Biblioteca Storica Libro 7

Biblioteca Storica di Diodoro Siculo libro 7

Ἐν ταῖς μετὰ ταύτας ἕνδεκατὰς ἀπὸ τῶν Τρωικῶν κοινὰς πράξεις ἀναγεγράφαμεν ἕως τῆς Ἀλεξάνδρου τελευτῆς.    Κατὰ τὰς προειρημένας ἓξ  βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἕως εἰς τὸν ὑπὸ τῶν Ἀθηναίων ψηφισθέντα πόλεμον ἐπὶ Συρακοσίους.    Ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ Τροίας ἁλώσεως πράξεις ἕως ἐπὶ τὴν κατάλυσιν τοῦ τε Πελοποννησιακοῦ πολέμου καὶ τῆς Ἀθηναίων ἡγεμονίας, διελθόντες ἔτη ἑπτακόσια ἑβδομήκοντα ἐννέα.

[1]   Καὶ ὁ Ὀρφεὺς ἰσόχρονος τῷ Ἡρακλεῖ ὑπῆρχε,    πρὸ χρόνων ὄντες ἑκατὸν τοῦ Τρωικοῦ πολέμου,    ὡς δὲ Ὀρφεὺς ἐν Λιθικοῖς περὶ αὑτοῦ μοι λέγει,    Ἑλένου τι βραχύτερον ὕστερον εἶναι λέγει,    τούτου μιᾷ δὲ γενεᾷ Ὅμηρος ὑστερίζει,    ὁ κατὰ Διονύσιον ἄνδρα τὸν κυκλογράφον    ἐπὶ τῶν δύο στρατειῶν λεγόμενος ὑπάρχειν,    Θηβαϊκῆς Ἑλλήνων τε τῆς διὰ τὴν Ἑλένην.    Διόδωρός τε σύντροχα λέγει Διονυσίῳ,    καὶ ἕτεροι μυρίοι δέ. [2]   Διόδωρος ἀποδείκνυσι τοῦτον πρὸ τῆς Ἡρακλειδῶν καθόδου τετελευτηκότα. [3]   Ὅτι Αἰγιάλεια ἡ τοῦ Διομήδους σύζυγος τελέως ἀπηλλοτριώθη τῆς τοῦ συμβιοῦντος εὐνοίας. ἣν οὐ δικαίως τῷ συνοικοῦντι προσφερομένην διὰ τὸ μῖσος παρακαλέσαι τοὺς συγγενεῖς πρὸς τὴν κατ' αὐτοῦ τιμωρίαν. τούτους δὲ προσλαβομένους Αἴγισθον προσφάτως κατεσχηκότα τὴν ἐν Μυκήναις βασιλείαν ἐπενεγκεῖν αὐτῷ θανάτου κρίσιν, κατηγοροῦντας ὅτι ξένου πατρὸς ὢν τοὺς μὲν εὐγενεῖς ἐκ τῆς πόλεως ἐκβαλεῖν βουλεύεται, τῶν δὲ συγγενῶν Αἰτωλῶν τινας κατοικίζειν. τῆς δὲ διαβολῆς πίστιν λαβούσης φοβηθέντα τὸν Διομήδην φεύγειν ἐξ Ἄργους μετὰ τῶν βουλομένων. [4]   Ὅτι τῆς Τροίας ἁλούσης Αἰνείας μετά τινων καταλαβόμενος μέρος τῆς πόλεως τοὺς ἐπιόντας ἠμύνετο. τῶν δὲ Ἑλλήνων ὑποσπόνδους τούτους ἀφέντων, καὶ συγχωρησάντων ἑκάστῳ λαβεῖν ὅσα δύναιτο τῶν ἰδίων, οἱ μὲν ἄλλοι πάντες ἄργυρον ἢ χρυσὸν ἤ τινα τῆς ἄλλης πολυτελείας ἔλαβον, Αἰνείας δὲ τὸν πατέρα γεγηρακότα τελέως ἀράμενος [2] ἐπὶ τοὺς ὤμους ἐξήνεγκεν. ἐφ' ᾧ θαυμασθεὶς ὑπὸ τῶν Ἑλλήνων ἔλαβεν ἐξουσίαν πάλιν ὃ βούλοιτο [3] τῶν οἴκοθεν ἐκλέξασθαι. ἀνελομένου δὲ αὐτοῦ τὰ ἱερὰ τὰ πατρῷα, πολὺ μᾶλλον ἐπαινεθῆναι συνέβη τὴν ἀρετήν, καὶ παρὰ πολεμίων ἐπισημασίας τυγχάνουσαν. [4] ἐφαίνετο γὰρ ὁ ἀνὴρ ἐν τοῖς μεγίστοις κινδύνοις πλείστην φροντίδα πεποιημένος τῆς τε πρὸς γονεῖς ὁσιότητος καὶ τῆς πρὸς θεοὺς εὐσεβείας. διόπερ φασὶν αὐτῷ συγχωρηθῆναι μετὰ τῶν ὑπολειφθέντων Τρώων ἐκχωρῆσαι τῆς Τρωάδας μετὰ πάσης ἀσφαλείας καὶ ὅποι βούλεται. [5] ... [1]    Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας ἐκτικέναι τὴν Ῥώμην· τὸ δ' ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τ' Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς Ῥώμης κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος· αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τρωικῶν ἔτεσι τρισὶ πλείοσι τῶν τετρακοσίων [2] καὶ τριάκοντα. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν [3] ἔτυχεν ἀθανάτων. τὴν δ' ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἄλβα καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου. [4] περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ τὰς Ῥωμαίων πράξεις ἀναγράψας ἄλλως μεμυθολόγηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον, τετράπουν αὐτῷ καθηγήσεσθαι πρὸς κτίσιν πόλεως· μέλλοντος δ' αὐτοῦ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκήν, ἐκφυγεῖν ἐκ τῶν χειρῶν, καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς ᾧ κομισθεῖσαν τεκεῖν τριάκοντα χοί[5]ρους. τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν οἰκίσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν καὶ συμβουλεύουσαν μετὰ τριάκοντα ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθμὸς ἦν, ἀποστῆναι τῆς προθέσεως. [6] [1]    Ὅτι μετὰ τὴν Αἰνείου τελευτὴν Σιλούιος ἐπεβουλεύθη ὑπὸ Ἀσκανίου νήπιος ὤν. τραφεὶς δὲ ἐν τοῖς ὄρεσιν ὑπό τινων βουκόλων Σιλούιος ὠνομάσθη, τῶν Λατίνων τὸ ὄρος σιλούαν ὀνομαζόντων. [7]   Ὅτι Ῥωμύλος Σιλούιος παρ' ὅλον τὸν βίον ὑπερήφανος γενόμενος ἡμιλλᾶτο πρὸς τὸν θεόν· βροντῶντος γὰρ αὐτοῦ κελεύειν τοὺς στρατιώτας ταῖς σπάθαις τύπτειν τὰς ἀσπίδας ἀφ' ἑνὸς συνθήματος, καὶ λέγειν ὡς ὁ παρ' ἑαυτῶν γινόμενος ψόφος εἴη μείζων. διὸ κεραυνωθῆναι.    Τρίτην εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν.    Φασὶ Θετταλὸν μετὰ ταῦτα ἐπανελθεῖν εἰς Ἰωλκόν, ἐν ᾗ καταλαβόντα προσφάτως Ἄκαστον τὸν Πελίου τετελευτηκότα παραλαβεῖν κατὰ γένος προσήκουσαν τὴν βασιλείαν, καὶ τοὺς ὑφ' ἑαυτὸν τεταγμένους ἀφ' ἑαυτοῦ προσαγορεῦσαι Θετταλούς. οὐκ ἀγνοῶ δὲ διότι περὶ τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν, ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς. Oἱ Ἡρακλεῖδαι κατὰ τὰς ὁμολογίας ἀπέστησαν τῆς καθόδου καὶ τὴν εἰς Τρικόρυθον ἐπάνοδον ἐποιήσαντο. μετὰ δέ τινας χρόνους Λικύμνιος μὲν μετὰ τῶν παίδων καὶ Τληπολέμου τοῦ Ἡρακλέους, ἑκουσίως τῶν Ἀργείων αὐτοὺς προσδεξαμένων, ἐν Ἄργει κατῴκησαν, οἱ δ' ἄλλοι πάντες ἐν Τρικορύθῳ· ὡς δ' ὁ πεντηκονταετὴς