Contro chi mangia carne
"Contro chi mangia carne" o "del mangiar carne" di Plutarco
(993a) Ἀλλὰ σὺ μὲν ἐρωτᾷς τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας, ἐγὼ δὲ θαυμάζω καὶ τίνι πάθει καὶ ποίᾳ (993b) ψυχῇ ἢ λόγῳ ὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκὸς καὶ νεκρῶν σωμάτων καὶ ἑώλων προθέμενος τραπέζας ὄψα καὶ τρυφὰς [καὶ] προσέτι εἶπεν τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα· πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν, πῶς τὴν γεῦσιν οὐκ ἀπέστρεψεν ὁ μολυσμὸς ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων χυμοὺς καὶ ἰχῶρας ἀπολαμβάνουσαν.
(993c) « Εἷρπον μὲν ῥινοί, κρέα δ´ ἀμφ´ ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά, βοῶν δ´ ὣς γίγνετο φωνή· » τοῦτο πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων ἔτι, [καὶ] διδάσκοντα ἀφ´ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων, καὶδιαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις· τούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον.
Ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις εἶναι τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδ´ ἐν περιουσίᾳ τῶν (993d) ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ´ ἦλθον· ἀλλ´ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες·
« Ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς, οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον· ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται· ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς [ἃς] δρέπεσθαι πάρεστιν· ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. Ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ἀπὸ τῆς πρώτης γενέσεως ἀπορίαν· ἔτι (993e) μὲν οὐρανὸν ἔκρυπτεν ἀὴρ καὶ ἄστρα, θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένος ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων· « οὔπω δ´ ἥλιος » ἵδρυτο ἀπλανὴς καὶ βέβαιον « Ἔχων δρόμον, ἠῶ καὶ δύσιν ἔκρινεν, περὶ δ´ ἤγαγεν αὖθις ὀπίσσω καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν Ὥραις, γῆ δ´ ὕβριστο »
ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ « λίμναισιν ἄμορφα » καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο· φορὰ δ´ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν 〈ἦν〉 οὐδὲ μηχανὴ σοφίας· ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδ´ ὥρας ἐτησίους σπόρος † ὢν τότ´ ἀνέμενε. Τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτ´ (993f) ἰλὺς ἠσθίετο « καὶ φλοιὸς ἐβρώθη ξύλου », καὶ « ἄγρωστινεὑρεῖν βλαστάνουσαν ἢ φλεώ » τινα ῥίζαν εὐτυχὲς ἦν; Βαλάνουδὲ γευσάμενοι καὶ φαγόντες ἐχορεύσαμεν ὑφ´ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν (994a) ἀποκαλοῦντες· ἐκείνην | [ἣν] ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δ´ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος.
Ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων; Τί καταψεύδεσθε τῆς γῆς ὡς τρέφειν μὴ δυναμένης; Τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητραν καὶ τὸν ἡμερίδην καὶ μειλίχιον αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες; Οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες;
Ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτ´ εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· (994b) ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δ´ ὄψον ἐστίν » .
Οὐ γὰρ δὴ λέοντάς γ´ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δ´ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν.
Ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ φυτάλμιον καὶ εὔφορον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλ´ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα (994c) κατασυρομένην καὶ μύας, ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως κατὰ τῆς τοῦ πράγματος ἀνάγκης·
ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειθ´ ὑποβλέψας που τοῖς ληίοις τούτοις καί πού τινος αἴρας στάχυν 〈ἐν〉ιδὼν καὶ ὀροβάγχην, εἶτ´ ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων.
Τί οὖν, εἰ καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων ἢ νὴ Δί´ ἐλέγχῳ καὶ κατηγορίᾳ τολμημάτων καὶ (994d) † ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλ´ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι, εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγοι, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου; Καὶ δημηγόρου τινὸς ὁρῶν.
Ἀλλ´ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, (994e) οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων,
ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχήν, ἡλίου φῶς, τὸν τοῦ βίου χρόνον, ἐφ´ ἃ γέγονε καὶ πέφυκεν. εἶθ´ ἃς φθέγγεται καὶ διατρίζει φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου λέγοντος « Οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν· ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δ´ ἥδιον φάγῃς μή μ´ ἀναίρει. » Ὢ τῆς ὠμότητος· δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων νεκροκόσμοις χρωμένων (994f) μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δ´ ἀποκομιζομένην· πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν· οὐκοῦν ταῦτα μάτην ἀπέθανεν·
ἕτερα δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά, ζώντων δ´ οὐκ ἐφείσαντο.. λλ´ ἄγε παρειλήφαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς κατασκευῆς.
Οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης ὄνυχος, (995a) οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες· ἀλλ´ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν.
Εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον, ἀλλ´ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει·
ἀλλ´, ὡς λύκοι καὶ ἄρκτοι (995b) καὶ λέοντες αὐτοί, ὅσα ἐσθίουσι, φονεύουσιν, ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρν´ ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα. Εἰ δ´ ἀναμένεις νεκρὸν γενέσθαι τὸ ἐσθιόμενον καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἄψυχον;
Ἀλλ´ οὐδ´ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλ´ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵν´ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τὸ ἀλλότριον. Καίτοι χάριέν γε τὸ τοῦ (995c) σκευάσαι παρέδωκεν· αἰτοῦντος δ´ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, « Ἀλλ´ εἰ ταῦτ´ εἶχον« εἶπεν »οὐκ ἂν ἰχθὺν ἐπριάμην ». Ἡμεῖς δ´ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστ´ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ´ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄξος ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ ὄντως νεκρὸν ἐνταφιάζοντες.
Καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατησάσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας. Διογένης (995d) δ´ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν· καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας « Ὑπὲρ ὑμῶν » φησίν « ἐγὼ παραβάλλομαι καὶ προκινδυνεύω. » Καλόν, ὦ Ζεῦ, κίνδυνον· οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ; Οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι τοῖς σώμασι γίγνονται παρὰ φύσιν, (995e) ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν·
« Οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα. » καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους μάλιστα διὰ τὰς ἀδηφαγίας προσηγόρευον· « Οὗτοι δ´ αὖ σῦς καὶ ὁ Μένανδρος † οἳ γνάθους ἔχουσι, » καὶ ὁ Πίνδαρος « Γνῶναί τ´ ἔπειτα»
« Αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη » κατὰ τὸν Ἡράκλειτον· οἱ κενοὶ πίθοι κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους (995f) ἐν κύκλῳ διαδίδωσιν, ἄχρις οὗ ἐμφράξῃ καὶ τυφλώσῃ 〈τις〉 τῇ χειρὶ τῆς πληγῆς περιφερομένης ἐπιλαμβανόμενος· ὀφθαλμὸς ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον δι´ ἀέρος ὑγροῦ καὶ πλῆθος ἀναθυμιάσεων ἀπέπτων ἀθροίσαντος οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθάνοντα ταῖς αὐγαῖς ὁρῶμεν. Οὕτω δὴ καὶ διὰ σώματος θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις (996a) πᾶς´ ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης. Χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι;
Τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον οὕτω πρὸς ἀλλότρια καὶ ἀσύμφυλα διακείμενος [καὶ] πράως καὶ φιλανθρώπως; Ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος τὸ τοῦ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν· οὐκ ἔστι δ´, οἶμαι, χείρων ὁ ζῶντα βασανίζων τοῦ παραιρουμένου (996b) τὸ ζῆν καὶ φονεύοντος, ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα.
Καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον· τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δεινοῖς, ᾗ φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν ἀρχὴν τοῦ δόγματος ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν, ὥσπερ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρειν ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης.
Οὐ χεῖρον δ´ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους· ἀλληγορεῖ γὰρ ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνητοῖς ἐνδέδενται. (996c) Καίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι· τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπ´ αὐτὸν τολμήματα γευσαμένων τε τοῦ φόνου κολάσεις [τε τούτων] καὶ κεραυνώσεις, ᾐνιγμένος ἐστὶ μῦθος εἰς τὴν παλιγγενεσίαν· τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, [καὶ] τοῦτ´ ἔστι κολαζομένους καὶ δίκην τίνοντας.
ΠΕΡΙ ΣΑΡΚΟΦΑΓΙΑΣ ΛΟΓΟΣ Βʹ
(996d) Ἐπὶ τὰ ἕωλα τῆς σαρκοφαγίας προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι. Χαλεπὸν μὲν γάρ, ὥσπερ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας· καὶ πέποται ὁ τῆς συνηθείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης (996e) Ὠδίνας 〈τ´〉 ὀδύνας 〈τε〉 κυκέων ἀπάτας τε γόους τε· καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας [ὡς] ἐμπεπηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν. Ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχόντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον· ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ὑπὸ τῆς ἀκρασίας.
