LISIA - CONTRO ALCIBIADE I PER DISERZIONE
CONTRO ALCIBIADE I PER DISERZIONE LISIA
Κατὰ Ἀλκιβιάδουλιποταξίου
Contro Alcibiade per diserzione 1, 2, 3 - Lisia Clicca qui per la traduzione
ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιάδου κατηγορεῖν: τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ μή τις ἰδία ἀδικούμενος ὑπ᾽ αὐτοῦ τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι.
[2] οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδ᾽ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλ᾽ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστ᾽ ἐπ᾽ ἐνίοις1 ὧν οὗτος φιλοτιμεῖται <καὶ>2 τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν3 ἡγούμενος, καὶ νῦν ὑπ᾽ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ4 πάντων τῶν πεπραγμένων μεθ᾽ ὑμῶν αὐτὸν τιμωρήσασθαι.
[3] περὶ μὲν οὖν τῶν ἄλλων Ἀρχεστρατίδης ἱκανῶς κατηγόρησε: καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρέσχετο: ὅσα δ᾽ οὗτος παραλέλοιπεν, ἐγὼ καθ᾽ ἕκαστον ὑμᾶς διδάξω.
[ἀνάγνωθι δέ μοι τὸν νόμον. Νόμος 5
[4] εἰκὸς τοίνυν ἐστίν, ὦ ἄνδρες δικασταί, ἐξ οὗ τὴν εἰρήνην ἐποιησάμεθα, πρῶτον περὶ τούτων νυνὶ δικάζοντας μὴ μόνον δικαστὰς ἀλλὰ καὶ νομοθέτας αὐτοὺς γενέσθαι, εὖ εἰδότας ὅτι, ὅπως ἂν ὑμεῖς νυνὶ περὶ αὐτῶν γνῶτε, οὕτω καὶ τὸν ἄλλον χρόνον ἡ πόλις αὐτοῖς χρήσεται. δοκεῖ δέ μοι καὶ πολίτου χρηστοῦ καὶ δικαστοῦ δικαίου ἔργον εἶναι ταύτῃ τοὺς νόμους διαλαμβάνειν, ὅπῃ εἰς τὸν λοιπὸν χρόνον μέλλει συνοίσειν τῇ πόλει.
[5] τολμῶσι γάρ τινες λέγειν ὡς οὐδεὶς ἔνοχός ἐστι λιποταξίου οὐδὲ δειλίας: μάχην γὰρ οὐδεμίαν γεγονέναι, τὸν δὲ νόμον κελεύειν, ἐάν τις λίπῃ τὴν τάξιν εἰς τοὐπίσω δειλίας ἕνεκα, μαχομένων τῶν ἄλλων, περὶ τούτου τοὺς στρατιώτας δικάζειν. ὁ δὲ νόμους οὐ περὶ τούτων κελεύει μόνον, ἀλλὰ καὶ ὁπόσοι ἂν μὴ παρῶσιν ἐν τῇ πεζῇ στρατιᾷ. ἀνάγνωθί μοι τὸν νόμον. Νόμος
[6] ἀκούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφοτέρων κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ στρατιᾷ μὴ παρῶσι. σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεῖ παρεῖναι. οὐχ οἵτινες ἂν τὴν ἡλικίαν ταύτην ἔχωσιν; οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν; ἡγοῦμαι δ᾽,
[7] ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι: ἀστρατείας μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι, ὅτι καταλεγεὶς ὁπλίτης6 οὐκ ἐξῆθε7 μεθ᾽ ὑμῶν, <λιποταξίου δέ, ὅτι ἐν τῷ>8 στρατοπέδῳ μόνος οὐ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι, δειλίας δέ, ὅτι δεῖν αὐτὸν9 μετὰ τῶν ὁπλιτῶν10 κινδυνεύειν ἱππεύειν εἵλετο.
