Epitafio - Il discorso di Iperide per i morti nella guerra lamiaca
Epitafio - ΕΠΙΤΑΦΙΟΣ
Il discorso di Iperide per i morti nella guerra lamiaca
Τῶν μὲν λόγων τῶν μελλ̣όντων ῥηθήσεσθαι ἐπὶ τῶιδε τῶι τάφω περί τε Λεωσθένους τοῦ στρατηγοῦ καὶ περὶ τῶν ἄλ̣λων τῶν μετ' ἐκείνου [τετελ̣]ευτηκότων ἐν τ[ῶι πολ]έμωι, ὡς ἦσαν ἄ̣ν[δρες ἀ]γαθοί, μάρ̣τ̣[υς αὐτὸς ὁ χ]ρόνος ὁ σ......... τ]ω̣ι τὰς πρ̣[άξεις ..... ..ς ἀ̣νθρω[π......... .ι̣ν πω κα[λλί......ἑώ̣]ρ̣ακε ωι...... [ἐν τῶι π]αντὶ αἰῶ[ν̣ι......... γ]εγενη[μέν... οὔτε ἄ̣νδρας [ἀμείνους τῶν τετελε‹υ›τ̣[ηκότων οὔτε πρ[ά̣ξεις μεγαλ]οπ̣ρεπεστ̣[έρας. διὸ κ̣αὶ μάλιστα [π̣εφόβημαι, μή μοι συμ[βῆι τὸν λ̣]όγον ἐλάττ[ω φαίν̣]εσθαι τῶν ἔρ[γων τ̣ῶν γεγενη[μένων. πλὴν κατ' [ἐκεῖνό γε πάλιν θα[ρρῶ, ὅτι τὰ ὑπ' ἐμοῦ ‹ἐ›κ[λειπόμενα ὑμεῖς οἱ [ἀ̣κούοντες προ̣σθήσετε· οὐ γὰρ̣ ἐ‹ν› τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλ' ἐν αὐτοῖς τοῖ‹ς› μάρτυσι τῶν ‹ἐκ›είνοισ̣ [col. 2] π]ε̣πραγμένων. Ἄξιον δέ ἐς]τ̣ιν ἐπαινεῖν ‹τ›ὴν μὲν πό]λ̣‹ι›ν ἡμῶν ‹τ›ῆς προαιρέσεω̣]ς ἕνεκεν, τὸ προελέσθ]αι ὅμοια καὶ ἔτι σεμνό]τερα καὶ καλλίω τῶν πρότ]ερον αὐτῆι πεπραγμέ]νων, τοὺς δὲ τετελευ]τηκότας τῆς ἀνδρεία]σ̣ τῆς ἐν τῶι πολέμωι, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς· τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῆι πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.
[π̣ερὶ μὲν οὖ]ν τῶν κοινῶ[ν ἔργων τῆς πόλ]εως ὥσπερ [π̣ροεῖπον φρά]σ̣αι... .., πε[ρ̣ὶ δὲ Λεωσθέν̣]ους καὶ τῶν ἄ[λλων τοὺς λόγ̣]ους ποιήσομ̣[αι. νῦ]ν̣ δὲ πόθεν ἄρξωμα[ι λέγων̣], ἢ τίνος πρῶτον μνησθῶ; πότερα περ[ὶ] τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω; ἀλλ' εὔηθες εἶναι ὑπολαμβάνω· τὸ‹ν› μὲν ‹γὰρ› ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, [col. 4] οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατ' ἄ̣νδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν̣ τοὺ‹ς› λόγου‹ς› ποιούμενοσ̣, οἷς ἡ κοινὴ γένεσις α[ὐτόχ]θ̣οσιν οὖσιν ἀνυπέρβλητ[ον] τ̣ὴν εὐγένειαν ἔχει, πε[ρ]ίεργον ἡγοῦμαι εἶναι ἰδία[ι τὰ] γένη ἐγκωμιάζειν. ἀλλὰ [πε]ρὶ τῆς παιδείας αὐτῶν ἐπι[μνη]σθῶ, καὶ ὡς ἐν πολλῆι σ̣[ωφροσύνηι παῖδες ὄντ[ες ἐτράφησαν καὶ ἐπαιδε̣[ύθησαν, ὅπερ εἰώθασίν [τινες ποιεῖν; ἀλλ' οἶμαι π̣[άντας εἰδέναι ὅτι τούτο[υ̣ ἕνεκα τοὺ‹ς› παῖδας παιδεύο[μ̣εν, ἵνα ἄνδρες ἀγαθοὶ γ[ίγνωνται· τοὺς δὲ γεγενημ̣[ένους ἐν τῶι πολέμωι ἄν̣δρ[ας ὑπερβάλλοντας τῆι ἀ[ρ̣ετῆι πρόδηλόν ἐστιν ὅτι πα[ῖδες ὄντες καλῶς ἐπαιδε[ύ̣θησαν. ἁπλούστατον ο̣[ὖν ἡγοῦμαι εἶναι τὴν ἐν τ[ῶι πολέμωι διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένη‹ν›ται τῆι πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον.
