων ποταμῶν, ἡ Θεμιστοκλέους στρατηγικὴ σύνεσις μετὰ τῆς τῶν Ἑλλήνων ἀρετῆς τοὺς Πέρσας κατεπολέμησεν. 3 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Καρχηδονίων τριάκοντα μυριάσιν ἐπὶ τὴν Σικελίαν στρατευσάντων, Γέλων ὁ Συρακουσίων ἀφηγούμενος ἑνὶ στρατηγήματι καὶ ἀκαρεῖ χρόνῳ διακοσίας ναῦς ἐνέπρησε καὶ δεκαπέντε μυριάδας πολεμίων ἐν παρατάξει κατακόψας τὰς ἴσας ἐζώγρησεν. ἀλλ' ὅμως οἱ τὸν Μαρσικὸν πόλεμον διαπολεμήσαντες Ῥωμαῖοι τοὺς ἀπογόνους τῶν τὰς τηλικαύτας πράξεις ἐπιτελεσαμένων κατεπολέμησαν. 4 ἑξῆς δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος ὑπερβαλλούσῃ συνέσει καὶ ἀνδρείᾳ τῶν Περσῶν τὴν ἡγεμονίαν καταπολεμήσαντος, Ῥωμαῖοι κατὰ τοὺς νεωτέρους καιροὺς δορίκτητον ἐποιήσαντο τὴν Μακεδονίαν. Καρχηδὼν δὲ περὶ τῆς Σικελίας ἔτη τέσσαρα καὶ εἴκοσι πολεμήσασα τῇ Ῥώμῃ καὶ πλείστας καὶ μεγίστας ἀγωνισαμένη παρατάξεις καὶ ναυμαχίας, τότε μὲν τῷ βάρει τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατεπολεμήθη, μετ' ὀλίγον δὲ τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον συστησαμένη παρατάξεσι καὶ ναυμαχίαις καὶ πολλαῖς περιβοήτοις πράξεσι νικήσασα, στρατηγὸν ἔχουσα πρωτεύοντα κατ' ἀρετὴν Ἀννίβαν, τελευταῖον ὑπό τε τῆς τῶν Ῥωμαίων καὶ τῆς τῶν Ἰταλῶν ἀνδραγαθίας καὶ τῆς Σκιπίωνος ἀρετῆς κατεπολεμήθη. 5 Κίμβρους δὲ ταῖς μὲν ὄψεσι γίγασι παρεμφερεῖς, ταῖς δὲ ἀλκαῖς ἀνυπερβλήτους . . .· οὗτοι γὰρ πολλὰς καὶ μεγάλας Ῥωμαίων δυνάμεις κατακόψαντες καὶ μυριάσι τεσσαράκοντα τὴν ἐπὶ Ἰταλίαν στρατείαν στειλάμενοι, ταῖς τῶν Ῥωμαίων ἀνδραγαθίαις ἄρδην κατεκόπησαν. 6 διὸ τοῦ πρωτείου κατὰ τὰς ἐν τοῖς πολέμοις ἀνδραγαθίας ἐκ τῶν ἀποτελεσμάτων κριθέντος ὑπάρχειν παρὰ Ῥωμαίοις καὶ τοῖς τὴν Ἰταλίαν οἰκοῦσιν ἔθνεσιν, ἡ τύχη καθάπερ ἐπίτηδες τούτους εἰς διάστασιν ἀγαγοῦσα τὸν ὑπερβάλλοντα τῷ μεγέθει πόλεμον ἐξέκαυσεν. ἐπαναστάντων γὰρ τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν τῇ τῆς Ῥώμης ἡγεμονίᾳ καὶ τῶν ἐξ αἰῶνος ἀρίστων κεκριμένων ἐλθόντων εἰς ἔριν καὶ φιλοτιμίαν, ὁ γενόμενος πόλεμος εἰς ὑπερβολὴν μεγέθους κατήντησεν, ὃς ὠνομάσθη Μαρσικὸς ἀπὸ τῶν ἀρχηγῶν γενομένων τῆς ἀποστάσεως Μαρσῶν. [2] {Photius} E Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγεγονότων ἀποφαίνεται. ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰταλοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. αἰτίαν δὲ πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρατοῦς, δι' ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον τρυφῆς καὶ ἀκολασίας. 2 ἐκ γὰρ τῆς διαφθορᾶς ταύτης στασιάσαντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα ἐκείνης ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικουρῆσαι καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαιικῆς πολιτείας μεταδοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· ὀλυμπιὰς δ' ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. 3 ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώσεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, ταλαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου πλήθους ἑκατέρωθεν πεσόντος ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος. 4 ἐπολέμουν δὲ Ῥωμαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νωλανοί, καὶ ἕτεραι πόλεις καὶ ἔθνη· ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς Ἰταλιώταις τὸ Κορφίνιον ἦν, ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ πρὸς πόλεμον ἀφθόνως ἅπαντα καὶ χρημάτων πλῆθος, καὶ τροφῆς δαψιλῆ χορηγίαν. 5 συνεστήσαντο δὲ καὶ σύγκλητον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πατρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προβουλεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας, καὶ τούτοις ἐπέτρεψαν τὰ κατὰ τὸν πόλεμον διοικεῖν, αὐτοκράτορας ποιήσαντες τοὺς συνέδρους. οὗτοι δ' ἐνομοθέτησαν δύο μὲν ὑπάτους κατ' ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς. 6 καὶ κατεστάθησαν ὕπατοι μὲν Κόιντος Πομπαίδιος Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάιος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ πράξεσι τοῦ ἔθνους προέχων. τὴν δ' ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας ταύτας καὶ μερίδας ἀπέδειξαν. 