χρόνος διῆλθε, κατῆλθον εἰς Πελοπόννησον· ὧν τὰς πράξεις ἀναγράψομεν, ὅταν εἰς ἐκείνους τοὺς χρόνους παραγενηθῶμεν. [1]    Τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ Δωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελοπόννησον ἔθνη σχεδὸν πάντα πλὴν Ἀρκάδων ἀνάστατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν. [2] οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν Κορινθίαν καὶ τὴν ταύτης πλησιόχωρον, διεπέμψαντο πρὸς τὸν Ἀλήτην, παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπιφανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξήσας [3] ἐβασίλευσεν ἔτη λη΄. μετὰ δὲ τὴν τούτου τελευτὴν ὁ πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζ΄. καὶ πρῶτος μὲν παρ' αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη [4] λη΄· μεθ' ὃν ἦρξεν Ἀγέλας ἔτη λζ΄, μετὰ δὲ τούτους Πρύμνις ἔτη λε΄, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον, γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ· διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐκέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λ΄, Εὔδημος δὲ ἔτη [5] κε΄, Ἀριστομήδης ε΄ καὶ λ΄. οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπίτροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη ιϚ΄. μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κε΄. τοῦτον ἀνελὼν Τελέστης ὁ στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη [6] ιβ΄. τούτου δ' ὑπὸ τῶν συγγενῶν ἀναιρεθέντος Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ' ἀπὸ Ἡρακλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχήν, καὶ κοινῇ μὲν προειστήκεσαν τῆς πόλεως ἅπαντες, ἐξ αὑτῶν δὲ ἕνα κατ' ἐνιαυτὸν ᾑροῦντο πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ΄ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ' ἧς κατελύθησαν. [10] [1]    Ὅτι ἐγένετο τύραννος κατὰ τὴν Κύμην τὴν πόλιν ὄνομα Μάλακος, ὃς εὐδοκιμῶν παρὰ τοῖς πλήθεσι καὶ τοὺς δυνατωτάτους ἀεὶ διαβάλλων περιεποιήσατο τὴν δυναστείαν, καὶ τοὺς μὲν εὐπορωτάτους τῶν πολιτῶν ἀπέσφαξε, τὰς δὲ οὐσίας ἀναλαβὼν μισθοφόρους ἔτρεφε καὶ φοβερὸς ἦν τοῖς Κυμαίοις.    Τὸ τελευταῖον μετὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν Ἀργεῖοι καὶ Λακεδαιμόνιοι πέμποντες ἀποικίας ἄλλας τέ τινας νήσους ἔκτισαν καὶ ταύτης τῆς νήσου κατακτησάμενοι πόλεις τινας ᾤκησαν ἐν αὐταῖς· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν.   