[8] καίτοι φασὶν αὐτὸν ταύτην τὴν ἀπολογίαν ποιήσεσθαι, ὡς ἐπειδήπερ ἵππευεν, οὐδὲν ἠδίκει τὴν πόλιν. ἐγὼ δ᾽ ἡγοῦμαι διὰ τοῦθ᾽ ὑμᾶς δικαίως ἂν αὐτῷ ὀργίζεσθαι, ὅτι τοῦ νόμου κελεύοντος, ἐάν τις ἀδοκίμαστος ἱππεύῃ, ἄτιμον εἶναι, ἐτόλμησεν ἀδοκίμαστος ἱππεύειν. καί μοι ἀνάγνωθι τὸν νόμον. Νόμος
Contro Alcibiade per Diserzione I 9, 10 - Lisia Clicca qui per la traduzione
[9] οὗτος τοίνυν εἰς τοῦτ᾽ ἦλθε πονηρίας, καὶ οὕτως ὑμῶν κατεφρόνησε καὶ τοὺς πολεμίους ἔδεισε καὶ ἱππεύειν ἐπεθύμησε καὶ τῶν νόμων οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλ᾽ ἐβουλήθη καὶ ἄτιμος εἶναι καὶ τὰ χρήματ᾽ αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς κειμέναις ζημίαις ἔνοχος γενέσθαι μᾶλλον ἢ μετὰ τῶν πολιτῶν εἶναι καὶ ὁπλίτης γενέσθαι.
[10] καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ11 τὸν ἄλλον χρόνον καὶ πολλὰ κακὰ τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμησαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς καὶ τὸν νόμον: οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης τῆς πόλεως, ἀλλ᾽ ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας: Ἀλκιβιάδης δ᾽ ἐτόλμησεν ἀναβῆναι, βῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον ἱππεύσας οὔτε νῦν ἐπιστάμενος οὔτε ὑφ᾽ ὑμῶν δοκιμασθείς, ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν.
[11] ἐνθυμηθῆναι δὲ χρὴ ὅτι, εἰ ἐξέσται ὅ τι ἄν τις βούληται ποιεῖν, οὐδὲν ὄφελος νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέγεσθαι ἢ στρατηγοὺς αἱρεῖσθαι. θαυμάζω δέ, ὦ ἄνδρες δικασταί, εἴ τις ἀξιοῖ, ἐὰν μέν τις προσιόντων τῶν πολεμίων τῆς πρώτης τάξεως τεταγμένος τῆς δευτέρας γένηται, τούτου μὲν δειλίαν καταψηφίζεσθαι, ἐὰν δέ τις ἐν τοῖς ὁπλίταις τεταγμένος ἐν τοῖς ἱππεῦσιν ἀναφανῇ,
[12] τούτῳ συγγνώμην ἔχειν. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι δικάζειν ὑμᾶς οὐ μόνον τῶν ἐξαμαρτανόντων ἕνεκα, ἀλλ᾽ ἵνα καὶ τοὺς ἄλλους τῶν ἀκοσμούντων σωφρονεστέρους ποιῆτε. ἐὰν μὲν τοίνυν τοὺς ἀγνῶτας κολάζητε, οὐδεὶς ἔσται τῶν ἄλλων βελτίων: οὐδεὶς γὰρ εἴσεται τὰ ὑφ᾽ ὑμῶν καταψηφισθέντα: ἐὰν δὲ τοὺς ἐπιφανεστάτους τῶν ἐξαμαρτανόντων τιμωρῆσθε, πάντες πεύσονται, ὥστε τούτῳ παραδείγματι χρώμενοι βελτίους ἔσονται οἱ πολῖται.
[13] ἐὰν τοίνυν τούτου καταψηφίσησθε, οὐ μόνον οἱ ἐν τῇ πόλει εἴσονται, ἀλλὰ καὶ οἱ σύμμαχοι αἰσθήσονται καὶ οἱ πολέμιοι πεύσονται, καὶ ἡγήσονται πολὺ πλείονος ἀξίαν εἶναι τὴν πόλιν, ἐὰν ὁρῶσιν ἐπὶ τοῖς τοιούτοις τῶν ἁμαρτημάτων μάλισθ᾽ ὑμᾶς ὀργιζομένους καὶ μηδεμιᾶς συγγνώμης τοὺς ἀκοσμοῦντας ἐν τῷ πολέμῳ τυγχάνοντας.
