Gli animali sono esseri irrazionali
ΠΕΡΙ ΤΟΥ ΤΑ ΑΛΟΓΑ ΛΟΓΩΙ ΧΡΗΣΘΑΙ
[985] Ο. Ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ διαμνημονεύσειν· ἡδέως δ' ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώπων πεποίηκας. [e] Κ. Καὶ πολλούς, ὦ ποθούμεν' Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτ' ἐρωτᾷς; Ο. Ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους αὖθις ‹εἰς› ἀνθρώπους [ἑταίρους] ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας. Κ. Οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπ' ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν. Ο. Ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ποιοῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορά ἐστιν ἄνθρωπον [f] ἐκ θηρίου γενέσθαι. Κ. Οὐ γὰρ ἤδη τούτων ἀτοπώτερα πεποίηκας σεαυτόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρω σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δ' ἐγώ φημι καὶ γραῦν ἤδη, διὰ μυρίων [986] [a] ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γεν‹ης›όμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων; Ο. Ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη· τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας. Κ. Οὐχ οὕτω γ' ἁπλῶς, μὰ τὴν Ἑκάτην· οὐ γὰρ οἱ τυχόντες εἰσίν· ἀλλ' ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν· ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον· ἐὰν δὲ μὴ πείσῃς ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι. [b] Ο. Τί μου καταγελᾷς, ὦ μακαρία; πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέοντές εἰσι; Κ. Θάρρει, φιλοτιμότατ' ἀνθρώπων· ἐγώ σοι παρέξω καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους· μᾶλλον δ' εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λόγον· ἰδού, τούτῳ διαλέγου. Ο. Καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν; ἢ τίς ἦν οὗτος ἀνθρώπων; Κ. Τί γὰρ τοῦτο πρὸς τὸν λόγον; ἀλλὰ κάλει αὐτόν, εἰ βούλει, Γρύλλον. ἐγὼ δ' ἐκστήσομαι ὑμῖν, μὴ καὶ παρὰ γνώμην ἐμοὶ δοκῇ χαριζόμενος διαλέγεσθαι. [c] Γ. Χαῖρε, Ὀδυσσεῦ. Ο. Καὶ σὺ νὴ Δία, Γρύλλε. Γ. Τί βούλει ἐρωτᾶν; Ο. Ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω μὲν [οὖν] ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυστυχίαν· νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθ' ἡμῶν. Γ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς· ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν, ὡς μάτην ἄρα δεινὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων [d] ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτ' ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος· ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται καὶ τὰ μαθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποιήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλο‹πονώτατον [e] καὶ βαρυ›ποτμότατον ζῷον αὖθις ἀνθρώπους γενομένους. Ο. Ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πόματος ἐκείνου διεφθάρθαι καὶ γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντάπασι δοξῶν· ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν; Γ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων· ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅτι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν. Ο. Ἀλλὰ μὴν ἐγὼ πρόθυμος ἀκροᾶσθαι. [f] Γ. Καὶ ἡμεῖς τοίνυν λέγειν. ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφ' αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας. ἀπόκριναι δή μοι, σοφώτατ' ἀνδρῶν· ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτ' ἀρουμένη τὸ παράπαν οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν οὕτως ἐστὶν γενναία καὶ ἀγαθὴ τὴν φύσιν, ὥσθ' ἅπαντας ἐκφέρειν [987] [a] τοὺς καρποὺς ἀφ' αὑτῆς· πότερον οὖν ταύτην ἐπαινεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μόλις ἀπ' ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀναδίδωσι; καὶ ὅπως οὐ χαλεπῶς οἴσεις, παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος. Ο. Ἀλλ' οὐ δεῖ ψεύδεσθαι· φιλῶ μὲν γὰρ καὶ ἀσπάζομαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ καὶ θαυμάζω τὴν ἐκείνων. Γ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρονιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ [b] δοκιμάζειν ἄλλα δ' αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δ' οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι· ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἥτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν. Ο. Ἔστω καὶ τοῦτό σοι οὕτως. Γ. Ἤδη μὲν οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν· ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν. Ο. Καὶ τίνος ποτ' ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις; Γ. Τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν [c] ἀνθρώπων; σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφ' ᾗ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ 'θρασὺς' καὶ 'πτολίπορθος' ἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος ὄνομα τῇ πανουργίᾳ προστίθης ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης. ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετ' ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας· καὶ οὔτε [d] νόμου καλοῦντος οὔτ' ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρτερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον· οὐ γὰρ ἡττᾶται κρατούμενα τοῖς σώμασιν οὐδ' ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ ταῖς μάχαις ἐναποθνήσκει. πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά που καὶ συναθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πηδᾷ καὶ ἀγανακτεῖ, μέχρις ἂν ὥσπερ πῦρ ἐγκατασβεσθῇ παντάπασι καὶ ἀπόληται. δέησις δ' οὐκ ἔστιν οὐδ' οἴκτου παραίτησις οὐδ' ἐξομολόγησις ἥττης, οὐδὲ δουλεύει λέων λέοντι καὶ ἵππος ἵππῳ δι' [e] ἀνανδρίαν, ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, τὴν τῆς δειλίας ἐπώνυμον εὐκόλως [ἐν]ἀσπαζόμενος. ὅσα δ' ἄνθρωποι πάγαις ἢ δόλοις ἐχειρώσαντο, τὰ μὲν ἤδη τέλεια καὶ τροφὴν ἀπωσάμενα καὶ πρὸς δίψαν ἐγκαρτερήσαντα τὸν πρὸ δουλείας ἐπάγεται καὶ ἀγαπᾷ θάνατον· νεοσσοῖς δὲ καὶ σκύμνοις τούτων, δι' ἡλικίαν εὐαγώγοις καὶ ἁπαλοῖς οὖσιν, πολλὰ καὶ ἀπατηλὰ μειλίγματα καὶ †ὑποπεττεύματα προσφέροντες καὶ καταφαρμάττοντες, ἡδονῶν παρὰ φύσιν γευόμενα καὶ διαίτης ἀδρανῆ χρόνῳ κατειργάσαντο, ἕως προσεδέξαντο καὶ ὑπέμειναν τὴν καλουμένην ἐξημέρωσιν [f] ὥσπερ ἀπογυναίκωσιν τοῦ θυμοειδοῦς· οἷς δὴ μάλιστα δῆλον ὅτι τὰ θηρία πρὸς τὸ θαρρεῖν εὖ πέφυκε. τοῖς δ' ἀνθρώποις ἡ καρτέρησις καὶ παρὰ φύσιν ἐστίν. ἐκεῖθεν δ' ἄν, ὦ βέλτιστ' Ὀδυσσεῦ, μάλιστα καταμάθοις. ἐν γὰρ τοῖς θηρίοις ἰσορροπεῖ πρὸς ἀλκὴν ἡ φύσις καὶ τὸ θῆλυ τοῦ ἄρρενος οὐδὲν ἀποδεῖ πονεῖν τε τοὺς ἐπὶ τοῖς ἀναγκαίοις πόνους ἀγωνίζεσθαί τε τοὺς ὑπὲρ τῶν τέκνων ἀγῶνας. ἀλλὰ καὶ Κρομμυωνίαν τινὰ σῦν ἀκούεις, ἣ πράγματα πολλά, θῆλυ θηρίον οὖσα, τῷ Θησεῖ παρέσχε· [988] [a] καὶ τὴν Σφίγγα ἐκείνην οὐκ ἂν ὤνησεν ἡ σοφία περὶ τὸ Φίκιον ἄνω καθεζομένην, αἰνίγματα καὶ γρίφους πλέκουσαν, εἰ μὴ ῥώμῃ καὶ ἀνδρείᾳ πολὺ τῶν Καδμείων ἐπεκράτει. ἐκεῖ δέ που καὶ Τευμησίαν ἀλώπεκα 'μέρμερον χρῆμα' καὶ πλησίον ὄφιν τῷ Ἀπόλλωνι περὶ τοῦ χρηστηρίου μονομαχοῦσαν ἐν Δελφοῖς γενέσθαι λέγουσι. τὴν δ' Αἴθην ὁ βασιλεὺς ὑμῶν ἔλαβε παρὰ τοῦ Σικυωνίου μισθὸν ἀστρατείας, ἄριστα βουλευσάμενος, ὃς δειλοῦ προετίμησεν ἀνδρὸς ἵππον ἀγαθὴν καὶ φιλόνικον. αὐτὸς δὲ καὶ παρδάλεις καὶ λεαίνας πολλάκις ἑώρακας ὡς οὐδέν τι τὰ θήλεα [b] τοῖς ἄρρεσιν ὑφίεται θυμοῦ καὶ ἀλκῆς, ὥσπερ ἡ σὴ γυνὴ σοῦ πολεμοῦντος οἴκοι κάθηται πρὸς ἐσχάρᾳ πυρός, οὐκ ἂν οὐδ' ὅσον αἱ χελιδόνες ἀμυνομένη τοὺς ἐπ' αὐτὴν καὶ τὸν οἶκον βαδίζοντας, καὶ ταῦτα Λάκαινα οὖσα· τί οὖν ἔτι σοι λέγω τὰς Καρίνας ἢ Μαιονίδας; ἀλλ' ἐκ τούτων γε δῆλόν ἐστιν, ὅτι τοῖς ἀνδράσιν οὐ φύσει μέτεστι τῆς ἀνδρείας· μετῆν γὰρ ἂν ὁμοίως καὶ ταῖς γυναιξὶν ἀλκῆς. ὥσθ' ὑμεῖς κατὰ νόμων ἀνάγκην οὐχ ἑκούσιον οὐδὲ βουλομένην ἀλλὰ δουλεύουσαν ἔθεσι καὶ ψόγοις καὶ δόξαις ἐπήλυσι καὶ λόγοις πλανωμένοις μελετᾶτε ἀνδρείαν· καὶ [c] τοὺς πόνους ὑφίστασθε καὶ τοὺς κινδύνους οὐ πρὸς ταῦτα θαρροῦντες ἀλλὰ τῷ ἕτερα μᾶλλον τούτων δεδιέναι. ὥσπερ οὖν τῶν σῶν ἑταίρων ὁ φθάσας πρῶτος ἐπὶ τὴν ἐλαφρὰν ἀνίσταται κώπην οὐ καταφρονῶν ἐκείνης ἀλλὰ δεδιὼς καὶ φεύγων τὴν βαρυτέραν, οὕτως ὁ πληγὴν ὑπομένων, ἵνα μὴ λάβῃ τραύματα, καὶ πρὸ αἰκίας τινὸς ἢ θανάτου πολέμιον ἀμυνόμενος οὐ πρὸς ταῦτα θαρραλέος ἀλλὰ πρὸς ἐκεῖνα δειλός ἐστιν. οὕτω δ' ἀναφαίνεται ὑμῖν ἡ μὲν ἀνδρεία δειλία φρόνιμος οὖσα, τὸ δὲ θάρσος φόβος ἐπιστήμην ἔχων τοῦ δι' ἑτέρων ἕτερα φεύγειν. ὅλως δ', εἰ πρὸς [d] ἀνδρείαν οἴεσθε βελτίους εἶναι τῶν θηρίων, τί ποθ' ὑμῶν οἱ ποιηταὶ τοὺς κράτιστα τοῖς πολεμίοις μαχομένους 'λυκόφρονας' καὶ 'θυμολέοντας' καὶ 