Il pescatore o i redivivi
1] ΣΩΚΡΑΤΗΣ Βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν ὀστράκων· παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον· ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ Πλάτων· καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα· συνασπίσωμεν ἐπ' αὐτόν, ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς. [2] Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον. εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατ' αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθ' ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. ΦΙΛΟΣΟΦΟΣ Ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. ΑΛΛΟΣ Νὴ Δία, μαστιγωθέντα γε πρότερον. ΑΛΛΟΣ Πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. ΑΛΛΟΣ Τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω. ΣΩΚΡΑΤΗΣ Σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; ΕΜΠΕΔΟΚΛΗΣ Εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν. ΠΛΑΤΩΝ Καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο. ΠΑΡΡΗΣΙΑΔΗΣ [3] Μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου. ΠΛΑΤΩΝ Ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά. ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μὴν καθ' Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με· ζωγρεῖτ' οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ. ΠΛΑΤΩΝ Ἀλλ' οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν· μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς. ΠΑΡΡΗΣΙΑΔΗΣ Οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον· τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν. ΠΛΑΤΩΝ Τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους; ΠΑΡΡΗΣΙΑΔΗΣ Νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με; ΠΛΑΤΩΝ Νὴ Δία· φησὶ γοῦν ἐκεῖνος αὐτός, ἀχαλίνων στομάτων ἀνόμου τ' ἀφροσύνας τὸ τέλος δυστυχία. ΠΑΡΡΗΣΙΑΔΗΣ [4] Οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε; ΠΛΑΤΩΝ Ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφ' οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις. ΠΑΡΡΗΣΙΑΔΗΣ [5] Ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην· ὥστε ἀπορρίψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων. ΠΛΑΤΩΝ Ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ' ὅσσα ἔοργας. ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μήν, ὦ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες, ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων αὐτοὶ ποιεῖτε, ἀχάριστοι καὶ ὀργίλοι καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην. ΠΛΑΤΩΝ Ὢ τῆς ἀναισχυντίας. καὶ χάριν σοι τῆς κακηγορίας προσοφείλομεν; οὕτως ἀνδραπόδοις ὡς ἀληθῶς οἴει διαλέγεσθαι; ἢ καὶ εὐεργεσίαν καταλογιῇ πρὸς ἡμᾶς ἐπὶ τῇ τοσαύτῃ ὕβρει καὶ παροινίᾳ τῶν λόγων; ΠΑΡΡΗΣΙΑΔΗΣ [6] Ποῦ γὰρ ἐγὼ ὑμᾶς ἢ πότε ὕβρικα, ὃς ἀεὶ φιλοσοφίαν τε θαυμάζων διατετέλεκα καὶ ὑμᾶς αὐτοὺς ὑπερεπαινῶν καὶ τοῖς λόγοις οἷς καταλελοίπατε ὁμιλῶν; αὐτὰ γοῦν ἅ φημι ταῦτα, πόθεν ἄλλοθεν ἢ παρ' ὑμῶν λαβὼν καὶ κατὰ τὴν μέλιτταν ἀπανθισάμενος ἐπιδείκνυμαι τοῖς ἀνθρώποις; οἱ δὲ ἐπαινοῦσι καὶ γνωρίζουσιν ἕκαστον τὸ ἄνθος ὅθεν καὶ παρ' ὅτου καὶ ὅπως ἀνελεξάμην, καὶ λόγῳ μὲν ἐμὲ ζηλοῦσι τῆς ἀνθολογίας, τὸ δ' ἀληθὲς ὑμᾶς καὶ τὸν λειμῶνα τὸν ὑμέτερον, οἳ τοιαῦτα ἐξηνθήκατε ποικίλα καὶ πολυειδῆ τὰς βαφάς, εἴ τις ἀναλέξασθαί τε αὐτὰ ἐπίσταιτο καὶ ἀναπλέξαι καὶ ἁρμόσαι, ὡς μὴ ἀπᾴδειν θάτερον θατέρου. ἔσθ' ὅστις οὖν ταῦτα εὖ πεπονθὼς παρ' ὑμῶν κακῶς ἂν εἰπεῖν ἐπιχειρήσειεν εὐεργέτας ἄνδρας, ἀφ' ὧν εἶναί τις ἔδοξεν; ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἢ τὸν Εὔρυτον εἴη τὴν φύσιν, ὡς ταῖς Μούσαις ἀντᾴδειν, παρ' ὧν εἴληφε τὴν ᾠδήν, ἢ τῷ Ἀπόλλωνι ἐριδαίνειν ἐναντία τοξεύων, καὶ ταῦτα δοτῆρι ὄντι τῆς τοξικῆς. ΠΛΑΤΩΝ [7] Τοῦτο μέν, ὦ γενναῖε, κατὰ τοὺς ῥήτορας εἴρηταί σοι· ἐναντιώτατον δ' οὖν ἐστι τῷ πράγματι καὶ χαλεπωτέραν σου ἐπιδείκνυσι τὴν τόλμαν, εἴ γε τῇ ἀδικίᾳ καὶ ἀχαριστία πρόσεστιν, ὃς παρ' ἡμῶν τὰ τοξεύματα, ὡς φής, λαβὼν καθ' ἡμῶν ἐτόξευες, ἕνα τοῦτον ὑποθέμενος τὸν σκοπόν, ἅπαντας ἡμᾶς ἀγορεύειν κακῶς· τοιαῦτα παρὰ σοῦ ἀπειλήφαμεν ἀνθ' ὧν σοι τὸν λειμῶνα ἐκεῖνον ἀναπετάσαντες οὐκ ἐκωλύομεν δρέπεσθαι καὶ τὸ προκόλπιον ἐμπλησάμενον ἀπελθεῖν· ὥστε διά γε τοῦτο μάλιστα δίκαιος ἂν εἴης ἀποθανεῖν. ΠΑΡΡΗΣΙΑΔΗΣ [8] Ὁρᾶτε· πρὸς ὀργὴν ἀκούετε καὶ οὐδὲν τῶν δικαίων προσίεσθε. καίτοι οὐκ ἂν ᾠήθην ποτὲ ὡς ὀργὴ Πλάτωνος