[14] ἐνθυμεῖσθε δ᾽, ὦ ἄνδρες δικασταί, ὅτι τῶν στρατιωτῶν οἱ μὲν κάμνοντες ἐτύγχανον, οἱ δὲ ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, καὶ ἡδέως ἂν οἱ μὲν ταῖς πόλεσι καταμείναντες ἐθεραπεύοντο, οἱ δὲ οἴκαδ᾽ ἀπελθόντες τῶν οἰκείων ἐπεμέλοντο, οἱ δὲ ψιλοὶ12 ἐστρατεύοντο, οἱ δ᾽ ἐν τοῖς
[15] ἱππεῦσιν ἐκινδύνευον: ἀλλ᾽ ὅμως οὐκ ἐτολμᾶτε ἀπολιπεῖν τὰς τάξεις οὐδὲ τἀρεστὰ ὑμῖν αὐτοῖς αἱρεῖσθαι ἀλλὰ πολὺ μᾶλλον ἐφοβεῖσθε τοὺς τῆς πόλεως νόμους ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον. ὧν χρὴ μεμνημένους ὑμᾶς νυνὶ τὴν ψῆφον φέρειν, καὶ πᾶσι φανερὸν ποιεῖν ὅτι Ἀθηναίων οἱ μὴ βουλόμενοι τοῖς πολεμίοις μάχεσθαι ὑφ᾽ ὑμῶν κακῶς πείσονται.
[16] ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ τι λέξουσιν: ἀναβαίνοντες δ᾽ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσουσιν, οὐκ ἀξιοῦντες τοῦ Ἀλκιβιάδου ὑέος τοσαύτην δειλίαν καταγνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλ᾽ οὐχὶ πολλῶν κακῶν αἴτιον γεγενημένον: ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτείνατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει.
Contro Alcibiade per Diserzione I 17, 18 e 19 - Lisia - Clicca qui per la traduzione
[17] δεινὸν δέ μοι δοκεῖ, ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κατέγνωτε, τοῦ δὲ ὑοῦ ἀδικοῦντος δι᾽ ἐκεῖνον ἀποψηφιεῖσθε, ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθ᾽ ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι. καὶ ὅτε μὲν παῖς ὢν13 οὔπω δῆλος ἦν ὁποῖός τις ἔσται, διὰ τὰ τοῦ πατρὸς ἁμαρτήματα ὀλίγου τοῖς ἕνδεκα παρεδόθη: ἐπειδὴ δὲ πρὸς τοῖς ἐκείνῳ πεπραγμένοις ἐπίστασθε καὶ τὴν τούτου πονηρίαν, διὰ τὸν πατέρα ἐλεεῖν αὐτὸν ἀξιώσετε;
[18] οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν οὕτως εὐτυχεῖς εἶναι ὥστ᾽, ἐπειδὰν ἐξαμαρτάνοντες ληφθῶσι, διὰ τὸ αὑτῶν γένος σῴζεσθαι, ἡμᾶς δέ, εἰ ἐδυστυχήσαμεν διὰ τοὺς οὕτως ἀτακτοῦντας, μηδένα ἂν δύνασθαι παρὰ τῶν πολεμίων ἐξαιτήσασθαι μηδὲ διὰ τὰς τῶν προγόνων ἀρετάς;
[19] καίτοι πολλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων γεγόνασι, καὶ οὐδὲν ὅμοιαι τοῖς ὑπὸ τούτων περὶ τὴν πόλιν πεπραγμένοις, ὦ ἄνδρες δικασταί. εἰ δ᾽ ἐκεῖνοι δοκοῦσι βελτίους εἶναι σῴζοντες τοὺς φίλους, δῆλον ὅτι καὶ ὑμεῖς ἀμείνους δόξετε εἶναι τιμωρούμενοι τοὺς ἐχθρούς.
