Antifonte - Sul coreuta - testo greco
Antifonte sul Coreuta 1 - 6 - Qui la traduzione
ἔστι μὲν γὰρ περὶ τοῦ τοιούτου [αὐτοῦ] 1 μία δίκη · αὕτη δὲ μὴ ὀρθῶς καταγνωσθεῖσα ἰσχυροτέρα 4ἐστὶ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς.
ἀνάγκη γάρ, 2 ἐὰν ὑμεῖς καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδ ἔνοχον τῷ ἔργῳ χρήσασθαι τῇ δίκῃ, καὶ νόμῳ εἴργεσθαι πόλεως, ἱερῶν, ἀγώνων, θυσιῶν, ἅπερ μέγιστα καὶ παλαιότατα τοῖς ἀνθρώποις. τοσαύτην γὰρ ἀνάγκην ὁ νόμος ἔχει, ὥστε καὶ ἄν τις κτείνῃ τινὰ ὧν αὐτὸς κρατεῖ καὶ μὴ ἔστιν ὁ τιμωρήσων, τὸ νομιζόμενον καὶ τὸ θεῖον δεδιὼς ἁγνεύει τε ἑαυτὸν καὶ ἀφέξεται ὧν εἴρηται ἐν τῷ νόμῳ, 5 ἐλπίζων οὕτως ἂν ἄριστα πρᾶξαι. 3 ἔστι μὲν γὰρ τὰ πλείω τοῖς ἀνθρώποις τοῦ βίου ἐν ταῖς ἐλπίσιν · ἀσεβῶν δὲ καὶ παραβαίνων τὰ εἰς τοὺς θεοὺς καὶ αὐτῆς ἂν τῆς ἐλπίδος, ὅπερ ἐστὶ μέγιστον ἀνθρώποις 4 ἀγαθόν, αὐτὸς αὑτὸν ἀποστεροίη. καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν 5 δίκην τὴν δεδικασμένην 6 παραβαίνειν, πιστεύσας ὅτι οὐκ ἔνοχός ἐστι τῷ ἔργῳ, οὔτ αὖ συνειδὼς αὐτὸς αὑτῷ ἔργον εἰργασμένος τοιοῦτον μὴ οὐ χρῆσθαι τῷ νόμῳ · ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, κἂν μὴ ὁ τιμωρήσων ᾖ. αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι 1 καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ 2 πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι · ὀρθῶς μὲν γὰρ 3 γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς <αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς> 4 γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν] 5 τέλος, ἀλλ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ · ὅ τι δ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκών 6 τις τὴν αἰτίαν ἀπολύσαιτο. 7Ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις · καὶ οὐκ ἐλέγξαντες, εἴ τι 7 ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες, 8 καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς 8ταύτης. ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι, uno καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα · ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι. ἡγοῦμαι γὰρ ἐμοὶ 2 τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην · ἐπεί τοί γε καὶ δεινόν, ὦ 9ἄνδρες · ἵνα μὲν ἐξῆν 3 αὐτοῖς, εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι 4 καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι 5 ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον · ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπ ἐμοὶ 6 λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν. καὶ τῇ μὲν πόλει, εἴπερ 7 ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗ 8 τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳ 9 ἀξιοῦσι δίκην λαμβάνειν. 