Esopo, Favole Libro 1 da 58 a 307

[58] ΓΥΝΗ ΚΑΙ ΟΡΝΙΣ [1]    γυνὴ χήρα ὄρνιν ἔχουσα καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν, ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. καὶ δὴ τοῦτο αὐτῆς ποιούσης συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.    ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπόλλουσιν. [2]    γυνὴ χήρα ὄρνιν ἔσχεν καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν. ὑπέλαβεν δὲ ἡ γυνή, ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. ἡ δὲ τοῦτο ποιήσασα καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης οὐδὲ τὸ ἅπαξ ἔτεκεν.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπόλλουσιν. [3]    γυνὴ χήρα τις ὄρνιν εἶχεν καθ' ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. νομίσασα δέ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. ἡ δ' ὄρνις πιμελὴς γενομένη οὐδ' ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι. [59] ΓΑΛΗ [1]    γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. συνέβη δὲ ἐκτριβομένης τῆς γλώττης πολὺ αἷμα φέρεσθαι. ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶτταν.    ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας. [3]    γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κειμένην περιέλειχε ῥίνην. ξυομένης δὲ τῆς γλώσσης αἷμα πολὺ ἐφέρετο. ἡ δὲ ἥδετο νομίζουσά τι τοῦ σιδήρου ἀφαιρεῖν, ἄχρις οὗ πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν.    ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας. [60] ΓΕΡΩΝ ΚΑΙ ΘΑΝΑΤΟΣ [1]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, δι' ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ἔφη· ἵνα τὸ φορτίον ἄρῃς.    ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν δυστυχῇ λίαν. [2]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας ἐπὶ πολλὴν ἐβάδισεν ὁδόν. κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου αὐτοῦ, δι' ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον μοι ἐπιθήσεις.    ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίους κινδύνους ὑποστῇ, τὸ τοῦ θανάτου τέλος οὐ θέλει. [3]    γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου, δι' ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.    ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται. [60d] γέρων καὶ θάνατος [1]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου παρόντος καὶ πυνθανομένου τὴν αἰτίαν, δι' ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· ἵνα μου τὸν φόρτον ἄρῃς.    ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι. [61] ΓΕΩΡΓΟΣ ΚΑΙ ΤΥΧΗ [1]    γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφε τὴν Γῆν καθ' ἡμέραν ὡς εὐεργετηθεὶς παρ' αὐτῆς. τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προστιθεῖς, ἅπερ ἐγὼ σοὶ δέδωκα πλουτίσαι βουλομένη σε; ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ τὴν φύσιν καὶ †εἰς ἄλλας χρείας μοχθηρὰς ἀναλώσῃ, πάλιν τὴν Τύχην μέμψῃ.    ὁ λόγος δηλοῖ, ὅτι χρὴ ἐπιγιγνώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. [3]    γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. καθ' ἑκάστην οὖν τὴν Γῆν ὡς ὑπ' αὐτῆς εὐεργετηθεὶς ἔστεφε. τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα πλουτίσαι σε βουλομένη; εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ' ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ.    ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι. [62] ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ [1]    γεωργὸς χειμῶνος ὥραν ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε. ὁ δὲ θνῄσκων ἔλεγε    δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας.    ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. [63] ΔΗΜΑΔΗΣ Ο ΡΗΤΩΡ [1]    Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων δὲ μὴ πάνυ τι αὐτῷ προσεχόντων ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ ἀρξάμενος ἔλεγε· Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν ἡ μὲν χελιδὼν ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ. καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν· ἡ οὖν Δήμητρα τί ἔπαθεν; ἔφη· κεχόλωται ὑμῖν, οἵ τινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀκούειν ἀνέχεσθε.    οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται. [64] ΚΥΝΟΔΗΚΤΟΣ [1]    δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. εἰπόντος δέ τινος [οὕτως] ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· ἀλλ' ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι.    οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. [2]    δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν τοῦτον ἰάσασθαι δυνάμενον. καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαβὼν ἄρτον τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. ὁ δὲ γελάσας ἔφη· ἀλλ' ἐὰν τοῦτο πράξω, δέον ἐστίν, ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσομαι.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. [3]    δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. ἐντυχὼν δέ τις αὐτῷ καὶ γνούς, ὃ ζητεῖ, ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαβὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. κἀκεῖνος γελάσας ἔφη· ἀλλ' εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται. [65] ΔΙΟΓΕΝΗΣ ΟΔΟΙΠΟΡΩΝ [1]    Διογένης ὁ κύων ὁδοιπορῶν ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τὰς διαβάσεις ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα προσελθὼν διεπέρασεν αὐτόν. ὁ δὲ ἀγάμενος αὐτοῦ τὴν φιλοφροσύνην εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος δι' ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· ἀλλ' ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γάρ, ὅτι οὐ κρίσει ἀλλὰ νόσῳ τοῦτο ποιεῖς.    ὁ λόγος δηλοῖ, ὅτι ‹οἱ› μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι. [65a] ΔΙΟΓΕΝΗΣ ΚΑΙ ΦΑΛΑΚΡΟΣ [1]    Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· ἐγὼ μὲν οὐ λοιδορῶ, μὴ γένοιτο. ἐπαινῶ δὲ τὰς τρίχας, ὅτι κρανίου κακοῦ (κακῶς cod., corr. Mill.) ἀπηλλάγησαν. [66] ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΑΡΚΤΟΣ [1]    δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο. ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινούσης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. ἀπαλλαγείσης δὲ ‹αὐτῆς ὁ ἕτερος› καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο αὐτοῦ, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. ὁ δὲ εἶπε· τοιούτοις τοῦ λοιποῦ μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν.    ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. [2]    δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. καὶ δὴ ἄρκος αὐτοῖς συναντήσασα ὁ μὲν εἷς φοβηθεὶς ἀνῆλθεν ἐπί τι δένδρον καὶ ἐκρύβη ἐν αὐτῷ, ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μόνος μὴ δυνηθεὶς ὡς εἶδε ἑαυτὸν κυριευόμενον παρὰ τῆς ἄρκου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. ἐλθούσης δὲ αὐτῆς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὠσφραίνετο τὰς ἀκοὰς αὐτοῦ καὶ τὰς ῥῖνας. ὁ δὲ τὰς ἀναπνοὰς αὐτοῦ ἐκράτει εὐτόνως. ἡ δὲ ἄρκος ὑπολαβοῦσα νεκρὸν αὐτὸν ὑπάρχειν ἀπῄει ‑ φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκον ‑ , ὁ δὲ ἕτερος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο, τί ἂν πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος. ὁ δὲ εἶπεν· ἔφη πρός με ἡ ἄρκτος, ὅτι ἀπὸ τοῦ νῦν τοιούτοις φίλοις μὴ συνοδεύειν.    ὁ μῦθος δηλοῖ, ὅτι ἀπέχεσθαι χρὴ φίλοις, οἵ τινες ἐν κινδύνοις οὐ βοηθοῦσιν οὐδὲ παραμένουσιν. [67] ΝΕΑΝΙΣΚΟΙ ΚΑΙ ΜΑΓΕΙΡΟΣ [1]    δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος αἰτιωμένου τε κἀκείνους ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν ἔφη· ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσεσθε.    ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται. [2]    δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνήσαντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέως εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτὸ ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν ἔφη· ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς δή τοι οὐ λήσεσθε.    ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, θεὸν δὲ οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον. [3]    δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου ἅτερος τούτων μέρος τι τῶν κρεῶν ὑφελόμενος εἰς τὸν θατέρου καθῆκε κόλπον. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δ' ἔχων μὴ εἰληφέναι. ὁ δὲ μάγειρος αἰσθόμενος τὴν κακουργίαν αὐτῶν εἶπεν· ἀλλά, κἂν ἐμὲ λάθητε, τόν γ' ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.    ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν. [68] ΟΔΟΙΠΟΡΟΙ [1]    δύο ἐν ταὐτῷ ὡδοιπόρουν. θατέρου δὲ πέλεκυν εὑρόντος ὁ ἕτερος ἔλεγεν· εὑρήκαμεν, ὁ δὲ ἕτερος αὐτῷ παρῄνει μὴ λέγειν εὑρήκαμεν ἀλλ' εὕρηκας. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· ἀπολώλαμεν, ἐκεῖνος δὲ ἔφη· ἀλλ' ἀπόλωλα, εἰπέ. οὐδὲ γάρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω.    ὁ λόγος δηλοῖ, ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. [3]    δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν καὶ θατέρου πέλεκυν εὑρόντος ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτὸν μὴ λέγειν εὕρηκα ἀλλὰ εὑρήκαμεν. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· ἀπολώλαμεν. ὁ δ' εἶπεν· ἀπόλωλα, λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδ' ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. [69] ΕΧΘΡΟΙ [1]    δύο ἐχθροὶ ἐν μιᾷ νηὶ ἔπλεον. βουλόμενοι δὲ πολὺ ἀλλήλων διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ καταλαβόντος καὶ τῆς νηὸς περιτρεπομένης ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυβερνήτου, περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. τοῦ δὲ εἰπόντος· κατὰ τὴν πρώραν, ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστι, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον.    οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν δυστυχοῦντας. [2]    δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηὶ ἔπλεον. καὶ δὴ μὴ βουλόμενος ὁ εἷς τῷ ἑτέρῳ πλησιάσαι ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρύμνην, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρώραν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς καταποντίζεσθαι ἤδη μελλούσης ὁ ἐν τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο τοῦ κυβερνήτου λέγων· ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους; τοῦ δὲ εἰπόντος, ἡ πρώρα, ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω προθανατούμενόν μοι τὸν ἐχθρόν.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορᾷ διὰ τὴν δυσμένειαν, ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσιν. [3]    δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο, πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. τοῦ δὲ τὴν πρώραν εἰπόντος ἀλλ' ἔμοιγε οὐκ ἔστι λυπηρός, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, εἰ τοὺς ἐχθροὺς μόνον ἴδοιεν πρὸ αὐτῶν κακουμένους. [70] ΒΑΤΡΑΧΟΙ [1]    δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος τὸν ἕτερον μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν.    οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι. [3]    δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν εἷς ἐν βαθείᾳ καὶ πόρρω τῆς ὁδοῦ λίμνῃ, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ θατέρῳ παραινοῦντος πρὸς αὐτὸν μεταβῆναι, ὡς ἂν ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν παρελθοῦσαν αὐτὸν συνθλάσαι.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιχειροῦντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὸ βέλτιον τραπέσθαι. [71] ΔΡΥΣ ΚΑΙ ΚΑΛΑΜΟΣ [1]    δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. ἀνέμου δὲ σφοδροῦ γενομένου ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς δι' ὅλου ἀντιστᾶσα ἐκ ῥιζῶν κατηνέχθη.    ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν. [72] ΑΝΗΡ ΔΕΙΛΟΣ ΛΕΟΝΤΑ ΧΡΥΣΟΥΝ ΕΥΡΩΝ [1]    δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἑαυτὸν προσαγορεύει· οὐκ οἶδα τίς γενήσομαι ἐπὶ τοῖς παροῦσιν. ἐγὼ ἐκβέβλημαι ἐκ τῶν φρενῶν καὶ τί πράττω οὐκ ἔχω. μερίζομαι φιλοχρηματίᾳ καὶ τῇ τῆς φρενὸς δειλίᾳ. ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ. ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν τοῦ εὑρήματος ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. ὦ τύχης διδούσης καὶ μὴ λαβεῖν συγχωρούσης ὦ θησαυρὸς ἡδονὴν οὐκ ἔχων ὦ χάρις δαιμόνων ἄχαρις γενομένη τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ κἀγὼ πόρρω ἔσομαι θεατής.    ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ. [73] ΔΕΛΦΙΝΕΣ ΚΑΙ ΚΩΒΙΟΣ [1]    δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης κωβιὸς ἀνέδυ [ἔστι δὲ οὗτος μικρὸς ἰχθύς] καὶ αὐτοὺς ἐπειρᾶτο διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑπολαβὼν ἔφη πρὸς αὐτόν· ἀλλ' ἡμῖν ἀνεκτότερον ἔσται μαχομένοις ὑπ' ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν.    οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες. [74] ΜΕΛΙΤΤΟΥΡΓΟΣ [1]    εἰς μελισσουργοῦ τις εἰσελθὼν ἐκείνου ἀπόντος τό τε μέλι καὶ τὰ κηρία ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς ὡς κατέλαβον αὐτόν, παίουσαι τοῖς κέντροις τὰ πάνδεινα διετίθεσαν. κἀκεῖνος ἔφη πρὸς αὐτάς· ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν τύπτετε;    οὕτως ἔνιοι τῶν ἀνθρώπων δι' ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται. [3]    εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος τὸ κηρίον ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἱστήκει τὸ κατ' αὐτὰς διερευνώμενος. αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι ὡς κατέλαβον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. ὁ δὲ πρὸς αὐτάς· κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι' ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται. [75] ΔΕΛΦΙΣ ΚΑΙ ΠΙΘΗΚΟΣ [1]    ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. γενομένων δὲ αὐτῶν κατὰ τὸ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον) συνέβη χειμῶνα σφοδρὸν γενέσθαι. περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμβώντων καὶ ὁ πίθηκος ἐνήχετο. δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξελθὼν διεκόμιζεν. ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν τῶν Ἀθηναίων λιμένα, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος Ἀθηναῖός ἐστι. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν γε ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἠρώτα αὐτόν, εἰ ἐπίσταται τὸν Πειραιᾶ. καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρωπον λέγειν ἔφασκε καὶ φίλον αὐτοῦ εἶναι καὶ συνήθη. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέπνιξεν.    πρὸς ἄνδρα ψευδολόγον. [3]    ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. γενομένων δ' αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέβη γενέσθαι. τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμβώντων ἐνήχετο καὶ ὁ πίθηκος. δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαβὼν ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων ἐπανήρετο, εἰ καὶ τὸν Πειραιᾶ ἐπίσταται. ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας βαπτίζων αὐτὸν ἀπέκτεινεν.    ὁ μῦθος πρὸς ἄνδρας, οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν. [76] ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ [1]    ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. πιοῦσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν. [ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ.] μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο, ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις μὴ δυναμένην τρέχειν συλληφθῆναι. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· δειλαία ἔγωγε, ἥτις ὑφ' ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσωζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπωλόμην.    οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. [2]    ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγὴν τοῦ πιεῖν. πιοῦσα δὲ εἶδεν τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος. καὶ ἐπὶ μὲν τοῖς κέρασιν ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶν αὐτῆς σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὁρῶσα λεπτὰ καὶ ἀσθενῆ ὄντα. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν. κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γάρ φασι ἐλάφῳ ἐν τοῖς ποσὶν καὶ λέοντι ἐν τῇ καρδίᾳ. καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἡ ἔλαφος, ἐπεὶ δὲ κατά τινα δρυμὸν παρεγένετο, συνέβη αὐτὴν τοῖς κέρασιν ἐμπλακῆναι τοῖς κλάδοις καὶ συλληφθῆναι ὑπὸ τοῦ λέοντος. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη· ἀθλία ἐγώ, ἥτις ἐπὶ κέρασιν χαίρουσα ἐξ αὐτῶν συνελήφθην.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις οἱ δοκοῦντες ἔχειν τι χρήσιμον λανθάνουσι †καὶ ἐξ ἐκείνου βλάβος αὐτοῖς ἐγγίνεται. [77] ΕΛΑΦΟΣ [1]    ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο τὸν μὲν ὁλόκληρον ὀφθαλμὸν πρὸς τῇ γῇ ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον ἐν τῇ θαλάσσῃ· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. καὶ ἐπειδὴ ἐλειποψύχει, εἶπε πρὸς ἑαυτήν· ἀλλ' ἔγωγε ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον ἐφυλαττόμην πολὺ χαλεπωτέραν ἔχουσα τὴν θάλασσαν, ἐφ' ἣν κατέφυγον.    οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκονται, τὰ δὲ νομιζόμενα σωτήρια ἐπισφαλῆ. [3]    ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ' ἠιόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς τὴν θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. παραπλέοντες δέ τινες καὶ τοῦτο στοχασάμενοι αὐτῆς κατετόξευσαν. ἡ δ' ἑαυτὴν ὠλοφύρετο, ὡς, ὑφ' ἧς μὲν ἐδεδοίκει, μηδὲν παθοῦσα, ἣν δ' οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαβερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ' ὠφέλιμα βλαβερά. [78] ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ [1]    ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· βαρυδαίμων ἐγώ, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.    οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων κινδύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν. [3]    ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ. λέοντι δ' ἐκεῖ περιτυχοῦσα ὑπ' αὐτοῦ συνελήφθη. θνῄσκουσα δ' ἔλεγεν· οἴμοι, ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν. [79] ΕΛΑΦΟΣ ΚΑΙ ΑΜΠΕΛΟΣ [1]    ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. διελθόντων δὲ τῶν κυνηγῶν ‹λαθεῖν ἤδη δόξασα› κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος ᾧ εἶχεν ἀκοντίῳ βαλὼν ἔτρωσεν αὐτήν. ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· δίκαια πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα.    οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν, οἵ τινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται. [3]    ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ' ἀμπέλῳ ἐκρύβη. παρελθόντων δ' ὀλίγον ἐκείνων ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. τούτων δὲ σειομένων οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. ἡ δὲ θνῄσκουσα τοιαῦτ' ἔλεγε· δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται. [80] ΠΛΕΟΝΤΕΣ [1]    ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. γενομένων δὲ αὐτῶν πελαγίων συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ' οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες. καὶ στερρὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· ἀλλ', ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου.    ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους. [81] ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΜΥΕΣ [1]    ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος δεῖν ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, εἶπεν· ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαι.    ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται. [2]    ἔν τινι οἰκίᾳ μύες πολλοὶ ὑπῆρχον. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαβὼν ἕνα καθ' ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι πρὸς ἑαυτοὺς εἶπον ὅτι· μὴ κατέλθωμεν κάτω, ἵνα μὴ παντελῶς ἀπολώμεθα καὶ ὁ αἴλουρος μηκέτι δυνάμενος ἀφικνεῖσθαι ἡμεῖς διασωθησόμεθα. ὁ δὲ αἴλουρος ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἀποκρεμάσας προσεποιεῖτο ἀπονεκρωθῆναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, ἔφη· ὦ οὗτος, κἂν θύλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται. [3]    ἐν οἰκίᾳ τινὶ πολλῶν μυῶν ὄντων αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθ' ἕκαστον αὐτῶν συλλαμβάνων κατήσθιεν. οἱ δὲ καθ' ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα· τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι ἡμεῖς σωθησόμεθα. ὁ δὲ αἴλουρος μηκέτι τῶν μυῶν κατιόντων ἔγνω δι' ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι. καὶ δὴ ἀπὸ παττάλου τινὸς ἑαυτὸν ἀναβὰς ἀπῃώρισε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. τῶν δὲ μυῶν τις παρακύψας καὶ ἰδὼν αὐτὸν ἔφη· ὦ οὗτος, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαί σοι.    ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσιν. [82] ΜΥΙΑΙ [1]    ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν ὡς οὐκ ἠδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.    οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται. [3]    ἔν τινι ταμείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον. ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν ἀναπτῆναι οὐκ εἶχον· ἀποπνιγόμεναι δ' ἔλεγον· ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται. [83] ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ [1]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε καὶ παρῄνει αὐτῷ λαβεῖν. τοῦ δὲ ἀμελετήτως ἐπελθόντος καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ ἐκείνη ἔφη· ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις;    οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες πρὸς τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. [2]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτὸν φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν καὶ παρῄνει αὐτὸν τοῦτον αὐτὸς λαβεῖν. τοῦ δὲ ἀμεταμελήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος ᾐτιᾶτο τὴν ἀλώπεκα ὡς δελεάσασαν αὐτόν. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· ὦ πίθηκε, τοιαύτην μωρὰν ψυχὴν ἔχων τῶν ἀλόγων βασιλεύεις;    ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλήσουσιν. [3]    ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δ' αὐτῷ φθονήσασα ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαβοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι. καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. ὁ δ' ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. ἡ δὲ πρὸς αὐτόν· ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων τῶν ἀλόγων βασιλεύσεις;    ὁ μῦθος δηλοῖ, ὅτι οἱ πράξεσίν τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι. [84] ΟΝΟΣ, ΑΛΕΚΤΡΥΩΝ ΚΑΙ ΛΕΩΝ [1]    ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας ‑ φασὶ γὰρ τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς ‑ εἰς φυγὴν ἐτράπη. καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ' αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. ὁ δὲ ὡς μακρὰν ἐγένετο, ἐπιστραφεὶς κατέφαγεν αὐτόν.    οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινομένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ' αὐτῶν ἀναλισκόμενοι. [3]    ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. λέοντος δὲ ἐπελθόντος τῷ ὄνῳ ὁ ἀλεκτρυὼν ἐφώνησε. καὶ ὁ μὲν λέων ‑ φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι ‑ ἔφυγεν. ὁ δὲ ὄνος νομίσας δι' αὐτὸν πεφευγέναι ἐπέδραμεν εὐθὺς τῷ λέοντι. ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. ὁ δὲ θνῄσκων ἐβόα· ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται καὶ οὕτως ὑπ' ἐκείνων ἀπόλλυνται. [85] ΠΙΘΗΚΟΣ ΚΑΙ ΚΑΜΗΛΟΣ [1]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχεῖτο. σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ἐπισημαινομένου κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.    πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος. [3]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχήσατο, σφόδρα δὲ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. κάμηλος δὲ φθονήσασα ἀναστᾶσα καὶ αὐτὴ ἐπειρᾶτο ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης ἀγανακτήσαντα τὰ ζῷα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.    