[20] ἀξιῶ δ᾽, ὦ ἄνδρες δικασταί, ἐὰν μέν τινες τῶν συγγενῶν αὐτὸν ἐξαιτῶνται, ὀργίζεσθαι ὅτι τούτου μὲν οὐκ ἐπεχείρησαν δεηθῆναι (ἢ δεηθέντες οὐκ ἐδύναντο εὑρέσθαι) ποιεῖν τὰ ὑπὸ τῆς πόλεως προσταττόμενα, ὑμᾶς δὲ πείθειν πειρῶνται ὡς οὐ
[21] χρὴ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν: ἐὰν δέ τινες τῶν ἀρχόντων βοηθῶσιν αὐτῷ ἐπίδειξιν μὲν τῆς ἑαυτῶν δυνάμεως ποιούμενοι, φιλοτιμούμενοι δὲ ὅτι καὶ τοὺς φανερῶς ἡμαρτηκότας σῴζειν δύνανται, ὑμᾶς [δὲ]14, χρὴ ὑπολαμβάνειν πρῶτον μὲν ὅτι, εἰ πάντες Ἀλκιβιάδῃ ὅμοιοι ἐγένοντο, οὐδὲν ἂν ἔδει τῶν στρατηγῶν15 (οὐδὲ γὰρ <ἂν>16 εἶχον ὅτου ἡγοῦντο), ἔπειθ᾽ ὅτι πολὺ μᾶλλον αὐτοὺς προσήκει τῶν λιπόντων τὴν τάξιν κατηγορεῖν ἢ ὑπὲρ τῶν τοιούτων ἀπολογεῖσθαι. τίς γὰρ ἔστιν ἐλπὶς τοὺς ἄλλους ἐθελήσειν ποιεῖν τὰ ὑπὸ τῶν στρατηγῶν προσταττόμενα, ὅταν αὐτοὶ οὗτοι τοὺς ἀκοσμοῦντας σῴζειν πειρῶνται;
[22] ἐγὼ τοίνυν ἀξιῶ, ἐὰν μὲν ἀποδείξωσιν οἱ λέγοντες καὶ αἰτούμενοι ὑπὲρ Ἀλκιβιάδου ὡς ἐστρατεύσατο ἐν τοῖς ὁπλίταις ἢ ὡς ἵππευε17 δεδοκιμασμένος, ἀποψηφίσασθαι: ἐὰν δὲ μηδὲν ἔχοντες δίκαιον κελεύωσιν αὑτοῖς χαρίζεσθαι, 18 μεμνῆσθαι χρὴ ὅτι διδάσκουσιν ὑμᾶς ἐπιορκεῖν καὶ τοῖς νόμοις μὴ πείθεσθαι, καὶ ὅτι λίαν προθύμως τοῖς ἀδικοῦσι βοηθοῦντες πολλοὺς τῶν αὐτῶν ἔργων ἐπιθυμεῖν ποιήσουσι.
[23] θαυμάζω δὲ μάλιστα, ὦ ἄνδρες δικασταί, εἴ τις ὑμῶν τὸν Ἀλκιβιάδην ἀξιώσει διὰ μὲν τοὺς βοηθοῦντας σῴζεσθαι, διὰ δὲ τὴν αὐτοῦ πονηρίαν μὴ ἀπολέσθαι. ἧς ἄξιον ὑμᾶς ἀκοῦσαι, ἵν᾽ ἐπίστησθε ὅτι οὐκ ἂν εἰκότως αὐτοῦ ἀποψηφίζοισθε, ὡς ταῦτα μὲν ἡμαρτηκότος, τὰ δ᾽ ἄλλα πολίτου χρηστοῦ γεγενημένου: ἐκ γὰρ τῶν ἄλλων τῶν τούτῳ πεπραγμένων δικαίως ἂν αὐτοῦ θάνατον καταψηφίζοισθε.
[24] προσήκει δ᾽ ὑμῖν περὶ αὐτῶν εἰδέναι: ἐπειδὴ γὰρ καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε λεγόντων τὰς σφετέρας αὐτῶν ἀρετὰς καὶ τὰς τῶν προγόνων εὐεργεσίας, εἰκὸς ὑμᾶς καὶ τῶν κατηγόρων ἀκροᾶσθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πολλὰ εἰς ὑμᾶς ἡμαρτηκότας καὶ τοὺς προγόνους αὐτῶν πολλῶν κακῶν αἰτίους γεγενημένους.
[25] οὗτος γὰρ παῖς μὲν ὢν παρ᾽ Ἀρχεδήμῳ τῷ γλάμωνι, <τῷ>19 οὐκ ὀλίγα τῶν ὑμετέρων ὑφῃρημένῳ, πολλῶν ὁρώντων ἔπινεν20 ὑπὸ τῷ αὐτῷ ἱματίῳ21 κατακείμενος, ἐκώμαζε <δὲ>22 μεθ᾽ ἡμέραν, ἄνηβος ἑταίραν ἔχων, μιμούμενος τοὺς ἑαυτοῦ προγόνους, καὶ ἡγούμενος οὐκ ἂν δύνασθαι πρεσβύτερος ὢν λαμπρὸς γενέσθαι, εἰ μὴ νέος ὢν πονηρότατος δόξει εἶναι.