Μετὰ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλεῖον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων Κρητῶν κατῴκησαν. ὕστερον δὲ τῶν Ἑλλήνων αὐξηθέντων, συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. [12]   Ὅτι τηλικοῦτον περὶ τὸν Λυκοῦργον ἦν τῆς ἀρετῆς τὸ μέγεθος, ὥστε παραγενηθέντος εἰς Δελφοὺς αὐτοῦ τὴν Πυθίαν ἀποφθέγξασθαι ἔπη τάδε·    ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,    Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι.    δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον·    ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.    ἥκεις δ' εὐνομίαν αἰτεύμενος· αὐτὰρ ἔγωγε    δώσω τὴν οὐκ ἄλλη ἐπιχθονίη πόλις ἕξει. [2]    Ὅτι ὁ αὐτὸς ἠρώτησε τὴν Πυθίαν, ποῖα νόμιμα καταστήσας μάλιστ' ἂν ὠφελήσαι τοὺς Σπαρτιάτας. τῆς δὲ εἰπούσησ ἐὰν τοὺς μὲν καλῶς ἡγεῖσθαι, τοὺς δὲ πειθαρχεῖν νομοθετήσῃ, πάλιν ἠρώτησε τί ποιοῦντες καλῶς ἡγήσονται καὶ τί πειθαρχήσουσιν. ἡ δὲ ἀνεῖλε τοῦτον τὸν χρησμόν·    εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ' ἀλλήλων ἀπέχουσαι,    ἡ μὲν ἐλευθερίας ἐς τίμιον οἶκον ἄγουσα,    ἡ δ' ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι.    καὶ τὴν μὲν διά τ' ἀνδροσύνης ἐρατῆς θ' ὁμονοίας    ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον·    τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης    εἰσαφικάνουσιν, τὴν δὴ πεφύλαξο μάλιστα. [3] τὸ δὲ κεφάλαιον ἦν ὅτι μεγίστην πρόνοιαν ποιητέον ἐστὶν ὁμονοίας καὶ ἀνδρείας, ὡς διὰ μόνων τούτων τῆς ἐλευθερίας φυλάττεσθαι δυναμένης, ἧς χωρὶς οὐδὲν ὄφελος οὐδ' ἄλλο τι τῶν παρὰ τοῖς πολλοῖς ὑπειλημμένων ἀγαθῶν ἔχειν ἑτέροις ὑπήκοον ὄντα· πάντα γὰρ τὰ τοιαῦτα τῶν ἡγουμένων, οὐ τῶν ὑποτεταγμένων ἐστίν· ὥστ' εἴπερ τις ἑαυτῷ βούλεται καὶ μὴ τοῖς ἄλλοις κτήσασθαι τὰ ἀγαθά, [4] πρῶτόν ἐστι κατασκευαστέον τὴν ἐλευθερίαν. ἀμφοτέρων δὲ ἐκέλευσε ποιεῖσθαι πρόνοιαν, ὅτι θάτερον αὐτῶν κατ' ἰδίαν οὐ δύναται τὸν περιποιησάμενον ὠφελῆσαι· οὐδὲν γὰρ ὄφελος ἀνδρείους ὄντας στασιάζειν ἢ ὁμονοεῖν βεβαίως δειλοὺς ὄντας. [5]    Ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον,    ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν. [6]    [Ἡ Πυθία ἔχρησε τῷ Λυκούργῳ περὶ τῶν πολιτικῶν οὕτως]    Δὴ γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων    χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου,    ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,    οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,    πρεσβυγενεῖς δὲ γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας,    εὐθείαις ῥήτραις