ὁ μῦθος ὅτι οἱ διὰ φθόνον κρείττοσιν ἁμιλλώμενοι σφάλλονται. [86] ΚΑΝΘΑΡΟΙ ΔΥΟ [1]    ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. ἔλεγε δέ, ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δέ, μένων ἐνταῦθα ἐτρέφετο. τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη. ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα ᾐτιᾶτο αὐτόν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. ὁ δὲ εἶπε· μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.    ὁ λόγος οὗτος ἁρμόσειεν ἂν πρὸς ἐκείνους, οἳ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν. [87] ΔΕΛΦΑΞ ΚΑΙ ΠΡΟΒΑΤΑ [1]    ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν ἐκεκράγει τε καὶ ἀντέτεινε. τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· ἆρα ἡμᾶς οὐ συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν; ἔφη πρὸς αὐτά· ἀλλ' οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις. ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὸ κρέας.    ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλὰ περὶ σωτηρίας. [88] ΚΙΧΛΑ [1]    ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· δειλαία ἐγώ, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι.    πρὸς ἄνδρα ἄσωτον καὶ ἡδυπαθῆ. [89] ΧΗΝ ΧΡΥΣΟΤΟΚΟΣ [1]    Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν. ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δέ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτόν. συνέβη δὲ αὐτῷ μὴ μόνον, ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.    οὕτω πολλάκις οἱ πλεονέκται δι' ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται. [3] ΟΡΝΙΣ ΧΡΥΣΟΤΟΚΟΣ    ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.    ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν. [90] ΕΡΜΗΣ ΚΑΙ ΑΓΑΛΜΑΤΟΠΟΙΟΣ [1]    Ἑρμῆς βουλόμενος γνῶναι, ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο· πόσου; τοῦ δὲ εἰπόντος δραχμῆς γελάσας ἠρώτα· τὸ τῆς Ἥρας πόσου ἐστίν; εἰπόντος δέ· ἔτι μείζονος θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ οἱ ἄνθρωποι ποιοῦνται. διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς πόσου; καὶ ὁ ἀγαλματογλύφος ἔφη· ἀλλ' ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω.    πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει. [3]    Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρ' ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ ἑαυτὸν εἰκάσας ἀνθρώπῳ. καὶ θεασάμενος ἄγαλμα Διὸς ἠρώτα, πόσου τις αὐτὸ πρίασθαι δύναται. τοῦ δὲ εἰπόντος δραχμῆς γελάσας πόσου τὸ τῆς Ἥρας; ἔφη. εἰπόντος δὲ πλείονος ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα καὶ νομίσας, ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. ὁ δ' ἀγαλματοποιὸς ἔφη· ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.    ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμιᾷ παρ' ἄλλοις ὄντα †μορφῇ. [91] ΕΡΜΗΣ ΚΑΙ ΤΕΙΡΕΣΙΑΣ [1]    Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ ἧκε πρὸς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ ἐξενώθη παρ' αὐτῷ. παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας παραλαβὼν τὸν Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος καὶ τούτῳ παρῄνει λέγειν, ὅ τι ἂν θεάσηται ὄρνεον. καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον ἀπήγγειλεν αὐτῷ. τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς τὴν γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ' αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι, ἂν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι.    τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. [3]    Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικήν, εἰ ἀληθής ἐστι, γνῶναι κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας ἧκεν ὡς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ παρ' αὐτῷ κατήχθη. τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ ἐκεῖνος παραλαβὼν τὸν Ἑρμῆν ἐξῆλθεν οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ, ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον ἔφρασε. τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν καὶ τῷ μάντει φράζει. καὶ ὃς ὑποτυχὼν εἶπεν· ἀλλ' αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς.    τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. [92] ΕΧΙΣ ΚΑΙ ΥΔΡΟΣ [1]    ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινε. ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτὸν ἀγανακτῶν, εἴγε μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης συνέθεντο, ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γένηται. ταξαμένων δὲ αὐτῶν προθεσμίαν οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτὸν ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. ἐνστάσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεσαν. καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτούς, εἴγε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. οἱ δὲ ἔφασαν πρὸς αὐτόν· ἀλλ' εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, ἀλλὰ διὰ φωνῆς συνέστηκεν.    ὁ λόγος δηλοῖ, ὅτι ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ. [93] ΚΥΩΝ ΚΑΙ ΔΕΣΠΟΤΗΣ [1]    ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει τῷ κυνὶ προσπαίζων· καὶ δὴ εἴποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισε τὸν δεσπότην. καὶ οὗτος ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.    ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασιν. [2b]    ανός τ]ις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς τὸν] β[‹ίον ἀναγκαῖ›α, ὃς ἀδιαλήπτως εἱστήκει ἐν τῷ οἴκῳ, καὶ κύνα. ὄντων δὲ] αὐτῶν ἐν τῷ οἴκῳ ὁ κύων ἔτρεχε παίζων [περὶ τῶν τοῦ δες]πότου ποδῶν καὶ τερπόμενος καὶ προσ[σαίνων. ὁ δὲ ὁρῶν τὰς φλυαρίας] τάσδε α̣ὐ̣τ̣ο̣ῦ̣ ἀγαλ‹λ›όμενος τὰ τοῦ [κυνὸς ἔχαιρε καὶ ἐπῄνες]εν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος [ἠγανάκτει καὶ πρὸς ἑαυτ]ὸν ἐλογίζετο λέγων ὅτι· ἐγὼ με[τὰ πόνου μεγίστου κομίζω τ]ὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα [τὰ ἄλλα κακοπαθῶν. ὁ δὲ δεσπότης πό]τε παίζει μετ' ἐμοῦ; ψηλαφᾶται δὲ νωθέστατος ὢν ὁ κύ[ων ὅλην τὴν ἡμέραν.    ... ἡμῶν τοῦτο ... μὴ εἶναί με ... τὴν ἐπα κης πο() ... τὴ ... ει ... οδε ... αὐτῶ πέζων ... οχεθεὶς ... μας προ ὁ δεσπότης] αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτὸν καὶ ἀποστραφεὶς αὐτὸν λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.    ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν καιρῷ καὶ μὴ βλάπτων τινά. [93] ΟΝΟΣ ΠΑΙΖΩΝ [1]    ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν. καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.    ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν. [3,delta]    ἄνθρωπός τις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς χρείαν. εἶχεν δὲ καὶ κύνα, ὃς ἀδιαλείπτως εἱστήκει ἐν τῷ οἴκῳ. ἐρχομένου δὲ αὐτοῦ ἐν τῷ οἴκῳ ὁ κύων ἔτρεχε παίζων ἔμπροσθεν αὐτοῦ πηδῶν καὶ τερπόμενος καὶ προσποιούμενος δάκνειν αὐτόν. αὐτὸς δὲ ἀγαλλόμενος τὰ τοῦ κυνὸς ἀθέρματα ἀντέπαιζεν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος ἐφθόνει τὸν κύνα καὶ καθ' ἑαυτὸν ἐλογίζετο, λέγων ὅτι ἐγὼ μεγάλως κοπιῶ φέρων τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα τὰ πρὸς χρείαν, καὶ ὁ ἐμὸς δεσπότης οὐδέποτε παίζει μετ' ἐμοῦ, ἀλλ' οὐδ' ἐκολάκευέ με, ὁ δὲ κύων ἐσθίων καὶ καθεύδων ὅλην τὴν ἡμέραν καὶ μηδὲν ἐργαζόμενος φιλεῖται παρὰ τοῦ δεσπότου ἡμῶν. τοῦτο δέ ἐστιν ἐκ τῆς ἐμῆς ἀνοίας καὶ ἀπειρίας καὶ διὰ τὸ μὴ εἶναί με ἀστεῖον ὡς τὸν κύνα. ἀλλὰ νῦν κἀγὼ τῇ τοῦ κυνὸς γνώμῃ ἐπακολουθήσω καὶ ἀστεῖος γενήσομαι παίζων ἔμπροσθεν τοῦ δεσπότου μου. εὐφρανθήσεται γὰρ τῇ ἐμῇ παιδιᾷ καθάπερ καὶ τῇ τοῦ κυνός· τὸ γὰρ εὐτράπελον καὶ ἀστεῖον πᾶσιν ἀρέσκει. ταῦτα ἐλογίσατο καθ' ἑαυτὸν ὁ ὄνος, καὶ πρὸς ἑσπέραν ὁ οἰκοδεσπότης ἐλθὼν ἐν τῷ οἴκῳ ἔδραμεν ὁ κύων ἔμπροσθεν αὐτοῦ παίζων. καὶ ὁ ὄνος θεασάμενος τὸν κύνα καὶ φθόνῳ ἀσχέτῳ συσχεθεὶς ἔδραμε πηδῶν καὶ λακτίζων καὶ ψόφους ἀποτελῶν καὶ τοὺς ἐμπροσθίους πόδας ἀνατείνων ἐπάνω τοῦ κυρίου αὐτοῦ. ὁ δὲ κύριος αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτόν, ἀποστραφεὶς αὐτόν, λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.    ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν καιρῷ, καὶ μὴ βλάπτων τινά. [94] ΚΥΝΕΣ ΔΥΟ [1]    ἔχων τις δύο κύνας τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἐξιὼν ἐπ' ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν παρ' ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν.    οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν. [3]    ἔχων τις δύο κύνας τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν καθ' ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαβὼν αὐτὸς εἶπεν· μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν. [95] ΕΧΙΣ ΚΑΙ ΡΙΝΗ [1]    ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ' αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ἀλλ' εὐήθης εἶ παρ' ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.    ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες. [96] ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΕΡΕΣ [1]    ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. χρόνου δὲ προελθόντος ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ' οὐ πολὺ παρεγένετο καὶ πρὸς τὴν τοῦ κεραμέως καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς ἔχοι. τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε ἐπιμείνῃ καὶ λαμπρὸς ὁ ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;    οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν. [3] μήτηρ καὶ θυγατέρες    γυνή τις οὖσα θυγατέρων δυοῖν μήτηρ ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θατέραν δὲ κεραμεῖ. ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην τά τε ἄλλα ὡμίλει καὶ πῶς ἂν ἔχοι διηρώτα. ἡ δὲ τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς, εὔχου δ' ὑετῶν ἡμῖν φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. ἐκεῖθεν δ' ἐξελθοῦσα πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. τοῖς δ' αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν, ὡς τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ' αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· [ἐὰν μὲν σὺ εὐδίαν ἐπιζητεῖς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποίᾳ ὑμῶν συνεύξομαι;    ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ ἑκάτερα πταίουσιν.] [97] ΑΝΗΡ ΚΑΙ ΓΥΝΗ [1]    ἔχων τις γυναῖκα πρὸς πάντας ἀργαλέαν τὸ ἦθος ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται. ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. μετὰ δὲ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. τῆς δὲ εἰπούσης· οἱ βουκόλοι με καὶ οἱ ποιμένες ὑπεβλέποντο ἔφη πρὸς αὐτήν· ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;    οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται. [3]    ἔχων τις γυναῖκα πρὸς τοὺς κατ' οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας οὕτως διάκειται. διὸ δὴ καὶ μετ' εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. μετὰ δ' ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο πρὸς αὐτὴν ἔφη· ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν συνδιέτριβες τὴν ἡμέραν;    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται. [98] ΕΧΙΣ ΚΑΙ ΑΛΩΠΗΞ [1]    ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο. ἀλώπηξ δὲ θεασαμένη αὐτὴν εἶπεν· ἄξιος τῆς νηὸς ὁ ναύκληρος.    πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα. [99] ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ [1]    ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι. ἀλλ' ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσομαι. αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου οἱ κύνες ἀκούσαντες κατεδίωκον τὸν λύκον. ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.    οὕτω οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. [3]    ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· ὦ λύκε, ἐπεὶ πέπεισμαι, ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῶν μέν, πρὸς ἃ πεφύκασιν, ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν. [100] ΛΥΚΟΣ ΚΑΙ ΕΡΙΦΟΣ [1]    ἔριφος ἐπί τινος δώματος ἑστὼς λύκον παριόντα ἐλοιδόρει. ὁ δὲ ἔφη πρὸς αὐτόν· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.    