[26] μετεπέμφθη δ᾽ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε. καίτοι ποῖόν τινα χρὴ αὐτὸν ὑφ᾽ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτ᾽ ἐπιτηδεύων διεβέβλητο ὃς τοὺς ἄλλους ταῦτ᾽ ἐδίδασκε; μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους προὔδωκεν. ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα, τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο.
[27] ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστ᾽ οὐδ᾽ <ἂν>23 ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι. τελευτήσαντος δ᾽ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους κατεπόντιζεν.
[28] ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἢ εἰς τοὺς πολίτας ἢ εἰς τοὺς ξένους ἢ περὶ τοὺς αὑτοῦ οἰκείους24 ἢ περὶ τοὺς ἄλλους ἡμάρτηκε, μακρὸν ἂν εἴη λέγειν: Ἱππόνικος δὲ πολλοὺς παρακαλέσας ἐξέπεμψε τὴν αὑτοῦ γυναῖκα, φάσκων τοῦτον οὐχ ὡς25 ἀδελφὸν αὐτῆς ἀλλ᾽ ὡς ἄνδρα ἐκείνης εἰς τὴν οἰκίαν εἰσιέναι τὴν αὑτοῦ.
[29] καὶ τοιαῦθ᾽ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν γεγενημένων αὐτῷ μέλει26 οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλ᾽ ὃν27 ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν28 τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις μεταδοῦναι, καὶ ταῦθ᾽ ὑὸς ὢν Ἀλκιβιάδου,
[30] ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπ᾽ ἐκείνους. ἀνθ᾽ ὧν καὶ ὑμῖν καὶ τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων.
[31] καίτοι σφόδρα εἴθισται λέγειν ὡς οὐκ εἰκός ἐστι τὸν μὲν πατέρα αὐτοῦ κατελθόντα δωρεὰς παρὰ τοῦ δήμου λαβεῖν, τοῦτον δ᾽ ἀδίκως διὰ τὴν φυγὴν τὴν ἐκείνου διαβεβλῆσθαι. ἐμοὶ δὲ δοκεῖ δεινὸν εἶναι, εἰ τὰς μὲν δωρεὰς αὐτοῦ ἀφείλεσθε ὡς οὐ δικαίως δεδωκότες, τούτου δὲ ἀδικοῦντος ἀποψηφιεῖσθε ὡς τοῦ πατρὸς χρηστοῦ περὶ τὴν πόλιν γεγενημένου.
[32] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἄλλων τε πολλῶν ἄξιον ἕνεκα αὐτοῦ καταψηφίσασθαι, καὶ ὅτι ταῖς ὑμετέραις ἀρεταῖς χρῆται παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας. τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν εἴργασται ἐπὶ τὴν πατρίδα
[33] στρατεύσας29: καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας οὐκ ὄνειδος τοῖς παισὶ καταλιπεῖν, ἀλλὰ τιμὴν παρὰ πᾶσιν ἀνθρώποις κτήσασθαι, ὡς τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες μετὰ τῶν πολεμίων ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ὅσοι κατῄεσαν Λακεδαιμονίων ἐχόντων τὴν πόλιν.
[34] καὶ μὲν δὴ πᾶσιν ἡγοῦμαι δῆλον εἶναι ὅτι οὗτοι μὲν ἐζήτουν κατιέναι ὡς τὴν μὲν τῆς θαλάττης ἀρχὴν Λακεδαιμονίοις παραδώσοντες, αὐτοὶ δ᾽ ὑμῶν ἄρξοντες. τὸ δ᾽ ὑμέτερον πλῆθος κατελθὸν τοὺς μὲν πολεμίους ἐξήλασε, τῶν δὲ πολιτῶν καὶ τοὺς βουλομένους δουλεύειν ἠλευθέρωσεν: ὥστ᾽ οὐχ ὁμοίων τῶν ἔργων ἀμφοτέροις γεγενημένων τοὺς λόγους ποιεῖται.
