Consigli ai politici - Plutarco

Consigli per i politici - Plutarco
ΠΟΛΙΤΙΚΑ ΠΑΡΑΓΓΕΛΜΑΤΑ

 

[798]   Εἰ πρὸς ἄλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχον, ὦ Μενέμαχε, τῷ οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων, [b] καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδ' ὑποτιθεμένους· ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως τῆς εὐγενείας ἐν τῇ πατρίδι μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων, ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων [c] ἔργῳ μὴ λόγῳ περαινομένων θεατής, ἀξιοῖς δὲ παραγγέλματα λαβεῖν πολιτικά, τὴν μὲν ἄρνησιν οὐδαμῶς ἐμαυτῷ προσήκουσαν εἶναι νομίζω, τὸ δ' ἔργον εὔχομαι καὶ τῆς σῆς ἄξιον σπουδῆς καὶ τῆς ἐμῆς προθυμίας γενέσθαι· τοῖς δὲ παραδείγμασι ποικιλωτέροις, ὥσπερ ἠξίωσας, ἐχρησάμην.

Πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ μὴ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον [d] χρόνον, οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δ' ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτ' ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες·    λευκᾶς καθύπερθε γαλάνας    εὐπρόσωποι σφᾶς παρήισαν ἔρωτες ναΐας    κλαΐδος χαραξιπόντου δαιμονίαν ἐς ὕβριν. οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ [e] μετανοεῖν καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ προσδοκήσαντες ἑτέροις ἔσεσθαι διὰ δύναμιν εἰς πράγματα κινδύνους ἔχοντα καὶ ταραχὰς ἄγωνται. ὁ δ' ὡς μάλιστα προσῆκον ἑαυτῷ καὶ κάλλιστον ἔργον ἀπὸ γνώμης καὶ λογισμῷ τὰ κοινὰ πράσσειν ἀρξάμενος ὑπ' οὐδενὸς ἐκπλήττεται τούτων οὐδ' ἀναστρέφεται τὴν γνώμην. οὔτε γὰρ ἐπ' ἐργασίᾳ καὶ χρηματισμῷ προσιτέον τοῖς κοινοῖς, ὡς οἱ περὶ Στρατοκλέα καὶ Δρομοκλείδην ἐπὶ τὸ χρυσοῦν θέρος, τὸ βῆμα [f] μετὰ παιδιᾶς οὕτως ὀνομάζοντες, ἀλλήλους παρεκάλουν· οὔθ' οἷον ἐπιλήπτους ὑπὸ πάθους ἄφνω γενομένους, ὡς Γάιος Γράκχος ἐπὶ θερμοῖς τοῖς περὶ τὸν ἀδελφὸν ἀτυχήμασιν ἀπωτάτω τῶν κοινῶν τὸν βίον θέμενος, εἶθ' ὕβρει τινῶν καὶ λοιδορίᾳ πρὸς αὐτὸν ἀναφλεχθεὶς ὑπ' ὀργῆς, ἐνέπεσε τοῖς κοινοῖς· καὶ ταχὺ μὲν ἐπλήσθη πραγμάτων καὶ δόξης, ζητῶν δὲ παύσασθαι καὶ δεόμενος μεταβολῆς καὶ ἡσυχίας [799] [a] οὐχ εὗρε καταθέσθαι τὴν δύναμιν αὐτοῦ διὰ μέγεθος ἀλλὰ προαπώλετο· τούς τε πρὸς ἅμιλλαν ἢ δόξαν ὥσπερ ὑποκριτὰς εἰς θέατρον ἀναπλάττοντας ἑαυτοὺς ἀνάγκη μετανοεῖν, ἢ δουλεύοντας ὧν ἄρχειν ἀξιοῦσιν ἢ προσκρούοντας οἷς ἀρέσκειν ἐθέλουσιν. ἀλλ' ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας αὐτομάτως καὶ παραλόγως ταράττεσθαι καὶ μετανοεῖν, τοὺς δὲ καταβαίνοντας ἐκ παρασκευῆς καὶ λογισμοῦ καθ' ἡσυχίαν χρῆσθαί τε τοῖς πράγμασι μετρίως καὶ πρὸς μηδὲν δυσκολαίνειν, ἅτε δὴ τὸ καλὸν αὐτὸ καὶ μηδὲν ἄλλο τῶν πράξεων ἔχοντας τέλος. [b]    Οὕτω δὴ τὴν προαίρεσιν ἀπερείσαντας ἐν ἑαυτοῖς καὶ ποιήσαντας ἄτρεπτον καὶ δυσμετάθετον, τρέπεσθαι χρὴ πρὸς κατανόησιν τοῦ ἤθους τῶν πολιτῶν, ὃ μάλιστα συγκραθὲν ἐκ πάντων ἐπιφαίνεται καὶ ἰσχύει. τὸ μὲν γὰρ εὐθὺς αὐτὸν ἐπιχειρεῖν ἠθοποιεῖν καὶ μεθαρμόττειν τοῦ δήμου τὴν φύσιν οὐ ῥᾴδιον οὐδ' ἀσφαλές, ἀλλὰ καὶ χρόνου δεόμενον πολλοῦ καὶ μεγάλης δυνάμεως. δεῖ δ', ὥσπερ οἶνος ἐν ἀρχῇ μὲν ὑπὸ τῶν ἠθῶν κρατεῖται τοῦ πίνοντος ἡσυχῆ δὲ διαθάλπων καὶ [c] κατακεραννύμενος αὐτὸς ἠθοποιεῖ τὸν πίνοντα καὶ μεθίστησιν, οὕτω τὸν πολιτικόν, ἕως ἂν ἰσχὺν ἀγωγὸν ἐκ δόξης καὶ πίστεως κατασκευάσηται, τοῖς ὑποκειμένοις ἤθεσιν εὐάρμοστον εἶναι καὶ στοχάζεσθαι τούτων, ἐπιστάμενον οἷς χαίρειν ὁ δῆμος καὶ ὑφ' ὧν ἄγεσθαι πέφυκεν· οἷον ὁ Ἀθηναίων εὐκίνητός ἐστι πρὸς ὀργήν, εὐμετάθετος πρὸς ἔλεον, μᾶλλον ὀξέως ὑπονοεῖν ἢ διδάσκεσθαι καθ' ἡσυχίαν βουλόμενος· ὥσπερ τῶν ἀνδρῶν τοῖς ἀδόξοις καὶ ταπεινοῖς βοηθεῖν προθυμότερος, οὕτω τῶν λόγων τοὺς παιγνιώδεις καὶ γελοίους ἀσπάζεται καὶ προτιμᾷ· τοῖς μὲν ἐπαινοῦσιν αὐτὸν μάλιστα χαίρει, τοῖς δὲ σκώπτουσιν ἥκιστα δυσχεραίνει· φοβερός ἐστιν [d] ἄχρι τῶν ἀρχόντων, εἶτα φιλάνθρωπος ἄχρι τῶν πολεμίων. ἕτερον ἦθος τοῦ Καρχηδονίων δήμου, πικρόν, σκυθρωπόν, ὑπήκοον τοῖς ἄρχουσι, βαρὺ τοῖς ὑπηκόοις, ἀγεννέστατον ἐν φόβοις, ἀγριώτατον ἐν ὀργαῖς, ἐπίμονον τοῖς γνωσθεῖσι, πρὸς παιδιὰν καὶ χάριν ἀνήδυντον καὶ σκληρόν· οὐκ ἂν οὗτοι, Κλέωνος ἀξιοῦντος αὐτούς, ἐπεὶ τέθυκε καὶ ξένους ἑστιᾶν μέλλει, τὴν ἐκκλησίαν ὑπερθέσθαι, γελάσαντες ἂν καὶ κροτήσαντες ἀνέστησαν· οὐδ' Ἀλκιβιάδην ὄρτυγος ἐν τῷ λέγειν διαφυγόντος ἐκ τοῦ ἱματίου, φιλοτίμως συνθηρεύσαντες ἀπέδωκαν [e] ἄν· ἀλλὰ καὶ ἀπέκτειναν ἄν, ὡς ὑβρίζοντας καὶ τρυφῶντας· ὅπου καὶ Ἄννωνα λέοντι χρώμενον σκευοφόρῳ παρὰ τὰς στρατείας αἰτιασάμενοι τυραννικὰ φρονεῖν ἐξήλασαν. οἶμαι δ' ἂν ἔγωγε μηδὲ Θηβαίους ἀποσχέσθαι γραμμάτων πολεμίων κυρίους γενομένους, ὡς Ἀθηναῖοι Φιλίππου γραμματοφόρους λαβόντες ἐπιστολὴν ἐπιγεγραμμένην Ὀλυμπιάδι κομίζοντας οὐκ ἔλυσαν οὐδ' ἀπεκάλυψαν ἀπόρρητον ἀνδρὸς ἀποδήμου πρὸς γυναῖκα φιλοφροσύνην· οὐδέ γ' αὖ πάλιν Ἀθηναίους, Ἐπαμεινώνδου πρὸς τὴν κατηγορίαν ἀπολογεῖσθαι μὴ [f] θέλοντος ἀλλ' ἀναστάντος ἐκ τοῦ θεάτρου καὶ διὰ τῆς ἐκκλησίας εἰς τὸ γυμνάσιον ἀπιόντος, εὐκόλως ἐνεγκεῖν τὴν ὑπεροψίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρός· πολλοῦ δ' ἂν ἔτι καὶ Σπαρτιάτας δεῆσαι τὴν Στρατοκλέους ὕβριν ὑπομεῖναι καὶ βωμολοχίαν, πείσαντος μὲν αὐτοὺς εὐαγγέλια θύειν ὡς νενικηκότας, ἐπεὶ δέ, τῆς ἥττης ἀληθῶς ἀπαγγελθείσης, [800] [a] ἠγανάκτουν, ἐρωτῶντος τὸν δῆμον τί ἠδίκηται, τρεῖς ἡμέρας δι' αὐτὸν ἡδέως γεγονώς. οἱ μὲν οὖν αὐλικοὶ κόλακες ὥσπερ ὀρνιθοθῆραι μιμούμενοι τῇ φωνῇ καὶ συνεξομοιοῦντες ἑαυτοὺς ὑποδύονται μάλιστα καὶ προσάγουσι δι' ἀπάτης τοῖς βασιλεῦσι· τῷ δὲ πολιτικῷ μιμεῖσθαι μὲν οὐ προσήκει τοῦ δήμου τὸν τρόπον, ἐπίστασθαι δὲ καὶ χρῆσθαι πρὸς ἕκαστον, οἷς ἁλώσιμός ἐστιν· ἡ γὰρ ἄγνοια τῶν ἠθῶν ἀστοχίας φέρει καὶ διαπτώσεις οὐχ ἥττονας ἐν ταῖς πολιτείαις ἢ ταῖς φιλίαις τῶν βασιλέων.    Τὸ μὲν οὖν τῶν πολιτῶν ἦθος ἰσχύοντα δεῖ καὶ πιστευόμενον ἤδη πειρᾶσθαι ῥυθμίζειν ἀτρέμα [b] πρὸς τὸ βέλτιον ὑπάγοντα καὶ πράως μεταχειριζόμενον· ἐργώδης γὰρ ἡ μετάθεσις τῶν πολλῶν. αὐτὸς δ' ὥσπερ ἐν θεάτρῳ τὸ λοιπὸν ἀναπεπταμένῳ βιωσόμενος, ἐξάσκει καὶ κατακόσμει τὸν τρόπον· εἰ δὲ μὴ ῥᾴδιον ἀπαλλάξαι παντάπασι τῆς ψυχῆς τὴν κακίαν, ὅσα γοῦν ἐπανθεῖ μάλιστα καὶ προπίπτει τῶν ἁμαρτημάτων ἀφαιρῶν καὶ κολούων. ἀκούεις γάρ, ὅτι καὶ Θεμιστοκλῆς ἅπτεσθαι τῆς πολιτείας διανοούμενος ἀπέστησε τῶν πότων καὶ τῶν κώμων ἑαυτόν, ἀγρυπνῶν δὲ καὶ νήφων καὶ πεφροντικὼς ἔλεγε πρὸς τοὺς συνήθεις, ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν τὸ Μιλτιάδου τρόπαιον· [c] Περικλῆς δὲ καὶ περὶ τὸ σῶμα καὶ τὴν δίαιταν ἐξήλλαξεν αὑτὸν ἠρέμα βαδίζειν καὶ πράως διαλέγεσθαι καὶ τὸ πρόσωπον ἀεὶ συνεστηκὸς ἐπιδείκνυσθαι καὶ τὴν χεῖρα συνέχειν ἐντὸς τῆς περιβολῆς καὶ μίαν ὁδὸν πορεύεσθαι τὴν ἐπὶ τὸ βῆμα καὶ τὸ βουλευτήριον. οὐ γὰρ εὐμεταχείριστον οὐδὲ ῥᾴδιον ἁλῶναι τὴν σωτήριον ἅλωσιν ὑπὸ τοῦ τυχόντος ὄχλος, ἀλλ' ἀγαπητόν, εἰ μήτ' ὄψει μήτε φωνῇ πτυρόμενος ὥσπερ θηρίον ὕποπτον καὶ ποικίλον ἐνδέχοιτο τὴν ἐπιστασίαν. ᾧ τοίνυν οὐδὲ [d] τούτων ἐπιμελητέον ἐστὶ παρέργως, ἦπου τῶν περὶ τὸν βίον καὶ τὸ ἦθος ἀμελητέον ὅπως ᾖ ψόγου καθαρὰ καὶ διαβολῆς ἁπάσης; οὐ γὰρ ὧν λέγουσιν ἐν κοινῷ καὶ πράττουσιν οἱ πολιτευόμενοι μόνον εὐθύνας διδόασιν, ἀλλὰ καὶ δεῖπνον αὐτῶν πολυπραγμονεῖται καὶ κοίτη καὶ γάμος καὶ παιδιὰ καὶ σπουδὴ πᾶσα. τί γὰρ δεῖ λέγειν Ἀλκιβιάδην, ὃν περὶ τὰ κοινὰ πάντων ἐνεργότατον ὄντα καὶ στρατηγὸν ἀήττητον ἀπώλεσεν ἡ περὶ τὴν δίαιταν ἀναγωγία καὶ θρασύτης, καὶ τῶν ἄλλων ἀγαθῶν αὐτοῦ τὴν πόλιν ἀνόνητον ἐποίησε διὰ τὴν πολυτέλειαν καὶ τὴν ἀκολασίαν; ὅπου καὶ Κίμωνος οὗτοι [e] τὸν οἶνον, καὶ Ῥωμαῖοι Σκιπίωνος οὐδὲν ἄλλο ἔχοντες λέγειν τὸν ὕπνον ᾐτιῶντο· Πομπήιον δὲ Μάγνον ἐλοιδόρουν οἱ ἐχθροί, παραφυλάξαντες ἑνὶ δακτύλῳ τὴν κεφαλὴν κνώμενον. ὡς γὰρ ἐν προσώπῳ φακὸς καὶ ἀκροχορδὼν δυσχεραίνεται μᾶλλον ἢ στίγματα καὶ κολοβότητες καὶ οὐλαὶ τοῦ λοιποῦ σώματος, οὕτω τὰ μικρὰ φαίνεται μεγάλα τῶν ἁμαρτημάτων ἐν ἡγεμονικοῖς καὶ πολιτικοῖς ὁρώμενα βίοις διὰ δόξαν, ἣν οἱ πολλοὶ περὶ ἀρχῆς καὶ πολιτείας ἔχουσιν, ὡς πράγματος μεγάλου καὶ καθαρεύειν ἀξίου πάσης ἀτοπίας καὶ πλημμελείας. [f] εἰκότως οὖν Λιούιος Δροῦσος ὁ δημαγωγὸς εὐδοκίμησεν ὅτι, τῆς οἰκίας αὐτοῦ πολλὰ μέρη κάτοπτα τοῖς γειτνιῶσιν ἐχούσης καὶ τῶν τεχνιτῶν τινος ὑπισχνουμένου ταῦτ' ἀποστρέψειν καὶ μεταθήσειν ἀπὸ πέντε μόνων ταλάντων, "δέκα," ἔφη, "λαβὼν ὅλην μου ποίησον καταφανῆ τὴν οἰκίαν, ἵνα πάντες ὁρῶσιν οἱ πολῖται πῶς διαιτῶμαι"· καὶ γὰρ ἦν ἀνὴρ σώφρων καὶ κόσμιος. ἴσως δὲ ταύτης οὐδὲν ἔδει τῆς καταφανείας αὐτῷ· διορῶσι γὰρ οἱ πολλοὶ καὶ τὰ πάνυ βαθέως περιαμπέχεσθαι δοκοῦντα τῶν πολιτευομένων [801] [a] ἤθη καὶ βουλεύματα καὶ πράξεις καὶ βίους, οὐχ ἧττον ἀπὸ τῶν ἰδίων ἢ τῶν δημοσίων ἐπιτηδευμάτων τὸν μὲν φιλοῦντες καὶ θαυμάζοντες τὸν δὲ δυσχεραίνοντες καὶ καταφρονοῦντες.    Τί οὖν δή; οὐχὶ καὶ τοῖς ἀσελγῶς καὶ τεθρυμμένως ζῶσιν αἱ πόλεις χρῶνται; καὶ γὰρ αἱ κιττῶσαι λίθους καὶ οἱ ναυτιῶντες ἁλμυρίδας καὶ τὰ τοιαῦτα βρώματα διώκουσι πολλάκις, εἶτ' ὀλίγον ὕστερον ἐξέπτυσαν καὶ ἀπεστράφησαν· οὕτω καὶ οἱ δῆμοι διὰ τρυφὴν καὶ ὕβριν ἢ βελτιόνων ἀπορίᾳ δημαγωγῶν [b] χρῶνται τοῖς ἐπιτυχοῦσι βδελυττόμενοι καὶ καταφρονοῦντες, εἶτα χαίρουσι τοιούτων εἰς αὐτοὺς λεγομένων, οἷα Πλάτων ὁ κωμικὸς τὸν Δῆμον αὐτὸν λέγοντα ποιεῖ·    λαβοῦ, λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου,    μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον· καὶ πάλιν αἰτοῦντα λεκάνην καὶ πτερόν, ὅπως ἐμέσῃ, λέγοντα    προσίσταταί μου πρὸς τὸ βῆμα Μαντίας καὶ    βόσκει δυσώδη Κέφαλον, ἐχθίστην νόσον. ὁ δὲ Ῥωμαίων δῆμος, ὑπισχνουμένου τι Κάρβωνος καὶ προστιθέντος ὅρκον δή τινα καὶ ἀράν, ἀντώμοσεν ὁμοῦ μὴ πιστεύειν. ἐν δὲ Λακεδαίμονι [c] τινὸς Δημοσθένους ἀνδρὸς ἀκολάστου γνώμην εἰπόντος ἁρμόζουσαν, ἀπέρριψεν ὁ δῆμος, οἱ δ' Ἔφοροι κληρώσαντες ἕνα τῶν γερόντων ἐκέλευσαν εἰπεῖν τὸν αὐτὸν λόγον ἐκεῖνον, ὥσπερ εἰς καθαρὸν ἀγγεῖον ἐκ ῥυπαροῦ μετεράσαντες, ὅπως εὐπρόσδεκτος γένηται τοῖς πολλοῖς. οὕτω μεγάλην ἔχει ῥοπὴν ἐν πολιτείᾳ πίστις ἤθους καὶ τοὐναντίον.    Οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον κάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ σύμπαν, ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας μὴ δημιουργὸν ἀλλά τοι συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου    τρόπος ἔσθ' ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος· καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος· εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν τὸ πλοῖον οὐ τὸ πηδάλιον, [d] καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ χρωμένην ὥσπερ οἴακι καὶ χαλινῷ τὴν πολιτικὴν ἀρετήν, ᾗπερ εὐστροφώτατον ζῷον, ὥς φησι Πλάτων, οἷον ἐκ πρύμνης ἁπτομένην καὶ κατευθύνουσαν. ὅπου γὰρ οἱ μεγάλοι βασιλεῖς ἐκεῖνοι καὶ διογενεῖς, ὡς Ὅμηρός φησιν, ἁλουργίσι καὶ σκήπτροις καὶ δορυφόροις καὶ θεῶν χρησμοῖς ἐξογκοῦσιν ἑαυτούς, καὶ δουλούμενοι τῇ σεμνότητι τοὺς πολλοὺς ὡς κρείττονες, ὅμως ἐβούλοντο "μύθων ῥητῆρες" εἶναι καὶ οὐκ ἠμέλουν τῆς τοῦ λέγειν χάριτος,    οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσιν, [e] οὐδὲ Διὸς Βουλαίου μόνον ἔχρῃζον οὐδ' Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν    ἣ δὴ βασιλεῦσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ, πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον; [f] οἱ μὲν οὖν τὰ πλοῖα κυβερνῶντες ἑτέροις χρῶνται κελευσταῖς, ὁ δὲ πολιτικὸς ἐν ἑαυτῷ μὲν ὀφείλει τὸν κυβερνῶντα νοῦν ἔχειν ἐν ἑαυτῷ δὲ τὸν ἐγκελευόμενον λόγον, ὅπως μὴ δέηται φωνῆς ἀλλοτρίας μηδ' ὥσπερ Ἰφικράτης ὑπὸ τῶν περὶ Ἀριστοφῶντα καταρρητορευόμενος λέγῃ "βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτὴς δρᾶμα δὲ τοὐμὸν ἄμεινον," μηδὲ πολλάκις δέηται τῶν Εὐριπιδείων ἐκείνων    εἴθ' ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν· [802] [a] καὶ    φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ' ἀνθρώποις ἔχειν    φωνήν, ἵν' ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον ἀποδιδράσκειν· ὥσπερ Ἀθήνησιν ἀρχιτεκτόνων ποτὲ δυεῖν ἐξεταζομένων πρὸς δημόσιον ἔργον ὁ μὲν αἱμύλος καὶ κομψὸς εἰπεῖν λόγον τινὰ διελθὼν περὶ τῆς κατασκευῆς μεμελετημένον ἐκίνησε τὸν δῆμον, ὁ [b] δὲ βελτίων τῇ τέχνῃ λέγειν δ' ἀδύνατος, παρελθὼν εἰς μέσον εἶπεν "ἄνδρες Ἀθηναῖοι, ὡς οὗτος εἴρηκεν, ἐγὼ ποιήσω." τὴν γὰρ Ἐργάνην οὗτοι μόνον θεραπεύουσιν, ὥς φησι Σοφοκλῆς, οἱ "παρ' ἄκμονι τυπάδι βαρείᾳ" καὶ πληγαῖς ὑπακούουσαν ὕλην ἄψυχον δημιουργοῦντες· ὁ δὲ τῆς Πολιάδος Ἀθηνᾶς καὶ τῆς Βουλαίας Θέμιδος,    ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει, προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δ' ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, [c] κοσμεῖ τὴν πόλιν. διὰ τοῦτ' ἦν ἡ κατὰ Περικλέα πολιτεία "λόγῳ μέν," ὥς φησι Θουκυδίδης, "δημοκρατία, ἔργῳ δ' ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχὴ" διὰ τὴν τοῦ λόγου δύναμιν. ἐπεὶ καὶ Κίμων ἀγαθὸς ἦν καὶ Ἐφιάλτης καὶ Θουκυδίδης, ἀλλ' ἐρωτηθεὶς οὗτος ὑπ' Ἀρχιδάμου τοῦ βασιλέως τῶν Σπαρτιατῶν πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον "οὐκ ἂν εἰδείη τις" εἶπεν· "ὅταν γὰρ ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος λέγων μὴ πεπτωκέναι νικᾷ καὶ πείθει τοὺς θεωμένους." τοῦτο δ' οὐκ αὐτῷ μόνον ἐκείνῳ δόξαν ἀλλὰ καὶ τῇ πόλει σωτηρίαν ἔφερε· πειθομένη γὰρ αὐτῷ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἔσῳζε, τῶν δ' ἐκτὸς [d] ἀπείχετο. Νικίας δὲ τὴν αὐτὴν προαίρεσιν ἔχων, πειθοῦς δὲ τοιαύτης ἐνδεὴς ὢν καὶ καθάπερ ἀμβλεῖ χαλινῷ τῷ λόγῳ πειρώμενος ἀποστρέφειν τὸν δῆμον, οὐ κατέσχεν οὐδ' ἐκράτησεν, ἀλλ' ᾤχετο βίᾳ φερόμενος εἰς Σικελίαν καὶ συνεκτραχηλιζόμενος. τὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν, δῆμον δὲ καὶ πόλιν ἐκ τῶν ὤτων ἄγειν δεῖ μάλιστα, μή, καθάπερ ἔνιοι τῶν ἀγυμνάστων περὶ λόγον λαβὰς ἀμούσους καὶ ἀτέχνους ζητοῦντες ἐν τοῖς πολλοῖς τῆς γαστρὸς ἕλκουσιν εὐωχοῦντες ἢ τοῦ βαλλαντίου διδόντες, ἢ πυρρίχας τινὰς ἢ μονομάχων θεάματα παρασκευάζοντες ἀεὶ δημαγωγοῦσι, [e] μᾶλλον δὲ δημοκοποῦσι. δημαγωγία γὰρ ἡ διὰ λόγου πειθομένων ἐστίν, αἱ δὲ τοιαῦται τιθασεύσεις τῶν ὄχλων οὐδὲν ἀλόγων ζῴων ἄγρας καὶ βουκολήσεως διαφέρουσιν.    Ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων· μήτ' αὖ πάλιν, ὡς ὁ Πυθέας τὸν Δημοσθένους ἔλεγεν, ἐλλυχνίων ὄζων καὶ σοφιστικῆς [f] περιεργίας ἐνθυμήμασι πικροῖς καὶ περιόδοις πρὸς κανόνα καὶ διαβήτην ἀπηκριβωμέναις· ἀλλ' ὥσπερ οἱ μουσικοὶ τὴν θίξιν ἀξιοῦσι τῶν χορδῶν ἠθικὴν καταφαίνεσθαι μὴ κρουστικήν, οὕτω τῷ λόγῳ τοῦ πολιτευομένου καὶ συμβουλεύοντος καὶ ἄρχοντος ἐπιφαινέσθω μὴ δεινότης μηδὲ πανουργία, μηδ' εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ διαιρετικῶς, ἀλλ' ἤθους ἀπλάστου καὶ φρονήματος ἀληθινοῦ καὶ παρρησίας πατρικῆς καὶ προνοίας καὶ [803] [a] συνέσεως κηδομένης ὁ λόγος ἔστω μεστός, ἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων καὶ ἀγωγὸν ἔκ τε σεμνῶν ὀνομάτων καὶ νοημάτων ἰδίων καὶ πιθανῶν. δέχεται δ' ὁ πολιτικὸς λόγος δικανικοῦ μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ὁ εἰπὼν "μὴ ποιήσητε ἑτερόφθαλμον τὴν Ἑλλάδα," καὶ Δημάδης τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως, καὶ Ἀρχίλοχος    μηδ' ὁ Ταντάλου λίθος    τῆσδ' ὑπὲρ νήσου κρεμάσθω· καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης [b] καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δ' ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δ' οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν    οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.    Οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς [c] ὕβριν ἢ βωμολοχίαν, ἀλλὰ χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο. μάλιστα δ' εὐδοκιμεῖ τὰ τοιαῦτα περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις· τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς Κικέρωνος σκώμμασι καὶ τοῖς Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους· οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. ἀμυνομένῳ δὲ συγγνώμην ἅμα καὶ χάριν ὁ καιρὸς δίδωσι, καθάπερ Δημοσθένει πρὸς τὸν αἰτίαν ἔχοντα [d] κλέπτειν χλευάζοντα δ' αὐτοῦ τὰς νυκτογραφίας, "οἶδ' ὅτι σε λυπῶ λύχνον καίων"· καὶ πρὸς Δημάδην βοῶντα Δημοσθένης ἐμὲ βούλεται διορθοῦν "ἡ ὗς τὴν Ἀθηνᾶν," "αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη." χάριεν δὲ καὶ τὸ Ξεναινέτου πρὸς τοὺς πολίτας λοιδοροῦντας αὐτὸν ὅτι στρατηγὸς ὢν πέφευγε, "μεθ' ὑμῶν γ', ὦ φίλαι κεφαλαί." τὸ δ' ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους· ἀναβαίνων μὲν γὰρ εἰς τὴν ἐκκλησίαν ἔφη, καθάπερ ἡ πόλις, μικρὸν ἰσχύειν καὶ μέγα φυσᾶν· ἐν δὲ τοῖς Χαιρωνικοῖς παρελθὼν εἰς τὸν [e] δῆμον, "οὐκ ἂν ἐβουλόμην κακῶς οὕτω πεπραγέναι τὴν πόλιν, ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν"· καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δ' οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν ἐθαύμαζον· ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δ' εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν. καὶ ὁ Δημοσθένης τῶν ἄλλων καταφρονῶν εἰώθει λέγειν, ἀνισταμένου Φωκίωνος, "ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται." [f]    Μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς τοὺς πολλοὺς μετ' ἀσφαλείας, εἰδὼς ὅτι καὶ Περικλῆς ἐκεῖνος εὔχετο πρὸ τοῦ δημηγορεῖν μηδὲ ῥῆμα μηδὲν ἀλλότριον τῶν πραγμάτων ἐπελθεῖν αὐτῷ. δεῖ δ' ὅμως καὶ πρὸς τὰς ἀπαντήσεις τὸν λόγον εὔστροφον ἔχειν [804] [a] καὶ γεγυμνασμένον· ὀξεῖς γὰρ οἱ καιροὶ καὶ πολλὰ φέροντες ἐν ταῖς πολιτείαις αἰφνίδια. διὸ καὶ Δημοσθένης ἠλαττοῦτο πολλῶν, ὥς φασι, παρὰ τὸν καιρὸν ἀναδυόμενος καὶ κατοκνῶν· Ἀλκιβιάδην δ' ὁ Θεόφραστος ἱστορεῖ, μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ βουλευόμενον, πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητοῦντα καὶ συντιθέντα τὰς λέξεις ἐνίσχεσθαι καὶ διαπίπτειν. ὁ δ' ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀνιστάμενος καὶ ὑπὸ τῶν καιρῶν ἐκπλήττει μάλιστα καὶ προσάγεται τοὺς πολλοὺς καὶ μετατίθησιν· οἷον ὁ Βυζάντιος Λέων ἧκε δή ποτε τοῖς Ἀθηναίοις στασιάζουσι διαλεξόμενος· ὀφθεὶς δὲ [b] μικρὸς καὶ γελασθεὶς "τί δ'" εἶπεν "εἰ τὴν γυναῖκά μου θεάσαισθε μόλις ἐξικνουμένην πρὸς τὸ γόνυ;" πλείων οὖν ἐγένετο γέλως· "ἀλλ' ἡμᾶς" ἔφη "μικροὺς οὕτως ὄντας, ὅταν διαφερώμεθα πρὸς ἀλλήλους, ἡ Βυζαντίων πόλις οὐ χωρεῖ." Πυθέας δ' ὁ ῥήτωρ, ὅτε πρὸς τὰς Ἀλεξάνδρου τιμὰς ἀντέλεγεν, εἰπόντος τινὸς "οὕτω σὺ νέος ὢν περὶ πραγμάτων τολμᾷς λέγειν τηλικούτων;" "καὶ μὴν Ἀλέξανδρος" εἶπεν "ἐμοῦ νεώτερός ἐστιν, ὃν ψηφίζεσθε θεὸν εἶναι."    Δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς [c] πολιτείας ἠθληκότα κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ τις αὐτὸν    ἅρπαξ κεκράκτης, κυκλοβόρου φωνὴν ἔχων. Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν.    Εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν οὐ [d] μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα τὸ δ' ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθὺς ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης ἐχούσης δὲ τόλμαν ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον ὡς    ἀρχομένου δ' ἔργου πρόσωπον    χρὴ θέμεν τηλαυγές· καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον, ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν [e] ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι· διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. ὅπου δ', ὥσπερ ἐπὶ τοῦ Λάδα λέγουσιν,    ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασιν, ἔνθα κἀστεφανοῦτο πρεσβεύων ἢ θριαμβεύων ἢ στρατηγῶν ἐπιφανῶς, οὔθ' οἱ φθονοῦντες οὔθ' οἱ καταφρονοῦντες ὁμοίως ἐπὶ τοιούτων ἰσχύουσιν. οὕτω παρῆλθεν εἰς δόξαν Ἄρατος, ἀρχὴν ποιησάμενος [f] πολιτείας τὴν Νικοκλέους τοῦ τυράννου κατάλυσιν· οὕτως Ἀλκιβιάδης, τὰ Μαντινικὰ συστήσας ἐπὶ Λακεδαιμονίους. Πομπήιος δὲ καὶ θριαμβεύειν ἠξίου μήπω παριὼν εἰς σύγκλητον· οὐκ ἐῶντος δὲ Σύλλα, "πλείονες" ἔφη "τὸν ἥλιον ἀνατέλλοντα προσκυνοῦσιν ἢ δυόμενον"· καὶ Σύλλας ὑπεῖξε τοῦτ' ἀκούσας. καὶ Σκιπίωνα δὲ Κορνήλιον οὐκ ἀφ' ἧς ἔτυχεν ἀρχῆς ὁ Ῥωμαίων δῆμος ἀγορανομίαν μετερχόμενον ἐξαίφνης ὕπατον ἀπέδειξε [805] [a] παρὰ τὸν νόμον, ἀλλὰ θαυμάσας αὐτοῦ μειρακίου μὲν ὄντος τὴν ἐν Ἰβηρίᾳ μονομαχίαν καὶ νίκην, μικρὸν δ' ὕστερον τὰ πρὸς Καρχηδόνι χιλιαρχοῦντος ἔργα, περὶ ὧν καὶ Κάτων ὁ πρεσβύτερος ἀνεφώνησεν    οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν. νῦν οὖν ὅτε τὰ πράγματα τῶν πόλεων οὐκ ἔχει πολέμων ἡγεμονίας οὐδὲ τυραννίδων καταλύσεις οὐδὲ συμμαχικὰς πράξεις, τίν' ἄν τις ἀρχὴν ἐπιφανοῦς λάβοι καὶ λαμπρᾶς πολιτείας; αἱ δίκαι τε λείπονται αἱ δημόσιαι καὶ πρεσβεῖαι πρὸς αὐτοκράτορα [b] ἀνδρὸς διαπύρου καὶ θάρσος ἅμα καὶ νοῦν ἔχοντος δεόμεναι. πολλὰ δ' ἔστι καὶ τῶν παρειμένων ἐν ταῖς πόλεσι καλῶν ἀναλαμβάνοντα καὶ τῶν ἐξ ἔθους φαύλου παραδυομένων ἐπ' αἰσχύνῃ τινὶ τῆς πόλεως ἢ βλάβῃ μεθιστάντα πρὸς αὑτὸν ἐπιστρέφειν. ἤδη δὲ καὶ δίκη μεγάλη καλῶς δικασθεῖσα καὶ πίστις ἐν συνηγορίᾳ πρὸς ἀντίδικον ἰσχυρὸν ὑπὲρ ἀσθενοῦς καὶ παρρησία πρὸς ἡγεμόνα μοχθηρὸν ὑπὲρ τοῦ δικαίου κατέστησεν ἐνίους εἰς ἀρχὴν πολιτείας ἔνδοξον. οὐκ ὀλίγοι δὲ καὶ δι' ἔχθρας ηὐξήθησαν, ἐπιχειρήσαντες ἀνθρώποις ἐπίφθονον ἔχουσιν ἀξίωμα καὶ φοβερόν· εὐθὺς γὰρ ἡ [c] τοῦ καταλυθέντος ἰσχὺς τῷ κρατήσαντι μετὰ βελτίονος δόξης ὑπάρχει. τὸ μὲν γὰρ ἀνδρὶ χρηστῷ καὶ δι' ἀρετὴν πρωτεύοντι προσμάχεσθαι κατὰ φθόνον, ὡς Περικλεῖ Σιμμίας, Ἀλκμέων δὲ Θεμιστοκλεῖ, Πομπηίῳ δὲ Κλώδιος, Ἐπαμεινώνδᾳ δὲ Μενεκλείδης ὁ ῥήτωρ, οὔτε πρὸς δόξαν καλὸν οὔτ' ἄλλως συμφέρον· ὅταν γὰρ ἐξαμαρτόντες οἱ πολλοὶ πρὸς ἄνδρα χρηστόν, εἶθ' ὃ γίγνεται ταχέως ἐπ' ὀργῇ μετανοήσωσι, πρὸς τοῦτο τὴν ῥᾴστην ἀπολογίαν δικαιοτάτην νομίζουσιν, ἐπιτρῖψαι τὸν ἀναπείσαντα καὶ καταρξάμενον. τὸ μέντοι φαῦλον ἄνθρωπον, ἀπονοίᾳ δὲ καὶ δεινότητι πεποιημένον [d] ὑφ' αὑτῷ τὴν πόλιν, οἷος ἦν Κλέων Ἀθήνησι καὶ Κλεοφῶν, ἐπαναστάντα καθελεῖν καὶ ταπεινῶσαι λαμπρὰν ποιεῖται τὴν πάροδον ὥσπερ δράματος τῆς πολιτείας. οὐκ ἀγνοῶ δ' ὅτι καὶ βουλήν τινες ἐπαχθῆ καὶ ὀλιγαρχικὴν κολούσαντες, ὥσπερ Ἐφιάλτης Ἀθήνησι καὶ Φορμίων παρ' Ἠλείοις, δύναμιν ἅμα καὶ δόξαν ἔσχον· ἀλλὰ μέγας ἀρχομένῳ πολιτείας οὗτος ὁ κίνδυνός ἐστι. διὸ καὶ βελτίονα Σόλων ἔλαβεν ἀρχήν, διεστώσης ἐς τρία μέρη τῆς [e] πόλεως, τὸ τῶν Διακρίων λεγομένων καὶ τὸ τῶν Πεδιέων καὶ τὸ τῶν Παραλίων· οὐδενὶ γὰρ ἐμμίξας ἑαυτόν, ἀλλὰ κοινὸς ὢν πᾶσι καὶ πάντα λέγων καὶ πράττων πρὸς ὁμόνοιαν ᾑρέθη νομοθέτης ἐπὶ τὰς διαλύσεις καὶ κατέστησεν οὕτω τὴν ἀρχήν. ἡ μὲν οὖν ἐπιφανεστέρα πάροδος εἰς τὴν πολιτείαν τοσαύτας ἔχει καὶ τοιαύτας ἀρχάς.    Τὴν δ' ἀσφαλῆ καὶ σχολαίαν εἵλοντο πολλοὶ τῶν ἐνδόξων, Ἀριστείδης, Φωκίων, Παμμένης ὁ Θηβαῖος, Λεύκολλος ἐν Ῥώμῃ, Κάτων, Ἀγησίλαος ὁ Λακεδαιμόνιος· τούτων γὰρ ἕκαστος, ὥσπερ οἱ κιττοὶ τοῖς ἰσχύουσι τῶν δένδρων περιπλεκόμενοι [f] συνεξανίστανται, προσδραμὼν ἀνδρὶ πρεσβυτέρῳ νέος ἔτι καὶ ἄδοξος ἐνδόξῳ, κατὰ μικρὸν αἰρόμενος ὑπὸ τῆς περὶ ἐκεῖνον δυνάμεως καὶ συναυξανόμενος ἤρεισε καὶ κατερρίζωσεν ἑαυτὸν εἰς τὴν πολιτείαν. Ἀριστείδην μὲν γὰρ ηὔξησε Κλεισθένης καὶ Φωκίωνα Χαβρίας, Λεύκολλον δὲ Σύλλας, Κάτωνα δὲ Μάξιμος, Ἐπαμεινώνδας δὲ Παμμένη, καὶ Λύσανδρος Ἀγησίλαον· ἀλλ' οὗτος μὲν ὑπὸ φιλοτιμίας ἀκαίρου καὶ ζηλοτυπίας διὰ δόξαν ὑβρίσας ἀπέρριψε ταχὺ τὸν καθηγεμόνα τῶν πράξεων· οἱ δ' ἄλλοι καλῶς καὶ πολιτικῶς καὶ ἄχρι τέλους ἐθεράπευσαν [806] [a] καὶ συνεπεκόσμησαν, ὥσπερ τὰ πρὸς ἥλιον ὑφιστάμενα σώματα, τὸ λαμπρῦνον αὑτοὺς πάλιν ἀφ' ἑαυτῶν αὔξοντες καὶ συνεκφωτίζοντες. οἱ γοῦν Σκιπίωνι βασκαίνοντες ὑποκριτὴν αὐτὸν ἀπεφαίνοντο τῶν πράξεων ποιητὴν δὲ Λαίλιον τὸν ἑταῖρον, ὁ δὲ Λαίλιος ὑπ' οὐδενὸς ἐπήρθη τούτων ἀλλ' ἀεὶ διετέλεσε τῇ Σκιπίωνος ἀρετῇ καὶ δόξῃ συμφιλοτιμούμενος. Ἀφράνιος δὲ Πομπηίου φίλος, εἰ καὶ πάνυ ταπεινὸς ἦν, ὅμως ἐπίδοξος ὢν ὕπατος αἱρεθήσεσθαι, [b] Πομπηίου σπουδάζοντος ἑτέροις, ἀπέστη τῆς φιλοτιμίας εἰπὼν οὐκ ἂν οὕτω λαμπρὸν αὐτῷ γενέσθαι τὸ τυχεῖν ὑπατείας, ὡς ἀνιαρὸν ἅμα καὶ δυσχερές, εἰ Πομπηίου μὴ θέλοντος μηδὲ συμπράττοντος· ἐνιαυτὸν οὖν ἀνασχόμενος μόνον οὔτε τῆς ἀρχῆς ἀπέτυχε καὶ τὴν φιλίαν διετήρησε. τοῖς δ' οὕτω χειραγωγουμένοις ὑφ' ἑτέρων ἐπὶ δόξαν ἅμα συμβαίνει χαρίζεσθαί τε πολλοῖς, κἄν τι συμβαίνῃ δύσκολον, ἧττον ἀπεχθάνεσθαι· διὸ καὶ Φίλιππος Ἀλεξάνδρῳ παρῄνει κτᾶσθαι φίλους, ἕως ἔξεστι, βασιλεύοντος ἑτέρου πρὸς χάριν ὁμιλοῦντα καὶ φιλοφρονούμενον.    Αἱρεῖσθαι δὲ δεῖ τὸν ἀρχόμενον πολιτείας [c] ἡγεμόνα μὴ ἁπλῶς τὸν ἔνδοξον καὶ δυνατόν, ἀλλὰ καὶ τὸν δι' ἀρετὴν τοιοῦτον. ὡς γὰρ οὐ πᾶν δένδρον ἐθέλει προσίεσθαι καὶ φέρειν περιπλεκομένην τὴν ἄμπελον ἀλλ' ἔνια καταπνίγει καὶ διαφθείρει τὴν αὔξησιν αὐτῆς, οὕτως ἐν ταῖς πόλεσιν οἱ μὴ φιλόκαλοι, φιλότιμοι δὲ καὶ φίλαρχοι μόνον, οὐ προΐενται τοῖς νέοις πράξεων ἀφορμάς, ἀλλ' ὥσπερ τροφὴν ἑαυτῶν τὴν δόξαν ἀφαιρουμένους πιέζουσιν ὑπὸ φθόνου καὶ καταμαραίνουσιν· ὡς Μάριος ἐν Λιβύῃ καὶ πάλιν ἐν Γαλατίᾳ πολλὰ διὰ Σύλλα κατορθώσας ἐπαύσατο χρώμενος, ἀχθεσθεὶς μὲν [d] αὐτοῦ τῇ αὐξήσει, πρόφασιν δὲ τὴν σφραγῖδα ποιησάμενος ἀπέρριψεν· ὁ γὰρ Σύλλας, ὅτε τῷ Μαρίῳ στρατηγοῦντι συνῆν ταμιεύων ἐν Λιβύῃ, πεμφθεὶς ὑπ' αὐτοῦ πρὸς Βῶκχον ἤγαγεν Ἰογόρθαν αἰχμάλωτον· οἷα δὲ νέος φιλότιμος, ἄρτι δόξης γεγευμένος, οὐκ ἤνεγκε μετρίως τὸ εὐτύχημα, γλυψάμενος δ' εἰκόνα τῆς πράξεως ἐν σφραγῖδι τὸν Ἰογόρθαν αὐτῷ παραδιδόμενον ἐφόρει· καὶ τοῦτ' ἐγκαλῶν ὁ Μάριος ἀπέρριψεν αὐτόν· ὁ δὲ πρὸς Κάτουλον καὶ Μέτελλον ἄνδρας ἀγαθοὺς καὶ Μαρίῳ διαφόρους μεταστὰς ταχὺ τὸν Μάριον ἐξήλασε καὶ κατέλυσε τῷ ἐμφυλίῳ πολέμῳ μικροῦ [e] δεήσαντα τὴν Ῥώμην ἀνατρέψαι. Σύλλας μέντοι καὶ Πομπήιον ἐκ νέου μὲν ἦρεν ὑπεξανιστάμενος αὐτῷ καὶ τὴν κεφαλὴν ἀποκαλυπτόμενος ἐπιόντι, καὶ τοῖς ἄλλοις νέοις πράξεων ἡγεμονικῶν μεταδιδοὺς ἀφορμάς, ἐνίους δὲ καὶ παροξύνων ἄκοντας, ἐνέπλησε φιλοτιμίας καὶ ζήλου τὰ στρατεύματα· καὶ πάντων ἐκράτησε βουλόμενος εἶναι μὴ μόνος ἀλλὰ πρῶτος καὶ μέγιστος ἐν πολλοῖς καὶ μεγάλοις. τούτων οὖν ἔχεσθαι δεῖ τῶν ἀνδρῶν καὶ τούτοις ἐμφύεσθαι, μή, καθάπερ ὁ Αἰσώπου βασιλίσκος [f] ἐπὶ τῶν ὤμων τοῦ ἀετοῦ κομισθεὶς αἰφνίδιον ἐξέπτη καὶ προέφθασεν, οὕτω τὴν ἐκείνων δόξαν ὑφαρπάζοντας αὐτοὺς ἀλλὰ παρ' ἐκείνων ἅμα μετ' εὐνοίας καὶ φιλίας λαμβάνοντας, ὡς οὐδ' ἄρξαι καλῶς τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας, ᾗ φησιν ὁ Πλάτων, δυναμένους.    Ἕπεται δὲ τούτοις ἡ περὶ φίλων κρίσις, μήτε τὴν Θεμιστοκλέους ἐπαινοῦσα μήτε τὴν Κλέωνος διάνοιαν. ὁ μὲν γὰρ Κλέων, ὅτε πρῶτον ἔγνω τῆς πολιτείας ἅπτεσθαι, τοὺς φίλους συναγαγὼν εἰς ταὐτὸ διελύσατο τὴν φιλίαν πρὸς αὐτούς, ὡς πολλὰ τῆς ὀρθῆς καὶ δικαίας προαιρέσεως μαλάσσουσαν ἐν τῇ πολιτείᾳ καὶ παράγουσαν· ἄμεινον δ' ἂν ἐποίησε τὴν φιλοπλουτίαν ἐκβαλὼν [807] [a] τῆς ψυχῆς καὶ τὴν φιλονεικίαν καὶ φθόνου καὶ κακοηθείας καθήρας αὑτόν· οὐ γὰρ ἀφίλων αἱ πόλεις ἀνδρῶν καὶ ἀνεταίρων ἀλλὰ χρηστῶν καὶ σωφρόνων δέονται· νυνὶ δὲ τοὺς μὲν φίλους ἀπήλασεν,    ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ αὐτόν, ὡς οἱ κωμικοὶ λέγουσι· καὶ τραχὺς ὢν πρὸς τοὺς ἐπιεικεῖς καὶ βαρὺς αὖθις ὑπέβαλλε τοῖς πολλοῖς πρὸς χάριν ἑαυτόν,    γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς, καὶ τὸ φαυλότατον καὶ τὸ νοσοῦν μάλιστα τοῦ δήμου προσεταιριζόμενος ἐπὶ τοὺς ἀρίστους. ὁ δὲ Θεμιστοκλῆς πάλιν πρὸς τὸν ἀποφηνάμενον, ὡς ἄρξει καλῶς ἴσον ἅπασι παρέχων ἑαυτόν, [b] "μηδέποτ'," εἶπεν, "εἰς τοιοῦτον ἐγὼ καθίσαιμι θρόνον, ἐν ᾧ πλέον οὐχ ἕξουσιν οἱ φίλοι παρ' ἐμοῦ τῶν μὴ φίλων," οὐδ' οὗτος ὀρθῶς τῇ φιλίᾳ κατεπαγγελλόμενος τὴν πολιτείαν καὶ τὰ κοινὰ καὶ δημόσια ταῖς ἰδίαις χάρισι καὶ σπουδαῖς ὑφιέμενος. καίτοι πρός γε Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων "οὔτε ποιητής," ἔφη, "σπουδαῖός ἐστιν ᾄδων παρὰ μέλος οὔτ' ἄρχων ἐπιεικὴς παρὰ τὸν νόμον χαριζόμενος." δεινὸν γὰρ ὡς ἀληθῶς καὶ σχέτλιον, εἰ ναύτας μὲν ἐκλέγεται κυβερνήτης καὶ κυβερνήτην ναύκληρος [c]    εὖ μὲν ἐνὶ πρύμνῃ οἰήιον, εὖ δὲ κεραίην    εἰδότας ἐντείνασθαι ἐπορνυμένου ἀνέμοιο· καί τις ἀρχιτέκτων ὑπουργοὺς καὶ χειροτέχνας, οἳ μὴ διαφθεροῦσιν αὐτοῦ τοὔργον ἀλλ' ἄριστα συνεκπονήσουσιν· ὁ δὲ πολιτικός, ἀριστοτέχνας τις ὢν κατὰ Πίνδαρον καὶ δημιουργὸς εὐνομίας καὶ δίκης, οὐκ εὐθὺς αἱρήσεται φίλους ὁμοιοπαθεῖς καὶ ὑπηρέτας καὶ συνενθουσιῶντας αὐτῷ πρὸς τὸ καλόν, ἀλλ' ἄλλους πρὸς ἄλλην ἀεὶ χρείαν [d] κάμπτοντας αὐτὸν ἀδίκως καὶ βιαίως· οὐδέν τ' ὀφθήσεται διαφέρων οἰκοδόμου τινὸς ἢ τέκτονος ἀπειρίᾳ καὶ πλημμελείᾳ γωνίαις χρωμένου καὶ κανόσι καὶ στάθμαις, ὑφ' ὧν διαστρέφεσθαι τοὔργον ἔμελλεν· ὄργανα γὰρ οἱ φίλοι ζῶντα καὶ φρονοῦντα τῶν πολιτικῶν ἀνδρῶν εἰσι, καὶ οὐ δεῖ συνολισθάνειν αὐτοῖς παραβαίνουσιν, ἀλλὰ προσέχειν ὅπως μηδ' ἀγνοούντων αὐτῶν ἐξαμαρτάνωσι. τοῦτο γὰρ καὶ Σόλωνα κατῄσχυνε καὶ διέβαλε πρὸς τοὺς πολίτας· ἐπεὶ γὰρ ἐν νῷ λαβὼν τὰ [e] ὀφλήματα κουφίσαι καὶ τὴν σεισάχθειαν (τοῦτο δ' ἦν ὑποκόρισμα χρεῶν ἀποκοπῆς) εἰσενεγκεῖν ἐκοινώσατο τοῖς φίλοις· οἱ δ' ἔργον ἀδικώτατον ἔπραξαν· ἐδανείσαντο γὰρ ὑποφθάσαντες ἀργύριον πολὺ καὶ μετ' ὀλίγον χρόνον εἰς φῶς τοῦ νόμου προαχθέντος οἱ μὲν ἐφάνησαν οἰκίας τε λαμπρὰς καὶ γῆν συνεωνημένοι πολλὴν ἐξ ὧν ἐδανείσαντο χρημάτων, ὁ δὲ Σόλων αἰτίαν ἔσχε συναδικεῖν ἠδικημένος. Ἀγησίλαος δὲ περὶ τὰς τῶν φίλων σπουδὰς αὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ ταπεινότατος ὥσπερ ὁ Εὐριπίδου Πήγασος    ἔπτηξ' ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι, καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος [f] ἐδόκει συνεξομοιοῦσθαι ταῖς ἀδικίαις· καὶ γάρ τοι Φοιβίδαν κρινόμενον ἔσωσεν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν ἄνευ προστάγματος, φήσας τὰ τοιαῦτα δεῖν αὐτοματίζειν· καὶ Σφοδρίαν ἐπ' ἔργῳ παρανόμῳ καὶ δεινῷ φεύγοντα δίκην (ἐνέβαλε γὰρ εἰς τὴν Ἀττικὴν φίλων ὄντων καὶ συμμάχων) ἀφεθῆναι διεπράξατο, δεήσεσιν ἐρωτικαῖς τοῦ παιδὸς μαλαχθείς· καὶ πρός τινα δυνάστην ἐπιστόλιον αὐτοῦ [808] [a] τοιοῦτον φέρεται "Νικίαν, εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δ' ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δ' ἄφες." ἀλλὰ Φωκίων οὐδὲ τῷ γαμβρῷ Χαρίκλῳ δίκην ἔχοντι περὶ τῶν Ἁρπαλείων συνεισῆλθεν, ἀλλ' "ἐγώ σε," φήσας, "ἐπὶ πᾶσι τοῖς δικαίοις ἐποιησάμην κηδεστήν," ᾤχετ' ἀπιών. καὶ Τιμολέων ὁ Κορίνθιος τὸν ἀδελφὸν ἐπεὶ διδάσκων καὶ δεόμενος οὐκ ἀπέστησε τῆς τυραννίδος, συνέπραξε τοῖς ἀνελοῦσι. δεῖ γὰρ οὐκ ἄχρι τοῦ βωμοῦ φίλον εἶναι τῷ μὴ [b] συνεπιορκεῖν, ὥς ποτε Περικλῆς εἶπεν, ἀλλ' ἄχρι παντὸς νόμου καὶ δικαίου καὶ συμφέροντος, ὃ παροφθὲν εἴς τινα μεγάλην βλάβην