7 καὶ τῷ μὲν Πομπαιδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατικῆς θαλάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, καὶ στρατηγοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰταλίας, τὴν πρὸς ἕω καὶ μεσημβρίαν νεύουσαν, προσώρισαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύξαντες ἕξ. οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαιικῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονομάσαντες. 8 E Καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήιος ὕπατος αἱρεθεὶς καὶ στρατηγὸς τοῦ πολέμου καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι ἐπιφανεστάταις μάχαις τοὺς Ἰταλιώτας οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις νικήσαντες τὰ πράγματα αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν. ἐπολέμησαν δ' οὖν καὶ ἔτι· ἀλλὰ Γαΐου Κοσκονίου σταλέντος εἰς Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττήθησαν. 9 εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέντες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορφίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις· εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν, πέντε στρατηγοὺς αὑτοῖς ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοίντῳ Πομπαιδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν. οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατεσκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν προϋπαρχόντων περὶ τρισμυρίους γενέσθαι. 10 χωρὶς δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους. συμβαλὼν δὲ Ῥωμαίοις, Μαμέρκου στρατηγοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ' οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει. καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενουσίαν, πόλιν ἀξιόλογον οὖσαν καὶ στρατιώτας πολλοὺς ἔχουσαν, ἐξεπολιόρκησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων αἰχμαλώτους εἷλεν. 11 ἐπικρατούντων δ' ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως ἂν συναφθέντων τὸ Ῥωμαιικὸν καταβληθήσεσθαι κράτος. ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν ἐπειδὰν αὑτῷ καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. διὸ παντελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοιποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι διατρίβοντες ἐν τῇ Νώλᾳ, καὶ πρός γε τούτοις οἱ περὶ Λαμπώνιον καὶ Κλεπίτιον, ἔχοντες λείψανα τῶν Λευκανῶν. 12 E Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου, πάλιν αἱ προγεγενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, ἀντιποιουμένων πολλῶν ἐνδόξων τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατηγίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάιός τε γὰρ Ἰούλιος καὶ Γάιος Μάριος ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμεριζόμενον ταῖς γνώμαις. συνέβησαν δὲ καὶ ἕτεραι ταραχαί. 13 ὁ μέντοι Σύλλας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολλοὺς τῶν πλησιοχώρων καταπληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυλίοις περισπωμένης, Μάρκος Ἀπώνιος καὶ Τιβέριος Κλεπίτιος, ἔτι δὲ Πομπήιος, οἱ τῶν ὑπολοίπων Ἰταλιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Ἰσίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δ' ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες τῇ λοιπῇ τὸ Ῥήγιον ἰσχυρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον νήσων. 14 ἀλλ' ὁ ταύτης στρατηγὸς Γάιος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμενος, καὶ καταπληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς Ῥηγίνους. εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ οἱ δὲ Μαρίῳ συνεμάχησαν. καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ' ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. [3] {Const_2} E Ὅτι τὸ παλαιὸν οἱ Ῥωμαῖοι νόμοις τε καὶ ἀγωγαῖς ἀρίστοις χρώμενοι κατ' ὀλίγον ηὐξήθησαν ἐπὶ τοσοῦτον ὥστε ἡγεμονίαν ἐπιφανεστάτην καὶ μεγίστην τῶν μνημονευομένων κατακτήσασθαι. ἐν δὲ τοῖς νεωτέροις καιροῖς, καταπεπολεμημένων μὲν τῶν πλείστων ἐθνῶν, πολυχρονίου δὲ εἰρήνης γενομένης, μετέπεσεν ἐν τῇ Ῥώμῃ τὸ τῆς ἀρχαίας ἀγωγῆς εἰς ὀλέθριον ζῆλον. 