δίκαιον δ' ἐστὶν μὴ μ[όνον] ὧν ἔπραξεν Λεωσθέν[ης κα]ὶ χάριν ἔχειν αὐτῶι πρ̣[ώτωι ἀ]λ̣λὰ καὶ τῆς ὕστερον [γενομέν̣]ης μάχης μετὰ τ[ὸ̣ν ἐκείνο]υ θάνατον καὶ τῶν̣ [ἄλλων ἀγ]α̣θῶν τῶν ἐν τῆι σ[τ̣ρατείαι τ]αύτηι συμβάντων̣ [το̣ῖς Ἕλ]λησιν· ἐπὶ γ̣ὰρ τοῖς ὑπὸ [Λε]ωσθένους ‹τε›θεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.
Iperide, Epitafio 15 - Traduzione
μέγα δ' αὐτοῖς συνεβάλετ[ο εἰ]σ̣ τὸ προθύμως ὑπὲρ τῆς [Ἑλλά̣δος ἀγωνίσασθαι τὸ ἐν τῆ[ι Βοιωτίαι τὴν μάχην τὴν π[ροτέραν̣ γενέσθαι. ἑώρων γὰ[ρ τὴν μὲν π]ό̣λιν τῶν Θηβαίων οἰκτ[ρῶς ἠφα]ν̣ισμένην ἐξ ἀνθρώπων, [τ̣ὴν δὲ ἀ̣]κρόπολιν αὐτῆς φρουρου[μ̣ένην] ὑπὸ τῶν Μακεδόνων, τὰ δ̣ὲ σώ̣ματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον π[αρ]εῖχε τόλμα‹ν› εἰς τὸ κινδυνεύειν [πρ]οχείρως. ἀλλὰ μὴν τήν γε π[ερὶ Π̣]ύλας καὶ Λαμίαν μάχην γεν̣[ομέν]ην οὐχ ἧττον αὐτοῖς ἔνδο[ξον γεν]έσθαι συμβέβηκεν ἧς [ἐν Βοιω]τοῖς ἠγωνίσαντο, οὐ μόνον [τῶι μαχο]μένους νικᾶν Ἀντίπατρον [κ̣α̣ὶ τοὺς ς]υμμάχους ἀλλὰ καὶ τῶι τόπω[ι, τῶι ἐ]νταυθοῖ γεγενῆσθαι τὴν μ[άχην.] ἀ̣φ̣ικνούμενοι γὰρ οἱ Ἕλλη[νες ἅπα̣]ντες δὶς τοῦ ἐνιαυτοῦ εἰς [τὴν Πυ̣λ̣]αίαν θεωροὶ γενήσοντ[αι τῶν ἔργων τῶν π[ε̣πρα]γ̣μένων αὐτοῖς· ἅμα γὰρ εἰς τ̣ὸ̣[ν τό]πον ἁθροισθήσονται καὶ τῆ̣[ς το]ύτων ἀρετῆς μνησθήσοντ[αι. ο]ὐδένε̣ς γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετ' ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος ἀλλ' οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κο[ι]νὸν πᾶσιν κατέθεσαν, τὴν δ' εὐδοξίαν ‹τὴν› ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῆι πατρίδ̣[ι περι̣]έθηκαν. Ἄξιον [col. 8] τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρ' οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμωι δὲ τῶι τούτου τρόπωι ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δ' εἰπεῖν τὴν Μακεδόνων ὑπερηφανί̣αν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρ' ἑκάστοις, ὥστε μήτε γυνα‹ι›κῶν μήτε παρθένων μήτε παίδων ὕβρ‹ε›ις †ἀνεκλείπτους ἑκάστοις καθεστάναι. φανερὸν δ' ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔ̣[σ̣τ̣]ι· θυσίας μὲν ἀνθρώποις γ[ιγνο]μ̣ένας ἐφορᾶν, ἀγάλμ[α̣τα δὲ] κ̣αὶ βωμοὺς καὶ ναοὺς τοῖ[ς μὲν] θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώ̣[π̣ο̣ις] ἐπιμελῶς συντελούμενα, καὶ [τ]οὺς ‹τού›των οἰκέ̣τας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. ὅπου δὲ τὰ πρὸς ‹τοὺς› θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους χρὴ νομίζειν; ἆρ' οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ‹ς›δοκώμεν' ἂν γενέσθαι κρίνομεν, τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν. οὐδεμία γὰρ στρατεία τὴν ‹τῶν› στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ἧι γ̣ε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦ‹ν›, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατ[είασ̣] ἢ τοὺς [col. 9] ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῶι παρεληλυθότι χρόνωι, χειμώνων δ' ὑπ]ερβολὰς καὶ τῶν καθ' ἡμέρα̣]ν ἀναγκαίων ἐνδείας τοσαύ]τας καὶ τηλικαύτας οὕτως ἐγ]κ̣ρατῶς ὑπομεμ‹ε›νηκένα[ι], ὥς]τ̣ε καὶ τῶι λόγωι χαλεπὸν εἶν]αι φράσαι.
τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δ' ἄνδρες ἀ̣γαθοὶ γεγόνασι· καὶ τ̣]ότε μὲν ‹ἐν› πολλῶι̣ χρόνωι καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴ̣ν ἀπέδειξαν· νῦν δ' ἀπὸ ταύτης ...... γνωρί̣μους πᾶσι καὶ μνημονευτ̣οὺς διὰ ἀνδραγαθίαν γεγονέναι.
ὡς παράδειγμ̣[α τὸν τούτων βίον, ἀνθ' οὗ τὴν ἀ[ρ̣ετὴν καταλελοίπασι; οὐκ[οῦν ἄξιον εὐδαιμονίζειν αὐ̣[τοὺς ἐπὶ τοσαύτηι τιμῇ; ἢ τίνε[ς ............... φοι λει............... Ἑλλην̣[................ τῶν̣ π̣ε[............... παρὰ π̣ο̣............ [τῆς Φρυγῶν κ[ρατησάσης στρατείας ἐγ[κωμιασθήσεται;.... δὲ τῆς ἐλ̣............... τατοις ε.............. ἅπασιν κ[α̣ὶ λόγοις καὶ ὠιδαῖς ἐπα[ιν....... ἀμφότερα γὰρ ε.............. περὶ Λεωσ[θένους ........ καὶ τῶν τ[ελευτησάντων ἐν τῶι πολ[έμωι. εἰ μὲν γὰρ ἡδονῆς ἕν[εκεν μνημονεύουσιν τὰς τ̣[οιαύτας καρτερίας, τί γέ[νοιτ' ἂν τοῖς Ἕλλησιν ἥδι[ον ἢ ἔπαινος τῶν τὴν ἐλευθερί̣[αν παρασκευασάντων ἀ[π̣ὸ τῶν Μακεδόνων; εἰ δὲ [ὠφελείας ἕνεκεν ἡ τοια[ύτη μνήμη [col. 12] γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας; ἀλλὰ μὴν ὅτι παρ' ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγ̣εμόνα δεξιωσόμενοι τὸν τούτ̣ων. ἆρ' οὐκ ἂν ο̣ἰ̣όμεθα ὁρ̣ᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν †ἡμιθέων †καλ̣ουμένων τοὺς ἐπὶ †Τροίαν στρα‹τεύ›σαντ[α]ς, ὧν οὗτος ἀδελφὰς π[ρ]άξεις ἐ̣νστησάμενος τοσοῦτον δ]ιήνεγκε, ὥστε οἱ μὲν μ̣ετὰ πάσης τῆς Ἑλλάδος μ]ίαν πόλιν εἷλον, ὁ δὲ μ̣]ετὰ τῆς ἑαυτοῦ πατ]ρίδος μόνης πᾶσαν τ]ὴν τῆς Εὐρώπης καὶ τ]ῆ̣ς Ἀσίας ἄρχουσαν δύν]αμιν ἐταπείνωσεν. κ]ἀκεῖνοι μὲν ἕνεκα μ]ιᾶς γυναικὸς ὑβρισθείς]η̣ς ἤμυναν, ὁ δὲ πας]ῶν τῶν Ἑλληνίδων τ]ὰς ἐπιφερομένας ὕ]βρεις ἐκώλυσεν μετὰ] τῶν συνθαπτομέν]ων νῦν αὐτῶι ἀνδρῶν. τ]ῶν ‹δὲ› μετ' ἐκείνους μὲν γ]εγενημένων, ἄξια δ]ὲ τῆς ἐκείνων ἀρετ]ῆς διαπεπραγμένων, λ]έγω δὴ τοὺς περὶ Μιλτ̣]ιάδην καὶ Θεμιστ̣]οκλέα καὶ τοὺς ἄλλους, [col. 13] οἳ τὴν Ἑλλάδ̣[α ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, ἔν̣δοξον ‹δὲ› τὸν αὑτῶν βίον ἐ̣ποίησαν, ὧν οὗτος το̣σ̣οῦτον ὑπερέσχεν ἀνδρείαι καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπε̣λθοῦσαν τὴ‹ν› τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδ' ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῆι οἰκ‹ε›ίαι τοὺς ἐχθ‹ρ›οὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῆι τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων. οἶμαι δὲ καὶ ‹τοὺς› τὴν πρὸς ἀλλήλους φιλίαν τῶι δήμωι βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, †οὐθένας οὕτως αὑτοῖς οἰκείοτερους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθέ‹ν›η καὶ τοὺς ἐκείνωι συναγωνισαμένους, οὐδ' ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότω̣ς· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλ' εἰ δέον εἰπεῖν καὶ μείζω. οἱ μὲν γὰρ τοὺ[σ̣ τῆς πατρίδος τυράννους [κ̣α̣τέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης. ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν̣ ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβ̣α̣λ̣λούσης δὲ ἀρετῆς καὶ ἀνδ̣ρ̣α̣γαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθε̣ρίαν̣ τῶν Ἑλλήνων ‑ ‑ ‑ ‑ ‑ ‑
Le versioni del tuo libro senza doverle cercare?