ἢ Χρυσίππου ἢ Ἀριστοτέλους ἢ τῶν ἄλλων ὑμῶν καθίκοιτο ἄν, ἀλλά μοι ἐδοκεῖτε μόνοι δὴ πόρρω εἶναι τοῦ τοιούτου. πλὴν ἀλλὰ μὴ ἄκριτόν γε, ὦ θαυμάσιοι, μηδὲ πρὸ δίκης ἀποκτείνητέ με. ὑμέτερον γοῦν καὶ τοῦτο ἦν, μὴ βίᾳ μηδὲ κατὰ τὸ ἰσχυρότερον πολιτεύεσθαι, δίκῃ δὲ τὰ διάφορα λύεσθαι διδόντας λόγον καὶ δεχομένους ἐν τῷ μέρει. ὥστε δικαστὴν ἑλόμενοι κατηγορήσατε μὲν ὑμεῖς ἢ ἅμα πάντες ἢ ὅντινα ἂν χειροτονήσητε ὑπὲρ ἁπάντων, ἐγὼ δὲ ἀπολογήσομαι πρὸς τὰ ἐγκλήματα. κᾆτα ἢν μέν τι ἀδικῶν φαίνωμαι καὶ τοῦτο περὶ ἐμοῦ γνῷ τὸ δικαστήριον, ὑφέξω δηλαδὴ τὴν ἀξίαν· ὑμεῖς δὲ βίαιον οὐδὲν τολμήσετε· ἢν δὲ τὰς εὐθύνας ὑποσχὼν καθαρὸς ὑμῖν καὶ ἀνεπίληπτος εὑρίσκωμαι, ἀφήσουσί με οἱ δικασταί, ὑμεῖς δὲ εἰς τοὺς ἐξαπατήσαντας ὑμᾶς καὶ παροξύναντας καθ' ἡμῶν τὴν ὀργὴν τρέψετε. ΠΛΑΤΩΝ [9] Τοῦτ' ἐκεῖνο· εἰς πεδίον τὸν ἵππον, ὡς παρακρουσάμενος τοὺς δικαστὰς ἀπέλθῃς. φασὶ γοῦν ῥήτορά σε καὶ δικανικόν τινα εἶναι καὶ πανοῦργον ἐν τοῖς λόγοις. τίνα δὲ καὶ δικαστὴν ἐθέλεις γενέσθαι, ὅντινα μὴ σὺ δωροδοκήσας, οἷα πολλὰ ποιεῖτε, ἄδικα πείσεις ὑπὲρ σοῦ ψηφίσασθαι; ΠΑΡΡΗΣΙΑΔΗΣ Θαρρεῖτε τούτου γε ἕνεκα· οὐδένα τοιοῦτον διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμ' ἂν γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον. ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθ' ὑμῶν ποιοῦμαι δικάστριαν ἔγωγε. ΠΛΑΤΩΝ Καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν; ΠΑΡΡΗΣΙΑΔΗΣ Οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε· οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω. ΠΛΑΤΩΝ [10] Τί ποιοῦμεν, ὦ Πυθαγόρα καὶ Σώκρατες; ἔοικε γὰρ ἁνὴρ οὐκ ἄλογα προκαλεῖσθαι δικάζεσθαι ἀξιῶν. ΣΩΚΡΑΤΗΣ Τί δὲ ἄλλο ἢ βαδίζωμεν ἐπὶ τὸ δικαστήριον καὶ τὴν Φιλοσοφίαν παραλαβόντες ἀκούσωμεν ὅ τι καὶ ἀπολογήσεται· τὸ πρὸ δίκης γὰρ οὐχ ἡμέτερον, ἀλλὰ δεινῶς ἰδιωτικόν, ὀργίλων τινῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἐν τῇ χειρὶ τιθεμένων. παρέξομεν οὖν ἀφορμὰς τοῖς κακηγορεῖν ἐθέλουσιν καταλεύσαντες ἄνδρα μηδὲ ἀπολογησάμενον ὑπὲρ ἑαυτοῦ, καὶ ταῦτα δικαιοσύνῃ χαίρειν αὐτοὶ λέγοντες. ἢ τί ἂν εἴποιμεν Ἀνύτον καὶ Μελήτου πέρι, τῶν ἐμοῦ κατηγορησάντων, ἢ τῶν τότε δικαστῶν, εἰ οὗτος τεθνήξεται μηδὲ τὸ παράπαν ὕδατος μεταλαβών; ΠΛΑΤΩΝ Ἄριστα παραινεῖς, ὦ Σώκρατες· ὥστε ἀπίωμεν ἐπὶ τὴν Φιλοσοφίαν. ἡ δὲ δικασάτω, καὶ ἡμεῖς ἀγαπήσομεν οἷς ἂν ἐκείνη διαγνῷ. ΠΑΡΡΗΣΙΑΔΗΣ [11] Εὖ γε, ὦ σοφώτατοι, ἀμείνω ταῦτα καὶ νομιμώτερα. τοὺς μέντοι λίθους φυλάττετε, ὡς ἔφην· δεήσει γὰρ αὐτῶν μικρὸν ὕστερον ἐν τῷ δικαστηρίῳ. Ποῦ δὲ τὴν Φιλοσοφίαν εὕροι τις ἄν; οὐ γὰρ οἶδα ἔνθα οἰκεῖ· καίτοι πάνυ πολὺν ἐπλανήθην χρόνον ἀναζητῶν τὴν οἰκίαν, ὡς συγγενοίμην αὐτῇ. εἶτα ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις καὶ πώγωνας βαθεῖς καθειμένοις παρ' αὐτῆς ἐκείνης ἥκειν φάσκουσιν, οἰόμενος εἰδέναι αὐτοὺς ἀνηρώτων· οἱ δὲ πολὺ μᾶλλον ἐμοῦ ἀγνοοῦντες ἢ οὐδὲν ὅλως ἀπεκρίναντό μοι, ὡς μὴ ἐλέγχοιντο οὐκ εἰδότες, ἢ ἄλλην θύραν ἀντ' ἄλλης ἐπεδείκνυον. οὐδέπω γοῦν καὶ τήμερον ἐξευρεῖν δεδύνημαι τὴν οἰκίαν. [12] Πολλάκις δὲ ἢ αὐτὸς εἰκάσας ἢ ξεναγήσαντός τινος ἧκον ἂν ἐπί τινας θύρας βεβαίως ἐλπίσας τότε γοῦν εὑρηκέναι, τεκμαιρόμενος τῷ πλήθει τῶν εἰσιόντων τε καὶ ἐξιόντων, ἁπάντων σκυθρωπῶν καὶ τὰ σχήματα εὐσταλῶν καὶ φροντιστικῶν τὴν πρόσοψιν· μετὰ τούτων οὖν συμπαραβυσθεὶς καὶ αὐτὸς εἰσῆλθον ἄν. εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατεφάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀναβολὴν ἀνεπιτηδεύτως περιστέλλουσα· πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη. ὑπεφαίνετο δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν ἐραστῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισαμένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ προσέβλεπεν. πολλάκις δὲ καὶ γυμνωθείσης αὐτῆς κατὰ τὸ ἀκούσιον ἑώρων περιδέραια χρυσᾶ τῶν κλοιῶν παχύτερα. ταῦτα ἰδὼν ἐπὶ πόδα ἂν εὐθὺς ἀνέστρεφον, οἰκτείρας δηλαδὴ τοὺς κακοδαίμονας ἐκείνους ἑλκομένους πρὸς αὐτῆς οὐ τῆς ῥινὸς ἀλλὰ τοῦ πώγωνος καὶ κατὰ τὸν Ἰξίονα εἰδώλῳ ἀντὶ τῆς Ἥρας συνόντας. ΠΛΑΤΩΝ [13] Τοῦτο μὲν ὀρθῶς ἔλεξας· οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα. πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν οἰκίαν· ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν. ἡ δὲ ἤδη που ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περιπατήσειε καὶ ἐν τῇ Ποικίλῃ· τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ· μᾶλλον δὲ ἤδη πρόσεισιν. ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδίζουσαν; ΠΑΡΡΗΣΙΑΔΗΣ Πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν. καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς. ΠΛΑΤΩΝ Εὖ λέγεις. ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξαμένη μόνον. ΦΙΛΟΣΟΦΙΑ [14] Παπαῖ· τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ κεφάλαιά μου τῶν μαθημάτων; τί αὖθις εἰς τὸν βίον; ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω; ὀργιζομένοις γοῦν ἐοίκατε. καὶ τίνα τοῦτον συλλαβόντες ἄγετε; ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν; ΠΛΑΤΩΝ Νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθ' ἡμᾶς καταλελοίπαμεν. ΦΙΛΟΣΟΦΙΑ Εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ; οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώτερον γίγνεται. ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε. τί δ' οὖν αὐτὸν ἄγχετε; ΠΛΑΤΩΝ Μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν ἐπ' αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν. φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθ' ἡμῶν. ΦΙΛΟΣΟΦΙΑ [15] Εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων. ΠΛΑΤΩΝ Οὔκ, ἀλλ' ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης. ΦΙΛΟΣΟΦΙΑ Τί φὴς σύ; ΠΑΡΡΗΣΙΑΔΗΣ Τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο· μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην. ΠΛΑΤΩΝ Νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύ' ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων. ΦΙΛΟΣΟΦΙΑ Ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς. ΠΑΡΡΗΣΙΑΔΗΣ Εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον. ΦΙΛΟΣΟΦΙΑ Ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη [16] πάντα ἐν τῇ πόλει. ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε· ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην. ΠΑΡΡΗΣΙΑΔΗΣ Τίνες δέ εἰσιν, ὦ Φιλοσοφία; πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν. ΦΙΛΟΣΟΦΙΑ Ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ παρ' αὐτήν. ἡ προηγουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν. ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐχ ὁρῶ ἥντινα καὶ λέγεις. ΦΙΛΟΣΟΦΙΑ Τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν; ΠΑΡΡΗΣΙΑΔΗΣ Ὁρῶ νῦν μόλις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον; τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι. ΦΙΛΟΣΟΦΙΑ Νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην. ΑΛΗΘΕΙΑ [17] Ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν. ΦΙΛΟΣΟΦΙΑ Ἀλλ' ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα. ΑΛΗΘΕΙΑ Οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε; ΦΙΛΟΣΟΦΙΑ Καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. ΑΛΗΘΕΙΑ Ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθ' ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον. ΠΑΡΡΗΣΙΑΔΗΣ Μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλ' ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος. ΕΛΕΓΧΟΣ Ἀναγκαιότατος μὲν οὖν· ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις. ΑΛΗΘΕΙΑ Ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην. ΠΛΑΤΩΝ [18] Ὁρᾷς; προσεταιρίζεται καθ' ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν. ΦΙΛΟΣΟΦΙΑ Εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα; ΠΛΑΤΩΝ Οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν. ΦΙΛΟΣΟΦΙΑ Θαρρεῖτε· οὐδὲν μὴ γένηται ἄδικον, Δικαιοσύνης [19] ταύτης συμπαρούσης. ἀνίωμεν οὖν. ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα; ΠΑΡΡΗΣΙΑΔΗΣ Ἐμοί; Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγξικλέους. ΦΙΛΟΣΟΦΙΑ Πατρὶς δέ; ΠΑΡΡΗΣΙΑΔΗΣ Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας. καίτοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδ' εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα. ΦΙΛΟΣΟΦΙΑ [20] Εὖ λέγεις· ἄλλως γοῦν ἠρόμην. ἡ τέχνη δέ σοι τίς; ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε. ΠΑΡΡΗΣΙΑΔΗΣ Μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτῶδες εἶδος τῶν μιαρῶν ἀνθρώπων· πάνυ δὲ πολλοί εἰσιν, ὡς οἶσθα. ΦΙΛΟΣΟΦΙΑ Ἡράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην. ΠΑΡΡΗΣΙΑΔΗΣ Εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω δι' αὐτήν. Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο τὴν ἀρχὴν ἔχουσαν· φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ. πλὴν ἀλλ' ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης, οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι. κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπ' ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι. ΦΙΛΟΣΟΦΙΑ Καὶ μὴν οὐκ ἐχρῆν· τοῦ γὰρ αὐτοῦ καὶ τάδε, φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύ' εἶναι δοκούσα. ΠΑΡΡΗΣΙΑΔΗΣ Ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ Φιλοσοφία. τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονηροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν. ΦΙΛΟΣΟΦΙΑ [21] Ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν. ἡ Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ προσκυνήσωμεν τὴν θεόν. ΠΑΡΡΗΣΙΑΔΗΣ Ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν· καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα. νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με. ΦΙΛΟΣΟΦΙΑ [22] Εἶεν· ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε· πάντας γὰρ ἅμα λέγειν ἀμήχανον. σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο. ΠΛΑΤΩΝ Τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην; ΧΡΥΣΙΠΠΟΣ Σύ, ὦ Πλάτων. ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα πρόσεστιν· ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα. νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται· δεινότερος οὗτός ἐστιν. ἐπίπαττε οὖν καὶ τῆς εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς "ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων" ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην. ΠΛΑΤΩΝ [23] Μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν. ΔΙΟΓΕΝΗΣ Ἀλλ' ἐγὼ αὐτοῦ κατηγορήσω· οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι. καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύ' ὀβολῶν πρῴην ἀποκεκηρυγμένος. ΠΛΑΤΩΝ Ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν· εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει. ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε. ΔΙΟΓΕΝΗΣ [24] Θαρρεῖτε, οὐδὲν ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα ‑ φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν ‑ ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλ' οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν. ΦΙΛΟΣΟΦΙΑ Τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δ' οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει. ΠΑΡΡΗΣΙΑΔΗΣ Οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθ' ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος. ΦΙΛΟΣΟΦΙΑ Οὐ δέδιας οὖν μή σου καταψηφίσωνται; ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. ΦΙΛΟΣΟΦΙΑ Γενναῖά σου ταῦτα· καθίσατε δ' οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε. ΔΙΟΓΕΝΗΣ [25] Οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ Φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων· ἵνα γὰρ τὸ κατ' ἐμὲ σιωπήσω, ἀλλὰ Πυθαγόραν τοῦτον καὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς οὐκ οἶδεν ὅσα εἰς τὸν βίον καλὰ εἰσεκομίσαντο; ἃ δὲ τοιούτους ὄντας ἡμᾶς ὁ τρισκατάρατος οὑτοσὶ Παρρησιάδης ὕβρικεν ἤδη ἐρῶ. Ῥήτωρ γάρ τις, ὥς φασιν, ὤν, ἀπολιπὼν τὰ δικαστήρια καὶ τὰς ἐν ἐκείνοις εὐδοκιμήσεις, ὁπόσον ἢ δεινότητος ἢ ἀκμῆς ἐπεπόριστο ἐν τοῖς λόγοις, τοῦτο πᾶν ἐφ' ἡμᾶς συσκευασάμενος οὐ παύεται αὐτὸς μὲν ἀγορεύων κακῶς γόητας καὶ ἀπατεῶνας ἀποκαλῶν, τὰ πλήθη δὲ ἀναπείθων καταγελᾶν ἡμῶν καὶ καταφρονεῖν ὡς τὸ μηδὲν ὄντων· μᾶλλον δὲ καὶ μισεῖσθαι πρὸς τῶν πολλῶν ἤδη πεποίηκεν αὐτούς τε ἡμᾶς καὶ σὲ τὴν Φιλοσοφίαν, φληνάφους καὶ λήρους ἀποκαλῶν τὰ σὰ καὶ τὰ σπουδαιότατα ὧν ἡμᾶς ἐπαίδευσας ἐπὶ χλευασμῷ διεξιών, ὥστε αὐτὸν μὲν κροτεῖσθαι καὶ ἐπαινεῖσθαι πρὸς τῶν θεατῶν, ἡμᾶς δὲ ὑβρίζεσθαι. φύσει γὰρ τοιοῦτόν ἐστιν ὁ πολὺς λεώς, χαίρουσι τοῖς ἀποσκώπτουσιν καὶ λοιδορουμένοις, καὶ μάλισθ' ὅταν τὰ σεμνότατα εἶναι δοκοῦντα διασύρηται, ὥσπερ ἀμέλει καὶ πάλαι ἔχαιρον Ἀριστοφάνει καὶ Εὐπόλιδι Σωκράτη τουτονὶ ἐπὶ χλευασίᾳ παράγουσιν ἐπὶ τὴν σκηνὴν καὶ κωμῳδοῦσιν ἀλλοκότους τινὰς περὶ αὐτοῦ κωμῳδίας. Καίτοι ἐκεῖνοι μὲν καθ' ἑνὸς ἀνδρὸς ἐτόλμων τοιαῦτα, καὶ ἐν Διονυσίοις ἐφειμένον αὐτὸ ἔδρων, καὶ τὸ σκῶμμα ἐδόκει μέρος τι τῆς ἑορτῆς, καὶ ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν. [26] ὁ δὲ τοὺς ἀρίστους συγκαλῶν, ἐκ πολλοῦ φροντίσας καὶ παρασκευασάμενος