10καίτοι αὗται αἱ κατηγορίαι οὔτε χάριτος ἄξιαι οὔτε πίστεως. οὔτε γὰρ δὴ οὗ ἡ πόλις ἐλάμβανεν ἂν δίκην εἴ τι ἠδίκητο, ἐνταῦθα τὴν κατηγορίαν ποιεῖται, ὥστε χάριτος ἄξιον εἶναι τῇ πόλειοὔτε ὅστις [οὐκ] 1 ἄλλα κατηγορεῖ ἢ ἃ διώκει ἐν πράγματι τοιούτῳ, πιστεῦσαι δήπου αὐτῷ ἀξιώτερόν ἐστιν ἢ ἀπιστῆσαι. ἐγὼ δὲ σχεδὸν ἐπίσταμαι τὴν ὑμετέραν γνώμην, ὅτι οὔτ 2 ἂν καταψηφίσαισθε 3 οὔτ ἂν ἀποψηφίσαισθε 4 ἑτέρου τινὸς ἕνεκα μᾶλλον ἢ αὐτοῦ τοῦ πράγματος · ταῦτα γὰρ καὶ δίκαια καὶ ὅσια. ἄρξομαι δὲ ἐντεῦθεν. 11Ἐπειδὴ χορηγὸς κατεστάθην εἰς Θαργήλια καὶ ἔλαχον 5 Παντακλέα διδάσκαλον καὶ Κεκροπίδα φυλὴν πρὸς τῇ ἐμαυτοῦ, [τουτέστι τῇ Ἐρεχθῇδι, ] 6 ἐχορήγουν ὡς ἄριστα ἐδυνάμην καὶ δικαιότατα. καὶ πρῶτον μὲν διδασκαλεῖον <ᾗ> 7 ἦν ἐπιτηδειότατον τῆς ἐμῆς οἰκίας κατεσκεύασα, ἐν ᾧπερ καὶ Διονυσίοις ὅτε ἐχορήγουν ἐδίδασκον · ἔπειτα τὸν χορὸν συνέλεξα ὡς ἐδυνάμην ἄριστα, οὔτε ζημιώσας οὐδένα οὔτε ἐνέχυρα βίᾳ φέρων οὔτ ἀπεχθανόμενος οὐδενί, ἀλλ ὥσπερ ἂν ἥδιστα καὶ ἐπιτηδειόταταἀμφοτέροις ἐγίγνετο, ἐγὼ μὲν ἐκέλευον καὶ ᾐτούμην, 1 οἱ δ᾿ ἑκόντες καὶ βουλόμενοι ἔπεμπον. 12Ἐπεὶ δὲ ἧκον οἱ παῖδες, πρῶτον μέν μοι ἀσχολία ἦν παρεῖναι καὶ ἐπιμελεῖσθαι· ἐτύγχανε γάρ μοι πράγματα ὄντα πρὸς Ἀριστίωνα καὶ Φιλῖνον, ἃ ἐγὼ περὶ πολλοῦ ἐποιούμην, ἐπειδήπερ εἰσήγγειλα, ὀρθῶς καὶ δικαίως ἀποδεῖξαι τῇ βουλῇ καὶ τοῖς ἄλλοις Ἀθηναίοις. ἐγὼ μὲν οὖν τούτοις προσεῖχον τὸν νοῦν, κατέστησα δὲ ἐπιμελεῖσθαι, εἴ τι δέοι τῷ χορῷ, Φανόστρατον, δημότην μὲν τουτωνὶ τῶν διωκόντων, κηδεστὴν δ᾿ ἐμαυτοῦ, ᾧ ἐγὼ δέδωκα τὴν θυγατέρα, καὶ ἠξίουν αὐτὸν <ὡς>213ἄριστα ἐπιμελεῖσθαι· ἔτι δὲ πρὸς τούτῳ δύο ἄνδρας, τὸν μὲν Ἐρεχθῇδος Ἀμεινίαν, 3 ὃν αὐτοὶ οἱ φυλέται ἐψηφίσαντο συλλέγειν καὶ ἐπιμελεῖσθαι τῆς φυλῆς ἑκάστοτε, δοκοῦντα χρηστὸν εἶναι, τὸν δ᾿ ἕτερον4. .. , τῆς Κεκροπίδος, ὅσπερ ἑκάστοτε εἴωθεν ταύτην τὴν φυλὴν συλλέγειν· ἔτι δὲ τέταρτον Φίλιππον, ᾧ προσετέτακτο ὠνεῖσθαι καὶ ἀναλίσκειν εἴ τι φράζοι ὁ διδάσκαλος ἢ ἄλλος τις τούτων, ὅπως <ὡς>5 ἄριστα χορηγοῖντο οἱ παῖδες καὶ μηδενὸς ἐνδεεῖς εἶεν διὰ τὴν ἐμὴν ἀσχολίαν. 14Καθειστήκει μὲν ἡ χορηγία οὕτω. καὶ τούτων εἴ τι ψεύδομαι προφάσεως ἕνεκα, ἔξεστι τῷ κατηγόρῳ ἐξελέγξαι ἐν τῷ ὑστέρῳ λόγῳ ὅ τι ἂν βούληται [εἰπεῖν]. 6 ἐπεί τοι οὕτως ἔχει, ὦ ἄνδρες· πολλοὶ τῶν περιεστώτων τούτων τὰ μὲν πράγματα ταῦτα πάντα ἀκριβῶς ἐπίστανται, καὶ τοῦ ὁρκωτοῦ ἀκούουσι, καὶ ἐμοὶ προσέχουσι τὸν νοῦν ἅττα ἐγὼ ἀποκρίνομαι, οἷς ἐγὼ βουλοίμην 1 ἂν δοκεῖν αὐτός τε εὔορκος εἶναι καὶ ὑμᾶς τἀληθῆ λέγων πεῖσαι ἀποψηφίσασθαί μου. 15Πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν οὔτ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτ ἠνάγκασα οὔτ ἔδωκα καὶ οὐδὲ 2 παρῆ ὅτ ἔπιεν. καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω · οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν · ἣν οὔτ ἂν ἐγὼ οὔτ ἄλλος οὐδεὶς οἷός τ ἂν εἴη ἀποτρέψαι 3 μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ. .. . 4
ΜΑΡΤΥΡΕΣ
16Μεμαρτύρηται μὲν οὖν, ὦ ἄνδρες, περὶ τοῦ πράγματος ἃ ἐγὼ ὑμῖν ὑπεσχόμην · ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν ἅ τε οὗτοι διωμόσαντο καὶ ἃ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα. διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι, 5 μήτε χειρὶ ἐργασάμενος 6 μήτε βουλεύσας.