2 ἐτράπησαν γὰρ οἱ νέοι μετὰ τὴν ἐκ τῶν πολέμων ἄνεσιν εἰς τρυφὴν καὶ ἀκολασίαν, χορηγὸν ἔχοντες τὸν πλοῦτον ταῖς ἐπιθυμίαις. προεκρίνετο γὰρ κατὰ τὴν πόλιν τῆς μὲν λιτότητος ἡ πολυτέλεια, τῆς δὲ τῶν πολεμικῶν ἔργων μελέτης ἡ ῥᾳστώνη· μακάριος δ' ὑπείληπτο τοῖς πολλοῖς οὐχ ὁ ταῖς ἀρεταῖς κεκοσμημένος, ἀλλ' ὁ ταῖς προσηνεστάταις ἡδοναῖς πάντα τὸν τοῦ ζῆν χρόνον ἐπαπολαύων. 3 διὸ καὶ δείπνων πολυδαπάνων παραθέσεις ἐπεπόλασαν καὶ μύρων θαυμαζομένων εὐωδίαι καὶ στρωμνῆς ἀνθινῆς καὶ μεγαλοπλούτου παρασκευαὶ τρικλίνων τ' ἐξ ἐλέφαντος καὶ ἀργύρου καὶ τῶν ἄλλων τῶν πολυτελεστάτων ὑλῶν περιττῶς δεδημιουργημένων κατασκευαί. τῶν δὲ οἴνων ὁ μὲν μετρίως τέρπων τὴν γεῦσιν ἀπεδοκιμάζετο, Φαλερῖνος δὲ καὶ Χῖος καὶ πᾶς ὁ τούτοις ἐφάμιλλον ἔχων ἡδονήν, ἰχθύων τε καὶ τῶν ἄλλων χρηστῶν τὰ πρωτεύοντα πρὸς ἀπόλαυσιν ἀνέδην ἀνηλίσκοντο. 4 ἀκολούθως δὲ τούτοις οἱ νέοι κατὰ τὴν ἀγορὰν ἐφόρουν ἐσθῆτας διαφόρους μὲν ταῖς μαλακότησι, διαφανεῖς δὲ κατὰ τὴν λεπτότητα, ταῖς γυναικείαις παρεμφερεῖς. καὶ πάντα τὰ πρὸς ἡδονὴν καὶ ἀλαζονείαν ὀλέθριον ἀνήκοντα παρασκευαζόμενοι ταχὺ τὰς τούτων τιμὰς εἰς ἄπιστον ὑπερβολὴν ἤγαγον. 5 τοῦ μὲν γὰρ οἴνου τὸ κεράμιον ἐπωλεῖτο δραχμῶν ἑκατόν, τῶν δὲ Ποντικῶν ταρίχων τὸ κεράμιον δραχμῶν τετρακοσίων, τῶν δὲ μαγείρων οἱ διαφέροντες ὀψαρτυτικαῖς φιλοτεχνίαις ταλάντων τεττάρων, οἱ δὲ ταῖς εὐμορφίαις ἐκπρεπεῖς παράκοιτοι πολλῶν ταλάντων. ἀδιορθώτου δ' οὔσης τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς, ἐπεβάλοντό τινες τῶν τὰς ἀρχὰς λαμβανόντων ἐν ταῖς ἐπαρχίαις μετατίθεσθαι τὸν τῆς προειρημένης ἀγωγῆς ζῆλον, καὶ τὸν ἑαυτῶν βίον περίοπτον ὄντα διὰ τὴν ἐξουσίαν ἀρχέτυπον εἰς μίμησιν τιθέναι τῶν καλῶν ἐπιτηδευμάτων. 6 {Const_4} E Ὅτι Μάρκος Κάτων, ἀνὰρ σώφρων καὶ ἀγωγῇ καλῇ διαφέρων, ἐν τῇ συγκλήτῳ κατηγορῶν τῆς ἐπιπολαζούσης ἐν τῇ Ῥώμῃ τρυφῆς ἔφησεν ἐν μόνῃ τῇ πόλει ταύτῃ τὰ μὲν κεράμια τῶν Ποντικῶν ταρίχων ὑπάρχειν τιμιώτερα τῶν ζευγηλατῶν, τοὺς δ' ἐρωμένους τῶν ἀγρῶν. [4] E μνησθήσομαί τινων παραδείγματος ἕνεκα καὶ ἐπαίνου δικαίου καὶ τοῦ τῷ κοινῷ βίῳ συμφέροντος, ἵν' οἱ μὲν πονηροὶ τῶν ἀνθρώπων διὰ τῆς κατὰ τὴν ἱστορίαν βλασφημίας ἀποτρέπωνται τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς, οἱ δὲ ἀγαθοὶ διὰ τοὺς ἐκ τῆς ἀιωνίου δόξης ἐπαίνους ἀντέχεσθαι τῶν καλῶν ἐπιτηδευμάτων ὀρέγωνται. [5] {Const_2} E ὅτι Κόιντος Σκαιουόλας μεγίστην εἰσηνέγκατο σπουδὴν διὰ τῆς ἰδίας ἀρετῆς διορθώσασθαι τὴν φαυλότητα τοῦ ζήλου. ἐκπεμφθεὶς γὰρ εἰς τὴν Ἀσίαν στρατηγός, ἐπιλεξάμενος τὸν ἄριστον τῶν φίλων σύμβουλον Κόιντον Ῥοτίλιον μετ' αὐτοῦ συνήδρευε βουλευόμενος καὶ πάντα διατάττων καὶ κρίνων τὰ κατὰ τὴν ἐπαρχίαν. καὶ πᾶσαν τὴν δαπάνην ἔκρινεν ἐκ τῆς ἰδίας οὐσίας ποιεῖσθαι τοῖς τε συνεκδήμοις καὶ αὑτῷ. εἶτα λιτότητι καὶ ἀφελείᾳ χρώμενος καὶ ἀκεραίῳ τῇ δικαιοσύνῃ τὴν ἐπαρχίαν ἀνέλαβεν ἐκ τῶν προγεγονότων ἀκληρημάτων. οἱ γὰρ προγεγονότες κατὰ τὴν Ἀσίαν δημοσιώνας κοινωνοὺς ἐσχηκότες, τοὺς ἐν τῇ Ῥώμῃ τὰς δημοσίας κρίσεις διαδικάζοντας, ἀνομημάτων ἐπεπληρώκεσαν τὴν ἐπαρχίαν. 2 E Ὅτι Μούκιος ὁ Σκαιουόλας ταῖς μὲν δικαιοδοσίαις ἀδιαφθόροις καὶ ἀκριβέσι χρησάμενος οὐ μόνον πάσης συκοφαντίας ἀπήλλαξε τοὺς κατὰ τὴν ἐπαρχίαν, ἀλλὰ καὶ τὰ τῶν δημοσιωνῶν ἀνομήματα διωρθώσατο. πᾶσι γὰρ τοῖς ἠδικημένοις ἀκριβῆ κριτήρια προστάττων, καταδίκους ἐν ἅπασιν ἐποίει τοὺς δημοσιώνας καὶ τὰς μὲν ἀργυρικὰς βλάβας τοῖς ἠδικημένοις ἐκτίνειν ἠνάγκαζε, τὰ δὲ θανατικὰ τῶν ἐγκλημάτων ἠξίου κρίσεως θανατικῆς. 3 ὅτε δὴ τὸν κορυφαῖον τούτων οἰκονόμον, διδόντα μὲν ὑπὲρ τῆς ἐλευθερίας πολλὰ χρήματα καὶ συμπεφωνηκότα πρὸς τοὺς κυρίους, φθάσας τὴν ἀπολύτρωσιν καὶ θανάτου καταδικάσας ἀνεσταύρωσεν. 