καὶ βλασφημίας τινὰς εἰς παχὺ βιβλίον ἐγγράψας, μεγάλῃ τῇ φωνῇ ἀγορεύει κακῶς Πλάτωνα, Πυθαγόραν, Ἀριστοτέλη τοῦτον, Χρύσιππον ἐκεῖνον, ἐμὲ καὶ ὅλως ἅπαντας οὔτε ἑορτῆς ἐφιείσης οὔτε ἰδίᾳ τι πρὸς ἡμῶν παθών· εἶχε γὰρ ἄν τινα συγγνώμην αὐτῷ τὸ πρᾶγμα, εἰ ἀμυνόμενος, ἀλλὰ μὴ ἄρχων αὐτὸς ἔδρα. Ὃ δὲ πάντων δεινότατον, ὅτι τοιαῦτα ποιῶν καὶ τὸ σὸν ὄνομα, ὦ Φιλοσοφία, ὑποδύεται καὶ ὑπελθὼν τὸν Διάλογον ἡμέτερον οἰκέτην ὄντα, τούτῳ συναγωνιστῇ καὶ ὑποκριτῇ χρῆται καθ' ἡμῶν, ἔτι καὶ Μένιππον ἀναπείσας ἑταῖρον ἡμῶν ἄνδρα συγκωμῳδεῖν αὐτῷ τὰ πολλά, ὃς μόνος οὐ πάρεστιν οὐδὲ κατηγορεῖ μεθ' ἡμῶν, προδοὺς τὸ κοινόν. [27] Ἀνθ' ὧν ἁπάντων ἄξιόν ἐστιν ὑποσχεῖν αὐτὸν τὴν δίκην. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοι τὰ σεμνότατα διασύρας ἐπὶ τοσούτων μαρτύρων; χρήσιμον γοῦν καὶ πρὸς ἐκείνους τὸ τοιοῦτον, εἰ θεάσαιντο αὐτὸν κολασθέντα, ὡς μηδὲ ἄλλος τις ἔτι καταφρονοίη Φιλοσοφίας· ἐπεὶ τό γε τὴν ἡσυχίαν ἄγειν καὶ ὑβριζόμενον ἀνέχεσθαι οὐ μετριότητος, ἀλλὰ ἀνανδρίας καὶ εὐηθείας εἰκότως ἂν νομίζοιτο. τὰ μὲν γὰρ τελευταῖα τίνι φορητά; ὃς καθάπερ τὰ ἀνδράποδα παραγαγὼν ἡμᾶς ἐπὶ τὸ πωλητήριον καὶ κήρυκα ἐπιστήσας ἀπημπόλησεν, ὥς φασιν, τοὺς μὲν ἐπὶ πολλῷ, ἐνίους δὲ μνᾶς Ἀττικῆς, ἐμὲ δὲ ὁ παμπονηρότατος οὗτος δύ' ὀβολῶν· οἱ παρόντες δὲ ἐγέλων. Ἀνθ' ὧν αὐτοί τε ἀνεληλύθαμεν ἀγανακτήσαντες καὶ σὲ ἀξιοῦμεν τιμωρήσειν ἡμῖν τὰ ἔσχατα ὑβρισμένοις. ΠΛΑΤΩΝ [28] Εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν ἅπαντα εἴρηκας. ΦΙΛΟΣΟΦΙΑ Παύσασθε ἐπαινοῦντες· ἔγχει τῷ ἀπολογουμένῳ. σὺ δὲ ὁ Παρρησιάδης λέγε ἤδη ἐν τῷ μέρει· σοὶ γὰρ τὸ νῦν ῥεῖ. μὴ μέλλε οὖν. ΠΑΡΡΗΣΙΑΔΗΣ [29] Οὐ πάντα μου, ὦ Φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώτερα οὐκ οἶδα ὅ τι παθὼν παρέλιπεν. ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελετηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ αὐτὸς ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθην εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶ. οὕτως γὰρ ἂν μάθοις οὕστινας ἀπεκήρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας ἀποκαλῶν. καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ. εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμέ, ἀλλ' ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιάσαισθε, τοιαῦτα ποιοῦντας. Ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσιν ἀναγκαῖον τὰ δυσχερῆ προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ Φιλοσοφία, καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος εἰς εὔδιόν τινα λιμένα ἐσπλεύσας ὑπὸ σοὶ σκεπόμενος καταβιῶναι. [30] Κἀπειδὴ μόνον παρέκυψα εἰς τὰ ὑμέτερα, σὲ μέν, ὥσπερ ἀναγκαῖον ἦν, καὶ τούσδε ἅπαντας ἐθαύμαζον ἀρίστου βίου νομοθέτας ὄντας καὶ τοῖς ἐπ' αὐτὸν ἐπειγομένοις χεῖρα ὀρέγοντας, τὰ κάλλιστα καὶ συμφορώτατα παραινοῦντας, εἴ τις μὴ παραβαίνοι αὐτὰ μηδὲ διολισθάνοι, ἀλλ' ἀτενὲς ἀποβλέπων εἰς τοὺς κανόνας οὓς προτεθείκατε, πρὸς τούτους ῥυθμίζοι καὶ ἀπευθύνοι τὸν ἑαυτοῦ βίον, ὅπερ νὴ Δία καὶ τῶν καθ' ὑμᾶς αὐτοὺς ὀλίγοι ποιοῦσιν. [31] Ὁρῶν δὲ πολλοὺς οὐκ ἔρωτι φιλοσοφίας ἐχομένους ἀλλὰ δόξης μόνον τῆς ἀπὸ τοῦ πράγματος ἐφιεμένους, καὶ τὰ μὲν πρόχειρα ταῦτα καὶ δημόσια καὶ ὁπόσα παντὶ μιμεῖσθαι ῥᾴδιον εὖ μάλα ἐοικότας ἀγαθοῖς ἀνδράσι, τὸ γένειον λέγω καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν, ἐπὶ δὲ τοῦ βίου καὶ τῶν πραγμάτων ἀντιφθεγγομένους τῷ σχήματι καὶ τἀναντία ὑμῖν ἐπιτηδεύοντας καὶ διαφθείροντας τὸ ἀξίωμα τῆς ὑποσχέσεως, ἠγανάκτουν, καὶ τὸ πρᾶγμα ὅμοιον ἐδόκει μοι καθάπερ ἂν εἴ τις ὑποκριτὴς τραγῳδίας μαλθακὸς αὐτὸς ὢν καὶ γυναικεῖος Ἀχιλλέα ἢ Θησέα ἢ καὶ τὸν Ἡρακλέα ὑποκρίνοιτο αὐτὸν μήτε βαδίζων μήτε βοῶν ἡρωϊκόν, ἀλλὰ θρυπτόμενος ὑπὸ τηλικούτῳ προσωπείῳ, ὃν οὐδ' ἂν ἡ Ἑλένη ποτὲ ἢ Πολυξένη ἀνάσχοιντο πέρα τοῦ μετρίου αὐταῖς προσεοικότα, οὐχ ὅπως ὁ Ἡρακλῆς ὁ Καλλίνικος, ἀλλά μοι δοκεῖ τάχιστ' ἂν ἐπιτρῖψαι τῷ ῥοπάλῳ παίων τοῦτον αὐτόν τε καὶ τὸ προσωπεῖον, οὕτως ἀτίμως κατατεθηλυμμένος πρὸς αὐτοῦ. [32] Τοιαῦτα καὶ αὐτὸς ὑμᾶς πάσχοντας ὑπ' ἐκείνων ὁρῶν οὐκ ἤνεγκα τὴν αἰσχύνην τῆς ὑποκρίσεως, εἰ πίθηκοι ὄντες ἐτόλμησαν ἡρώων προσωπεῖα περιθέσθαι ἢ τὸν ἐν Κύμῃ ὄνον μιμήσασθαι, ὃς λεοντῆν περιβαλόμενος ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν, ἄχρι δή τις αὐτὸν ξένος καὶ λέοντα ἰδὼν καὶ ὄνον πολλάκις ἤλεγξε καὶ ἀπεδίωξε παίων τοῖς ξύλοις. Ὃ δὲ μάλιστά μοι δεινόν, ὦ Φιλοσοφία, κατεφαίνετο, τοῦτο ἦν· οἱ γὰρ ἄνθρωποι εἴ τινα τούτων ἑώρων πονηρὸν ἢ ἄσχημον ἢ ἀσελγές τι ἐπιτηδεύοντα, οὐκ ἔστιν ὅστις οὐ Φιλοσοφίαν αὐτὴν ᾐτιᾶτο καὶ τὸν Χρύσιππον εὐθὺς ἢ Πλάτωνα ἢ Πυθαγόραν ἢ ὅτου ἐπώνυμον αὑτὸν ὁ διαμαρτάνων ἐκεῖνος ἐποιεῖτο καὶ οὗ τοὺς λόγους ἐμιμεῖτο· καὶ ἀπὸ τοῦ κακῶς βιοῦντος πονηρὰ περὶ ὑμῶν εἴκαζον τῶν πρὸ πολλοῦ τεθνηκότων· οὐ γὰρ παρὰ ζῶντας ὑμᾶς ἡ ἐξέτασις αὐτοῦ ἐγίγνετο, ἀλλ' ὑμεῖς μὲν ἐκποδών, ἐκεῖνον δὲ ἑώρων σαφῶς ἅπαντες δεινὰ καὶ ἄσεμνα ἐπιτηδεύοντα, ὥστε ἐρήμην ἡλίσκεσθε μετ' αὐτοῦ καὶ ἐπὶ τὴν ὁμοίαν διαβολὴν συγκατεσπᾶσθε. [33] Ταῦτα οὐκ ἤνεγκα ὁρῶν ἔγωγε, ἀλλ' ἤλεγχον αὐτοὺς καὶ διέκρινον ἀφ' ὑμῶν· ὑμεῖς δέ, τιμᾶν ἐπὶ τούτοις δέον, εἰς δικαστήριόν με ἄγετε. οὐκοῦν ἤν τινα καὶ τῶν μεμυημένων ἰδὼν ἐξαγορεύοντα ταῖν θεαῖν τὰ ἀπόρρητα καὶ ἐξορχούμενον ἀγανακτήσω καὶ διελέγξω, ἐμὲ τὸν ἀσεβοῦντα ἡγήσεσθε εἶναι; ἀλλ' οὐ δίκαιον. ἐπεὶ καὶ οἱ ἀθλοθέται μαστιγοῦν εἰώθασιν, ἤν τις ὑποκριτὴς Ἀθηνᾶν ἢ Ποσειδῶνα ἢ τὸν Δία ὑποδεδυκὼς μὴ καλῶς ὑποκρίνηται μηδὲ κατ' ἀξίαν τῶν θεῶν, καὶ οὐ δή που ὀργίζονται αὐτοῖς ἐκεῖνοι, διότι τὸν περικείμενον αὐτῶν τὰ προσωπεῖα καὶ τὸ σχῆμα ἐνδεδυκότα ἐπέτρεψαν παίειν τοῖς μαστιγοφόροις, ἀλλὰ καὶ ἥδοιντ' ἄν, οἶμαι, μᾶλλον μαστιγουμένῳ· οἰκέτην μὲν γάρ τινα ἢ ἄγγελον μὴ δεξιῶς ὑποκρίνασθαι μικρὸν τὸ πταῖσμα, τὸν Δία δὲ ἢ τὸν Ἡρακλέα μὴ κατ' ἀξίαν ἐπιδείξασθαι τοῖς θεαταῖς, ἀποτρόπαιον ὡς αἰσχρόν. [34] Καὶ γὰρ αὖ καὶ τόδε πάντων ἀτοπώτατόν ἐστιν, ὅτι τοὺς μὲν λόγους ὑμῶν πάνυ ἀκριβοῦσιν οἱ πολλοὶ αὐτῶν, καθάπερ δὲ ἐπὶ τοῦτο μόνον ἀναγιγνώσκοντες αὐτοὺς καὶ μελετῶντες, ὡς τἀναντία ἐπιτηδεύοιεν, οὕτως βιοῦσιν. τὸ μὲν γὰρ βιβλίον χρημάτων φησὶ δεῖν καταφρονεῖν καὶ δόξης καὶ μόνον τὸ καλὸν ἀγαθὸν οἴεσθαι καὶ ἀόργητον εἶναι καὶ τῶν λαμπρῶν τούτων ὑπερορᾶν καὶ ἐξ ἰσοτιμίας αὐτοῖς διαλέγεσθαι, καλά, ὦ θεοί, καὶ σοφὰ καὶ θαυμάσια λέγον ὡς ἀληθῶς. οἱ δὲ καὶ αὐτὰ ταῦτα ἐπὶ μισθῷ διδάσκουσιν καὶ τοὺς πλουσίους τεθήπασιν καὶ πρὸς τὸ ἀργύριον κεχήνασιν, ὀργιλώτεροι μὲν τῶν κυνιδίων ὄντες, δειλότεροι δὲ τῶν λαγωῶν, κολακικώτεροι δὲ τῶν πιθήκων, ἀσελγέστεροι δὲ τῶν ὄνων, ἁρπακτικώτεροι δὲ τῶν γαλῶν, φιλονεικότεροι δὲ τῶν ἀλεκτρυόνων. τοιγαροῦν γέλωτα ὀφλισκάνουσιν ὠθιζόμενοι ἐπ' αὐτὰ καὶ περὶ τὰς τῶν πλουσίων πυλῶνας ἀλλήλους παραγκωνιζόμενοι καὶ δεῖπνα πολυάνθρωπα δειπνοῦντες καὶ ἐν αὐτοῖς τούτοις ἐπαινοῦντες φορτικῶς καὶ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορούμενοι καὶ μεμψίμοιροι φαινόμενοι καὶ ἐπὶ τῆς κύλικος ἀτερπῆ καὶ ἀπῳδὰ φιλοσοφοῦντες καὶ τὸν ἄκρατον οὐ φέροντες· οἱ ἰδιῶται δὲ ὁπόσοι πάρεισιν, γελῶσι δηλαδὴ καὶ καταπτύουσιν φιλοσοφίας, εἰ τοιαῦτα καθάρματα ἐκτρέφει. [35] Τὸ δὲ πάντων αἴσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκαστος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγὼς μικρὸν ὕστερον προσελθὼν αἰτεῖ καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος. Ὅταν μὲν οὖν λαβεῖν αὐτοὺς δέῃ, πολὺς ὁ περὶ τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον ὁ πλοῦτος καί, "Τί γὰρ τὸ χρυσίον ἢ τἀργύριον, οὐδὲν τῶν ἐν τοῖς αἰγιαλοῖς ψήφων διαφέρον;" ὅταν δέ τις ἐπικουρίας δεόμενος ἑταῖρος ἐκ παλαιοῦ καὶ φίλος ἀπὸ πολλῶν ὀλίγα αἰτῇ προσελθών, σιωπὴ καὶ ἀπορία καὶ ἀμαθία καὶ παλινῳδία τῶν δογμάτων πρὸς τὸ ἐναντίον· οἱ δὲ πολλοὶ περὶ φιλίας ἐκεῖνοι λόγοι καὶ ἡ ἀρετὴ καὶ τὸ καλὸν οὐκ οἶδα ὅποι ποτὲ οἴχεται ταῦτα ἀποπτάμενα πάντα, πτερόεντα ὡς ἀληθῶς ἔπη, μάτην ὁσημέραι πρὸς αὐτῶν ἐν ταῖς διατριβαῖς σκιαμαχούμενα. [36] μέχρι γὰρ τούτου φίλος ἕκαστος αὐτῶν, εἰς ὅσον ἂν μὴ ἀργύριον ἢ χρυσίον ᾖ προκείμενον ἐν τῷ μέσῳ· ἢν δέ τις ὀβολὸν ἐπιδείξῃ μόνον, λέλυται μὲν ἡ εἰρήνη, ἄσπονδα δὲ κἀκήρυκτα πάντα, καὶ τὰ βιβλία ἐξαλήλιπται καὶ ἡ ἀρετὴ πέφευγεν. οἷόν τι καὶ οἱ κύνες πάσχουσιν ἐπειδάν τις ὀστοῦν εἰς μέσους αὐτοὺς ἐμβάλῃ· ἀναπηδήσαντες δάκνουσιν ἀλλήλους καὶ τὸν προαρπάσαντα τὸ ὀστοῦν ὑλακτοῦσιν. Λέγεται δὲ καὶ βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυρριχίζειν διδάξαι καὶ τὰ θηρία ‑ μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων ‑ ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα, καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δὴ θεατής τις ἀστεῖος κάρυα ὑπὸ κόλπου ἔχων ἀφῆκεν εἰς τὸ μέσον· οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθ' ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυρριχιστῶν καὶ συνέτριβον τὰ προσωπεῖα καὶ τὴν ἐσθῆτα κατερρήγνυον καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους, τὸ δὲ σύνταγμα τῆς πυρρίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου. [37] Τοιαῦτα καὶ οὗτοι ποιοῦσιν, καὶ ἔγωγε τοὺς τοιούτους κακῶς ἠγόρευον καὶ οὔποτε παύσομαι διελέγχων καὶ κωμῳδῶν, περὶ ὑμῶν δὲ ἢ τῶν ὑμῖν παραπλησίων ‑ εἰσὶ γάρ, εἰσί τινες ὡς ἀληθῶς φιλοσοφίαν ζηλοῦντες καὶ τοῖς ὑμετέροις νόμοις ἐμμένοντες ‑ μὴ οὕτως μανείην ἔγωγε ὡς βλάσφημον εἰπεῖν τι ἢ σκαιόν. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοιμι; τί γὰρ ὑμῖν τοιοῦτον βεβίωται; τοὺς δὲ ἀλαζόνας ἐκείνους καὶ θεοῖς ἐχθροὺς ἄξιον οἶμαι μισεῖν. ἢ σὺ γάρ, ὦ Πυθαγόρα καὶ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, τί φατε; προσήκειν ὑμῖν τοὺς τοιούτους ἢ οἰκεῖόν τι καὶ συγγενὲς ἐπιδείκνυσθαι τῷ βίῳ; νὴ Δι' Ἡρακλῆς, φασίν, καὶ πίθηκος. ἢ διότι πώγωνας ἔχουσι καὶ φιλοσοφεῖν φάσκουσι καὶ σκυθρωποί εἰσι, διὰ τοῦτο χρὴ ὑμῖν εἰκάζειν αὐτούς; ἀλλὰ ἤνεγκα ἄν, εἰ πιθανοὶ γοῦν ἦσαν καὶ ἐπὶ τῆς ὑποκρίσεως αὐτῆς· νῦν δὲ θᾶττον ἂν γὺψ ἀηδόνα μιμήσαιτο ἢ οὗτοι φιλοσόφους. Εἴρηκα ὑπὲρ ἐμαυτοῦ ὁπόσα εἶχον. σὺ δέ, ὦ Ἀλήθεια, μαρτύρει πρὸς αὐτοὺς εἰ ἀληθῆ ἐστιν. ΦΙΛΟΣΟΦΙΑ [38] Μετάστηθι, ὦ Παρρησιάδη· ἔτι πορρωτέρω. τί ποιῶμεν ἡμεῖς; πῶς ὑμῖν εἰρηκέναι ἁνὴρ ἔδοξεν; ΑΛΗΘΕΙΑ Ἐγὼ μέν, ὦ Φιλοσοφία, μεταξὺ λέγοντος αὐτοῦ κατὰ τῆς γῆς δῦναι εὐχόμην· οὕτως ἀληθῆ πάντα εἶπεν. ἐγνώριζον γοῦν ἀκούουσα ἕκαστον τῶν ποιούντων αὐτὰ καὶ ἐφήρμοζον μεταξὺ τοῖς λεγομένοις, τοῦτο μὲν εἰς τόνδε, τοῦτο δὲ ὁ δεῖνα ποιεῖ· καὶ ὅλως ἔδειξε τοὺς ἄνδρας ἐναργῶς καθάπερ ἐπί τινος γραφῆς τὰ πάντα προσεοικότας, οὐ τὰ σώματα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς τὸ ἀκριβέστατον ἀπεικάσας. ΑΡΕΤΗ Κἀγὼ πάνυ ἠρυθρίασα ἡ Ἀρετή. ΦΙΛΟΣΟΦΙΑ Ὑμεῖς δὲ τί φατέ; ΠΛΑΤΩΝ Τί δὲ ἄλλο ἢ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγεγράφθαι; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς πεπόνθαμεν· τραγῳδόν τινα τοῦτον ἐφ' ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς Φρυγῶν συμφοράς. ᾀδέτω δ' οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς ἐκτραγῳδείτω. ΔΙΟΓΕΝΗΣ Καὶ αὐτός, ὦ Φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα. ΦΙΛΟΣΟΦΙΑ [39] Εὖ ἔχει· πρόσιθι Παρρησιάδη· ἀφίεμέν σε τῆς αἰτίας, καὶ ἁπάσαις κρατεῖς, καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν. ΠΑΡΡΗΣΙΑΔΗΣ Προσεκύνησα τήν γε πρώτην· μᾶλλον δέ, τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ· σεμνότερον γάρ· ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα. ΑΡΕΤΗ Οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα· προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ' ὧν εἰς ἡμᾶς ὑβρίζουσι· κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου. ΦΙΛΟΣΟΦΙΑ Ὀρθῶς, ὦ Ἀρετή, ἔλεξας. ὥστε σύ, παῖ Συλλογισμέ, κατακύψας εἰς τὸ ἄστυ προσκήρυττε τοὺς φιλοσόφους. ΣΥΛΛΟΓΙΣΜΟΣ [40] Ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν εἰς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς Ἀρετῆς καὶ Φιλοσοφίας καὶ Δίκης. ΠΑΡΡΗΣΙΑΔΗΣ Ὁρᾷς; ὀλίγοι ἀνίασι γνωρίσαντες τὸ κήρυγμα, καὶ ἄλλως δεδίασι τὴν Δίκην· οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχοντες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ Συλλογισμέ, κήρυττε ‑ ΣΥΛΛΟΓΙΣΜΟΣ Μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει καθ' ὅ τι σοι δοκεῖ. ΠΑΡΡΗΣΙΑΔΗΣ [41] Οὐδὲν τόδε χαλεπόν.
Luciano, I pescatori 41 - Traduzione
Luciano, I pescatori 42 - Traduzione
μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. ΠΑΡΡΗΣΙΑΔΗΣ Τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς· πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων. ΦΙΛΟΣΟΦΙΑ Ἔσται τοῦτο μετ' ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς. ΠΛΑΤΩΝΙΚΟΣ [43] Ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν. ΠΥΘΑΓΟΡΙΚΟΣ Οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν. ΣΤΩΙΚΟΣ Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς. ΠΕΡΙΠΑΤΗΤΙΚΟΣ Οὐ μὲν οὖν, ἀλλ' ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου. ΕΠΙΚΟΥΡΕΙΟΣ Ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν. ΑΚΑΔΗΜΑΙΚΟΣ Ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι. ΣΤΩΙΚΟΣ Οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων. ΦΙΛΟΣΟΦΙΑ [44] Παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπ' ἄλλα γὰρ ἴστε κεκλημένοι. καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δ' οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν [45] κρίσιν. οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρ' ἴδω τί καὶ ἔχει· ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν; ΥΠΗΡΕΤΗΣ Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν καὶ κάτοπτρον καὶ κύβους. ΦΙΛΟΣΟΦΙΑ Εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν; ΠΑΡΡΗΣΙΑΔΗΣ Τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. ΦΙΛΟΣΟΦΙΑ Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτ' ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι. ΑΛΗΘΕΙΑ [46] Ἐπ' αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθ' ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν. εἶθ' ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι ‑ οἷοι πολλοί εἰσι ‑ καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος. ΦΙΛΟΣΟΦΙΑ Εὖ γε, ὦ Ἀλήθεια, φής· ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δί' ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δ' ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας πρότερον τὸν πώγωνα ὡς ἔδοξεν. ΠΑΡΡΗΣΙΑΔΗΣ [47] Ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν. ΦΙΛΟΣΟΦΙΑ Πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. ΙΕΡΕΙΑ Ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. ΙΕΡΕΙΑ Λάμβανε. ΦΙΛΟΣΟΦΙΑ Τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; ΠΑΡΡΗΣΙΑΔΗΣ Σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη [48] φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. ἀλλ' ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, ἀλλὰ γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον ἤδη ἐστίν· ἔψαυσεν· εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς. ΕΛΕΓΧΟΣ Ἄνω ἐστί. φέρ' ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε. Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί' ἔπιεν. τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δ' ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. ΠΑΡΡΗΣΙΑΔΗΣ Ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ' ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; ΔΙΟΓΕΝΗΣ Οὐδαμῶς. ΠΑΡΡΗΣΙΑΔΗΣ Τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύ' ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. ΔΙΟΓΕΝΗΣ Πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ. ΠΑΡΡΗΣΙΑΔΗΣ Θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. ΔΙΟΓΕΝΗΣ Νὴ Δί', ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως. ΠΑΡΡΗΣΙΑΔΗΣ [49] Ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον· κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν; ΕΛΕΓΧΟΣ Ὁ Πλατωνικὸς εἶναι λέγων. ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν; ΠΛΑΤΩΝ [50] Ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπ' ἄλλον καθείσθω. ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε; ΕΛΕΓΧΟΣ Ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν. ΠΑΡΡΗΣΙΑΔΗΣ Ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω. ΑΡΙΣΤΟΤΕΛΗΣ Μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν. ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν [51] πετρῶν. ἀλλ' ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπ' αὐτοὺς δεήσει; ΦΙΛΟΣΟΦΙΑ Ἀλλ' οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ. ΕΛΕΓΧΟΣ Κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον. ΠΑΡΡΗΣΙΑΔΗΣ Καθῆκα. καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. φέρ' ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν λαλεῖν· ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, ὦ Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ. ΕΛΕΓΧΟΣ Χρύσιππον τουτονί. ΠΑΡΡΗΣΙΑΔΗΣ Μανθάνω· διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δ' οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν; ΧΡΥΣΙΠΠΟΣ Νὴ Δί', ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας. ΠΑΡΡΗΣΙΑΔΗΣ Εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων. ΦΙΛΟΣΟΦΙΑ [52] Ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καί τίς σοι, οἷοι πολλοί εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περιπατήσουσαι· καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην. ΠΑΡΡΗΣΙΑΔΗΣ Ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. ΕΛΕΓΧΟΣ Ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν; ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτ' ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.
Le versioni del tuo libro senza doverle cercare?