Diogene Laerzio - Vita dei filosofi - Libro VI Capitolo A - Antistene
Diogene Laerzio LIBRO VI CAPITOLO A - ANTISTENE -
Κεφ. α’. ΑΝΤΙΣΘΕΝΗΣ
Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. ἐλέγετο δ’ οὐκ εἶναι ἰθαγενής· ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν. ἐδόκει γὰρ εἶναι Θρᾴττης μητρός· ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος. καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους.
Οὗτος κατ’ ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος· ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.
φησὶ δ’ Ἕρμιππος ὅτι προείλετο ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους. Ὕστερον δὲ παρέβαλε Σωκράτει, καὶ τοσοῦτον ὤνατο αὐτοῦ, ὥστε παρῄνει τοῖς μαθηταῖς γενέσθαι αὐτῷ πρὸς Σωκράτην συμμαθητάς. οἰκῶν τ’ ἐν Πειραιεῖ καθ’ ἑκάστην ἡμέραν τοὺς τετταράκοντα σταδίους ἀνιὼν ἤκουε Σωκράτους, παρ’ οὗ καὶ τὸ καρτερικὸν λαβὼν καὶ τὸ ἀπαθὲς ζηλώσας κατῆρξε πρῶτος τοῦ κυνισμοῦ. καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.
Πρῶτός τε ὡρίσατο λόγον εἰπών, λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν. ἔλεγέ τε συνεχές, μανείην μᾶλλον ἢ ἡσθείην· καὶ χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται. πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, βιβλιαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, τὸν νοῦν παρεμφαίνων. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμαι, ἔφη, ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν. ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, βασιλικόν, ἔφη, καλῶς ποιοῦντα κακῶς ἀκούειν.
Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, τί οὖν, ἔφη, οὐκ ἀποθνήσκεις; ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, οὐδὲ γὰρ ἐκ δύο, ἔφη, παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι. ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ. ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, καὶ οἱ ἰατροί, φησί, τοῖς κάμνουσιν. ἰδών ποτε μοιχὸν φεύγοντα, ὦ δυστυχής, εἶπε, πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἴσχυες. κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις, εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.
Ἐρωτηθεὶς τί μακαριώτατον ἐν ἀνθρώποις, ἔφη, τὸ εὐτυχοῦντα ἀποθανεῖν. γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, ἔδει γάρ, ἔφη, ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν. ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότ’ ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, ἀγωνιῶ μή τι κακὸν εἴργασμαι.
Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτ' ἔφη δεῖν ἐφόδια ποιεῖσθαι ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, "καὶ οἱ ἰατροί," φησί, "μετὰ τῶν νοσούντων εἰσίν, ἀλλ' οὐ πυρέττουσιν." ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν." εἰπόντος αὐτῷ τινος παρὰ πότον, "ᾆσον," "σύ μοι," φησίν, "αὔλησον." Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοἰμάτιον.
[7] ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, "τὸ περιαιρεῖν," ἔφη, "τὸ ἀπομανθάνειν." παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο. Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, "ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής˙" τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. καί ποτ' ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη, "χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ."
[8] συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι˙ ἄλογον δὲ ἡγουμένων, "ἀλλὰ μὴν καὶ στρατηγοί," φησί, "γίνονται παρ' ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες." πρὸς τὸν εἰπόντα "πολλοί σε ἐπαινοῦσι," "τί γάρ," ἔφη, "κακὸν πεποίηκα;" στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, "ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν." ἐρωτηθεὶς ὑπό του, καθά φησι Φαινίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν , τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, "εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν εἰδότων." πρὸς τὸν ἐπαινοῦντα τρυφήν, "ἐχθρῶν παῖδες," ἔφη, "τρυφήσειαν."