[35] ἀλλ᾽ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει πάντων <τῶν>30 κακῶν αἴτιος γεγένηται. καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν βουλόμενος εἶναι πονηρὸς εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δ᾽ ἂν ἃ κακῶς φυλάττεται τῶν φρουρίων, διδάξειε δ᾽ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δ᾽ ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων;
[36] οὐ γὰρ δήπου, ὅτε μὲν ἔφευγε, διὰ τὴν δύναμιν κακῶς οἷός τ᾽ ἦν ποιεῖν τὴν πόλιν, ἐπειδὴ δὲ ὑμᾶς ἐξαπατήσας κατῆλθε καὶ πολλῶν ἦρξε τριήρων, οὔτε τοὺς πολεμίους ἐδύνατο ἐκ τῆς χώρας ἐκβαλεῖν, οὔτε Χίους οὓς ἀπέστησε πάλιν φίλους ποιῆσαι, οὔτε ἄλλο οὐδὲν ἀγαθὸν ὑμᾶς ἐργάσασθαι.
[37] ὥστ᾽ οὐ χαλεπὸν γνῶναι ὅτι Ἀλκιβιάδης δυνάμει μὲν οὐδὲν τῶν ἄλλων διέφερε, πονηρία δὲ τῶν πολιτῶν πρῶτος ἦν. ἃ μὲν γὰρ ᾔδει τῶν ὑμετέρων κακῶς ἔχοντα, μηνυτὴς αὐτῶν31 Λακεδαιμονίοις ἐγένετο: ἐπειδὴ δ᾽ ἔδει αὐτὸν στρατηγεῖν, οὐδὲν κακὸν ποιεῖν ἐκείνους ἐδύνατο, ἀλλ᾽ ὑποσχόμενος δι᾽ ἑαυτὸν παρέξειν βασιλέα χρήματα, πλεῖν ἢ διακόσια τάλαντα τῆς πόλεως ὑφείλετο.
[38] καὶ οὕτω πολλὰ ἐνόμιζεν εἰς ὑμᾶς ἡμαρτηκέναι, ὥστε λέγειν δυνάμενος καὶ φίλων ὄντων καὶ χρήματα κεκτημένος οὐδέποτ᾽ ἐλθὼν εὐθύνας ἐτόλμησε δοῦναι, ἀλλὰ φυγὴν αὑτοῦ καταγνοὺς καὶ Θράκης καὶ πάσης πόλεως ἐβούλετο πολίτης γενέσθαι μᾶλλον ἢ τῆς πατρίδος εἶναι τῆς ἑαυτοῦ. καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταί, ὑπερβολὴν ποιησάμενος τῆς προτέρας πονηρίας ἐτόλμησε τὰς ναῦς Λυσάνδρῳ μετὰ Ἀδειμάντου προδοῦναι.
[39] ὥστε εἴ τις ὑμῶν ἢ τοὺς τεθνεῶτας ἐν <τῇ>32 ναυμαχίᾳ ἐλεεῖ, ἢ ὑπὲρ τῶν δουλευσάντων τοῖς πολεμίοις αἰσχύνεται, ἢ τῶν τειχῶν καθῃρημένων ἀγανακτεῖ, ἢ Λακεδαιμονίους μισεῖ, ἢ τοῖς τριάκοντα ὀργίζεται, τούτων ἁπάντων χρὴ τὸν τούτου πατέρα αἴτιον ἡγεῖσθαι, καὶ ἐνθυμηθῆναι ὅτι Ἀλκιβιάδην μὲν τὸν πρόπαππον αὐτοῦ καὶ τὸν πατρὸς πρὸς μητρὸς <πάππον>33 Μεγακλέα οἱὑμέτεροι πρόγονοι δὶς ἀμφοτέρους ἐξωστράκισαν, τοῦ δὲ πατρὸς αὐτοῦ οἱ πρεσβύτεροι ὑμῶν θάνατον κατέγνωσαν,
[40] ὥστε νῦν χρὴ ἡγησαμένους πατρικὸν ἐχθρὸν τοῦτον εἶναι τῇ πόλει καταψηφίσασθαι, καὶ μήτε ἔλεον μήτε συγγνώμην μήτε χάριν μηδεμίαν περὶ πλείονος ποιήσασθαι τῶν νόμων τῶν κειμένων καὶ τῶν ὅρκων οὓς ὠμόσατε.