Antifonte sul Coreuta 17 e 18 - Qui la traduzione
ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποῖεισθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα, καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας 19ψηφίζεσθαι περὶ τῶν πραγμάτων · ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν1 εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστ᾿ ἂν2 ἐξελέγχοιτο. 20Ἄξιον δ᾿ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα. ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους. 21ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν3 τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. ἐπειδὴ δὲ οὗτος ταῦτ᾿ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη4 Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ5 ἕνῃ, 6 ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι7· ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος. εἶεν8 γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα9 πάντα ἐπίσταιντο. 10 23Καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν <τ αὐτῶν> 1 ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι 2 τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην 3 διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι, 4 ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ 24βούλοιτο. καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδ ἀληθὲς ᾐτιῶντο. 25Ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν · ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι. 26Εἰς πάντα 1 τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε 2 χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο. καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον · οἱ δ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ 27τι ἠδικοῦντο. καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, <ἢ> 3 θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ 4 αἰτία · ἐπεὶ δ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς [ἦν] 5 ἡ αἰτία ἣν 6 αἰτιῶνται κατ ἐμοῦ. 28Ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας· τῶν αὐτῶν δὲ τούτων μαρτυρούντων, 1 ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς <ἐμοὶ>2 μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ 29μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι. καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται. καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην, 3 ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, <καὶ>4 εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν 30ἢ ἐκ τῶν τοιούτων; ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο, 5 τεκμήρια δὲ αὖ τοῖς6 μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι, 7 ταὐτὰ8 ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο. 31ἐγὼ τοίνυν τούς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ
τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε 32τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον · ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι 1 μὴ ἤθελον ἐλέγχειν <εἴ τι> 2 ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδ ἀληθὲς ᾐτιῶντο. καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι; 33Ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης. ἵνα δ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί. 34Οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ 3 ᾗ προέκειτο, οὐδ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδ] 4 ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο ·
τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες] 1 ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων. τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς; καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς; δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι.
35 Κατηγορήσειν ἔμελλον Ἀριστίωνος καὶ Φιλίνου καὶ Ἀμπελίνου καὶ τοῦ ὑπογραμματέως τῶν θεσμοθετῶν, μεθ οὗπερ συνέκλεπτον, περὶ ὧν εἰσήγγειλα εἰς τὴν βουλήν. καὶ αὐτοῖς ἐκ μὲν τῶν πεπραγμένων οὐδεμία ἦν ἐλπὶς ἀποφεύξεσθαι-τοιαῦτα ἄρ ἦν τὰ ἠδικημένα-· πείσαντες δὲ τούτους ἀπογράφεσθαι καὶ προαγορεύειν ἐμοὶ εἴργεσθαι τῶν νομίμων, ἡγήσαντο ταύτην σφίσιν ἔσεσθαι σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν πραγμάτων ἁπάντων. 36 ὁ γὰρ νόμος οὕτως ἔχει, ἐπειδάν τις ἀπογραφῇ φόνου δίκην, εἴργεσθαι τῶν νομίμων · καὶ οὔτ ἂν ἐγὼ οἷός τ ἦ ἐπεξελθεῖν εἰργόμενος τῶν νομίμων, ἐκεῖνοί τε ἐμοῦ τοῦ εἰσαγγείλαντος καὶ ἐπισταμένου τὰ πράγματα μὴ ἐπεξιόντος ῥᾳδίως ἔμελλον ἀποφεύξεσθαι καὶ δίκην οὐ δώσειν ὑμῖν 2 ὧν ἠδίκησαν. καὶ τοῦτ οὐκ ἐπ ἐμοὶ πρῶτον ἐμηχανήσαντο Φιλῖνος καὶ οἱ ἕτεροι, ἀλλὰ καὶ ἐπὶ Λυσιστράτῳ πρότερον, ὡς αὐτοὶ ὑμεῖς ἠκούσατε. 