Esopo - Favole Libro I - libro primo favole VII - XVI

Favole di Esopo Libro I  Favole da VII A XVI testo greco

[7] ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΙΣ

[1]    αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα παρεγένετο καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν, πῶς ἔχοιεν. αἱ δὲ ὑποτυχοῦσαι· καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.    οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται. [3]    ὄρνις ποτὲ ἠσθένει.

αἴλουρος δὲ προκύψας ἔφη· πῶς ἔχεις; εἰ χρῄζεις τινός, ἐγώ σοι δώσω· μόνον ὑγίαινε. ἡ δὲ ἔφη· ἐὰν ἀπέλθῃς [σὺ] αὐτὸς τῶν ὧδε, ἐγώ σοι λέγω· οὐδαμῶς ἀποθνῄσκω.    ὁ μῦθος ἐλέγχει τοὺς λέγοντας φιλεῖν δολίως καὶ μετὰ ὑποκρίσεως.

[8] ΑΙΣΩΠΟΣ ΕΝ ΝΑΥΠΗΓΙΩΙ [1]

Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ, ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν. ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται.    ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

[9] ΑΛΩΠΗΞ ΚΑΙ ΤΡΑΓΟΣ [1]

ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι ἀναδῦναι μετὰ τῆς ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω. τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ ἀπ' ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος, ἀλλ' εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν καταβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.    οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[2]    ἀλώπηξ καὶ τράγος ἐν φρέατι ἐνέπεσον. τοῦ δὲ τράγου σκοπουμένου τὴν ἄνοδον ἡ ἀλώπηξ χρήσιμόν τι, ἔφη, θάρσει, ἐπινενόηκα εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ὁ τράγος ἔφη· πῶς; ἡ ἀλώπηξ εἶπε· τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσερείσας καὶ ὀρθῶς σταθεὶς ἔγκλινον καὶ τὰ κέρατα. ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν εὐθέως καὶ παραχρῆμα ἀναγάγω σε ἔνθεν. τοῦ δὲ ἑτοίμως πρὸς τὴν παραίνεσιν ὑπηρετήσαντος ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέβη καὶ ἀπ' ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη καὶ γενναίως ἐκτιναχθεῖσα ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης ὁ τράγος μεμφόμενος αὐτὴν καὶ ὀνειδίζων ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος, ἀλλ' εἰ τοσαύτας φρένας εἶχες, ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον καταβέβηκας, πρὶν τὴν ἄνοδον ἂν ἐσκέψω.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[3]    ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν. μετὰ δὲ τὸ πιεῖν τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον ἡ ἀλώπηξ ἔφη· θάρσει, χρησιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο ὡς παραβαίνουσαν τὰς συνθήκας. ἡ δὲ ἀλλ' εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέβης πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνδρα δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[10] ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ [1]

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως ἐξεταράχθη, ὡς μικροῦ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ ἐπιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διαλέγεσθαι.    ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

[2]    ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσελθοῦσα αὐτῷ διαλεχθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

[3]    ἀλώπηξ μήπω θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε, τὸ μὲν πρῶτον οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἔπειτα τὸ δεύτερον θεασαμένη ἐφοβήθη μέν, οὐ μὴν ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

[11] ΑΛΙΕΥΣ [1]

ἁλιεὺς αὐλητικῆς ἔμπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα ὡς ἐθεάσατο σπαίροντας, ἔφη· ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.    πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

[2]    ἁλιεὺς ἁλιευτικῆς ἄπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν. καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλατο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδεν αὐτοὺς πηδῶντας, ἔφη· ὦ κάκιστα ζῷα, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.    ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

[3]    ἁλιεὺς ἁλιευτικῆς ἄπειρος λαβὼν αὐλοὺς καὶ δίκτυα παρεγένετο εἰς τὴν θάλατταν καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐφάλλεσθαι. ὡς δ' ἐπὶ πολὺ διατεινόμενος ἤνυεν οὐδέν, ἀποθέμενος τοὺς αὐλοὺς ἀναλαμβάνει τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδε πηδῶντας, ἔφη· ὦ κάκιστα ζῷα, ὅτε ηὔλουν, οὐκ ὠρχεῖσθε, ὅτε δὲ πέπαυμαι, τοῦτο ποιεῖτε.    ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

[12] ΑΛΩΠΗΞ ΚΑΙ ΠΑΡΔΑΛΙΣ

[1] ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι;    ὁ λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

[2]    ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ἀποτυχοῦσα εἶπεν· καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποικιλμένην ἔχω;    ὁ μῦθος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

[13] ΑΛΙΕΙΣ

[1] ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.    ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. [2]    ἁλιεῖς σαγήνην εἷλκον. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ εἵλκυσαν αὐτήν, τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐξ αὐτῶν γεραιὸς εἶπε· μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως καί τι λυπηθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀτυχίαις γινώσκοντας τὸ τοῦ βίου ἄστατον. [3]    ἁλιεῖς εἷλκον σαγήνην. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ἐσκίρτων πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. ὡς δὲ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ' ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τἀναντία προυπειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη. καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

[14] ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

[1]    ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ ἑκατέρου διεξιόντος ἐπειδὴ ἐγένοντο κατά τι‹νας τύμβους›, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος. τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα εἶπεν· ἀλλ' οὐ μέλλω κλαίειν ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; κἀκείνη πρὸς αὐτὸν ἔφη· ἀλλὰ ψεύδου, ὅσα βούλει. οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε.    οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

[14] ΑΛΩΠΗΞ ΚΑΙ ΒΟΤΡΥΣ

[1]    ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· ὄμφακές εἰσιν.    οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.

[15] ΑΛΩΠΗΞ ΚΑΙ ΜΥΣ

[1]    ἀλώπηξ ἐν κρεβαττίνῃ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· οὐδὲν τρώγεις. ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι πρὸς τοῦ μυὸς ἔφη· ὄμφακές εἰσιν.    ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθειν τὸν λόγον ὁ μῦθος ἐλέγχει.

[16] ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

[1]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν αὐτοὺς ἐῶντα. τοῦ δὲ εἰπόντος ὡς ἐπ' ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεὶς ἐκεῖνος ἔφη· ἐὰν οὖν σὺ ἀφορμῶν ἀεὶ εὐπορῇς, ἐγώ σε οὐ κατέδομαι;    ὁ λόγος δηλοῖ, ὅτι καὶ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ' εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

[2]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἤρξατο κατηγορεῖν αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα μηδὲ ὕπνου τυχεῖν ἐῶντα. τοῦ δὲ εἰπόντος ἐπ' ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖν, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρω, ἐκ δευτέρου ὁ αἴλουρος ἔλεγεν· ἀλλὰ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζω, ἀπορηθεὶς ἐκεῖνος εἶπεν· ἐὰν γὰρ σὺ ἀφορμῶν πολλῶν εὐπορήσῃς, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ, καὶ ἔφαγεν αὐτόν.    ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μετ' εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται.

[3]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα μετ' εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. καὶ δὴ κατηγόρει αὐτοῦ λέγων, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. τοῦ δ' ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· ἀλλ' εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ τοῦτον κατεθοινήσατο.    ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ' εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:39 - flow version _RPTC_G1.3