[41] σκέψασθαι δὲ χρή, ὦ ἄνδρες δικασταί, διὰ τί ἄν τις τοιούτων ἀνδρῶν φείσαιτο; πότερον ὡς πρὸς μὲν τὴν πόλιν δεδυστυχήκασιν, ἄλλως δὲ κόσμοί εἰσι καὶ σωφρόνως βεβιώκασιν; οὐχ οἱ μὲν πολλοὶ αὐτῶν ἡταιρήκασιν, οἱ δ᾽ ἀδελφαῖς συγγεγόνασι, τοῖς δ᾽ ἐκ θυγατέρων παῖδες γεγόνασιν,
[42] οἱ δὲ μυστήρια πεποιήκασι καὶ τοὺς Ἑρμᾶς περικεκόφασι καὶ περὶ πάντας τοὺς θεοὺς ἠσεβήκασι καὶ εἰς ἅπασαν τὴν πόλιν ἡμαρτήκασιν, ἀδίκως καὶ παρανόμως καὶ πρὸς τοὺς ἄλλους πολιτευόμενοι καὶ πρὸς σφᾶς αὐτοὺς διακείμενοι, 34 οὐδεμιᾶς τόλμης ἀπεχόμενοι, οὐδὲ ἔργου δεινοῦ ἄπειροι γεγενημένοι; ἀλλὰ καὶ πεπόνθασιν καὶ πεποιήκασιν ἅπαντα. οὕτω γὰρ διάκεινται, ὥστ᾽ ἐπὶ μὲν τοῖς καλοῖς αἰσχύνεσθαι, ἐπὶ δὲ τοῖς κακοῖς φιλοτιμεῖσθαι.
[43] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἤδη τινῶν ἀπεψηφίσασθε ἀδικεῖν μὲν νομίσαντες, οἰόμενοι δ᾽ εἰς τὸ λοιπὸν χρησίμους ὑμῖν ἔσεσθαι. τίς οὖν ἐλπὶς ὑπὸ τούτου τι ἀγαθὸν πείσεσθαι τὴν πόλιν, ὃν ὑμεῖς, ὅτι μὲν οὐδενὸς ἄξιός ἐστιν, ἐπειδὰν ἀπολογῆται, εἴσεσθε, ὅτι δὲ πονηρός ἐστιν ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἤσθησθε 35;
[44] ἀλλὰ μὲν δὴ οὐδ᾽ ἂν ἐξελθὼν ἐκ τῆς πόλεως οὐδὲν δύναιτο κακὸν ὑμᾶς ἐργάσασθαι, δειλὸς ὢν καὶ πένης καὶ πράττειν ἀδύνατος καὶ τοῖς οἰκείοις διάφορος καὶ ὑπὸ τῶν ἄλλων μισούμενος. ὥστ᾽ οὐδὲ τούτων ἕνεκα αὐτὸν ἄξιον φυλάττεσθαι,
[45] ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι καὶ τοῖς ἄλλοις καὶ τοῖς τούτου φίλοις, οἳ τὰ μὲν προσταττόμενα ποιεῖν οὐκ ἐθέλουσι, τοιούτων δ᾽ ἔργων ἐπιθυμοῦσι, καὶ περὶ τῶν σφετέρων αὐτῶν κακῶς βουλευσάμενοι περὶ τῶν ὑμετέρων δημηγοροῦσιν.
[46] ἐγὼ μὲν οὖν ὡς ἐδυνάμην ἄριστα κατηγόρηκα, ἐπίσταμαι δ᾽ ὅτι οἱ μὲν ἄλλοι τῶν ἀκροωμένων θαυμάζουσιν, ὅπως ποθ᾽ οὕτως ἀκριβῶς ἐδυνήθην ἐξευρεῖν τὰ τούτων ἁμαρτήματα, οὗτος δέ μου καταγελᾷ, ὅτι οὐδὲ πολλοστὸν μέρος εἴρηκα τῶν τούτοις ὑπαρχόντων κακῶν.
[47] ὑμεῖς οὖν καὶ τὰ εἰρημένα καὶ τὰ παραλελειμμένα ἀναλογισάμενοι πολὺ μᾶλλον αὐτοῦ καταψηφίσασθε, ἐνθυμηθέντες ὅτι ἔνοχος μέν ἐστι τῇ γραφῇ, μεγάλη δ᾽ εὐτυχία τὸ τοιούτων πολιτῶν ἀπαλλαγῆναι <τῇ> 36 πόλει. ἀνάγνωθι δ᾽ αὐτοῖς τοὺς νόμους καὶ τοὺς ὅρκους καὶ τὴν γραφήν: καὶ τούτων μεμνημένοι ψηφιοῦνται τὰ δίκαια. ΝόμοιὍρκοι Γραφή
Le versioni del tuo libro senza doverle cercare?