ἀναφέρει καὶ κοινήν, ὡς ἀνέφερε τὸ μὴ δοῦναι δίκην Σφοδρίαν μηδὲ Φοιβίδαν· οὗτοι γὰρ οὐχ ἥκιστα τὴν Σπάρτην ἐνέβαλον εἰς τὸν Λευκτρικὸν πόλεμον. ἐπεὶ τοῖς γε μετρίοις ἁμαρτήμασι τῶν φίλων ἐπεμβαίνειν βαρὺν ὁ πολιτικὸς οὐκ ἀναγκάζει λόγος, ἀλλὰ καὶ δίδωσιν εἰς ἀσφαλὲς θεμένους τὰ μέγιστα τῶν κοινῶν ἐκ περιουσίας βοηθεῖν τοῖς φίλοις καὶ παρίστασθαι καὶ συνεκπονεῖν ὑπὲρ αὐτῶν. εἰσὶ δὲ καὶ χάριτες ἀνεπίφθονοι, συλλαβέσθαι πρὸς ἀρχὴν τῷ φίλῳ μᾶλλον, ἐγχειρίσαι τινὰ διοίκησιν ἔνδοξον ἢ πρεσβείαν [c] φιλάνθρωπον, οἷον ἡγεμόνος τιμὰς ἔχουσαν, ἢ πρὸς πόλιν ὑπὲρ φιλίας καὶ ὁμονοίας ἔντευξιν· ἂν δ' ᾖ τις ἐργώδης ἐπιφανὴς δὲ καὶ μεγάλη πρᾶξις, αὑτὸν ἐπὶ ταύτην τάξαντα πρῶτον εἶτα προσελέσθαι τὸν φίλον, ὡς ὁ Διομήδης    εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,    πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην; κἀκεῖνος αὖ πάλιν ἀνταποδίδωσιν οἰκείως τὸν ἔπαινον    ἵπποι δ' οἵδε, γεραιέ, νεήλυδες, οὓς ἐρεείνεις,    Θρηίκιοι, τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης    ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. αὕτη γὰρ ἡ πρὸς τοὺς φίλους ὕφεσις οὐχ ἧττον [d] ἐπικοσμεῖ τῶν ἐπαινουμένων τοὺς ἐπαινοῦντας· ἡ δ' αὐθάδεια, φησὶν ὁ Πλάτων, ἐρημίᾳ σύνοικος. ἔτι τοίνυν ταῖς καλαῖς καὶ φιλανθρώποις χάρισι δεῖ τοὺς φίλους συνεισποιεῖν καὶ κελεύειν τοὺς εὖ παθόντας ἐκείνους ἐπαινεῖν καὶ ἀγαπᾶν, ὡς αἰτίους ἅμα καὶ συμβούλους γεγενημένους· τὰς δὲ φαύλας καὶ ἀτόπους ἀξιώσεις ἀποτρίβεσθαι μὴ πικρῶς ἀλλὰ πράως, διδάσκοντα καὶ παραμυθούμενον ὡς οὐκ [e] ἄξιαι τῆς ἐκείνων ἀρετῆς εἰσι καὶ δόξης. ἄριστα δ' ἀνθρώπων ὁ Ἐπαμεινώνδας, ἀρνησάμενος δεηθέντι τῷ Πελοπίδᾳ τὸν κάπηλον ἐκ τῆς εἱρκτῆς ἀφεῖναι καὶ μετ' ὀλίγον τῆς ἐρωμένης δεηθείσης ἀφείς, "τοιαύτας," ἔφη, "χάριτας, ὦ Πελοπίδα, λαμβάνειν ἑταιριδίοις οὐ στρατηγοῖς πρέπον ἐστίν." ὁ δὲ Κάτων βαρέως καὶ αὐθάδως, ἐπεὶ Κάτλος ὁ τιμητής, φίλος ὢν ἐν τοῖς μάλιστα καὶ συνήθης, ἐξῃτεῖτό τινα τῶν κρινομένων ὑπ' αὐτοῦ ταμιεύοντος "αἰσχρόν ἐστιν," ἔφη, "σὲ τὸν ὀφείλοντα τοὺς νέους ἡμᾶς σωφρονίζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι." τῷ γὰρ ἔργῳ τὴν χάριν [f] ἐξῆν ἀπειπάμενον ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν, ὡς μηδὲ τῇ πράξει τὸ λυπηρὸν ἑκουσίως ἀλλ' ἀναγκαίως ἐπιφέροντα διὰ τὸν νόμον καὶ τὸ δίκαιον. εἰσὶ δὲ καὶ πρὸς χρηματισμὸν οὐκ ἀγεννεῖς ἐν πολιτείᾳ τοῖς δεομένοις τῶν φίλων αἱ συλλήψεις· οἷον ὁ Θεμιστοκλῆς, μετὰ τὴν μάχην ἰδὼν νεκρὸν στρεπτὰ χρυσᾶ καὶ μανιάκην περικείμενον αὐτὸς μὲν παρῆλθεν, ἐπιστραφεὶς δὲ πρὸς τὸν φίλον "ἀνελοῦ ταῦτ'" εἶπεν, "οὐ γὰρ καὶ [809] [a] σὺ Θεμιστοκλῆς γέγονας." δίδωσι γὰρ καὶ τοῦτο πολλάκις τῷ πολιτικῷ τὰ πράγματα πρὸς τοὺς φίλους. οὐ γὰρ δὴ Μενέμαχοι πάντες εἰσί· τῷ μὲν ἐγχείρισον συνηγορίαν ἔμμισθον ὑπὲρ τοῦ δικαίου, τῷ δὲ σύστησον πλούσιον ἐπιμελείας καὶ προστασίας δεόμενον· ἄλλῳ δ' εἰς ἐργολαβίαν τινὰ σύμπραξον ἢ μίσθωσιν ὠφελείας ἔχουσαν. Ἐπαμεινώνδας δὲ καὶ πλουσίῳ τινὶ προσελθόντα φίλον αἰτεῖν ἐκέλευσε τάλαντον, ὡς αὐτοῦ δοῦναι κελεύσαντος· ἐπεὶ δ' ὁ αἰτηθεὶς ἐλθὼν ἐπυνθάνετο τὴν αἰτίαν, "ὅτι χρηστός," εἶπεν, "οὗτος ὢν πένης ἐστί, σὺ δὲ πλουτεῖς πολλὰ τῆς πόλεως νενοσφισμένος." [b] καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων.    Ἐπεὶ δὲ "πάσαις κορυδαλλίσι" κατὰ Σιμωνίδην "χρὴ λόφον ἐγγενέσθαι" καὶ πᾶσα πολιτεία φέρει τινὰς ἔχθρας καὶ διαφοράς, οὐχ ἥκιστα προσήκει καὶ περὶ τούτων ἐσκέφθαι τὸν πολιτικόν. οἱ μὲν οὖν πολλοὶ τὸν Θεμιστοκλέα καὶ τὸν Ἀριστείδην ἐπαινοῦσιν ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀποτιθεμένους, ὁσάκις ἐπὶ πρεσβείαν ἢ στρατηγίαν ἐξίοιεν, εἶτα πάλιν ἀναλαμβάνοντας. ἐνίοις δὲ καὶ τὸ Κρητίνου τοῦ Μάγνητος ὑπερφυῶς [c] ἀρέσκει· Ἑρμείᾳ γὰρ ἀντιπολιτευόμενος ἀνδρὶ οὐ δυνατῷ μὲν φιλοτίμῳ δὲ καὶ λαμπρῷ τὴν ψυχήν, ἐπεὶ κατέσχεν ὁ Μιθριδατικὸς πόλεμος, τὴν πόλιν ὁρῶν κινδυνεύουσαν ἐκέλευσε τὸν Ἑρμείαν τὴν ἀρχὴν παραλαβόντα χρῆσθαι τοῖς πράγμασιν, αὐτοῦ μεταστάντος· εἰ δὲ βούλεται στρατηγεῖν ἐκεῖνον, αὐτὸν ἐκποδὼν ἀπελθεῖν, ὡς μὴ φιλοτιμούμενοι πρὸς ἀλλήλους ἀπολέσειαν τὴν πόλιν. ἤρεσεν ἡ πρόκλησις τῷ Ἑρμείᾳ, καὶ φήσας ἑαυτοῦ πολεμικώτερον εἶναι τὸν Κρητίναν ὑπεξῆλθε μετὰ παίδων καὶ γυναικός. ὁ δὲ Κρητίνας ἐκεῖνόν τε προύπεμψε, τῶν ἰδίων χρημάτων ἐπιδοὺς ὅσα [d] φεύγουσιν ἦν ἢ πολιορκουμένοις χρησιμώτερα, καὶ τὴν πόλιν ἄριστα στρατηγήσας παρ' οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι περιεποίησεν ἀνελπίστως. εἰ γὰρ εὐγενὲς καὶ φρονήματος μεγάλου τὸ ἀναφωνῆσαι    φιλῶ τέκν', ἀλλὰ πατρίδ' ἐμὴν μᾶλλον φιλῶ, πῶς οὐκ ἐκείνοις γε προχειρότερον εἰπεῖν ἑκάστῳ "μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδ' ἐμὴν μᾶλλον φιλῶ"; τὸ γὰρ μὴ θέλειν διαλυθῆναι πρὸς ἐχθρόν, ὧν ἕνεκα δεῖ καὶ φίλον προέσθαι, δεινῶς ἄγριον καὶ θηριῶδες. οὐ μὴν ἀλλὰ βέλτιον οἱ περὶ Φωκίωνα καὶ Κάτωνα, μηδ' ὅλως ἔχθραν τινὰ πρὸς πολιτικὰς τιθέμενοι [e] διαφοράς, ἀλλὰ δεινοὶ καὶ ἀπαραίτητοι μόνον ἐν τοῖς δημοσίοις ἀγῶσιν ὄντες μὴ προέσθαι τὸ συμφέρον, ἐν δὲ τοῖς ἰδίοις ἀμηνίτως καὶ φιλανθρώπως χρώμενοι τοῖς ἐκεῖ διαφερομένοις. δεῖ γὰρ ἐχθρὸν μηδένα πολίτην νομίζειν, ἂν μή τις, οἷος Ἀριστίων ἢ Νάβις ἢ Κατιλίνας, νόσημα καὶ ἀπόστημα πόλεως ἐγγένηται· τοὺς δ' ἄλλως ἀπᾴδοντας ὥσπερ ἁρμονικὸν ἐπιτείνοντα καὶ χαλῶντα πράως εἰς τὸ ἐμμελὲς ἄγειν, μὴ τοῖς ἁμαρτάνουσι σὺν ὀργῇ καὶ πρὸς ὕβριν ἐπιφυόμενον, ἀλλ' ὡς Ὅμηρος ἠθικώτερον· [f]    ὦ πέπον, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων καὶ    οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. ἄν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις φειδόμενον· οὕτω γὰρ ὅ τε ψόγος ὅπου δεῖ πίστιν ἕξει, καὶ πρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ὡς ἄξια καὶ πρέποντα μᾶλλον. [810] [a] ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς διαβολαῖς ἀπιστεῖν, ἂν ὦσιν ἀλλότριαι τῆς προαιρέσεως αὐτῶν· ὥσπερ ὁ Νέρων ἐκεῖνος ὀλίγον ἔμπροσθεν ἢ κτεῖναι τὸν Θρασέαν μάλιστα μισῶν καὶ φοβούμενος, ὅμως ἐγκαλοῦντός τινος ὡς κακῶς κεκριμένου καὶ ἀδίκως, "ἐβουλόμην ἄν," ἔφη, "Θρασέαν οὕτως ἐμὲ φιλεῖν, ὡς δικαστὴς ἄριστός ἐστιν."    Οὐ χεῖρον δὲ καὶ πρὸς ἐπίπληξιν ἑτέρων φύσει πονηρῶν καὶ μᾶλλον ἁμαρτανόντων ἐχθροῦ μνησθέντα κομψοτέρου τὸ ἦθος εἰπεῖν "ἀλλ' ἐκεῖνος [b] οὐκ ἂν τοῦτ' εἶπεν οὐδ' ἐποίησεν." ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν· οἷον Ὅμηρος    ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς· καὶ πρὸς Σκιπίωνα τὸν Ἀφρικανὸν Ἄππιος ἐν ἀρχαιρεσίαις διαγωνιζόμενος "ἡλίκον ἄν," εἶπεν, "ὦ Παῦλε, στενάξειας ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος ὁ τελώνης δορυφορεῖ." τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας. πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἴαντος [c]    οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις. καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι τὴν ἡγεμονίαν, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. ὁ γὰρ μεμιγμένος ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός· αἱ δὲ λοιδορίαι τοῖς πολιτικοῖς ἥκιστα πρέπουσιν. ὅρα δὲ τὰ πρὸς Αἰσχίνην ὑπὸ Δημοσθένους εἰρημένα καὶ τὰ πρὸς τοῦτον ὑπ' Αἰσχίνου, καὶ πάλιν ἃ πρὸς Δημάδην γέγραφεν Ὑπερείδης, εἰ Σόλων [d] ἂν εἶπεν ἢ Περικλῆς ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος. καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης· τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας. ὅθεν ἄρισθ' ὁ Φωκίων ὑπεκστὰς τῷ λοιδοροῦντι καὶ παυσάμενος τοῦ λέγειν, ἐπεὶ μόλις ἐσιώπησεν ὁ ἄνθρωπος, αὖθις παρελθὼν "οὐκοῦν," ἔφη, "περὶ μὲν τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν ἀκηκόατε, λείπεται δέ μοι περὶ [e] τῶν ψιλῶν καὶ πελταστῶν διελθεῖν." ἀλλ' ἐπεὶ πολλοῖς γε δυσκάθεκτόν ἐστι τὸ πρᾶγμα καὶ πολλάκις οὐκ ἀχρήστως οἱ λοιδοροῦντες ἐπιστομίζονται ταῖς ἀπαντήσεσιν, ἔστω βραχεῖα τῇ λέξει καὶ μὴ θυμὸν ἐμφαίνουσα μηδ' ἀκραχολίαν, ἀλλὰ πραότητα μετὰ παιδιᾶς καὶ χάριτος ἁμωσγέπως δάκνουσαν· αἱ δ' ἀντεπιστρέφουσαι μάλιστα τοιαῦται. καθάπερ γὰρ τῶν βελῶν ὅσα πρὸς τὸν βαλόντα φέρεται πάλιν ῥώμῃ τινὶ δοκεῖ καὶ στερεότητι [f] τοῦ πληγέντος ἀνακρουόμενα τοῦτο πάσχειν· οὕτω τὸ λεχθὲν ὑπὸ ῥώμης καὶ συνέσεως τοῦ λοιδορηθέντος ἐπὶ τοὺς λοιδορήσαντας ἀναστρέφειν ἔοικεν· ὡς τὸ Ἐπαμεινώνδου πρὸς Καλλίστρατον, ὀνειδίζοντα Θηβαίοις καὶ Ἀργείοις τὴν Οἰδίποδος πατροκτονίαν καὶ τὴν Ὀρέστου μητροκτονίαν, ὅτι "τοὺς ταῦτα ποιήσαντας ἡμῶν ἐκβαλόντων ὑμεῖς ἐδέξασθε"· καὶ τὸ Ἀνταλκίδου τοῦ Σπαρτιάτου πρὸς τὸν Ἀθηναῖον τὸν φήσαντα "πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν," "ἀλλ' ἡμεῖς [811] [a] γ' ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα οὐδέποτε." χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος "Ἀθηναῖοί σε ἀποκτενοῦσιν"· "ἄν γε μανῶσιν," ἔφη, "σὲ δέ, ἂν σωφρονῶσι." καὶ Κράσσος ὁ ῥήτωρ, Δομιτίου πρὸς αὐτὸν εἰπόντος "οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης εἶτ' ἀποθανούσης ἔκλαυσας;" ἀντηρώτησεν "οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ ἐδάκρυσας;" ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον.    Πολιτείας δ' οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς [b] δύναμιν ἀπολείπεσθαι φροντίδος οὐδ' ἐπιμελείας τὸν ἀγαθὸν πολίτην· καὶ τὸν Ἐπαμεινώνδαν ἐπαινοῦσιν, ὅτι φθόνῳ καὶ πρὸς ὕβριν ἀποδειχθεὶς τέλμαρχος ὑπὸ τῶν Θηβαίων οὐκ ἠμέλησεν, ἀλλ' εἰπὼν ὡς οὐ μόνον ἀρχὴ ἄνδρα δείκνυσιν ἀλλὰ καὶ ἀρχὴν ἀνήρ, εἰς μέγα καὶ σεμνὸν ἀξίωμα προήγαγε τὴν τελμαρχίαν, οὐδὲν οὖσαν πρότερον ἀλλ' ἢ περὶ τοὺς στενωποὺς ἐκβολῆς κοπρίων καὶ ῥευμάτων ἀποτροπῆς ἐπιμέλειάν τινα. κἀγὼ δ' ἀμέλει παρέχω γέλωτα τοῖς παρεπιδημοῦσιν, ὁρώμενος ἐν δημοσίῳ περὶ τὰ τοιαῦτα πολλάκις· ἀλλὰ βοηθεῖ μοι τὸ τοῦ Ἀντισθένους μνημονευόμενον· θαυμάσαντος [c] γάρ τινος, εἰ δι' ἀγορᾶς αὐτὸς φέρει τάριχος, "ἐμαυτῷ γ'," εἶπεν· ἐγὼ δ' ἀνάπαλιν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ καὶ φυράμασι καὶ λίθοις παρακομιζομένοις, οὐκ ἐμαυτῷ γέ φημι ταῦτ' οἰκονομεῖν ἀλλὰ τῇ πατρίδι. καὶ γὰρ εἰς ἄλλα πολλὰ μικρὸς ἄν τις εἴη καὶ γλίσχρος αὑτῷ διοικῶν καὶ δι' αὑτὸν πραγματευόμενος· εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν, οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους· ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικὸς ἀξιῶν, ὥσπερ [d] ἡ Σαλαμινία ναῦς Ἀθήνησι καὶ ἡ Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλ' ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς,    τῶν ἄγων γὰρ ἅπτεται    θεός, τὰ μικρὰ δ' εἰς τύχην ἀνεὶς ἐᾷ κατὰ τὸν Εὐριπίδην.    