ὁ λόγος δηλοῖ, ὅτι οἱ καιροὶ διδόασι κατὰ τῶν ἀμεινόνων τὸ θάρσος. [2]    ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον εἶδεν παριόντα, ἐλοιδόρει αὐτόν. ὁ δὲ λύκος ἔφη· ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι κατὰ τῶν ἀμεινόνων τὸ θράσος. [3]    ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ λύκος ἔφη· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. [100b] ἀρνὸς καὶ λύκος [1]    ἀρνὸς ἐφ' ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ πύργος, ἐν ᾧ ἵστασαι.    ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβου ὑψηλοτέρων. [101] ΑΓΑΛΜΑΤΟΠΩΛΗΣ [1]    Ἑρμῆν τις ξύλινον κατασκευάσας καὶ προσενεγκὼν εἰς ἀγορὰν ἐπώλει. μηδενὸς δὲ ὠνητοῦ προσιόντος ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ' αὐτοῦ ὠφελειῶν ἀπολαύειν; ἀπεκρίνατο· ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.    πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τῶν θεῶν περιφρονοῦντα. [102] ΖΕΥΣ, ΠΡΟΜΗΘΕΥΣ, ΑΘΗΝΑ, ΜΩΜΟΣ [1]    Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον Μῶμον κριτὴν εἵλοντο. ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ, ποῦ τύπτει, τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ, τί ἕκαστος κατὰ νοῦν ἔχει. τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἴκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν.    ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται. [103] ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΙΣ [1]    Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται. κολοιὸς δὲ συνειδὼς ἑαυτῷ δυσμορφίαν περιιὼν τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ ἀνελάμβανε καὶ ἑαυτῷ περιῆπτεν. ὡς δὲ ἐνέστη ἡ ἡμέρα, ποικίλος γενόμενος ἧκε πρὸς τὸν Δία. μέλλοντος δὲ αὐτοῦ διὰ τὴν εὐπρέπειαν βασιλέα αὐτὸν χειροτονεῖν τὰ ὄρνεα ἀγανακτήσαντα περιέστη καὶ ἕκαστον τὸ ἴδιον πτερὸν ἀφείλετο. οὕτω τε συνέβη αὐτῷ ἀπογυμνωθέντι πάλιν κολοιὸν γενέσθαι.    οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται. [2]    Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες, ὅπως τὸν ὡραιότατον πάντων καταστήσει ἐπ' αὐτοῖς βασιλέα. κολοιὸς δὲ συνιδὼν ἑαυτὸν δυσμορφίαν περικείμενον ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. συνέβη δὲ ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. τοῦ δὲ Διὸς μέλλοντος χειροτονεῖν αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλατο. καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσί τινες εἶναι. ἐπὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται. [1b]    πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσει αὐτῶν τὴν καλλονήν. ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθεὶς ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ· καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι [καὶ] τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις. †ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεβάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς· †ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη.    ὅτι δεῖ τὸν καθ' ἕνα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ πένης ὢν φαίνεσθαι πλούσιος. [104] ΕΡΜΗΣ ΚΑΙ ΓΗ [1]    Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν γῆν καὶ δεῖξαι, ὅθεν ὀρύξαντες †σπήλαιον ποιήσουσιν. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· ἀλλ' ὀρυσσέττωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.    πρὸς τοὺς ῥᾳδίως μὲν δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος. [105] ΕΡΜΗΣ [1]    Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέντος πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν θυίαν κατ' αὐτοῦ κατέχεεν. ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.    ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον. [3]    Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέντος πολὺ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. κἀκ τούτου συνέβη τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.    ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας. [106] ΖΕΥΣ ΚΑΙ ΑΠΟΛΛΩΝ [1]    Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν.    οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσιν.

[107] Il cavallo, il bue, il cane e l'uomo oppure la creazione dell'uomo - Traduzione

ΙΠΠΟΣ, ΒΟΥΣ, ΚΥΩΝ ΚΑΙ ΑΝΘΡΩΠΟΣ [1]    Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύασε καὶ ἐνταῦθα διέτριβε. καὶ δή ποτε σφοδροῦ κρύους γενομένου καὶ τοῦ Διὸς ὕοντος ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. ὁ δ' οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν μέρος αὐτῷ δῷ. τοῦ δὲ ἀσμένως παραχωρήσαντος παρεγένετο μετ' οὐ πολὺ καὶ βοῦς οὐδ' αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξασθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα αὐτῷ παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι, ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι, ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν, τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς τυγχάνειν.    τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.

 

[300] Un uomo seduttore ed una donna ΑΝΗΡ ΜΟΙΧΟΣ ΚΑΙ ΓΥΝΗ - Traduzione [1]

ἄνθρωπος ἀπερχόμενος πρός τινα γυναῖκα κρυφίως ἐν νυκτὶ ἐμοίχευεν αὐτήν. δεδώκει δὲ αὐτῇ σημεῖον τοῦ νοεῖν αὐτόν, ὅταν ἐλθὼν ἔξωθεν τῆς θύρας ὑλακτήσῃ ὥσπερ μικρὸν κυνάριον, ἀνοίγειν αὐτῷ τὴν θύραν. ἐποίει δὲ τοῦτο καθ' ἑκάστην. ἕτερος δέ τις θεασάμενος αὐτὸν βαδίζοντα καθ' ἑσπέραν παρ' ἐκείνην τὴν ὁδὸν καὶ τὴν πανουργίαν αὐτοῦ νοήσας μιᾷ τῶν νυκτῶν ἠκολούθει αὐτὸν μακρόθεν κρυφίως. ὁ δὲ μοιχὸς μηδὲν ὑποπτεύων ἐλθὼν παρὰ τὴν θύραν ἐποίει κατὰ τὸ σύνηθες. ὁ δὲ ἀκολουθῶν θεασάμενος πάντα ἀνεχώρησε πρὸς τὸν οἶκον αὐτοῦ. τῇ δὲ ἐρχομένῃ νυκτὶ ἀναστὰς αὐτὸς πρῶτος ἀπῆλθε πρὸς τὴν μοιχευσομένην γυναῖκα καὶ ὑλακτήσας ὥσπερ κυνάριον, ἐκείνη θαρροῦσα, ὅτι ὁ μοιχὸς αὐτῆς ἐστιν, ἔσβεσε τὴν λυχνίαν, ἵνα μή τις θεάσηται αὐτόν, καὶ ἤνοιξε τὴν θύραν· ὁ δὲ εἰσελθὼν συνεγένετο αὐτῇ. μετ' ὀλίγον δὲ ἦλθε καὶ ὁ πρῶτος μοιχὸς αὐτῆς καὶ ὑλάκτει ἔξωθεν κατὰ τὸ εἰωθὸς ὥσπερ κυνάριον. ὁ δὲ ἔνδοθεν ἱστάμενος νοήσας τὸν ἔξωθεν ὑλακτοῦντα ὥσπερ κυνάριον αὐτὸς σταθεὶς ἔσωθεν τῆς οἰκίας ὑλάκτει ἰσχυρᾷ τῇ φωνῇ ὡς μεγαλώτατος κύων. ὁ δὲ ἔξωθεν νοήσας, ὡς μείζων αὐτοῦ ὑπάρχει ὁ ἔνδοθεν, ἀνεχώρησεν.