Οὐ μὴν ἀλλ´ εἰ καὶ ἀδύνατον ἤδη διὰ τὴν συνήθειαν τὸ (996f) ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυφῶντες· ἀναιρήσομεν ζῷον, ἀλλ´ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες· οἷα νῦν πολλὰ δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, (997a) ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ· οἱ δ´ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵν´ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδόντος, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον· ἄλλοι γεράνων ὄμματα καὶ κύκνων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.
Ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδ´ ἀναγκαίως (997b) ἀλλ´ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν· εἶθ´ ὥσπερ ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις ἀποπειρώμενος πάντα καὶ πλανώμενος 〈ὁ〉 ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα, οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. Συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων.
Οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφ´ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς. Ταῦτα (997c) τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδ´ ὀρχήμασι γλαφυροῖς μηδ´ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. Οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης.
Διὰ τοῦτο 〈διέταττεν〉 ὁ θεῖος Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ (997d) τὰς ἐρέψεις, ἄλλο δ´ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλ´ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς· ἀλλ´ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης « Ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει » πᾶσα τρυφὴ καὶ πολυτέλεια.
Ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ [οὐ] θανατοῦταί τι ἔμψυχον; Μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν; Οὔπω (997e) λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλ´ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τοῦ ἀλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. Σκόπει δ´ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες [ὡς] ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς τὰ ἀλλογενῆ δικαίους.
Σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος· ἀλλ´ ἡμεῖς σε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ (997f) τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν, ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δί´ ἐκείνων καθαρμός ἐστι τὸ περὶ τούτων διαλέγεσθαι « Ποτίμῳ λόγῳ » ὥς φησιν ὁ Πλάτων (998a) ἁλμυρὰν « ἀκοὴν ἀποκλυζομένους ». Εἰ δὲ θείη τις τὰ βιβλία παρ´ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφῆσαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται· τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων † καὶ πυρία καὶ δίαιται [ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.]
Τίνες οὖν ὕστερον τοῦτ´ ἔγνωσαν; « Οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ´ ἀροτήρων. » Οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. Ὥσπερ (998b) 〈γὰρ〉 τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως καὶ τρίτον· εἶτ´ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον 〈περι〉εώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτ´ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο· καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κοσμοῦν πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα· καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώσαντες (998c) ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους προῆλθον.
Ἀλλ´ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δ´ ἡ φύσις ἅπαντα καὶ μετοικίζει « Σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι » αῦτ´ οὐκ ἀποτρέψει τὸ ἀνήμερον, τὸ ἀκόλαστον, τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιοῦν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομώτερον τρεπομένην διαφθεῖρον, ὅταν ἐθισθῶμεν [μὴ] αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι.
(998d) Καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα πάλιν μεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλ´ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον. Οἷον εἴ τις ἐν νυκτομαχίᾳ στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι· τί βέλτιον, ὑπονοίᾳ προσθέμενον οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέμιον; Ἐκεῖνο δεινὸν φήσετε πάντες. Σκόπει δὲ καὶ τὴν (998e) ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν « Ὠνητέραν δὴ τήνδ´ ἐγὼ δίδωμί σοι πληγήν » ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον.
Εἰ δ´ ἕτερος γέρων παρεστήκοι λέγων »παῖσον, πολέμιός ἐστιν« , ἕτερος δὲ «Μὴ παίσῃς, υἱός ἐστι», πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; Ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδ´ ἄμυνά τις οὐδὲ φόβος (998f) ὑπὲρ αὑτῶν, ἀλλ´ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλοσόφων ὁ μέν « Κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον », ὁ δέ « ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ φίλου τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν; »
Ἴσος γ´, ὦ θεοί, καὶ ὅμοιος ὁ κίνδυνος, ἐκεῖ, ἂν ἀπειθῶ, 〈μὴ〉 φαγεῖν κρέας, 〈ἐνταῦθα δ´〉, ἂν ἀπιστῶ, φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον. (999a) Οὐκ ἴσος δέ τις οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. Τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; Τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτ´ ἀγαθὸν οὔτε προηγμένον οὔτ´ οἰκεῖον οὕτω πρὸς τὰ περι〈ττὰ〉 τῶν ἡδονῶν ἐσπουδάκασι; Καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. Νῦν δ´ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δ´ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται. « Ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα οἰκεῖον (999b) ἔστιν. »
Οὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδ´ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες. Οὐ μὴν ἀλλὰ καὶ τοῦτ´ ἤδη σκεψώμεθα, τὸ μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μήτε τεχνικῶς μήτε σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρίναντες.
Le versioni del tuo libro senza doverle cercare?