Οὐδὲ γὰρ τοῦ Θεαγένους τὸ φιλότιμον ἄγαν καὶ φιλόνεικον ἐπαινοῦμεν, ὃς οὐ μόνον τὴν περίοδον νενικηκὼς ἀλλὰ καὶ πολλοὺς ἀγῶνας, οὐ παγκρατίῳ μόνον ἀλλὰ καὶ πυγμῇ καὶ δολίχῳ, τέλος ἡρῷα δειπνῶν ἐπιταφίου τινός, ὥσπερ εἰώθει, προτεθείσης [e] ἅπασι τῆς μερίδος, ἀναπηδήσας διεπαγκρατίασεν, ὡς οὐδένα νικᾶν δέον αὐτοῦ παρόντος· ὅθεν ἤθροισε χιλίους καὶ διακοσίους στεφάνους, ὧν συρφετὸν ἄν τις ἡγήσαιτο τοὺς πλείστους. οὐδὲν οὖν τούτου διαφέρουσιν οἱ πρὸς πᾶσαν ἀποδυόμενοι πολιτικὴν πρᾶξιν, ἀλλὰ μεμπτούς τε ταχὺ ποιοῦσιν ἑαυτοὺς τοῖς πολλοῖς, ἐπαχθεῖς τε γίγνονται καὶ κατορθοῦντες ἐπίφθονοι, κἂν σφαλῶσιν, ἐπίχαρτοι, καὶ τὸ θαυμαζόμενον αὐτῶν ἐν ἀρχῇ τῆς ἐπιμελείας εἰς χλευασμὸν ὑπονοστεῖ καὶ γέλωτα. τοιοῦτον τὸ [f]    Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς,    Μητίοχος δ' ἄρτους ἐπωπᾷ, Μητίοχος δὲ τἄλφιτα,    Μητίοχος δὲ πάντ' ἀκεῖται, Μητίοχος δ' οἰμώξεται. τῶν Περικλέους οὗτος εἷς ἦν ἑταίρων, τῇ δι' ἐκεῖνον, ὡς ἔοικε, δυνάμει χρώμενος ἐπιφθόνως καὶ κατακόρως. δεῖ δέ, ὥς φασιν, ἐρῶντι τῷ δήμῳ τὸν πολιτικὸν προσφέρεσθαι καὶ μὴ παρόντος ἑαυτοῦ πόθον ἐναπολείπειν· ὃ καὶ Σκιπίων ὁ [812] [a] Ἀφρικανὸς ἐποίει πολὺν χρόνον ἐν ἀγρῷ διαιτώμενος, ἅμα καὶ τοῦ φθόνου τὸ βάρος ἀφαιρῶν καὶ διδοὺς ἀναπνοὴν τοῖς πιέζεσθαι δοκοῦσιν ὑπὸ τῆς ἐκείνου δόξης. Τιμησίας δ' ὁ Κλαζομένιος τὰ μὲν ἄλλα ἦν περὶ τὴν πόλιν ἀνὴρ ἀγαθός, τῷ δὲ πάντα πράσσειν δι' ἑαυτοῦ φθονούμενος ἠγνόει καὶ μισούμενος, ἕως αὐτῷ συνέβη τι τοιοῦτον· ἔτυχον ἐν ὁδῷ παῖδες ἐκ λάκκου τινὸς ἀστράγαλον ἐκκόπτοντες, ἐκείνου παριόντος· ὧν οἱ μὲν ἔφασκον μένειν, ὁ δὲ πατάξας "οὕτως," εἶπεν, "ἐκκόψαιμι Τιμησίου τὸν ἐγκέφαλον, ὡς οὗτος ἐκκέκοπται." τοῦθ' ὁ Τιμησίας ἀκούσας καὶ συνεὶς τὸν διήκοντα διὰ [b] πάντων αὑτοῦ φθόνον, ἀναστρέψας ἔφρασε τὸ πρᾶγμα τῇ γυναικί, καὶ κελεύσας ἕπεσθαι συνεσκευασμένην εὐθὺς ἀπὸ τῶν θυρῶν ᾤχετ' ἀπιὼν ἐκ τῆς πόλεως. ἔοικε δὲ καὶ Θεμιστοκλῆς, τοιούτου τινὸς ἀπαντῶντος αὐτῷ παρὰ τῶν Ἀθηναίων, εἰπεῖν "τί, ὦ μακάριοι, κοπιᾶτε πολλάκις εὖ πάσχοντες;"    Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δ' οὐκ εὖ λέλεκται. τῇ μὲν γὰρ εὐνοίᾳ καὶ κηδεμονίᾳ δεῖ μηδενὸς ἀφεστάναι τῶν κοινῶν, ἀλλὰ πᾶσι προσέχειν καὶ γιγνώσκειν ἕκαστα, μηδ' ὥσπερ ἐν [c] πλοίῳ σκεῦος ἱερὸν ἀποκεῖσθαι τὰς ἐσχάτας περιμένοντα χρείας τῆς πόλεως καὶ τύχας· ἀλλ' ὡς οἱ κυβερνῆται τὰ μὲν ταῖς χερσὶ δι' αὑτῶν πράττουσι, τὰ δ' ὀργάνοις ἑτέροις δι' ἑτέρων ἄπωθεν καθήμενοι περιάγουσι καὶ στρέφουσι, χρῶνται δὲ καὶ ναύταις καὶ πρῳρεῦσι καὶ κελευσταῖς, καὶ τούτων ἐνίους ἀνακαλούμενοι πολλάκις εἰς πρύμναν ἐγχειρίζουσι τὸ πηδάλιον· οὕτω τῷ πολιτικῷ προσήκει παραχωρεῖν μὲν ἑτέροις ἄρχειν καὶ προσκαλεῖσθαι πρὸς τὸ βῆμα μετ' εὐμενείας καὶ φιλανθρωπίας, κινεῖν δὲ μὴ πάντα τὰ τῆς πόλεως τοῖς αὑτοῦ λόγοις καὶ ψηφίσμασιν ἢ πράξεσιν, ἀλλ' ἔχοντα πιστοὺς καὶ ἀγαθοὺς ἄνδρας ἕκαστον ἑκάστῃ χρείᾳ κατὰ τὸ οἰκεῖον προσαρμόττειν· ὡς Περικλῆς [d] Μενίππῳ μὲν ἐχρῆτο πρὸς τὰς στρατηγίας, δι' Ἐφιάλτου δὲ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐταπείνωσε, διὰ δὲ Χαρίνου τὸ κατὰ Μεγαρέων ἐκύρωσε ψήφισμα, Λάμπωνα δὲ Θουρίων οἰκιστὴν ἐξέπεμψεν. οὐ γὰρ μόνον, τῆς δυνάμεως εἰς πολλοὺς διανέμεσθαι δοκούσης, ἧττον ἐνοχλεῖ τῶν φθόνων τὸ μέγεθος, ἀλλὰ καὶ τὰ τῶν χρειῶν ἐπιτελεῖται μᾶλλον. ὡς γὰρ ὁ τῆς χειρὸς εἰς τοὺς δακτύλους μερισμὸς οὐκ ἀσθενῆ πεποίηκεν ἀλλὰ τεχνικὴν καὶ ὀργανικὴν αὐτῆς τὴν χρῆσιν, οὕτως ὁ πραγμάτων [e] ἑτέροις ἐν πολιτείᾳ μεταδιδοὺς ἐνεργοτέραν ποιεῖ τῇ κοινωνίᾳ τὴν πρᾶξιν· ὁ δ' ἀπληστίᾳ δόξης ἢ δυνάμεως πᾶσαν αὑτῷ τὴν πόλιν ἀνατιθεὶς καὶ πρὸς ὃ μὴ πέφυκε μηδ' ἤσκηται προσάγων αὑτόν, ὡς Κλέων πρὸς τὸ στρατηγεῖν, Φιλοποίμην δὲ πρὸς τὸ ναυαρχεῖν, Ἀννίβας δὲ πρὸς τὸ δημηγορεῖν, οὐκ ἔχει παραίτησιν ἁμαρτάνων ἀλλὰ προσακούει τὸ τοῦ Εὐριπίδου    τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά, λέγειν ἀπίθανος ὢν ἐπρέσβευες ἢ ῥᾴθυμος ὢν ὠκονόμεις, ψήφων ἄπειρος ἐταμίευες ἢ γέρων καὶ [f] ἀσθενὴς ἐστρατήγεις. Περικλῆς δὲ καὶ πρὸς Κίμωνα διενείματο τὴν δύναμιν, αὐτὸς μὲν ἄρχειν ἐν ἄστει, τὸν δὲ πληρώσαντα τὰς ναῦς τοῖς βαρβάροις πολεμεῖν· ἦν γὰρ ὁ μὲν πρὸς πολιτείαν ὁ δὲ πρὸς πόλεμον εὐφυέστερος. ἐπαινοῦσι δὲ καὶ τὸν Ἀναφλύστιον Εὔβουλον, ὅτι πίστιν ἔχων ἐν τοῖς μάλιστα καὶ δύναμιν οὐδὲν τῶν Ἑλληνικῶν ἔπραξεν οὐδ' ἐπὶ στρατηγίαν ἦλθεν, ἀλλ' ἐπὶ τὰ χρήματα τάξας ἑαυτὸν ηὔξησε τὰς κοινὰς προσόδους καὶ μεγάλα τὴν πόλιν ἀπὸ τούτων ὠφέλησεν. Ἰφικράτης δὲ καὶ μελέτας λόγων ποιούμενος ἐν οἴκῳ πολλῶν [813] [a] παρόντων, ἐχλευάζετο· καὶ γὰρ εἰ λογεὺς ἀγαθὸς ἀλλὰ μὴ φαῦλος ἦν, ἔδει τὴν ἐν τοῖς ὅπλοις δόξαν ἀγαπῶντα τῆς σχολῆς ἐξίστασθαι τοῖς σοφισταῖς.    Ἐπεὶ δὲ παντὶ δήμῳ τὸ κακόηθες καὶ φιλαίτιον ἔνεστι πρὸς τοὺς πολιτευομένους καὶ πολλὰ τῶν χρησίμων, ἂν μὴ στάσιν ἔχῃ μηδ' ἀντιλογίαν, ὑπονοοῦσι πράττεσθαι συνωμοτικῶς, καὶ τοῦτο διαβάλλει μάλιστα τὰς ἑταιρείας καὶ φιλίας, ἀληθινὴν μὲν ἔχθραν ἢ διαφορὰν οὐδεμίαν ἑαυτοῖς ὑπολειπτέον, ὡς ὁ τῶν Χίων δημαγωγὸς Ὀνομάδημος οὐκ εἴα τῇ στάσει κρατήσας πάντας ἐκβάλλειν τοὺς [b] ὑπεναντίους "ὅπως" ἔφη "μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες." τοῦτο μὲν γὰρ εὔηθες· ἀλλ' ὅταν ὑπόπτως ἔχωσιν οἱ πολλοὶ πρός τι πρᾶγμα καὶ μέγα καὶ σωτήριον, οὐ δεῖ πάντας ὥσπερ ἀπὸ συντάξεως ἥκοντας τὴν αὐτὴν λέγειν γνώμην, ἀλλὰ καὶ δύο καὶ τρεῖς διαστάντας ἀντιλέγειν ἠρέμα τῶν φίλων, εἶθ' ὥσπερ ἐξελεγχομένους μετατίθεσθαι· συνεφέλκονται γὰρ οὕτω τὸν δῆμον, ὑπὸ τοῦ συμφέροντος ἄγεσθαι δόξαντες. ἐν μέντοι τοῖς ἐλάττοσι καὶ [c] πρὸς μέγα μηδὲν διήκουσιν οὐ χεῖρόν ἐστι καὶ ἀληθῶς ἐᾶν διαφέρεσθαι τοὺς φίλους, ἕκαστον ἰδίῳ λογισμῷ χρώμενον, ὅπως περὶ τὰ κυριώτατα καὶ μέγιστα φαίνωνται πρὸς τὸ βέλτιστον οὐκ ἐκ παρασκευῆς ὁμοφρονοῦντες.    Φύσει μὲν οὖν ἄρχων ἀεὶ πόλεως ὁ πολιτικὸς ὥσπερ ἡγεμὼν ἐν μελίτταις, καὶ τοῦτο χρὴ διανοούμενον ἔχειν τὰ δημόσια διὰ χειρός· ἃς δ' ὀνομάζουσιν ἐξουσίας καὶ χειροτονοῦσιν ἀρχὰς μήτ' ἄγαν διώκειν καὶ πολλάκις, οὐ γὰρ σεμνὸν οὐδὲ δημοτικὸν ἡ φιλαρχία· μήτ' ἀπωθεῖσθαι, τοῦ δήμου κατὰ νόμον διδόντος καὶ καλοῦντος· ἀλλὰ κἂν ταπεινότεραι τῆς δόξης ὦσι, δέχεσθαι καὶ συμφιλοτιμεῖσθαι· [d] δίκαιον γὰρ ὑπὸ τῶν μειζόνων κοσμουμένους ἀρχῶν ἀντικοσμεῖν τὰς ἐλάττονας, καὶ τῶν μὲν βαρυτέρων οἷον στρατηγίας Ἀθήνησι καὶ πρυτανείας ἐν Ῥόδῳ καὶ βοιωταρχίας παρ' ἡμῖν, ὑφίεσθαί τι καὶ παρενδιδόναι μετριάζοντα ταῖς δὲ μικροτέραις ἀξίωμα προστιθέναι καὶ ὄγκον, ὅπως μήτε περὶ ταύτας εὐκαταφρόνητοι μήτ' ἐπίφθονοι περὶ ἐκείνας ὦμεν. εἰσιόντα δ' εἰς ἅπασαν ἀρχὴν οὐ μόνον ἐκείνους δεῖ προχειρίζεσθαι τοὺς λογισμούς, οὓς ὁ Περικλῆς αὑτὸν ὑπεμίμνησκεν [e] ἀναλαμβάνων τὴν χλαμύδα, "πρόσεχε, Περίκλεις· ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, πολιτῶν Ἀθηναίων"· ἀλλὰ κἀκεῖνο λέγειν πρὸς ἑαυτόν, "ἀρχόμενος ἄρχεις, ὑποτεταγμένης πόλεως ἀνθυπάτοις, ἐπιτρόποις Καίσαρος· 'οὐ ταῦτα λόγχη πεδιάς,' οὐδ' αἱ παλαιαὶ Σάρδεις οὐδ' ἡ Λυδῶν ἐκείνη δύναμις"· εὐσταλεστέραν δεῖ τὴν χλαμύδα ποιεῖν, καὶ βλέπειν ἀπὸ τοῦ στρατηγίου πρὸς τὸ βῆμα, καὶ τῷ στεφάνῳ μὴ πολὺ φρονεῖν μηδὲ πιστεύειν, ὁρῶντα τοὺς καλτίους ἐπάνω τῆς κεφαλῆς· ἀλλὰ μιμεῖσθαι [f] τοὺς ὑποκριτάς, πάθος μὲν ἴδιον καὶ ἦθος καὶ ἀξίωμα τῷ ἀγῶνι προστιθέντας, τοῦ δ' ὑποβολέως ἀκούοντας καὶ μὴ παρεκβαίνοντας τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα τῆς διδομένης ἐξουσίας ὑπὸ τῶν κρατούντων. ἡ γὰρ ἔκπτωσις οὐ φέρει συριγμὸν οὐδὲ χλευασμὸν οὐδὲ κλωγμόν, ἀλλὰ πολλοῖς μὲν ἐπέβη    δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς, ὡς τοῖς περὶ Παρδάλαν τὸν ὑμέτερον ἐκλαθομένοις τῶν ὅρων· ὁ δέ τις ἐκριφεὶς εἰς νῆσον γέγονε κατὰ τὸν Σόλωνα    Φολεγάνδριος ἢ Σικινήτης, [814] [a]    ἀντί γ' Ἀθηναίου πατρίδ' ἀμειψάμενος.    Τὰ μὲν γὰρ μικρὰ παιδία τῶν πατέρων ὁρῶντες ἐπιχειροῦντα τὰς κρηπῖδας ὑποδεῖσθαι καὶ τοὺς στεφάνους περιτίθεσθαι μετὰ παιδιᾶς γελῶμεν, οἱ δ' ἄρχοντες ἐν ταῖς πόλεσιν ἀνοήτως τὰ τῶν προγόνων ἔργα καὶ φρονήματα καὶ πράξεις ἀσυμμέτρους τοῖς παροῦσι καιροῖς καὶ πράγμασιν οὔσας μιμεῖσθαι κελεύοντες ἐξαίρουσι τὰ πλήθη, γέλωτά τε ποιοῦντες οὐκέτι γέλωτος ἄξια πάσχουσιν, ἂν μὴ πάνυ καταφρονηθῶσι. πολλὰ γὰρ ἔστιν ἄλλα τῶν πρότερον [b] Ἑλλήνων διεξιόντα τοῖς νῦν ἠθοποιεῖν καὶ σωφρονίζειν, ὡς Ἀθήνησιν ὑπομιμνήσκοντα μὴ τῶν πολεμικῶν, ἀλλ' οἷόν ἐστι τὸ ψήφισμα τὸ τῆς ἀμνηστίας ἐπὶ τοῖς τριάκοντα· καὶ τὸ ζημιῶσαι Φρύνιχον τραγῳδίᾳ διδάξαντα τὴν Μιλήτου ἅλωσιν· καὶ ὅτι, Θήβας Κασάνδρου κτίζοντος, ἐστεφανηφόρησαν· τὸν δ' ἐν Ἄργει πυθόμενοι σκυταλισμόν, ἐν ᾧ πεντακοσίους καὶ χιλίους ἀνῃρήκεσαν ἐξ αὑτῶν οἱ Ἀργεῖοι, περιενεγκεῖν καθάρσιον περὶ τὴν ἐκκλησίαν ἐκέλευσαν· ἐν δὲ τοῖς Ἁρπαλείοις τὰς οἰκίας ἐρευνῶντες μόνην τὴν τοῦ γεγαμηκότος νεωστὶ παρῆλθον. ταῦτα γὰρ καὶ νῦν ἔξεστι ζηλοῦντας [c] ἐξομοιοῦσθαι τοῖς προγόνοις· τὸν δὲ Μαραθῶνα καὶ τὸν Εὐρυμέδοντα καὶ τὰς Πλαταιάς, καὶ ὅσα τῶν παραδειγμάτων οἰδεῖν ποιεῖ καὶ φρυάττεσθαι διακενῆς τοὺς πολλούς, ἀπολιπόντας ἐν ταῖς σχολαῖς τῶν σοφιστῶν.    Οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων, ὥσπερ ἕρμα τῆς πολιτείας βέβαιον· αὐτοὶ γάρ εἰσι Ῥωμαῖοι πρὸς τὰς πολιτικὰς σπουδὰς προθυμότατοι τοῖς φίλοις· καὶ καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνοντας, οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ [d] Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν ἐξενέγκασθαι καλόν. Ἄρειόν τε Καῖσαρ, ὅτε τὴν Ἀλεξάνδρειαν εἷλε, διὰ χειρὸς ἔχων καὶ μόνῳ προσομιλῶν τῶν συνήθων συνεισήλασεν, εἶτα τοῖς Ἀλεξανδρεῦσι τὰ ἔσχατα προσδοκῶσι καὶ δεομένοις ἔφη διαλλάττεσθαι διά τε τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὸν οἰκιστὴν Ἀλέξανδρον, "καὶ τρίτον," ἔφη, "τῷ φίλῳ μου τούτῳ χαριζόμενος." ἆρά γ' ἄξιον τῇ χάριτι ταύτῃ παραβαλεῖν τὰς πολυταλάντους ἐπιτροπὰς καὶ διοικήσεις τῶν ἐπαρχιῶν, ἃς διώκοντες οἱ πολλοὶ γηράσκουσι πρὸς ἀλλοτρίαις θύραις, τὰ οἴκοι προλιπόντες· ἢ [e] τὸν Εὐριπίδην ἐπανορθωτέον ᾄδοντα καὶ λέγοντα, ὡς εἴπερ ἀγρυπνεῖν χρὴ καὶ φοιτᾶν ἐπ' αὔλειον ἑτέρου καὶ ὑποβάλλειν ἑαυτὸν ἡγεμονικῇ συνηθείᾳ, πατρίδος πέρι κάλλιστον ἐπὶ ταῦτα χωρεῖν, τὰ δ' ἄλλα τὰς ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις φιλίας ἀσπάζεσθαι καὶ φυλάττειν;    Ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, [f] μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον, ὥσπερ ἔνιοι, καὶ μικρὰ καὶ μείζω φέροντες ἐπὶ τοὺς ἡγεμόνας ἐξονειδίζουσι τὴν δουλείαν, μᾶλλον δ' ὅλως τὴν πολιτείαν ἀναιροῦσι, καταπλῆγα καὶ περιδεᾶ καὶ πάντων ἄκυρον ποιοῦντες. ὥσπερ γὰρ οἱ χωρὶς ἰατροῦ μήτε δειπνεῖν μήτε λούεσθαι συνεθισθέντες οὐδ' ὅσον ἡ φύσις δίδωσι χρῶνται τῷ ὑγιαίνειν, οὕτως οἱ παντὶ δόγματι καὶ συνεδρίῳ καὶ χάριτι καὶ διοικήσει προσάγοντες ἡγεμονικὴν κρίσιν ἀναγκάζουσιν ἑαυτῶν [815] [a] μᾶλλον ἢ βούλονται δεσπότας εἶναι τοὺς ἡγουμένους. αἰτία δὲ τούτου μάλιστα πλεονεξία καὶ φιλονεικία τῶν πρώτων· ἢ γὰρ ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας ἐκβιάζονται φεύγειν τὴν πόλιν ἢ περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους οὐκ ἀξιοῦντες ἐν τοῖς πολίταις ἔχειν ἔλαττον ἐπάγονται τοὺς κρείττονας· ἐκ τούτου δὲ καὶ βουλὴ καὶ δῆμος καὶ δικαστήρια καὶ ἀρχὴ πᾶσα τὴν ἐξουσίαν ἀπόλλυσι. δεῖ δὲ τοὺς μὲν ἰδιώτας ἰσότητι, τοὺς δὲ δυνατοὺς ἀνθυπείξει πραΰνοντα κατέχειν ἐν τῇ πολιτείᾳ καὶ διαλύειν τὰ πράγματα, πολιτικήν τινα ποιούμενον [b] αὐτῶν ὥσπερ νοσημάτων ἀπόρρητον ἰατρείαν, αὐτόν τε μᾶλλον ἡττᾶσθαι βουλόμενον ἐν τοῖς πολίταις ἢ νικᾶν ὕβρει καὶ καταλύσει τῶν οἴκοι δικαίων, τῶν τ' ἄλλων ἑκάστου δεόμενον καὶ διδάσκοντα τὴν φιλονεικίαν ὅσον ἐστὶ κακόν· νῦν δ' ὅπως μὴ πολίταις καὶ φυλέταις οἴκοι καὶ γείτοσι καὶ συνάρχουσιν ἀνθυπείξωσι μετὰ τιμῆς καὶ χάριτος, ἐπὶ ῥητόρων θύρας καὶ πραγματικῶν χεῖρας ἐκφέρουσι σὺν πολλῇ βλάβῃ καὶ αἰσχύνῃ τὰς διαφοράς. οἱ μὲν γὰρ ἰατροὶ τῶν νοσημάτων ὅσα μὴ δύνανται παντάπασιν ἀνελεῖν ἔξω τρέπουσιν εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ὁ δὲ πολιτικός, ἂν μὴ δύνηται τὴν πόλιν ἀπράγμονα παντελῶς διαφυλάττειν, ἐν αὐτῇ γε πειράσεται τὸ ταρασσόμενον αὐτῆς καὶ στασιάζον ἀποκρύπτων ἰᾶσθαι καὶ διοικεῖν, ὡς ἂν ἥκιστα τῶν ἐκτὸς ἰατρῶν καὶ φαρμάκων δέοιτο. ἡ μὲν γὰρ προαίρεσις ἔστω [c] τοῦ πολιτικοῦ τῆς ἀσφαλείας ἐχομένη καὶ φεύγουσα τὸ ταρακτικὸν τῆς κενῆς δόξης καὶ μανικόν, ὡς εἴρηται· τῇ μέντοι διαθέσει φρόνημα καὶ           μένος πολυθαρσὲς ἐνέστω    ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται, οἳ περὶ πάτρης    ἀνδράσι δυσμενέεσσι καὶ πράγμασι δυσκόλοις καὶ καιροῖς ἀντερείδουσι καὶ διαμάχονται. δεῖ γὰρ οὐ ποιεῖν χειμῶνας αὐτὸν ἀλλὰ μὴ προλείπειν ἐπιπεσόντων, οὐδὲ [d] κινεῖν τὴν πόλιν ἐπισφαλῶς, σφαλλομένῃ δὲ καὶ κινδυνευούσῃ βοηθεῖν, ὥσπερ ἄγκυραν ἱερὰν ἀράμενον ἐξ αὐτοῦ τὴν παρρησίαν ἐπὶ τοῖς μεγίστοις· οἷα Περγαμηνοὺς ἐπὶ Νέρωνος κατέλαβε πράγματα, καὶ Ῥοδίους ἔναγχος ἐπὶ Δομετιανοῦ, καὶ Θεσσαλοὺς πρότερον ἐπὶ τοῦ Σεβαστοῦ Πετραῖον ζῶντα κατακαύσαντας.    ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις οὐδὲ καταπτώσσοντα τὸν ἀληθῶς πολιτικὸν οὐδ' αἰτιώμενον ἑτέρους αὑτὸν δὲ τῶν δεινῶν ἔξω τιθέμενον, ἀλλὰ καὶ πρεσβεύοντα καὶ πλέοντα καὶ λέγοντα πρῶτον οὐ μόνον    ἥκομεν οἱ κτείναντες, ἀπότρεπε λοιγόν, Ἄπολλον, ἀλλά, κἂν τῆς ἁμαρτίας μὴ μετάσχῃ τοῖς πολλοῖς, [e] τοὺς κινδύνους ὑπὲρ αὐτῶν ἀναδεχόμενον. καὶ γὰρ καλὸν τοῦτο καὶ πρὸς τῷ καλῷ πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ καὶ φρόνημα θαυμασθὲν ἠμαύρωσε τὴν πρὸς πάντας ὀργὴν καὶ διεσκέδασε τὸ φοβερὸν καὶ πικρὸν τῆς ἀπειλῆς· οἷα καὶ πρὸς Βοῦλιν ἔοικε καὶ Σπέρχιν τοὺς Σπαρτιάτας παθεῖν ὁ Πέρσης, καὶ πρὸς Σθέννωνα Πομπήιος ἔπαθεν, ὅτε, Μαμερτίνους μέλλοντος αὐτοῦ κολάζειν διὰ τὴν ἀπόστασιν, [f] οὐκ ἔφη δίκαια πράξειν αὐτὸν ὁ Σθέννων, εἰ πολλοὺς ἀναιτίους ἀπολεῖ δι' ἕνα τὸν αἴτιον· ὁ γὰρ ἀποστήσας τὴν πόλιν αὐτὸς εἶναι τοὺς μὲν φίλους πείσας τοὺς δ' ἐχθροὺς βιασάμενος. οὕτω ταῦτα διέθηκε τὸν Πομπήιον, ὥστε καὶ τὴν πόλιν ἀφεῖναι καὶ τῷ Σθέννωνι χρήσασθαι φιλανθρώπως. ὁ δὲ Σύλλα ξένος ὁμοίᾳ μὲν ἀρετῇ πρὸς οὐχ ὁμοίαν [816] [a] δὲ χρησάμενος εὐγενῶς ἐτελεύτησεν· ἐπεὶ γὰρ ἑλὼν Πραινεστὸν ὁ Σύλλας ἔμελλε τοὺς ἄλλους ἅπαντας ἀποσφάττειν ἕνα δ' ἐκεῖνον ἠφίει διὰ τὴν ξενίαν, εἰπὼν ὡς οὐ βούλεται σωτηρίας χάριν εἰδέναι τῷ φονεῖ τῆς πατρίδος, ἀνέμιξεν ἑαυτὸν καὶ συγκατεκόπη τοῖς πολίταις. τοιούτους μὲν οὖν καιροὺς ἀπεύχεσθαι δεῖ καὶ τὰ βελτίονα προσδοκᾶν.    Ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν, τιμὴ δ' ἀρχῆς ὁμοφροσύνη καὶ φιλία πρὸς συνάρχοντας πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος. οἱ [b] δὲ τὸ συστρατεύσασθαι καὶ συνεφηβεῦσαι φιλίας ἀρχὴν τιθέμενοι, τὸ δὲ συστρατηγεῖν καὶ συνάρχειν ἔχθρας αἰτίαν λαμβάνοντες, ἓν τῶν τριῶν κακῶν οὐ διαπεφεύγασιν· ἢ γὰρ ἴσους ἡγούμενοι τοὺς συνάρχοντας αὐτοὶ στασιάζουσιν ἢ κρείττονας φθονοῦσιν ἢ ταπεινοτέρους καταφρονοῦσι. δεῖ δὲ καὶ θεραπεύειν τὸν κρείττονα καὶ κοσμεῖν τὸν ἥττονα καὶ τιμᾶν τὸν ὅμοιον, ἀσπάζεσθαι δὲ καὶ φιλεῖν ἅπαντας, ὡς    οὐ διὰ τραπέζης οὐδὲ κώθωνος,    οὐδ' ἐφ' ἑστίας, ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς πατρίδος [c] εὔνοιαν ἔχοντας. ὁ γοῦν Σκιπίων ἤκουσεν ἐν Ῥώμῃ κακῶς, ὅτι φίλους ἑστιῶν ἐπὶ τῇ καθιερώσει τοῦ Ἡρακλείου τὸν συνάρχοντα Μόμμιον οὐ παρέλαβε· καὶ γάρ, εἰ τἄλλα μὴ φίλους ἐνόμιζον ἑαυτούς, ἐν τοῖς γε τοιούτοις ἠξίουν τιμᾶν καὶ φιλοφρονεῖσθαι διὰ τὴν ἀρχήν. ὅπου τοίνυν ἀνδρὶ τἄλλα θαυμασίῳ τῷ Σκιπίωνι μικρὸν οὕτω φιλανθρώπευμα παραλειφθὲν ὑπεροψίας ἤνεγκε δόξαν, ἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα συλλήβδην ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπ' αὐθαδείας [d] εἰς ἑαυτὸν ἐκείνου δ' ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος; μέμνημαι νέον ἐμαυτὸν ἔτι πρεσβευτὴν μεθ' ἑτέρου πεμφθέντα πρὸς ἀνθύπατον, ἀπολειφθέντος δέ πως ἐκείνου, μόνον ἐντυχόντα καὶ διαπραξάμενον· ὡς οὖν ἔμελλον ἐπανελθὼν ἀποπρεσβεύειν, ἀναστὰς ὁ πατὴρ κατ' ἰδίαν ἐκέλευσε μὴ λέγειν "ᾠχόμην" ἀλλ' "ᾠχόμεθα," μηδ' "εἶπον" ἀλλ' "εἴπομεν," καὶ τἄλλα συνεφαπτόμενον οὕτω καὶ κοινούμενον ἀπαγγέλλειν. οὐ γὰρ [e] μόνον ἐπιεικὲς τὸ τοιοῦτον καὶ φιλάνθρωπόν ἐστιν, ἀλλὰ καὶ τὸ λυποῦν τὸν φθόνον ἀφαιρεῖ τῆς δόξης. ὅθεν οἱ μεγάλοι καὶ δαίμονα καὶ τύχην τοῖς κατορθώμασι συνεπιγράφουσιν, ὡς Τιμολέων ὁ τὰς ἐν Σικελίᾳ καταλύσας τυραννίδας Αὐτοματίας ἱερὸν ἱδρύσατο· καὶ Πύθων ἐπὶ τῷ Κότυν ἀποκτεῖναι θαυμαζόμενος καὶ τιμώμενος ὑπὸ τῶν Ἀθηναίων "ὁ θεός," ἔφη, "ταῦτ' ἔπραξε, τὴν χεῖρα παρ' ἐμοῦ χρησάμενος." Θεόπομπος δ' ὁ βασιλεὺς τῶν Λακεδαιμονίων πρὸς τὸν εἰπόντα σῴζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας "μᾶλλον," ἔφη, "διὰ τοὺς πολλοὺς πειθαρχικοὺς ὄντας." [f]    Γίγνεται μὲν οὖν δι' ἀλλήλων ἀμφότερα ταῦτα. λέγουσι δ' οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον εἶναι τὸ καλῶς ἀρχομένους παρασχεῖν· καὶ γὰρ πλέον ἐστὶ τοῦ ἄρχοντος ἐν ἑκάστῃ πόλει τὸ ἀρχόμενον· καὶ χρόνον ἕκαστος ἄρχει βραχύν, ἄρχεται δὲ τὸν ἅπαντα χρόνον ἐν δημοκρατίᾳ πολιτευόμενος· ὥστε κάλλιστον εἶναι μάθημα καὶ χρησιμώτατον τὸ πειθαρχεῖν τοῖς ἡγουμένοις, κἂν ὑποδεέστεροι δυνάμει καὶ δόξῃ τυγχάνωσιν ὄντες. ἄτοπον γάρ ἐστι τὸν μὲν ἐν τραγῳδίᾳ πρωταγωνιστήν, Θεόδωρον ἢ Πῶλον ὄντα μισθωτῷ τὰ τρίτα λέγοντι πολλάκις ἕπεσθαι καὶ προσδιαλέγεσθαι ταπεινῶς, ἂν ἐκεῖνος ἔχῃ τὸ διάδημα καὶ [817] [a] τὸ σκῆπτρον· ἐν δὲ πράξεσιν ἀληθιναῖς καὶ πολιτείᾳ τὸν πλούσιον καὶ ἔνδοξον ὀλιγωρεῖν καὶ καταφρονεῖν ἄρχοντος ἰδιώτου καὶ πένητος, ἐνυβρίζοντα καὶ καθαιροῦντα τῷ περὶ αὑτὸν ἀξιώματι τὸ τῆς πόλεως, ἀλλὰ μὴ μᾶλλον αὔξοντα καὶ προστιθέντα τὴν ἀφ' αὑτοῦ δόξαν καὶ δύναμιν τῇ ἀρχῇ. καθάπερ ἐν Σπάρτῃ τοῖς ἐφόροις οἵ τε βασιλεῖς ὑπεξανίσταντο, καὶ τῶν ἄλλων ὁ κληθεὶς οὐ βάδην ὑπήκουεν ἀλλὰ δρόμῳ καὶ σπουδῇ δι' ἀγορᾶς θέοντες ἐπεδείκνυντο τὴν εὐπείθειαν τοῖς πολίταις, ἀγαλλόμενοι τῷ τιμᾶν τοὺς ἄρχοντας· [b] οὐχ ὥσπερ ἔνιοι τῶν ἀπειροκάλων καὶ σολοίκων, οἷον ἰσχύος ἑαυτῶν καλλωπιζόμενοι περιουσίᾳ, βραβευτὰς ἐν ἀγῶσι προπηλακίζουσι καὶ χορηγοὺς ἐν Διονυσίοις λοιδοροῦσι καὶ στρατηγῶν καὶ γυμνασιάρχων καταγελῶσιν, οὐκ εἰδότες οὐδὲ μανθάνοντες ὅτι τοῦ τιμᾶσθαι τὸ τιμᾶν πολλάκις ἐστὶν ἐνδοξότερον. ἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος ὑπ' αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων· μᾶλλον δὲ τοῦτο μὲν ἀηδίαν καὶ φθόνον, ἐκεῖνο δὲ τὴν ἀληθινὴν φέρει, τὴν ἀπ' εὐνοίας, [c] δόξαν· ὀφθεὶς δ' ἐπὶ θύραις ποτὲ καὶ πρότερος ἀσπασάμενος καὶ λαβὼν ἐν περιπάτῳ μέσον, οὐδὲν ἀφαιρούμενος ἑαυτοῦ, τῇ πόλει κόσμον περιτίθησι.    Δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ Διομήδους ὑπειπόντα    τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται ἢ τὸ τοῦ Δημοσθένους, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον· ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς. [d]    Σπουδῇ μέντοι καὶ προνοίᾳ περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντας· ἐὰν δ' ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παριέναι καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδ' ὑφίεσθαι τῶν κοινῶν, ὡς οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. ὁ γὰρ νόμος ἀεὶ τῷ [e] τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. "ἦν δέ τις," φησίν, "ἐν τῷ στρατεύματι Ξενοφῶν, οὔτε στρατηγὸς οὔτε λοχαγός," ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος Μεσσήνην καταλαβόντος οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλ' ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων ἄνευ δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν διὰ μικρὰ [f] δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλ' ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐπὶ τούτῳ κατηγορία καὶ μέμψις, ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος.    Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφ' οἷς ἐβιάζετο καὶ παρηνώχλει τινάς, [818] [a] ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδ' ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει,    μικρὸν δὲ δεῖ ποδὸς    χαλάσαι μεγάλῃ κύματος ἀλκῇ, [b] τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα κεχαρισμένως οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δ' ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδ' ἕωλος ἀλλ' ἀκμὴν ἔχουσα καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν [c] καλῶν καὶ νέων οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν οὐδ' ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δ' ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες πολύν, ὥς φησιν ὁ Πλάτων, κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δ' ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, [d] ἔστω πρὸς τὰ τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτ' ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν πολὺ τοῦ [e] διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν.    Οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπ' ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφ' ἑαυτῷ τῆς πόλεως· ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον, "ἔστιν ὑμῖν," ἔφη, "χρήματα· παρεσκευασάμην γὰρ εἰς τοὺς χόας, ὥσθ' ἕκαστον ὑμῶν λαβεῖν ἡμιμναῖον· εἰ δ' εἰς ταῦτα βούλεσθε [f] μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοις." καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέξανδρον ἔγκλημα τοῦ δήμου. πολλὰ γὰρ ἀπ' εὐθείας οὐκ ἔστιν ἐξῶσαι τῶν ἀλυσιτελῶν, ἀλλὰ δεῖ τινος ἁμωσγέπως καμπῆς καὶ περιαγωγῆς, οἵᾳ καὶ [819] [a] Φωκίων ἐχρῆτο κελευόμενος εἰς Βοιωτίαν ἐμβαλεῖν παρὰ καιρόν· ἐκήρυξε γὰρ εὐθὺς ἀκολουθεῖν ἀφ' ἥβης τοὺς μέχρι ἐτῶν ἑξήκοντα· καὶ θορύβου τῶν πρεσβυτέρων γενομένου "τί δεινόν;" εἶπεν· "ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοήκοντα γεγονὼς ἔτη μεθ' ὑμῶν ἔσομαι." τούτῳ δὴ τῷ τρόπῳ καὶ πρεσβείας διακοπτέον ἀκαίρους, συγκαταλέγοντα πολλοὺς τῶν ἀνεπιτηδείως ἐχόντων, καὶ κατασκευὰς ἀχρήστους, κελεύοντα συνεισφέρειν, καὶ δίκας καὶ ἀποδημίας ἀπρεπεῖς, ἀξιοῦντα συμπαρεῖναι καὶ συναποδημεῖν. πρώτους δὲ τοὺς γράφοντας τὰ τοιαῦτα [b] καὶ παροξύνοντας ἕλκειν δεῖ καὶ παραλαμβάνειν· ἢ γὰρ ἀναδυόμενοι τὴν πρᾶξιν αὐτοὶ διαλύειν δόξουσιν ἢ μεθέξουσι τῶν δυσχερῶν παρόντες.    Ὅπου μέντοι μέγα δεῖ τι περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους ἢ τῶν κρατίστων τοὺς πραοτάτους· ἥκιστα γὰρ ἀντιπράξουσιν οὗτοι καὶ μάλιστα συνεργήσουσι, τὸ φρονεῖν ἄνευ τοῦ φιλονεικεῖν ἔχοντες. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑαυτοῦ φύσεως ἔμπειρον ὄντα δεῖ πρὸς ὃ χείρων ἑτέρου πέφυκας αἱρεῖσθαι τοὺς [c] μᾶλλον δυναμένους ἀντὶ τῶν ὁμοίων, ὡς ὁ Διομήδης ἐπὶ τὴν κατασκοπὴν μεθ' ἑαυτοῦ τὸν φρόνιμον εἵλετο, τοὺς ἀνδρείους παρελθών. καὶ γὰρ αἱ πράξεις μᾶλλον ἰσορροποῦσι καὶ τὸ φιλόνεικον οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους τοῖς ἀφ' ἑτέρων ἀρετῶν καὶ δυνάμεων φιλοτιμουμένοις. λάμβανε δὴ καὶ δίκης συνεργὸν καὶ πρεσβείας κοινωνόν, ἂν λέγειν μὴ δυνατὸς ᾖς, τὸν ῥητορικόν, ὡς Πελοπίδας Ἐπαμεινώνδαν· κἂν ᾖς ἀπίθανος πρὸς ὁμολίαν τῷ πλήθει καὶ ὑψηλός, ὡς Καλλικρατίδας, τὸν εὔχαριν καὶ θεραπευτικόν· κἂν ἀσθενὴς καὶ δύσεργος τὸ σῶμα, τὸν φιλόπονον καὶ ῥωμαλέον, ὡς Νικίας [d] Λάμαχον. οὕτω γὰρ ἂν ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει. τοῖς δὲ πολιτικοῖς ἔξεστι μὴ σώματα μηδὲ χρήματα μόνον, ἀλλὰ καὶ τύχας καὶ δυνάμεις καὶ ἀρετάς, ἂν ὁμονοῶσιν, εἰς μίαν χρείαν συντιθέντας εὐδοκιμεῖν μᾶλλον ἄλλου περὶ τὴν αὐτὴν πρᾶξιν· οὐχ ὥσπερ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα καταλιπόντες ἠναγκάζοντο διὰ τῆς γυναικωνίτιδος κατᾳδόμενοι καὶ φαρμακευόμενοι σῴζειν ἑαυτοὺς καὶ κλέπτειν τὸ νάκος. [e]    Χρυσὸν μὲν εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες ἔξω καταλείπουσι, σίδηρον δ' ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον,    αὐτὸς δ' ἀπονόσφι τραπέσθαι τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφ' ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς καθαρὸν ἀδικίας. ὅθεν οὐ δεῖ πολλὰ [f] περὶ τούτων λέγειν.    Ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον· ἐμφύεται γὰρ οὐκ ἀργαῖς οὐδὲ ταπειναῖς ἀλλ' ἐρρωμέναις μάλιστα καὶ νεανικαῖς προαιρέσεσι, καὶ τὸ παρὰ τῶν ὄχλων ῥόθιον πολλάκις συνεξαῖρον αὐτὴν [820] [a] καὶ συνεξωθοῦν τοῖς ἐπαίνοις ἀκατάσχετον ποιεῖ καὶ δυσμεταχείριστον. ὥσπερ οὖν ὁ Πλάτων ἀκουστέον εἶναι τοῖς νέοις ἔλεγεν ἐκ παίδων εὐθύς, ὡς οὔτε περικεῖσθαι χρυσὸν αὐτοῖς ἔξωθεν οὔτε κεκτῆσθαι θέμις, οἰκεῖον ἐν τῇ ψυχῇ συμμεμιγμένον ἔχοντας, αἰνιττόμενος οἶμαι τὴν ἐκ γένους διατείνουσαν εἰς τὰς φύσεις αὐτῶν ἀρετήν· οὕτω παραμυθώμεθα τὴν φιλοτιμίαν, λέγοντες ἐν ἑαυτοῖς ἔχειν χρυσὸν ἀδιάφθορον καὶ ἀκήρατον καὶ ἄχραντον ὑπὸ φθόνου καὶ μώμου τιμήν, ἅμα λογισμῷ καὶ παραθεωρήσει τῶν πεπραγμένων ἡμῖν καὶ πεπολιτευμένων [b] αὐξανόμενον· διὸ μὴ δεῖσθαι γραφομένων τιμῶν ἢ πλαττομένων ἢ χαλκοτυπουμένων, ἐν αἷς καὶ τὸ εὐδοκιμοῦν ἀλλότριόν ἐστιν· ἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλ' ὑφ' οὗ γέγονεν ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος. ὁ δὲ Κάτων, ἤδη τότε τῆς Ῥώμης καταπιμπλαμένης ἀνδριάντων, οὐκ ἐῶν αὑτοῦ γενέσθαι "μᾶλλον," ἔφη, "βούλομαι πυνθάνεσθαί τινας, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται." καὶ γὰρ φθόνον ἔχει τὰ τοιαῦτα καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὴ λαβοῦσιν αὐτοὶ χάριν ὀφείλειν, τοὺς δὲ λαβόντας αὑτοῖς καὶ βαρεῖς εἶναι, οἷον ἐπὶ μισθῷ [c] τὰς χρείας ἀπαιτοῦντας. ὥσπερ οὖν ὁ παραπλεύσας τὴν Σύρτιν εἶτ' ἀνατραπεὶς περὶ τὸν πορθμὸν οὐδὲν μέγα πεποίηκεν οὐδὲ σεμνόν, οὕτως ὁ τὸ ταμιεῖον φυλαξάμενος καὶ τὸ δημοσιώνιον ἁλοὺς δὲ περὶ τὴν προεδρίαν ἢ τὸ πρυτανεῖον, ὑψηλῷ μὲν προσέπταικεν ἀκρωτηρίῳ βαπτίζεται δ' ὁμοίως. ἄριστος μὲν οὖν ὁ μηδενὸς δεόμενος τῶν τοιαούτων ἀλλὰ φεύγων καὶ παραιτούμενος· ἂν δ' ᾖ μὴ ῥᾴδιον [d] δήμου τινὰ χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ὥσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλ' ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην, ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. Ἀναξαγόρας δὲ τὰς διδομένας ἀφεὶς τιμὰς ᾐτήσατο τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἂν τελευτήσῃ, τοὺς παῖδας ἀφιέναι παίζειν καὶ σχολάζειν ἀπὸ τῶν μαθημάτων. τοῖς δὲ τοὺς Μάγους ἀνελοῦσιν ἑπτὰ Πέρσαις ἔδωκαν αὐτοῖς καὶ τοῖς ἀπ' αὐτῶν γενομένοις εἰς τοὔμπροσθεν τῆς κεφαλῆς τὴν τιάραν φορεῖν· τοῦτο [e] γὰρ ἐποιήσαντο σύμβολον, ὡς ἔοικε, χωροῦντες ἐπὶ τὴν πρᾶξιν. ἔχει δέ τι καὶ ἡ τοῦ Πιττακοῦ τιμὴ πολιτικόν· ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος· ὁ δὲ Ῥωμαῖος Κόκλης, ὅσην ἡμέρᾳ μιᾷ χωλὸς ὢν περιήροσεν. οὐ γὰρ μισθὸν εἶναι δεῖ τῆς πράξεως ἀλλὰ σύμβολον τὴν τιμήν, ἵνα καὶ διαμένῃ πολὺν χρόνον, ὥσπερ ἐκεῖναι διέμειναν. τῶν δὲ Δημητρίου τοῦ Φαληρέως τριακοσίων ἀνδριάντων οὐδεὶς [f] ἔσχεν ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρέθησαν· τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας· καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται.    Ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατ' Ἐμπεδοκλέα    ᾗ θέμις οὐ καλέουσι, νόμῳ δ' ἐπίφημι καὶ αὐτός· ἐπεὶ τήν γ' ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, [821] [a] οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ "τοῖς πέλας ἁνδάνειν," ὡς ἠξίου Δημόκριτος. οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδ' ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς διηγεῖται περὶ τὸν Πάτροκλον· οἶμαι δ' ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, [b] εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο· νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δ' ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δ' ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλ' ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης παρίστησιν. ᾗ καὶ Δημοσθένης ὀρθῶς μέγιστον ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν. ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ τοῖς πολίταις    "ἄκραντα γάρ με" φησίν "ἔθηκε θεσπίζειν θεός, [c]    καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων    σοφὴ κέκλημαι, πρὶν παθεῖν δέ 'μαίνομαι,'" οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δ' ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν        ὡς ὅτε μήτηρ    παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέι λέξεται ὕπνῳ, ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι· [d] καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς μὲν γὰρ Διονυσίου παῖδας καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος [e] εἶτ' ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τοῦ ἀνδρός. αὖθις δ' Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαυκίνοις ἐχρῶντο περιζώμασι. Πέρσαι δ', ὅτι [f] γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν.    Οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα δι' ἀρετὴν ἐγγιγνόμενος· αἱ δ' ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις, ὄχλων ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων, ἐφήμερόν τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρῶτος εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν [822] [a] οἱ πολλοὶ τοῦ λαμβάνειν ἥττονες γενόμενοι· δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας.    Οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων· ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων κλέπτοντα δι' ἔχθους ἔχουσιν, ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν ἐκεῖνο δ' ἀνάγκην [b] ἡγούμενοι. γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός· οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν· ἐγγίγνεται γὰρ ἅμα τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν, ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους. ὥσπερ οὖν ὁ Πλάτων ἀφεῖλε τῶν παιδευομένων [c] νέων τὴν ἁρμονίαν τὴν Λύδιον καὶ τὴν ἰαστί, τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης. [d]    Ἂν δ' ᾖ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν, οὔτ' ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν ὁμολογοῦντα ταῖς τῶν ἐχόντων ἐξίστασθαι φιλοτιμίαις, καὶ μὴ δανειζόμενον οἰκτρὸν ἅμα καὶ καταγέλαστον εἶναι περὶ τὰς λειτουργίας· οὐ γὰρ λανθάνουσιν ἐξασθενοῦντες ἢ φίλοις ἐνοχλοῦντες ἢ θωπεύοντες δανειστάς, ὥστε μὴ δόξαν αὐτοῖς μηδ' ἰσχὺν ἀλλὰ μᾶλλον αἰσχύνην καὶ καταφρόνησιν ἀπὸ τῶν τοιούτων [e] ἀναλωμάτων ὑπάρχειν. διὸ χρήσιμον ἀεὶ πρὸς τὰ τοιαῦτα μεμνῆσθαι τοῦ Λαμάχου καὶ τοῦ Φωκίωνος· οὗτος μὲν γάρ, ἀξιούντων αὐτὸν ἐν θυσίᾳ τῶν Ἀθηναίων ἐπιδοῦναι καὶ κροτούντων πολλάκις "αἰσχυνοίμην ἄν" εἶπεν "ὑμῖν μὲν ἐπιδιδοὺς Καλλικλεῖ δὲ τούτῳ μὴ ἀποδιδούς," δείξας τὸν δανειστήν. Λάμαχος δ' ἐν τοῖς τῆς στρατηγίας ἀεὶ προσέγραφεν ἀπολογισμοῖς ἀργύριον εἰς κρηπῖδας αὑτῷ καὶ ἱμάτιον· Ἕρμωνι δὲ Θεσσαλοὶ φεύγοντι τὴν ἀρχὴν ὑπὸ πενίας ἐψηφίσαντο λάγυνον οἴνου κατὰ μῆνα διδόναι καὶ μέδιμνον ἀλφίτων ἀφ' ἑκάστης τετράδος. οὕτως οὔτ' ἀγεννές [f] ἐστι πενίαν ὁμολογεῖν, οὔτε λείπονται πρὸς δύναμιν ἐν πόλεσι τῶν ἑστιώντων καὶ χορηγούντων οἱ πένητες, ἂν παρρησίαν ἀπ' ἀρετῆς καὶ πίστιν ἔχωσι. δεῖ δὴ μάλιστα κρατεῖν ἑαυτῶν ἐν τοῖς τοιούτοις καὶ μήτ' εἰς πεδία καταβαίνειν πεζὸν ἱππεῦσι μαχούμενον μήτ' ἐπὶ στάδια καὶ θυμέλας καὶ τραπέζας πένητα πλουσίοις ὑπὲρ δόξης καὶ δυναστείας διαγωνιζόμενον· ἀλλ' ἀπ' ἀρετῆς καὶ φρονήματος ἀεὶ μετὰ λόγου πειρωμένοις ἄγειν τὴν [823] [a] πόλιν, οἷς οὐ μόνον τὸ καλὸν καὶ τὸ σεμνὸν ἀλλὰ καὶ τὸ κεχαρισμένον καὶ ἀγωγὸν ἔνεστι "Κροισείων αἱρετώτερον στατήρων." οὐ γὰρ αὐθάδης οὐδ' ἐπαχθὴς ὁ χρηστὸς οὐδ' αὐθέκαστός ἐστιν ὁ σώφρων ἀνὴρ καὶ    στείχει πολίταις ὄμμ' ἔχων ἰδεῖν πικρόν, ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι, καὶ τὸ κηδεμονικὸν καὶ φιλάνθρωπον οὐ χρείαις οὐδὲ πράξεσι μόνον ἀλλὰ καὶ τῷ συναλγεῖν πταίουσι [b] καὶ κατορθοῦσι συγχαίρειν ἐπιδεικνύμενος· οὐδαμῆ δὲ λυπηρὸς οὐδ' ἐνοχλῶν οἰκετῶν πλήθει περὶ λουτρὸν ἢ καταλήψεσι τόπων ἐν θεάτροις οὐδὲ τοῖς εἰς τρυφὴν καὶ πολυτέλειαν ἐπιφθόνοις παράσημος· ἀλλ' ἴσος καὶ ὁμαλὸς ἐσθῆτι καὶ διαίτῃ καὶ τροφαῖς παίδων καὶ θεραπείᾳ γυναικός, οἷον ὁμοδημεῖν καὶ συνανθρωπεῖν τοῖς πολλοῖς βουλόμενος. ἔπειτα σύμβουλον εὔνουν καὶ συνήγορον ἄμισθον καὶ διαλλακτὴν εὐμενῆ πρὸς γυναῖκας ἀνδρῶν καὶ φίλων πρὸς ἀλλήλους παρέχων ἑαυτόν, οὐ μικρὸν ἡμέρας μέρος ἐπὶ τοῦ βήματος ἢ τοῦ λογείου πολιτευόμενος, εἶτ' ἤδη πάντα τὸν ἄλλον βίον [c]    ἕλκων ἐφ' αὑτὸν ὥστε καικίας νέφη τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν· ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ καὶ λειτουργίαν ἡγούμενος, πᾶσι τούτοις καὶ τοῖς τοιούτοις ἐπιστρέφει καὶ προσάγεται τοὺς πολλούς, νόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας. οἱ μὲν γὰρ Δημητρίου κόλακες οὐκ ἠξίουν βασιλεῖς τοὺς ἄλλους προσαγορεύειν, ἀλλὰ τὸν μὲν Σέλευκον ἐλεφαντάρχην τὸν δὲ Λυσίμαχον [d] γαζοφύλακα τὸν δὲ Πτολεμαῖον ναύαρχον ἐκάλουν, τὸν δ' Ἀγαθοκλέα νησιάρχην· οἱ δὲ πολλοί, κἂν ἐν ἀρχῇ τὸν ἀγαθὸν καὶ φρόνιμον ἀπορρίψωσιν, ὕστερον καταμανθάνοντες τὴν ἀλήθειαν αὐτοῦ καὶ τὸ ἦθος τοῦτον ἡγοῦνται μόνον πολιτικὸν καὶ δημοτικὸν καὶ ἄρχοντα, τῶν δ' ἄλλων τὸν μὲν χορηγὸν τὸν δ' ἑστιάτορα τὸν δὲ γυμνασίαρχον καὶ νομίζουσι καὶ καλοῦσιν. εἶθ' ὥσπερ ἐν τοῖς συμποσίοις, Καλλίου δαπανῶντος ἢ Ἀλκιβιάδου, Σωκράτης ἀκούεται καὶ πρὸς Σωκράτην [e] πάντες ἀποβλέπουσιν, οὕτως ἐν ταῖς ὑγιαινούσαις πόλεσιν Ἰσμηνίας μὲν ἐπιδίδωσι καὶ δειπνίζει Λίχας καὶ χορηγεῖ Νικήρατος, Ἐπαμεινώνδας δὲ καὶ Ἀριστείδης καὶ Λύσανδρος καὶ ἄρχουσι καὶ πολιτεύονται καὶ στρατηγοῦσι. πρὸς ἃ χρὴ βλέποντα μὴ ταπεινοῦσθαι μηδ' ἐκπεπλῆχθαι τὴν ἐκ θεάτρων καὶ ὀπτανείων καὶ πολυανδρίων προσισταμένην τοῖς ὄχλοις δόξαν, ὡς ὀλίγον χρόνον ἐπιζῶσαν καὶ τοῖς μονομάχοις καὶ ταῖς σκηναῖς ὁμοῦ συνδιαλυομένην, ἔντιμον δὲ μηδὲν μηδὲ σεμνὸν ἔχουσαν. [f]    Οἱ μὲν οὖν ἔμπειροι θεραπείας καὶ τροφῆς μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν νομίζουσιν· ᾧ δὲ τοῦ λογικοῦ καὶ πολιτικοῦ σμήνους ἐπιμέλειαν ἔχειν ὁ θεὸς ἔδωκεν, ἡσυχίᾳ μάλιστα καὶ πραότητι δήμου τεκμαιρόμενος εὐδαιμονίαν τὰ μὲν ἄλλα τοῦ Σόλωνος ἀποδέξεται καὶ μιμήσεται κατὰ δύναμιν, ἀπορήσει δὲ καὶ θαυμάσει τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν ἄτιμον εἶναι τὸν [824] [a] ἐν στάσει πόλεως μηδετέροις προσθέμενον. οὔτε γὰρ σώματι νοσοῦντι γίγνεται μεταβολῆς ἀρχὴ πρὸς τὸ ὑγιαίνειν ἀπὸ τῶν συννοσούντων μερῶν, ἀλλ' ὅταν ἡ παρὰ τοῖς ἐρρωμένοις ἰσχύσασα κρᾶσις ἐκστήσῃ τὸ παρὰ φύσιν· ἔν τε δήμῳ στασιάσαντι μὴ δεινὴν μηδ' ὀλέθριον στάσιν ἀλλὰ παυσομένην ποτὲ δεῖ τὸ ἀπαθὲς καὶ τὸ ὑγιαῖνον ἐγκεκρᾶσθαι πολὺ καὶ παραμένειν καὶ συνοικεῖν· ἐπιρρεῖ γὰρ τούτῳ τὸ οἰκεῖον ἐκ τῶν σωφρονούντων καὶ δίεισι διὰ τοῦ νενοσηκότος· αἱ δὲ δι' ὅλων ἀναταραχθεῖσαι πόλεις κομιδῇ διεφθάρησαν, ἂν μή τινος ἀνάγκης [b] ἔξωθεν τυχοῦσαι καὶ κολάσεως ὑπὸ κακῶν βίᾳ σωφρονήσωσιν. οὐ μὴν ἀναίσθητον οὐδ' ἀνάλγητον ἐν στάσει καθῆσθαι προσήκει τὴν περὶ αὑτὸν ἀταραξίαν ὑμνοῦντα καὶ τὸν ἀπράγμονα καὶ μακάριον βίον, ἐν ἑτέροις ἐπιτερπόμενον ἀγνωμονοῦσιν· ἀλλ' ἐνταῦθα δεῖ μάλιστα τὸν Θηραμένους κόθορνον ὑποδούμενον ἀμφοτέροις ὁμιλεῖν καὶ μηδετέροις προστίθεσθαι· δόξεις γὰρ οὐχὶ τῷ μὴ συναδικεῖν ἀλλότριος ἀλλὰ τῷ βοηθεῖν κοινὸς εἶναι πάντων· καὶ τὸ μὴ συνατυχεῖν οὐχ ἕξει φθόνον, ἂν πᾶσι φαίνῃ συναλγῶν ὁμοίως. κράτιστον [c] δὲ προνοεῖν ὅπως μηδέποτε στασιάζωσι, καὶ τοῦτο τῆς πολιτικῆς ὥσπερ τέχνης μέγιστον ἡγεῖσθαι καὶ κάλλιστον. ὅρα γὰρ ὅτι τῶν μεγίστων ἀγαθῶν ταῖς πόλεσιν, εἰρήνης ἐλευθερίας εὐετηρίας εὐανδρίας ὁμονοίας, πρὸς μὲν εἰρήνην οὐδὲν οἱ δῆμοι τῶν πολιτικῶν ἔν γε τῷ παρόντι χρόνῳ δέονται· πέφευγε γὰρ ἐξ ἡμῶν καὶ ἠφάνισται πᾶς μὲν Ἕλλην πᾶς δὲ βάρβαρος πόλεμος· ἐλευθερίας δ' ὅσον οἱ κρατοῦντες νέμουσι τοῖς δήμοις μέτεστι καὶ τὸ πλέον ἴσως οὐκ ἄμεινον· εὐφορίαν δὲ γῆς ἄφθονον εὐμενῆ τε κρᾶσιν ὡρῶν καὶ τίκτειν [d] γυναῖκας "ἐοικότα τέκνα γονεῦσι" καὶ σωτηρίαν τοῖς γεννωμένοις εὐχόμενος ὅ γε σώφρων αἰτήσεται παρὰ θεῶν τοῖς ἑαυτοῦ πολίταις.    Λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς συνοικοῦσιν, ἔριδας δὲ καὶ διχοφροσύνας καὶ δυσμένειαν ἐξαιρεῖν ἅπασαν, ὥσπερ ἐν φίλων διαφοραῖς, τὸ μᾶλλον οἰόμενον ἀδικεῖσθαι μέρος ἐξομιλοῦντα πρότερον καὶ συναδικεῖσθαι δοκοῦντα καὶ συναγανακτεῖν, εἶθ' οὕτως ἐπιχειροῦντα πραΰνειν καὶ διδάσκειν ὅτι τῶν βιάζεσθαι καὶ νικᾶν [e] ἐριζόντων οἱ παρέντες οὐκ ἐπιεικείᾳ καὶ ἤθει μόνον ἀλλὰ καὶ φρονήματι καὶ μεγέθει ψυχῆς διαφέρουσι, καὶ μικρὸν ὑφιέμενοι νικῶσιν ἐν τοῖς καλλίστοις καὶ μεγίστοις· ἔπειτα καὶ καθ' ἕνα καὶ κοινῇ διδάσκοντα καὶ φράζοντα τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν, ἧς ἓν ἀπολαῦσαι ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθ' ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι, μηδὲν ἐν μέσῳ τῆς τύχης ἆθλον ὑπολελοιπυίας. τίς γὰρ ἡγεμονία, τίς δόξα τοῖς περιγενομένοις; ποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου [f] διάταγμα κατέλυσεν ἢ μετέστησεν εἰς ἄλλον, οὐδὲν οὐδ' ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν; ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς οὐ πολλάκις ἐκ τόπων ἱερῶν ἄρχεται καὶ δημοσίων, ἀλλὰ λύχνος τις ἐν οἰκίᾳ παραμεληθεὶς ἢ συρφετὸς διακαεὶς ἀνῆκε φλόγα πολλὴν καὶ δημοσίαν φθορὰν ἀπεργασαμένην, οὕτως [825] [a] οὐκ ἀεὶ στάσιν πόλεως αἱ περὶ τὰ κοινὰ φιλονεικίαι διακάουσιν, ἀλλὰ πολλάκις ἐκ πραγμάτων καὶ προσκρουμάτων ἰδίων εἰς δημόσιον αἱ διαφοραὶ προελθοῦσαι συνετάραξαν ἅπασαν τὴν πόλιν· οὐδενὸς ἧττον τῷ πολιτικῷ προσήκει ταῦτ' ἰᾶσθαι καὶ προκαταλαμβάνειν, ὅπως τὰ μὲν οὐδ' ὅλως ἔσται τὰ δὲ παύσεται ταχέως, τὰ δ' οὐ λήψεται μέγεθος οὐδ' ἅψεται τῶν δημοσίων, ἀλλ' ἐν αὐτοῖς μενεῖ τοῖς διαφερομένοις, αὐτόν τε προσέχοντα καὶ φράζοντα τοῖς ἄλλοις, ὡς ἴδια κοινῶν καὶ μικρὰ μεγάλων αἴτια καθίσταται παροφθέντα καὶ μὴ τυχόντα θεραπείας ἐν ἀρχῇ μηδὲ παρηγορίας.    Οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος αὐτομάτως ἐπὶ ταῖς σπονδαῖς μέσου ῥαγέντος, οἰωνισάμενος καὶ καταλιπὼν τὴν νύμφην ἀπῆλθε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης ὀλίγον ὕστερον θύουσιν αὐτοῖς ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν κατεκρήμνισε τὸν Ὀρσίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων ἱκετεύοντας ἐν τῷ ἱερῷ τῆς Προναίας ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων, ἀποκτείναντες οἱ Δελφοὶ τὸν Κράτητα [b] καὶ τοὺς συστασιάσαντας ἐκ τῶν χρημάτων ἐναγικῶν προσαγορευθέντων τοὺς κάτω ναοὺς ἀνῳκοδόμησαν. ἐν δὲ Συρακούσαις δυεῖν νεανίσκων συνήθων ὁ μὲν τὸν ἐρώμενον τοῦ ἑτέρου λαβὼν φυλάσσειν διέφθειρεν ἀποδημοῦντος, ὁ δ' ἐκείνῳ πάλιν ὥσπερ ἀνταποδιδοὺς ὕβριν ἐμοίχευσε τὴν γυναῖκα· τῶν δὲ πρεσβυτέρων τις εἰς βουλὴν παρελθὼν ἐκέλευσεν ἀμφοτέρους ἐλαύνειν, πρὶν ἀπολαῦσαι καὶ ἀναπλησθῆναι τὴν πόλιν ἀπ' αὐτῶν τῆς ἔχθρας· οὐ μὴν ἔπεισεν, ἀλλ' ἐκ τούτου στασιάσαντες [c] ἐπὶ συμφοραῖς μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον ἐδέησεν ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν καὶ πόλεμον ἐμβαλοῦσα.    Διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων διαδρομὰς ὀξείας ἐχόντων, ἀλλ' ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν· προσοχῇ γάρ, ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δ' ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ [d] παρέχειν ἑαυτὸν ἐν ταῖς ἰδίαις διαφοραῖς ἥμερον διαλλακτήν, ἀμήνιτον, ἐπὶ τῶν πρώτων αἰτιῶν μένοντα καὶ μηδενὶ προστιθέντα φιλονεικίαν μηδ' ὀργὴν μηδ' ἄλλο πάθος ἐμποιοῦν τραχύτητα καὶ πικρίαν τοῖς ἀναγκαίοις ἀμφισβητήμασι. τῶν μὲν γὰρ ἐν ταῖς παλαίστραις διαμαχομένων ἐπισφαίροις περιδέουσι τὰς χεῖρας, ὅπως εἰς ἀνήκεστον ἡ ἅμιλλα μηδὲν ἐκπίπτῃ, μαλακὴν ἔχουσα τὴν πληγὴν καὶ ἄλυπον· ἐν δὲ ταῖς κρίσεσι καὶ ταῖς δίκαις πρὸς τοὺς πολίτας ἄμεινόν ἐστι καθαραῖς καὶ ψιλαῖς ταῖς αἰτίαις χρώμενον ἀγωνίζεσθαι, καὶ μὴ καθάπερ [e] βέλη τὰ πράγματα χαράσσοντα καὶ φαρμάσσοντα ταῖς βλασφημίαις καὶ ταῖς κακοηθείαις καὶ ταῖς ἀπειλαῖς ἀνήκεστα καὶ μεγάλα καὶ δημόσια ποιεῖν. ὁ γὰρ οὕτω προσφερόμενος τοῖς καθ' αὑτὸν ὑπηκόους ἕξει καὶ τοὺς ἄλλους· αἱ δὲ περὶ τὰ δημόσια φιλοτιμίαι, τῶν ἰδίων ὑφαιρουμένων ἀπεχθειῶν, εὐτελεῖς γίγνονται καὶ δυσχερὲς οὐδὲν οὐδ' ἀνήκεστον ἐπιφέρουσιν

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:03 - flow version _RPTC_G1.3