[301] ΚΛΕΠΤΗΣ ΚΑΙ ΠΑΝΔΟΧΕΥΣ [1]    κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ. διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. ὡς δὲ οὐκ ἠδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν ‑ ἦν γὰρ ἑορτή ‑ καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως καὶ ἤρξατο διηγεῖσθαι μετ' αὐτοῦ. καὶ διηγούμενοι ὥραν ἱκανὴν ἐχασμήσατο ὁ κλέπτης καὶ ὁμοῦ μετὰ τὸ χασμᾶσθαι ὠρυᾶτο ὥσπερ λύκος. ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· τί οὕτως ποιεῖς; καὶ ὁ κλέπτης ἀπεκρίθη· νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. ἐγώ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω ‑ , ὅταν οὖν χασμηθῶ τρεῖς βολάς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους. καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου καὶ πάλιν ὠρυᾶτο καθάπερ καὶ τὸ πρῶτον. ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τοῦ κλέπτου ἐφοβήθη καὶ ἀναστὰς ἠβούλετο φυγεῖν. ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος παρεκάλει αὐτὸν λέγων· ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά. καὶ παρακαλῶν αὐτὸν ἀνοίξας τὸ στόμα ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. ὁ δὲ πανδοχεὺς φοβηθείς, μήπως φάγῃ αὐτόν, κατέλιπεν τὸν ἑαυτοῦ χιτῶνα καὶ εἰσελθὼν δρομαίως εἰς τὸ πανδοχεῖον κατησφαλίσατο εἰς τὸ ἐνδότερον. καὶ ὁ κλέπτης λαβὼν τὸν χιτῶνα ἀπῆλθεν.    οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες. [302] ΜΥΣ ΚΑΙ ΒΑΤΡΑΧΟΣ [1]    ὅτε ἦν ὁμόφωνα τὰ ζῷα, μῦς βατράχῳ φιλιωθεὶς ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον καὶ ἀπήγαγεν αὐτὸν εἰς ταμιεῖον πλουσίου, ὅπου ἦν ἄρτος, τυρός, μέλι, ἰσχάδες καὶ ὅσα ἀγαθά, καί φησιν ἔσθιε, βάτραχε, ἐξ ὧν βούλει. ὁ δὲ βάτραχος ἔλεγε· ἐλθὼν οὖν καὶ σὺ πρὸς ἐμὲ ἐμπλήσθητι τῶν ἀγαθῶν μου. ἀλλ' ἵνα μὴ ὄκνος σοι γένηται, προσαρτήσω τὸν πόδα σου τῷ ποδί μου. δήσας οὖν ὁ βάτραχος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ ἥλατο εἰς τὴν λίμνην ἕλκων καὶ τὸν μῦν δέσμιον. ὁ δὲ πνιγόμενος ἔλεγεν· ἐγὼ μὲν ὑπό σου νεκρωθήσομαι, ἐκδικήσομαι δὲ ὑπὸ ζῶντος. λούππης δὲ θεασάμενος τὸν μῦν πλέοντα καταπτὰς ἥρπασεν. ἐφέλκετο οὖν σὺν αὐτῷ καὶ ὁ βάτραχος καὶ οὕτως ἀμφοτέρους διεσπάραξεν.    ὅτι ἡ τῶν φίλων πονηρὰ συμβουλὴ καὶ ἑαυτοῖς κίνδυνος γίνεται. [303] ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΝΑΡΙΑ [1]    γεωργός τις γηράσας ἐπ' ἀγρῷ καὶ μηδέποτε εἰς πόλιν εἰσελθὼν παρεκάλει τοὺς ἰδίους θεάσασθαι τὴν πόλιν. οἱ δὲ οἰκεῖοι αὐτοῦ ἔζευξαν ἅμαξαν καὶ ὀνάρια εἰπόντες· ἔλαυνε μόνον καὶ αὐτά σε ἐνελθόντα καταστήσουσιν εἰς τὴν πόλιν. χειμῶνος δὲ γενομένου σκοτοειδοῦς κατὰ τὴν ὁδὸν τὰ ὀνάρια πλανηθέντα εἰσῆλθον εἴς τινα τόπον ἀπόκρημνον. ὁ δὲ τὸν ἴδιον θεασάμενος κίνδυνον ἔφη· ὦ Ζεῦ, τί σε ἠδίκησα, ὅτι οὕτως ἀπόλλυμαι καὶ ταῦτα οὐχ ὑπὸ ἵππων ἐντίμων οὐδὲ ὑπὸ ἡμιόνων γενναίων ἀλλ' ὑπὸ ὀναρίων ἐλαχίστων;    [ὅτι κρεῖττον ἀποθανεῖν εὐχρήστως ἢ ζῆν ἀτίμως.]

[304] Il padre e la figlia Esopo Favola 304 - Traduzione

Il padre e la figlia ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΗΡ - Qui la traduzione [1]    ἀνήρ τις ἐρασθεὶς τῆς ἰδίας θυγατρὸς καὶ εἰς ἔρωτα τρωθεὶς ἀπέστειλεν εἰς ἀγρὸν τὴν γυναῖκα αὐτοῦ, τὴν δὲ θυγατέρα κρατηθεὶς ἐβιάσατο· ἡ δὲ ἔλεγε· πάτερ, ἀνόσια πράττεις. ἤθελον μᾶλλον ἑκατὸν ἀνδράσι με παρασχεῖν ἢ σοί.    [ὅτι κρεῖττον συγκοινωνεῖν θηρίοις, εἰ ἦν δυνατόν, ἢ γονεῦσι τοῖς θέλουσι ἀποκτεῖναι.]

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:02 - flow version _RPTC_G1.3