7Καὶ οὗτοι τότε μὲν πρόθυμοι ἦσαν ἀπογράφεσθαί με εὐθὺς τῇ ὑστεραίᾳ ᾗ ὁ παῖς ἐθάπτετο, πρὶν τὴν οἰκίαν καθῆραι1 καὶ τὰ νομιζόμενα ποιῆσαι, αὐτὴν ταύτην φυλάξαντες τὴν ἡμέραν ἐν ᾗ ἔμελλεν ὁ πρῶτος ἐκείνων κριθήσεσθαι, ὅπως μηδὲ καθ᾿ ἑνὸς αὐτῶν οἷός τε γενοίμην ἐπεξελθεῖν μηδ᾿ ἐνδεῖξαι 38τῷ δικαστηρίῳ τἀδικήματα· ἐπειδὴ δὲ αὐτοῖς ὁ βασιλεὺς τούς τε νόμους ἀνέγνω, καὶ χρόνους ἐπέδειξεν ὅτι2 οὐκ ἐγχωροίη ἀπογράψασθαι καὶ τὰς κλήσεις καλεῖσθαι ὅσας ἔδει, καὶ ἐγὼ τοὺς ταῦτα μηχανωμένους εἰσάγων εἰς τὸ δικαστήριον εἷλον ἅπαντας, καὶ ἐτιμήθη αὐτοῖς ὧν ὑμεῖς ἐπίστασθε, καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷοί τε ἦσαν ὠφελῆσαι, τότε δὴ προσιόντες αὐτῷ τ᾿ ἐμοὶ καὶ τοῖς φίλοις ἐδέοντο διαλλαγῆναι, καὶ δίκην ἕτοιμοι ἦσαν διδόναι τῶν ἡμαρτημένων. 39καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει3 ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς· καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν440καὶ ἑτέρωθι πανταχοῦ. τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετ᾿ ἐμοῦ
ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος 1 ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων 2 μοι τῇ προτεραίᾳ 3 συνόντας καὶ διαλεγομένους. 41Σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες · ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ 4 κατ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι 42οὐκ ἀληθῆ λέγουσιν. ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας 5 ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί · τῆς δ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτ εἰσάγειν δήπου οἷός τ ἂν ἦν ἐφ ἑαυτοῦ, οὔτε 6 παραδοῦναι φόνου δίκην 7 ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδ ἀπογράφεσθαι 43 ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους. καὶτι οὐκ ἠδίκει 1 αὐτούς, μέγιστον σημεῖον · Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας. καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθ ὑπ ἐμοῦ οὔθ ὑπ ἐκείνου; 44Ἐπειδὴ δὲ 2 οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν αὐτοῖς ἀπὸ τῆς πρώτης ἡμέρας 3 ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ · καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι <ᾗ> τινι 4 ἐβούλοντο, οὐδ αὖ πω 5 ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσαν 6 καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας 7 · ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι 45οὐκ ἀπεγράψαντο. καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοις 8 ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖ 9. .. , 10 οὗτοι δ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, δ ὁρῶντες ἐμὲ βουλεύοντα καὶ εἰσιόντ ἐς τὸ βουλευτήριον-καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὅς 1 ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ 46πόλει φανερὸς ἦ · καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι · καίτοι 2 ἱκανά γ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο; 3 δι ὅ τι 4 συνῆσαν καὶ διελέγοντο · συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν. 47Καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο; οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθ᾿ ὑμᾶς κελεύουσι καταδικάσαι· καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις 48ζητοῦσι τὰ ἔργα ἄπιστα1 καταστῆσαι. καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους2 ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπ᾿ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους 49πάντων ἀνθρώπων. οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντ᾿ ἂν ἢ ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν; οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπ᾿ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν3 καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο, 4 ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα 50ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι. καὶ νῦν δίκην διδόασιν ὧν ἠδικήκασιν αὐτοί τε καὶ οἱ μεσεγγυησάμενοι καὶ παρ᾿ οἷς ἐτέθη τὰ χρήματα, καὶ τὰ πραχθέντα φανερὰ γεγένηται, ὥστ᾿ οὐδ᾿ ἂν ὗτοι βούλωνται ἀρνεῖσθαι ῥᾳδίως οἷοί τ ἔσονται · οὕτως αὐτοῖς πέπρακται τὰ πράγματα. 51Ποῖον οὖν δικαστήριον οὐκ ἂν ἔλθοιεν ἐξαπατήσοντες, ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσαιεν παραβαίνειν οὗτοι οἱ ἀνοσιώτατοι; οἵτινες καὶ ὑμᾶς εἰδότες εὐσεβεστάτους τῶν Ἑλλήνων δικαστὰς καὶ δικαιοτάτους καὶ ἐφ ὑμᾶς ἥκουσιν ἐξαπατήσοντες εἰ δύναιντο, ὅρκους τοσούτους διομοσάμενοι.
Le versioni del tuo libro senza doverle cercare?