4 E Ὅτι ὁ αὐτὸς τοὺς δημοσιώνας κατεδίκαζε καὶ τοῖς ἠδικημένοις ἐνεχείριζε. καὶ συνέβαινε τοὺς ὀλίγῳ πρότερον διὰ τὴν καταφρόνησιν καὶ πλεονεξίαν πολλὰ παρανομοῦντας παρ' ἐλπίδας ὑπὸ τῶν ἠδικημένων ἀπάγεσθαι πρὸς τοὺς καταδίκους. καὶ τὰς συνήθεις τοῖς στρατηγοῖς καὶ συνεκδήμοις δαπάνας ἐκ τῆς ἰδίας οὐσίας ποιούμενος ταχὺ τὰς εὐνοίας τῶν συμμαχούντων εἰς τὴν Ῥώμην ἀνεκτήσατο. [5a] {Const_3} E . . . ἐφρόνει· ὡς δὲ ἔνιοι, ὅτι κατὰ διαθήκην τῷ ἑτέρῳ ὐἱῷ τὰ πλείω κατέλιπε τῆς οὐσίας, τοῖς ὅλοις ἐκινδύνευσεν. ὁ γὰρ νεανίσκος τόλμῃ καὶ προπετείᾳ διαφέρων, περιθέμενος διάδημα καὶ βασιλέα Μακεδόνων ἑαυτὸν ἀναδείξας παρεκάλει τοὺς πολλοὺς ἀφίστασθαι Ῥωμαίων καὶ τὴν προγεγενημένην Μακεδόσιν πάτριον βασιλείαν ἀνακτᾶσθαι. πολλῶν δὲ συντρεχόντων, ὡς ἁρπαγῆς ἐσομένης, ὁ δὴ Εξήκεστος ἀγωνιάσας ἐξέπεμψέ τινα τὸν διασαφήσοντα Σεντίῳ τῷ στραγηγῷ τὴν περὶ τὸν ὐἱὸν ἀπόνοιαν. διεπέμψατο δὲ καὶ πρὸς Κότυν τὸν βασιλέα Θρᾳκῶν, ἀξιῶν μεταπέμψασθαι τὸν νεανίσκον καὶ πεῖσαι τῆς ἐπιβολῆς ἀποστῆναι. ὁ δὲ ἔχων φιλίαν πρὸς Ευφήνην μετεπέμψατο αὐτόν, καὶ παρακατασχὼν ἡμέρας τινὰς παρέδωκε τῷ πατρί· καὶ ἀπελύθη τῶν διαβολῶν. [6] {Const_4} E Ὅτι τὸ προϋπάρχον εἰς τὴν ἡγεμονίαν μῖσος ἡ τοῦ στρατηγοῦ σύνεσις καὶ ἀρετὴ τοῖς ἐνδεχομένοις βοηθήμασι διωρθώσαντο, καὶ παρὰ μὲν τοῖς εὐεργετηθεῖσι τιμῶν ἰσοθέων ἔτυχε, παρὰ δὲ τῶν πολιτῶν πολλὰς ἀμοιβὰς τῶν κατορθωμάτων ἀπέλαβε. [7] E Ῥητέον δὲ ἡμῖν καὶ περὶ τῶν ἐκ ταπεινοτέρας μὲν δόξης ὁρμηθέντων, ὀρεχθέντων δ' οὐχ ἑτέρας ἐπιβολῆς τῶν προειρημένων. ἐπ' ἴσης γὰρ τοῖς ἐν ἀξιώμασι μεγάλοις καὶ τοῖς ὑποδεεστέροις τῆς ἀρετῆς ζῆλος ἔγκειται. [8] {Const_2} E Ὅτι Λεύκιος Ἀσύλλιος, πατρὸς μὲν ὑπάρχων τεταμιευκότος, ἐκπεμφθεὶς δὲ στρατηγὸς εἰς Σικελίαν, κατέλαβε τὴν ἐπαρχίαν διεφθαρμένην, ἀνεκτήσατο δὲ τὴν νῆσον χρησάμενος τοῖς καλλίστοις ἐπιτηδεύμασιν. παραπλησίως γὰρ τῷ Σκαιουόλᾳ προεχειρίσατο τὸν ἄριστον τῶν φίλων πρεσβευτήν τε καὶ σύμβουλον, ὃς ἦν Γάιος, ἐπικαλούμενος δὲ Λόγγος, ζηλωτὴς τῆς ἀρχαίας καὶ σώφρονος ἀγωγῆς, καὶ Πόπλιον σὺν τούτῳ, πρωτεύοντα τῇ δόξῃ τῶν ἐν Συρακούσαις κατοικούντων ἱππέων· 2 χωρὶς γὰρ τῶν ἐκ τῆς τύχης ἀγαθῶν καὶ ταῖς κατὰ ψυχὴν ἀρεταῖς διέφερεν. σημεῖον δὲ τῆς εὐσεβείας αἱ θυσίαι καὶ αἱ ἐν τοῖς ἱεροῖς κατασκευαὶ καὶ τὰ ἀναθήματα, τὸ δὲ τῆς σωφροσύνης τὸ τὰς αἰσθήσεις μέχρι τῆς ἐσχάτης τοῦ βίου γραμμῆς ἀσινεῖς ἔχειν, τὸ δὲ τῆς παιδείας τε καὶ φιλανθρωπίας τὸ προτιμᾶσθαι παρ' αὐτῷ περιττότερον τοὺς πεπαιδευμένους. καθόλου δὲ τοὺς ἀπό τινος ἐπαινουμένης μούσης ὁρμωμένους εὐεργέτει, συλλαμβάνων ἐκ τῆς ἰδίας οὐσίας ἀφειδῶς. 3 οἷς δυσὶν ὁ Σύλλιος προσαναπαυόμενος ὁμοτοίχους μὲν οἰκίας εἰς κατάλυσιν παρεσκευάσατο, συνήδρευε δὲ μετὰ τούτων τὰ κατὰ τὴν δικαιοδοσίαν ἐπακριβούμενος καὶ πάντα φιλοτεχνῶν πρὸς ἐπανόρθωσιν τῆς ἐπαρχίας. 4 E Ὅτι ὁ αὐτὸς . . . τὴν δικαιοδοσίαν πρὸς τὰ συμφέροντα φιλοτιμηθεὶς τὴν συκοφαντίαν ἐκ τῆς ἀγορᾶς ἐφυγάδευσε, τῆς δὲ τῶν ἀσθενεστέρων βοηθείας μεγίστην ἐποιήσατο φροντίδα. τῶν γὰρ ἄλλων στρατηγῶν εἰωθότων διδόναι προστάτας τοῖς ὀρφανοῖς καὶ γυναιξὶν ἐρήμοις συγγενῶν, οὗτος ἑαυτὸν τούτων ἀνέδειξε φροντιστήν· διά τε τῆς ἰδίας σκέψεως καὶ φροντίδος διακρίνων τὰς ἐν τούτοις ἀμφισβητήσεις πᾶσιν ἀπένειμε τὴν πρέπουσαν τοῖς καταδυναστευομένοις ἐπικουρίαν. καθόλου δὲ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσας εἰς ἐπανόρθωσιν τῶν ἰδιωτικῶν καὶ τῶν δημοσίων ἀδικημάτων ἀπεκατέστησε τὴν νῆσον εἰς τὴν πάλαι ποτὰ μακαριζομένην εὐδαιμονίαν. [9] {Const_4} E Ὅτι ἀπειλούσης τῆς συγκλήτου πόλεμον τῷ Γράκχῳ διὰ τὴν μετάθεσιν τῶν κριτηρίων, τεθαρρηκότως οὗτος εἶπεν ὅτι Κἂν ἀποθάνω, οὐ διαλείψω . . . τὸ ξίφος ἀπὸ τῆς πλευρᾶς τῶν συγκλητικῶν διῃρημένον. ὁ δὲ ῥηθεὶς λόγος ὥσπερ τις θεοῦ χρησμὸς ἀκόλουθον ἔσχε τοῖς ῥηθεῖσι τὸ ἀποτέλεσμα. ὁ γὰρ Γράκχος τύραννον ἑαυτὸν ἀναδεδειχὼς ἀκρίτως ἀνῃρέθη. [10] {Const_2} E Ὅτι Μάρκος Λίβιος Δροῦσος ἀνὴρ νέος μὲν ἦν τὴν ἡλικίαν, κεκοσμημένος δὲ πᾶσι τοῖς πρωτείοις. πατρός τε γὰρ ἦν ἐπιφανεστάτου καὶ παρὰ τοῖς πολίταις δι' εὐγένειαν καὶ ἀρετὴν θαυμαστῶς ἀγαπωμένου, αὐτός τε ὑπῆρχε λόγῳ μὲν δεινότατος τῶν ἡλικιωτῶν, πλούτῳ δὲ πάντας τοὺς πολίτας ὑπερβάλλων, μεγάλην δὲ ἀξιοπιστίαν ἔχων καὶ κατὰ τὰς ὑποσχέσεις ὢν βεβαιότατος, ἔτι δὲ πλήρης εὐγενοῦς φρονήματος. διὸ καὶ μόνος ἔδοξεν ἔσεσθαι προστάτης τῆς συγκλήτου. 