ἀνταπαμειβομένους    μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια,    μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν,    δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι·    Φοῖβος γὰρ περὶ τῶν ὧδ' ἀνέφηνε πόλει. [7]    Ὅτι τοὺς μὴ διαφυλάττοντας τὴν πρὸς τὸ θεῖον εὐσέβειαν πολὺ μᾶλλον μὴ τηρεῖν τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια.  [8]    Ὅτι οἱ Λακεδαιμόνιοι χρησάμενοι τοῖς τοῦ Λυκούργου νόμοις ἐκ ταπεινῶν δυνατώτατοι ἐγένοντο τῶν Ἑλλήνων, τὴν δὲ ἡγεμονίαν διεφύλαξαν ἐπὶ ἔτη πλείω τῶν υ΄. μετὰ δὲ ταῦτα ἐκ τοῦ κατ' ὀλίγον καταλύοντες ἕκαστον τῶν νομίμων, καὶ πρὸς τρυφὴν καὶ ῥᾳθυμίαν ἀποκλίνοντες, ἔτι δὲ διαφθαρέντες νομίσματι χρῆσθαι καὶ πλούτους ἀθροίζειν, ἀπέβαλον τὴν ἡγεμονίαν. [13] [1]    Ὅτι Τήμενος τὴν Ἀργείαν λαχὼν ἐνέβαλε μετὰ τῆς στρατιᾶς εἰς τὴν τῶν πολεμίων χώραν. χρονίζοντος δὲ τοῦ πολέμου τοὺς μὲν υἱοὺς οὐ προῆγεν ἐπὶ τὰς ἡγεμονίας, τὸν δὲ τῆς θυγατρὸς ἄνδρα Δηιφόντην διαφερόντως ἀποδεχόμενος ἔτασσεν ἐπὶ τὰς ἐπιφανεστάτας πράξεις. ἐφ' οἷς οἱ παῖδες αὐτοῦ διαγανακτοῦντες Κίσσος καὶ Φάλκης καὶ Κερύνης ἐπιβουλὴν κατὰ τοῦ πατρὸς συνεστήσαντο διά τινων κακούργων· οἳ πεισθέντες ὑπὸ τούτων ἐνήδρευσαν τὸν Τήμενον παρά τινα ποταμόν, καὶ φονεῦσαι μὲν οὐκ ἠδυνήθησαν, κατατραυματίσαντες δὲ εἰς φυγὴν ὥρμησαν. [2]    Ὅτι Ἀργεῖοι πολλὰ κακοπαθήσαντες ἐν τῷ πολέμῳ τῷ πρὸς Λακεδαιμονίους μετὰ τοῦ ἑαυτῶν βασιλέως, καὶ τοῖς Ἀρκάσι τὰς πατρίδας ἀποκαταστήσαντες, ἐμέμφοντο τὸν βασιλέα διὰ τὸ τὴν χώραν αὐτῶν ἀποδεδωκέναι τοῖς φυγάσιν, ἀλλὰ μὴ σφίσι κατακληρουχῆσαι. συστάντος δ' ἐπ' αὐτὸν τοῦ δήμου, καὶ τὰς χεῖρας ἀπονενοημένως προσφέροντος, ἔφυγεν εἰς Τεγέαν κἀκεῖ διετέλεσε τιμώμενος ὑπὸ τῶν εὖ παθόντων. [14] [1]    Κατέσχεν οὖν ἡ βασιλεία ἤτοι τοπαρχία τῶν Ἀργείων ἔτη φμθ΄, καθὼς καὶ Διόδωρος ὁ σοφώτατος συνεγράψατο. [1]    Ὅτι Περδίκκας τὴν ἰδίαν βασιλείαν αὐξῆσαι βουλόμενος ἠρώτησεν εἰς Δελφούς. ἡ δὲ ἔφη,    ἔστι κράτος βασίλειον ἀγαυοῖς Τημενίδαισι    γαίης πλουτοφόροιο· δίδωσι γὰρ αἰγίοχος Ζεύς.    ἀλλ' ἴθ' ἐπειγόμενος Βοττηίδα πρὸς πολύμηλον·    ἔνθα δ' ἂν ἀργικέρωτας ἴδῃς χιονώδεας αἶγας    εὐνηθέντας ὕπνῳ, κείνης χθονὸς ἐν δαπέδοισι    θῦε θεοῖς μακάρεσσι καὶ ἄστυ κτίζε πόληος. [17]   Γενεαλογοῦσι δ' αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου τοῦ Κίσσου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέους. ἔνιοι δὲ ἄλλως, φησί, γενεαλογοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:07 - flow version _RPTC_G1.3