9] Πρὸς τὸ παρασχηματίζον αὑτὸ τῷ πλάστῃ μειράκιον, "εἰπέ μοι," φησίν, "εἰ φωνὴν λάβοι ὁ χαλκός, ἐπὶ τίνι ἂν 〈οἴει〉 σεμνυνθῆναι;" τοῦ δ' εἰπόντος, "ἐπὶ κάλλει," "οὐκ αἰσχύνῃ οὖν," ἔφη, "τὰ ὅμοια γεγηθὼς ἀψύχῳ;" Ποντικοῦ νεανίσκου πολυωρήσειν αὐτοῦ ἐπαγγελλομένου, εἰ τὸ πλοῖον ἀφίκοιτο τῶν ταρίχων, λαβὼν αὐτὸν καὶ θύλακον κενὸν πρὸς ἀλφιτόπωλιν ἧκε καὶ σαξάμενος ἀπῄει˙ τῆς δὲ αἰτούσης τὸ διάφορον, "ὁ νεανίσκος," ἔφη, "δώσει ἐὰν τὸ πλοῖον αὐτοῦ τῶν ταρίχων ἀφίκηται." Αὐτὸς δὲ καὶ Ἀνύτῳ τῆς φυγῆς αἴτιος γενέσθαι δοκεῖ καὶ Μελήτῳ τοῦ θανάτου.
[10] Ποντικοῖς γὰρ νεανίσκοις κατὰ κλέος τοῦ Σωκράτους ἀφιγμένοις περιτυχὼν ἀπήγαγεν αὐτοὺς πρὸς τὸν Ἄνυτον, εἰπὼν ἐν ἤθει σοφώτερον εἶναι τοῦ Σωκράτους˙ ἐφ' ᾧ διαγανακτήσαντας τοὺς περιεστῶτας ἐκδιῶξαι αὐτόν. εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστ' εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν˙ ἀμυνεῖσθαι γὰρ τούτοις˙ εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον. Ἤρεσκεν αὐτῷ καὶ τάδε. διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν. καὶ τοὺς αὐτοὺς εὐγενεῖς τοὺς καὶ ἐναρέτους
[11] αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν, μηδενὸς προσδεομένην ὅτι μὴ Σωκρατικῆς ἰσχύος. τήν τ' ἀρετὴν τῶν ἔργων εἶναι, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. αὐτάρκη τ' εἶναι τὸν σοφόν˙ πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. τήν τ' ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύσεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. καὶ ἐρασθήσεσθαι δέ˙ μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων χρὴ ἐρᾶν.
[12] Ἀναγράφει δ' αὐτοῦ καὶ Διοκλῆς ταυτί. τῷ σοφῷ ξένον οὐδὲν οὐδ' ἄπορον. ἀξιέραστος ὁ ἀγαθός˙ οἱ σπουδαῖοι φίλοι˙ συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους˙ ἀναφαίρετον ὅπλον ἡ ἀρετή˙ κρεῖττόν ἐστι μετ' ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας τοὺς κακοὺς ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους ἀγαθοὺς μάχεσθαι. προσέχειν τοῖς ἐχθροῖς˙ πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται. τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς˙ ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή˙ τἀγαθὰ καλά, τὰ κακὰ αἰσχρά˙ τὰ πονηρὰ νόμιζε πάντα ξενικά.
[13] Τεῖχος ἀσφαλέστατον φρόνησιν˙ μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς. διελέγετο δ' ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄπωθεν τῶν πυλῶν˙ ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. αὐτός τ' ἐπεκαλεῖτο Ἁπλοκύων. καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο˙ βάκτρον τ' ἀνέλαβε καὶ πήραν. πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοἰμάτιον. Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν Διόδωρον τὸν Ἀσπένδιον, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθα πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοἰμάτιον. Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν ( Διόδωρον τὸν Ἀσπένδιον, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθαι.
[14] Τοῦτον μόνον ἐκ πάντων Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τ' εἶναι καὶ δι' ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθ' ὁντινοῦν. δῆλον δ' ἐκ τῶν συγγραμμάτων κἀκ τοῦ Ξενοφῶντος Συμποσίου . δοκεῖ δὲ καὶ τῆς ἀνδρωδεστάτης Στωικῆς κατάρξαι˙ ὅθεν καὶ Ἀθήναιος ὁ ἐπιγραμματοποιὸς περὶ αὐτῶν φησιν οὕτως˙ ὦ Στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον˙ ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δ' ἡδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων
[15] Οὗτος ἡγήσατο καὶ τῆς Διογένους ἀπαθείας καὶ τῆς Κράτητος ἐγκρατείας καὶ τῆς Ζήνωνος καρτερίας, αὐτὸς ὑποθέμενος τῇ πόλει τὰ θεμέλια. ὁ δὲ Ξενοφῶν ἥδιστον μὲν εἶναι περὶ τὰς ὁμιλίας φησὶν αὐτόν, ἐγκρατέστατον δὲ περὶ τἄλλα.Φέρονται δ' αὐτοῦ συγγράμματα τόμοι δέκα˙ πρῶτος ἐν ᾧ Περὶ λέξεως ἢ περὶ χαρακτήρων, Αἴας ἢ Αἴαντος λόγος, Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως, Ὀρέστου ἀπολογία περὶ τῶν δικογράφων, 〈ἢ〉 Ἰσογραφὴ καὶ Δεσίας Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον.Τόμος δεύτερος ἐν ᾧ Περὶ ζῴων φύσεως, Περὶ παιδοποιίας ἢ περὶ γάμου ἐρωτικός, Περὶ τῶν σοφιστῶν φυσιογνωμονικός
16] Περὶ δικαιοσύνης καὶ ἀνδρείας προτρεπτικὸς πρῶτος, δεύτερος, τρίτος, Περὶ Θεόγνιδος δ´, ε´.Τόμος τρίτος ἐν ᾧ Περὶ ἀγαθοῦ, Περὶ ἀνδρείας, Περὶ νόμου ἢ περὶ πολιτείας, Περὶ νόμου ἢ περὶ καλοῦ καὶ δικαίου, Περὶ ἐλευθερίας καὶ δουλείας, Περὶ πίστεως, Περὶ ἐπιτρόπου ἢ περὶ τοῦ πείθεσθαι, Περὶ νίκης οἰκονομικός. Τόμος τέταρτος ἐν ᾧ Κῦρος, Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος. Τόμος πέμπτος ἐν ᾧ Κῦρος ἢ περὶ βασιλείας, Ἀσπασία. Τόμος ἕκτος ἐν ᾧ Ἀλήθεια, Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός, Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν α´ β´´, Περὶ διαλέκτου.
[17] Τόμος ἕβδομος ἐν ῳ Περὶ παιδείας ἢ περὶ ὀνομάτων α´ β´ γ´ δ´ ε´, Περὶ ὀνομάτων χρήσεως ἐριστικός, Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, Περὶ δόξης καὶ ἐπιστήμης α´ β´ γ´ δ´, Περὶ τοῦ ἀποθανεῖν, Περὶ ζωῆς καὶ θανάτου, Περὶ τῶν ἐν ᾅδου, Περὶ φύσεως α´ β´, Ἐρώτημα περὶ φύσεως α´ β´, Δόξαι ἢ ἐριστικός, Περὶ τοῦ μανθάνειν προβλήματα.Τόμος ὄγδοος ἐν ᾧ Περὶ μουσικῆς, Περὶ ἐξηγητῶν, Περὶ Ὁμήρου, Περὶ ἀδικίας καὶ ἀσεβείας, Περὶ Κάλχαντος, Περὶ κατασκόπου, Περὶ ἡδονῆς. Τόμος ἔνατος ἐν ᾧ Περὶ Ὀδυσσείας, Περὶ τῆς ῥάβδου, Ἀθηνᾶ ἢ περὶ Τηλεμάχου, Περὶ Ἑλένης καὶ Πηνελόπης, Περὶ Πρωτέως, Κύκλωψ ἢ περὶ Ὀδυσσέως,
[18] Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος, Περὶ Κίρκης, Περὶ Ἀμφιαράου, Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης, Περὶ τοῦ κυνός. Τόμος δέκατος ἐν ᾧ Ἡρακλῆς ἢ Μίδας, Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος, Κῦρνος ἢ ἐρώμενος, Κῦρος ἢ κατάσκοποι, Μενέξενος ἢ περὶ τοῦ ἄρχειν, Ἀλκιβιάδης, Ἀρχέλαος ἢ περὶ βασιλείας. Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν. Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν "παντοφυῆ φλέδονά" φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ˙ ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, "μήτι χρεία φίλου;" καί ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῆλθε. τοῦ δ' εἰπόντος, "τίς ἂν ἀπολύσειέ με τῶν πόνων;" δείξας τὸ ξιφίδιον, ἔφη "τοῦτο"˙ καὶ ὅς, "τῶν πόνων," εἶπον, "οὐ τοῦ ζῆν."
[19] ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν˙ ἀλλ' ἔθανες φθισικός, τάχ' ἐρεῖ τις ἴσως˙ "τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τιν' ὁδηγὸν ἔχειν." Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς˙ Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός. Ἐπειδὴ δὲ τοὺς ἀπ' Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπ' Ἀντισθένους κυνικούς τε καὶ Στωικούς. καὶ ἐχέτω ὧδε.
Le versioni del tuo libro senza doverle cercare?