2 {Const_4} E Ὅτι πλεῖστον ἴσχυεν ἡ τῶν Δρούσων οἰκία διὰ τὴν εὐγένειαν τῶν ἀνδρῶν καὶ διὰ τὴν πρὸς τοὺς πολίτας ἐπιείκειαν καὶ φιλανθρωπίαν. διὸ καὶ νόμου τινὸς προκειμένου καὶ προσφάτως κεκυρωμένου, τῶν πολιτῶν τις ἐν παιδιᾷ τῷ νόμῳ προσέγραψεν ὅτι Ὅδε ὁ νόμος κύριός ἐστι τῶν πολιτῶν πλὴν δυεῖν Δρούσων. 3 E Ὅτι ὁ Δροῦσος τῆς συγκλήτου τοὺς νόμους αὐτοῦ ἀκυρούσης ἔφη ἑαυτὸν ἐξουσίαν ἔχοντα πᾶσαν τῶν νόμων δυνάμενόν τε ἑαυτὸν κωλῦσαι δόγματα γράφειν, τοῦτο μὲν ἑκουσίως μὴ ποιήσειν, καλῶς εἰδότα τοὺς ἐξαμαρτήσαντας ταχὺ τευξομένους τῆς προσηκούσης δίκης. ἀκυρουμένων δὲ τῶν ὑφ' αὑτοῦ γραφέντων νόμων ἄκυρον ἔσεσθαι καὶ τὸν περὶ τῶν κριτηρίων νόμον· οὗ συντελεσθέντος τὸν μὲν ἀδωροδοκήτως βεβιωκότα μηδεμιᾶς τεύξεσθαι κατηγορίας, τοὺς δὲ τὰς ἐπαρχίας σεσυληκότας ἀχθήσεσθαι πρὸς τὰς τῆς δωροδοκίας εὐθύνας· ὥστε τοὺς διὰ φθόνον καθαιροῦντας τὴν ἑαυτοῦ δόξαν τοῖς ἰδίοις δόγμασι καθάπερ αὐτόχειρας κινδυνεύειν γενέσθαι. [11] E Ὄμνυμι τὸν Δία τὸν Καπετώλιον καὶ τὴν Ἑστίαν τῆς Ῥώμης καὶ τὸν πατρῷον αὐτῆς Ἄρην καὶ τὸν γενάρχην Ἥλιον καὶ τὴν εὐεργέτιν ζῴων τε καὶ φυτῶν Γῆν, ἔτι δὲ τοὺς κτίστας γεγενημένους τῆς Ῥώμης ἡμιθέους καὶ τοὺς συναυξήσαντας τὴν ἡγεμονίαν αὐτῆς ἥρωας, τὸν αὐτὸν φίλον καὶ πολέμιον ἡγήσεσθαι Δρούσῳ, καὶ μήτε βίου μήτε τέκνων καὶ γονέων μηδεμιᾶς φείσεσθαι ψυχῆς, ἐὰν μὴ συμφέρῃ Δρούσῳ τε καὶ τοῖς τὸν αὐτὸν ὅρκον ὀμόσασιν. ἐὰν δὲ γένωμαι πολίτης τῷ Δρούσου νόμῳ, πατρίδα ἡγήσομαι τὴν Ῥώμην καὶ μέγιστον εὐεργέτην Δροῦσον. καὶ τὸν ὅρκον τόνδε παραδώσω ὡς ἂν μάλιστα πλείστοις δύνωμαι τῶν πολιτῶν. καὶ εὐορκοῦντι μέν μοι ἐπίκτησις εἴη τῶν ἀγαθῶν, ἐπιορκοῦντι δὲ τἀναντία. [12] E Ὅτι συντελουμένων κατὰ τύχην ἀγώνων καὶ τοῦ θεάτρου πεπληρωμένου τῶν ἐπὶ τὴν θέαν κατηντηκότων Ῥωμαίων, κωμῳδὸν ἐπὶ τῆς σκηνῆς ἀγανακτοῦντα κατέσφαξαν ἐν τῷ θεάτρῳ, φήσαντες οὐκ ἀκολούθως αὐτὸν ὑποκρίνασθαι τῇ περιστάσει. τῆς δὲ πανηγυρικῆς θέας εἰς πολεμικὴν σκυθρωπότητα καὶ φόβων ὑπερβολὴν ἐκτραπείσης, ἡ τύχη σατυρικὸν τῷ καιρῷ τούτῳ πρόσωπον ἐπεισήγαγεν. 2 ἦν γάρ τις Λατῖνος ὄνομα μὲν Σαυνίων, γελωτοποιὸς δὲ καὶ χάριτας ὑπερβαλλούσας ἔχων εἰς ἱλαρότητα· οὐ γὰρ μόνον ἐν τοῖς λόγοις ἐκίνει γέλωτας, ἀλλὰ καὶ κατὰ τὴν σιωπὴν καὶ καθ' ὁποίαν σώματος ἐπιστροφὴν ἅπαντας ἐποίει τοὺς θεωμένους μειδιᾶν, φυσικῆς τινος ἐπιτρεχούσης πιθανότητος. διὸ καὶ παρὰ Ῥωμαίοις μεγάλης ἀποδοχῆς ἐν τοῖς θεάτροις ἐπηξιοῦτο· οἱ δὲ Πικεντῖνοι τὴν ἀπόλαυσιν καὶ τέρψιν ταύτην τῶν Ῥωμαίων ἀφελέσθαι βουλόμενοι τοῦτον διέγνωσαν ἀποκτεῖναι. 3 ὁ δὲ προαισθόμενος τὸ μέλλον τελεῖσθαι προῆλθεν ἐπὶ τὴν σκηνὴν καὶ τῆς τοῦ κωμῳδοῦ σφαγῆς ἄρτι γεγενημένης, Ἄνδρες, εἶπε, θεαταί, καλλιεροῦμεν· ἐπ' ἀγαθῷ δ' εἴη συντετελεσμένον τὸ κακόν· οὐ γάρ εἰμι Ῥωμαῖος, ἀλλ' ὅμοιος ὑμῶν ὑπὸ ῥάβδοις τεταγμένος περινοστῶ τὴν Ἰταλίαν καὶ χάριτας ἐμπορευόμενος ἡδονὰς καὶ γέλωτας θηρῶμαι. διὸ φείσασθε τῆς κοινῆς ἁπάντων χελιδόνος, ᾗ τὸ θεῖον ἔδωκεν ἐν ταῖς ἁπάντων οἰκίαις ἐννεοττεύειν ἀκινδύνως· οὐ γὰρ δίκαιον ὑμᾶς πολλὰ κλαίειν. οὐκ ὀλίγα δὲ καὶ ἄλλα πρὸς διάλυσιν καὶ γέλωτα διελθὼν καὶ τῇ πιθανότητι καὶ χάριτι τῆς ὁμιλίας τὸ πικρὸν τῆς τιμωρίας παραιτησάμενος ἀπελύθη τῶν κινδύνων. [13] {Const_2} E Ὅτι ὁ τῶν Μαρσῶν ἡγούμενος Πομπαίδιος ἐπεβάλετο μεγάλῃ καὶ παραβόλῳ πράξει. μυρίους γὰρ ἀναλαβὼν ἐκ τῶν τὰς εὐθύνας φοβουμένων, ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη, προῆγεν ἐπὶ τῆς Ῥώμης. διενοεῖτο δὲ περιστῆσαι τῇ συγκλήτῳ τὰ ὅπλα καὶ τὴν πολιτείαν αἰτεῖσθαι, ἢ μὴ πείσας πυρὶ καὶ σιδήρῳ τὴν ἡγεμονίαν διαλυμήνασθαι. ἀπαντήσαντος δὲ αὐτῷ Γαΐου Δομιτίου καὶ ἐρομένου, Ποῖ προάγεις, Πομπαίδιε, μετὰ τοσούτου πλήθους; εἶπεν, εἰς Ῥώμην ἐπὶ τὴν πολιτείαν, κεκλημένος ὑπὸ τῶν δημάρχων. 2 ὁ δὲ Δομίτιος ὑπολαβὼν ἔφησεν ἀκινδυνότερον αὐτὸν καὶ κάλλιον τεύξεσθαι τῆς πολιτείας, ἂν μὴ πολεμικῶς ἐπὶ τὴν σύγκλητον παραγένηται· ταύτην γὰρ βούλεσθαι τὴν χάριν δοῦναι τοῖς συμμάχοις μὴ βιασθεῖσαν ἀλλ' ὑπομνησθεῖσαν. ὁ δὲ ἱεράν τινα τὴν συμβουλὴν τἀνδρὸς θέμενος καὶ πεισθεὶς τοῖς λόγοις ἐπανῆλθεν ἐπὶ τὴν οἰκείαν. Δομίτιος μὲν οὖν φρονίμοις λόγοις ἐκ μεγάλων κινδύνων ἐξήρπασε τὴν πατρίδα, πολὺ κρείττονα τὴν ὁμιλίαν ποιησάμενος τῆς γενομένης Σερουιλίῳ τῷ στρατηγῷ πρὸς Πικεντίνους. ἐκεῖνος γὰρ οὐχ ὡς ἐλευθέροις καὶ συμμάχοις ὁμιλῶν, ἀλλ' ὡς δούλοις ἐνυβρίζων καὶ φόβων μεγάλων ἀπειλαῖς παρώξυνεν τοὺς συμμάχους ἐπὶ τὴν καθ' ἑαυτοῦ καὶ τῶν ἄλλων τιμωρίαν. οὗτος δὲ πεφρονηματισμένων ἀποστατῶν ἀλόγους ὁρμὰς ἐπιεικέσι λόγοις εἰς εὔνοιαν προετρέψατο. [14] {Const_4} E Τῆς δὲ λείας τοῖς στρατιώταις μετέδωκαν, ὅπως τῆς ἐκ τῶν πολέμων ὠφελείας οἱ διακινδυνεύσαντες γευσάμενοι τοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνας ἐθελοντὴν ἀναδέχωνται. [15] E Ὅτι ὁ Μάριος ἤγαγε τὴν δύναμιν ἐπὶ τὸ Σαμνιτῶν πεδίον καὶ τοῖς πολεμίοις ἀντεστρατοπέδευσε. Πομπαίδιος δὲ τὴν τῶν ὅλων ἡγεμονίαν παρειληφὼς παρὰ τοῖς Μαρσοῖς καὶ αὐτὸς προῆγε τὴν δύναμιν. καὶ πλησίον ἀλλήλων γενομένων τὸ σκυθρωπὸν τοῦ πολέμου εἰς εἰρηνικὴν μετέπεσε διάθεσιν. 2 εἰς ἐπίγνωσιν γὰρ ὄψεως ἐλθόντες οἱ παρ' ἀμφοτέροις στρατιῶται πολλοὺς μὲν ἰδιοξένους ἐπεγίνωσκον, οὐκ ὀλίγους δὲ συστρατιώτας ἀνενεοῦντο, συχνοὺς δὲ οἰκείους καὶ συγγενεῖς κατενόουν, οὓς ὁ τῆς ἐπιγαμίας νόμος ἐπεποιήκει κοινωνῆσαι τῆς τοιαύτης φιλίας. διὸ καὶ τῆς συμπαθείας ἀναγκαζούσης προΐεσθαι φωνὴν φιλάνθρωπον, ἀλλήλους ἐξ ὀνόματος προσηγόρευον καὶ παρεκάλουν ἀπέχεσθαι τῆς τῶν ἀναγκαίων μιαιφονίας, τὰς δὲ ἐν προβολῇ πολεμικῶς διακειμένας πανοπλίας ἀποτιθέμενοι τὰς δεξιὰς ἐξέτεινον ἀσπαζόμενοι καὶ φιλοφρονοῦντες ἀλλήλους. 3 ἃ δὴ κατανοήσας ὁ Μάριος καὶ αὐτὸς προῆλθεν ἐκ τῆς παρατάξεως· ποιήσαντος δὲ καὶ τοῦ Πομπαιδίου τὸ παραπλήσιον διελέχθησαν ἀλλήλοις συγγενικῶς. πολλῶν δὲ λόγων γενομένων τοῖς ἡγεμόσι περὶ τῆς εἰρήνης καὶ τῆς ἐπιθυμουμένης πολιτείας, καὶ τῶν στρατευμάτων ἀμφοτέρων χαρᾶς καὶ καλῶν ἐλπίδων πληρουμένων, ἡ πᾶσα σύνοδος ἐκ πολεμικῆς τάξεως εἰς πανηγυρικὴν διάθεσιν μετέπεσε, καὶ τῶν στρατιωτῶν τοῖς οἰκείοις λόγοις ἐπὶ τὴν εἰρήνην προκαλεσαμένων ἅπαντες ἀσμένως τῆς ἀλληλοφονίας ἀπελύθησαν. [16] {Const_2} E Ὅτι ἦν τις ἐν Ἄσκλῳ παραδεδομένος ὑπὸ Ῥωμαίων εἰς φυλακήν, ὄνομα μὲν Ἀγαμέμνων, Κίλιξ δὲ τὸ γένος, διὰ δέ τινα περιπέτειαν καὶ συμμάχων φόνους ἐζωγρημένος· ὃς ὑπὸ τῶν Πικεντίνων ἀπολυθεὶς ἐκ τῆς φυλακῆς διὰ τὴν εὐεργεσίαν προθύμως ἐστρατεύετο. λῃστείας δὲ πολλὴν ἐμπειρίαν ἔχων τὴν πολεμίαν χώραν κατέτρεχε μετὰ στρατιωτῶν ὁμοίων ταῖς παρανομίαις. [17] {Const_4} E Οὗτος γὰρ οὐ προγονικὴν δόξαν οὐδ' ἀφορμὴν ἰδίαν ἔχων εἰς προκοπῆς μέγεθος παραδόξως ἦλθεν εἰς ὑπερβολὴν ἀξιώματός τε καὶ δόξης. ἐπιστρέφειν δὲ εἴωθεν ἡ τύχη πρὸς τὸ δέον καὶ τοὺς καθ' ἑτέρων ἄδικόν τι μηχανησαμένους τοῖς αὐτοῖς περιβάλλειν συμπτώμασι. . . . κατὰ τὸ παρὸν ἴσως τυραννοῦσιν, ἀλλ' ὕστερον ὑφέξουσι τὰς τῶν τυραννικῶν ἀνομημάτων εὐθύνας. [18] E Ὅτι Κρὴς ὁ ἐλθὼν πρὸς Ἰούλιον τὸν ὕπατον ἐπὶ προδοσίαν εἶπεν, Ἂν δι' ἐμοῦ κρατήσῃς τῶν πολεμίων, τίνα δώσεις μισθὸν τῆς εὐεργεσίας; ὁ στρατηγὸς εἶπε, Ποιήσω σε πολίτην Ῥωμαῖον καὶ ἔσῃ παρ' ἐμοὶ τίμιος. ὁ δὲ Κρὴς διαχυθεὶς ἐπὶ τῷ ῥηθέντι, Πολιτεία, φησί, παρὰ Κρησὶν εὐφημούμενός ἐστι λῆρος. τοξεύομεν γὰρ ἡμεῖς ἐπὶ τὸ κέρδος, καὶ πᾶν βέλος ἡμῶν χάριν (?) καὶ ἀργυρίου, νεμόμενοι πᾶσαν χώραν καὶ θάλατταν. διὸ κἀγὼ νῦν ἀργυρίου χάριν ἥκω· τὰ δὲ τῆς πολιτείας τίμια τοῖς περὶ ταύτης νῦν διαφερομένοις παραχώρει, οἵτινες αἵματος ἀγοράζουσι λῆρον περιμάχητον. πρὸς ὃν γελάσας ὁ ἄλλος εἶπε, Γενομένης ἡμῖν τῆς ἐπιβολῆς χαρίσομαί σοι χιλίας δραχμάς. [19] E Ὅτι τοὺς δούλους διά τινος ἐπινοίας οἱ Αἰσερνῖται λιμῷ πιεζόμενοι ἐκ τῆς πόλεως ἐξήγαγον· πάντα γὰρ ἡ τῆς περιστάσεως ἰδιότης ἠνάγκαζε πράττειν καὶ τῇ τῶν ἄλλων ἀπωλείᾳ τὴν ἰδίαν περιποιεῖσθαι σωτηρίαν. οἱ δὲ οἰκέται δεινῇ καὶ παρηλλαγμένῃ συμφορᾷ περιπεσόντες, ἀναχωρήσαντες τὴν τῶν δεσποτῶν ὠμότητα τῇ τῶν πολεμίων ἐπιεικείᾳ διωρθώσαντο. 2 E Ὅτι τοὺς κύνας καὶ τἄλλα ζῷα οἱ Αἰσερνῖται ἐσιτοῦντο· πάντα γὰρ ἡ τῆς φύσεως ἀνάγκη παρὰ τὸ καθῆκον ποιεῖν ἠνάγκαζε, βιαζομένη τὴν ἀπεγνωσμένην καὶ ἀσυνήθη τροφὴν προσφέρεσθαι. 3 E Ὅτι αἱ ἀνθρώπιναι ψυχαὶ μετέχουσι θείας τινὸς φύσεως ἐνίοτε προκαταμαντευόμεναι τὰ μέλλοντα, καὶ κατά τινας φυσικὰς εἰδωλοποιίας προορῶνται τὸ συμβησόμενον. ὅπερ ταῖς τῶν Πιννητῶν γυναιξὶ συνέβη γενέσθαι· προκατωδύροντο γὰρ τὴν ἐσομένην συμφοράν. 4 E Ὅτι τῶν Ἰταλιωτῶν τὰ τέκνα τῶν Πιννητῶν ἅπαντα πρὸ τῶν τειχῶν τῆς πόλεως ἀγαγόντων καὶ ἀπειλούντων ταῦτα κατασφάττειν, ἐὰν μὴ ἀποστῶσιν ἀπὸ Ῥώμης, οἱ Πιννῆται ἐγκαρτεροῦντες τοῖς δεινοῖς ἔδωκαν ἀπόκρισιν ὅτι τέκνων στερηθέντες ἕτερα ῥᾳδίως ποιήσουσιν, ἐὰν τηρήσωσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν. 5 E Ὅτι οἱ αὐτοὶ Ἰταλιῶται ἀπογνόντες τὴν ἐκ τῆς πειθοῦς σύλλυσιν ἐπετελέσαντο πρᾶξιν ὠμότητι διαφέρουσαν· προσαγαγόντες γὰρ ἐγγὺς τοῦ τείχους τοὺς παῖδας προσέταττον τοῖς μέλλουσιν ἀναιρεῖσθαι δεῖσθαι τῶν πατέρων ἐλεῆσαι τοὺς ἐξ αὑτῶν γεγονότας καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνοντας ἐπικαλεῖσθαι τὸν πάντων ἐφορῶντα τὸν βίον τῶν ἀνθρώπων ἥλιον σῶσαι ψυχὰς νηπίων παίδων. [20] {Const_2} E Ὅτι οἱ Πιννῆται δειναῖς συνείχοντο συμφοραῖς. ἀμετάπειστον δ' ἔχοντες τὴν πρὸς Ῥωμαίους συμμαχίαν ἠναγκάζοντο κατεξανίστασθαι τῶν περὶ ψυχὴν παθῶν καὶ περιορᾶν τὰ τέκνα στερισκόμενα τοῦ ζῆν ἐν ὀφθαλμοῖς τῶν γεγεννηκότων. [21] {Const_4} E Τοιαῦτα γὰρ ἦν αὐτοῖς τὰ τῆς ψυχῆς παραστήματα κατὰ τοὺς ἀγῶνας ὥστε μηδεμίαν ὑπερβολὴν ἄλλοις ὑπολείπεσθαι κατὰ τὰς τῶν δεινῶν ὑπομονάς. πολλαπλασίων δὲ ὄντων τῶν πολιορκούντων, τὸ τοῦ πλήθους ἐλλιπὲς τῇ τῆς ἀρετῆς ὑπερβολῇ προσανεπλήρουν. [22] E Ὅτι οἱ μὲν Ἰταλιῶται πολλάκις ὑπὲρ τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἠγωνισμένοι λαμπρῶς, τότε περὶ τῆς ἰδίας κινδυνεύοντες ὑπερέβαλλον ταῖς ἀνδραγαθίαις τὰς προγεγενημένας νίκας, οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς πρότερον ὑποτεταγμένους αὐτοῖς ἀγωνιζόμενοι δεινὸν ἡγοῦντο φανῆναι τῶν ἡττόνων ἥττους. [23] E Ὅτι ὁ δὲ Λαμπώνιος ὥρμησεν ἐπὶ τὸν Κράσσον, ὑπολαμβάνων προσήκειν μὴ τοὺς πολλοὺς ὑπὲρ τῶν ἡγεμόνων, ἀλλὰ τοὺς ἡγεμόνας ὑπὲρ τοῦ πλήθους διαγωνίζεσθαι. [24] E Ὅτι οἱ Ῥωμαῖοι καὶ οἱ Ἰταλιῶται περὶ τῆς τῶν καρπῶν συγκομιδῆς διηγωνίζοντο. ἐπιθέσεων δὲ γενομένων καὶ συμπλοκῶν ἀλληλοκτονοῦντες οὐ διέλιπον. μετὰ χεῖρας ἔχοντες τὸν θεριζόμενον στάχυν διεκρίνοντο πρὸς ἀλλήλους αἵματι περὶ τῆς ἀναγκαίας τροφῆς. οὐδεὶς δὲ ἀνέμενε παράκλησιν ἡγεμόνος, ἀλλ' ἡ φύσις αὐτὴ προετρέπετο πρὸς τὴν ἀλκήν, προβάλλουσα τὴν τῆς ἐνδείας ἀνάγκην. ὑπέμενεν ἕκαστος εὐψύχως τὴν διὰ σιδήρου γινομένην τοῦ βίου καταστροφήν, δεδιὼς τὸν ἐκ τῆς ἐνδείας θάνατον. [25] {Const_2} E Ὅτι ὁ Σύλλας τὰς πράξεις καλῶς ἐχείριζε καὶ ἐνεργῶς, καὶ δόξης καὶ καλῆς φήμης ἐν Ῥώμῃ κατηξιοῦτο, καὶ τὸ πλῆθος ἐδοκίμασεν αὐτὸν ἄξιον ὑπάρχειν ὕπατον αἱρεῖσθαι, καὶ περιβόητος ἦν ἐπ' ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει, καὶ καθόλου φανερὸς ὑπῆρχεν εἰς μεῖζον πρόσχημα δόξης προαχθησόμενος. [26] E Ὅτι ὁ Μιθριδάτης τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατὰ τὴν Ἀσίαν νικήσας καὶ πολλοὺς ζωγρήσας, ἅπαντας τιμήσας καὶ ἐσθῆσι καὶ ἐφοδίοις ἀπέλυσεν εἰς τὰς πατρίδας. διαβοηθείσης δὲ τῆς τοῦ Μιθριδάτου φιλανθρωπίας, ἐνέπεσεν εἰς τὰς πόλεις ὁρμὴ προστίθεσθαι τῷ βασιλεῖ, παρῆν δὲ ὁρᾶν ἀπὸ πασῶν τῶν πόλεων πρεσβευτὰς μετὰ ψηφισμάτων καλούντων αὐτὸν εἰς τὰς ἰδίας πατρίδας καὶ θεὸν καὶ σωτῆρα προσαγορευόντων. ἀκολούθως δὲ τούτοις καὶ κατὰ τὴν παρουσίαν τοῦ βασιλέως ἀπήντων αἱ πόλεις ἐκχεόμεναι πανδημεὶ μετ' ἐσθῆτος λαμπρᾶς καὶ πολλῆς χαρᾶς. [27] E Ὅτι κατὰ τὴν Ἀσίαν ἐπικρατοῦντος Μιθριδάτου καὶ τῶν πόλεων ἀφισταμένων ἀκατασχέτως ἀπὸ Ῥωμαίων, οἱ ἐν τῇ Λέσβῳ διέγνωσαν οὐ μόνον ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ, ἀλλὰ καὶ τὸν Ἀκίλλιον εἰς Μιτυλήνην συμπεφευγότα καὶ νοσοκομούμενον παραδοῦναι τῷ Μιθριδάτῃ. ἐπιλέξαντες οὖν τῶν νέων τοὺς ἀλκῇ διαφέροντας ἔπεμψαν ἐπὶ τὸ κατάλυμα. οἱ δὲ ἀθρόοι προσπεσόντες τούτῳ καὶ τὸν Ἀκίλλιον ἁρπάσαντες ἔδησαν, ὡς καλλίστην τῷ βασιλεῖ καὶ κεχαρισμένην δωρεὰν ἐκπέμψοντες. 2 E Ὁ δέ, καίπερ νέος ὢν παντελῶς τὴν ἡλικίαν, ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν ἡρωικήν· φθάσας γὰρ τοὺς μέλλοντας συναρπάζειν αὐτόν, ἀντὶ τῆς ὕβρεως καὶ τῆς αἰσχρᾶς τιμωρίας ἠλλάξατο θάνατον. σφάζων γὰρ ἑαυτὸν καὶ τῇ δεινότητι τῆς πράξεως καταπληξάμενος τοὺς ἐπ' αὐτὸν ὁρμῶντας ἐποίησε μὴ τολμῆσαι πλησίον αὐτοῦ προελθεῖν· μετὰ πάσης δὲ ἀδείας ἑαυτὸν ἀπαλλάξας τοῦ ζῆν καὶ τῶν ἐπιφερομένων κακῶν περιβόητον ἔσχε τὴν ἐπ' εὐψυχίᾳ δόξαν. [28] E Ὅτι καθόλου κατὰ τὴν ναυμαχίαν παρὰ τοῖς Ῥοδίοις πλὴν τοῦ πλήθους τὰ λοιπὰ πάντα μεγάλας εἶχεν ὑπεροχάς, τέχνη κυβερνητῶν, τάξις τῶν νηῶν, ἐρετῶν ἐμπειρία, δυνάμεις ἡγεμόνων, ἐπιβατῶν ἀρεταί· παρὰ δὲ τοῖς Καππάδοξιν ὑπῆρχον ἀπειρίαι καὶ ἀγυμνασίαι καὶ ἡ πάντων τῶν κακῶν παραιτία ἀταξία. προθυμίᾳ μὲν γὰρ οὐκ ἐλείποντο τῶν Ῥοδίων, ὡς ἂν ἔχοντες ἐπίσκοπον καὶ θεατὴν τῶν κινδύνων τὸν βασιλέα καὶ τούτῳ σπεύδοντες ἐνδείκνυσθαι τὴν πρὸς αὐτὸν εὔνοιαν· μόνῳ δὲ ὑπερέχοντες τῷ πλήθει τῶν σκαφῶν περιεχέοντο τὰς πολεμίας ναῦς καὶ κυκλοῦντες εἰς μέσον αὐτὰς ἀπελάμβανον. [29] {Const_4} E Ὅτι ὁ Μάριος εἰς τὸν κάμπον καθ' ἡμέραν βαδίζων ἐγυμνάζετο πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας· ἔσπευδε γὰρ τὴν τοῦ γήρως ἀσθένειαν καὶ βραδυτῆτα τῇ καθ' ἡμέραν ἀθλήσει καὶ φιλοπονίᾳ πρὸς τοὐναντίον διορθώσασθαι. 2 {Const_2} E Ὅτι Γάιος Μάριος τῶν ἀνθρώπων ἐπιφανέστατος γεγονὼς ἐπὶ μὲν τῆς νεότητος ἐζήλωσεν ἀφιλαργυρίαν, τῶν καλῶν ἔργων ὀρεχθείς· καὶ μεγάλας πράξεις ἐπί τε τῆς Λιβύης καὶ τῆς Εὐρώπης κατεργασάμενος περιεποιήσατο τὴν περιβόητον ἐπιφάνειάν τε καὶ δόξαν. ἐπὶ δὲ τοῦ ἐσχάτου γήρως ἐπιθυμήσας τὸν Μιθριδάτου τοῦ βασιλέως πλοῦτον καὶ τὴν ἐν ταῖς κατὰ τὴν Ἀσίαν πόλεσιν εὐπορίαν εἰς τὸν ἴδιον μετενεγκεῖν βίον τοῖς ὅλοις ἔπταισε· τήν τε γὰρ αὐτῷ προϋπάρχουσαν εὐδαιμονίαν κατῄσχυνε καὶ τοῦ Σύλλα Κορνηλίου τὴν δεδομένην ἐπαρχίαν παραιρούμενος παρανόμως τῇ προσηκούσῃ περιέπεσε συμφορᾷ. 3 οὐ μόνον γὰρ τὸν ἐπιθυμηθέντα πλοῦτον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὴν ἰδίαν οὐσίαν προσαπέβαλε, δημευθείσης αὐτοῦ τῆς ὑπάρξεως διὰ τὴν τῆς πλεονεξίας ὑπερβολήν. καταγνωσθεὶς δὲ ὑπὸ τῆς πατρίδος θανάτῳ καὶ διαδρὰς τὴν παραυτίκα τιμωρίαν ἠλᾶτο κατὰ τὴν χώραν μόνος φεύγων. καὶ τέλος ἐξέπεσε τῆς Λιβύης εἰς τὴν Νομαδίαν ἄδουλος, ἄπορος, ἔρημος φίλων. ὕστερον δὲ τῆς Ῥώμης ἐμπεσούσης εἰς πολέμους ἐμφυλίους, συνεργήσας τοῖς τῆς πατρίδος πολεμίοις οὐκ ἠρκέσθη τῇ καθόδῳ, πόλεμον δὲ ἐκκαύσας καὶ τυχὼν ὑπατείας τὸ ἕβδομον οὐκ ἐτόλμησεν ἔτι τῆς τύχης λαβεῖν πεῖραν, δεδιδαγμένος περὶ τῆς κατ' αὐτὴν ἀβεβαιότητος μεγάλοις συμπτώμασι. 4 προορώμενος γὰρ τὸν ἀπὸ τοῦ Σύλλα πόλεμον ἐπικρεμάμενον τῇ Ῥώμῃ μετέστησεν ἑαυτὸν ἐκ τοῦ ζῆν ἑκουσίως. ἀπολιπὼν δὲ ἀρχὰς μεγάλας πολέμων αἴτιος ἐγένετο τῷ τε υἱῷ καὶ τῇ πατρίδι τῶν ἐσχάτων ἀκληρημάτων· ὁ μὲν γὰρ ἀναγκασθεὶς πολεμεῖν τοῖς κρείττοσι κατέστρεψεν ἀτυχῶς τὸν βίον συμπεφευγὼς ἐν τῇ διώρυγι, οἱ δὲ ἐν τῇ Ῥώμῃ καὶ κατὰ τὰς ἐν Ἰταλίᾳ πόλεις ἐμπεσόντες εἰς τὸν πάλαι προκείμενον πόλεμον ταῖς προκατεσκευασμέναις περιέπεσον συμφοραῖς. 5 οἱ μὲν γὰρ ἐπιφανέστατοι τῶν Ῥωμαίων, Σκαιουόλαν καὶ Κράσσον φημί, ἐν συγκλήτῳ μιαιφονηθέντες ἀκρίτως προεσήμηναν ταῖς ἰδίαις ἀτυχίαις τὸ μέγεθος τῶν ἐσομένων κατὰ τὴν Ἰταλίαν ἀτυχημάτων· οἱ πλεῖστοι γὰρ τῶν συγκλητικῶν καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ὑπὸ τῶν περὶ τὸν Σύλλαν ἀνῃρέθησαν, στρατιῶται δὲ ἐν ταῖς στάσεσι καὶ μάχαις κατεκόπησαν οὐκ ἐλάττους τῶν δέκα μυριάδων. καὶ ταῦτα πάντα συνέβη τοῖς ἀνθρώποις διὰ τὸν ἐξ ἀρχῆς ἐπιθυμηθέντα πλοῦτον ὑπὸ Μαρίου. [30] {Const_4} E Ὅτι ὁ περιμάχητος ἀνθρώποις πλοῦτος μεγάλαις περιβάλλει συμφοραῖς ἐνίοτε τοὺς ἐπιθυμήσαντας αὐτοῦ μεταλαβεῖν· προτρεπόμενος γὰρ εἰς ἀδήλους καὶ παρανόμους πράξεις, καὶ χορηγὸς γινόμενος πάσης ἀκρατοῦς ἡδονῆς, τοὺς ἄφρονας χειραγωγεῖ πρὸς τὰ φαῦλα τῶν ἔργων. τοιγαροῦν ὁρᾶν ἔστι τοὺς τοιούτους αὐτοὺς μὲν τοῖς μεγίστοις ἀκληρήμασι περιπίπτοντας, ταῖς δὲ πόλεσι τῶν ἀτυχημάτων γινομένους αἰτίους. 2 τοσαύτην ὁ χρυσὸς ἔχει δύναμιν ἐπὶ κακῷ προτιμώμενος ἀφρόνως παρὰ ἀνθρώποις, οἵτινες διὰ τὴν ὑπερβολὴν τῆς πρὸς τοῦτον ἐπιθυμίας παρ' ἕκαστα προφέρονται τούτους τοὺς στίχους τῶν ποιητῶν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:07 - flow version _RPTC_G1.3