'συῒ εἰκέλους ἀλκὴν' προσαγορεύουσιν, ἀλλ' οὐ λέοντά τις αὐτῶν 'ἀνθρωπόθυμον' οὐ σῦν 'ἀνδρὶ εἴκελον ἀλκὴν' προσαγορεύει; ἀλλ' ὥσπερ οἶμαι τοὺς ταχεῖς 'ποδηνέμους' καὶ τοὺς καλοὺς 'θεοειδεῖς' ὑπερβαλλόμενοι ταῖς εἰκόσιν ὀνομάζουσιν, οὕτω τῶν δεινῶν μάχεσθαι πρὸς τὰ κρείττονα ποιοῦνται τὰς ἀφομοιώσεις. αἴτιον δ', ὅτι τῆς μὲν ἀνδρείας οἷον βαφή τις ὁ θυμός ἐστι καὶ στόμωμα· τούτῳ δ' ἀκράτῳ τὰ θηρία χρῆται πρὸς τοὺς ἀγῶνας, ὑμῖν δὲ προσμιγνύμενος [e] πρὸς τὸν λογισμὸν ὥσπερ οἶνος πρὸς ὕδωρ ἐξίσταται παρὰ τὰ δεινὰ καὶ ἀπολείπει τὸν καιρόν. ἔνιοι δ' ὑμῶν οὐδ' ὅλως φασὶ χρῆναι παραλαμβάνειν ἐν ταῖς μάχαις τὸν θυμὸν ἀλλ' ἐκποδὼν θεμένους νήφοντι χρῆσθαι τῷ λογισμῷ, πρὸς μὲν σωτηρίας ἀσφάλειαν ὀρθῶς πρὸς δ' ἀλκὴν καὶ ἄμυναν αἴσχιστα λέγοντες. πῶς γὰρ οὐκ ἄτοπον αἰτιᾶσθαι μὲν ὑμᾶς τὴν φύσιν, ὅτι μὴ κέντρα προσέφυσε τοῖς σώμασι μηδ' ἀμυντηρίους ὀδόντας μηδ' ἀγκύλους ὄνυχας, αὐτοὺς δὲ τῆς ψυχῆς τὸ σύμφυτον ἀφαιρεῖν ὅπλον καὶ κολούειν; Ο. Παπαί, ὦ Γρύλλε, δεινός μοι δοκεῖς γεγονέναι [f] σοφιστής, ὅς γε καὶ νῦν ἐκ τῆς συηνίας φθεγγόμενος οὕτω νεανικῶς πρὸς τὴν ὑπόθεσιν ἐπικεχείρηκας. ἀλλὰ τί οὐ περὶ τῆς σωφροσύνης ἐφεξῆς διεξῆλθες; Γ. Ὅτι ᾤμην σε τῶν εἰρημένων πρότερον ἐπιλήψεσθαι· σὺ δὲ σπεύδεις ἀκοῦσαι τὸ περὶ τῆς σωφροσύνης, ἐπεὶ σωφρονεστάτης μὲν ἀνὴρ εἶ γυναικός, ἀπόδειξιν δὲ σωφροσύνης αὐτὸς οἴει δεδωκέναι, τῶν Κίρκης ἀφροδισίων περιφρονήσας. καὶ τούτῳ μὲν οὐδενὸς τῶν θηρίων διαφέρεις πρὸς ἐγκράτειαν· οὐδὲ γὰρ ἐκεῖνα τοῖς κρείττοσιν [989] [a] ἐπιθυμεῖ πλησιάζειν ἀλλὰ καὶ τὰς ἡδονὰς καὶ τοὺς ἔρωτας πρὸς τὰ ὁμόφυλα ποιεῖται. οὐ θαυμαστὸν οὖν ἐστιν, εἰ καθάπερ ὁ Μενδήσιος ἐν Αἰγύπτῳ τράγος λέγεται πολλαῖς καὶ καλαῖς συνειργνύμενος γυναιξὶν οὐκ εἶναι μίγνυσθαι πρόθυμος ἀλλὰ πρὸς τὰς αἶγας ἐπτόηται μᾶλλον, οὕτω σὺ χαίρων ἀφροδισίοις συνήθεσιν οὐ θέλεις ἄνθρωπος ὢν θεᾷ συγκαθεύδειν. τὴν δὲ Πηνελόπης σωφροσύνην μυρίαι κορῶναι κρώζουσαι γέλωτα θήσονται καὶ καταφρονήσουσιν, ὧν ἑκάστη, ἂν ἀποθάνῃ ὁ ἄρρην, οὐκ ὀλίγον χρόνον ἀλλ' ἐννέα χηρεύει γενεὰς ἀνθρώπων· ὥστε [b] σοι τὴν καλὴν Πηνελόπην ἐννάκις ἀπολείπεσθαι τῷ σωφρονεῖν ἧς βούλει κορώνης. Ἀλλ' ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τινὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος. ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. ταῖς δ' ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν· ‹αἱ μὲν γὰρ περὶ τὴν βρῶσιν› καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσιν· αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι [c] δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δ' ἐκλήθησαν. τὸ δὲ τῶν μήτ' ἀναγκαίων μήτε φυσικῶν ἀλλ' ἔξωθεν ὑπὸ δόξης κενῆς δι' ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένων ὄχλος ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας. τὰ δὲ θηρία παντάπασιν ἀβάτους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ θαλάσσης ἀπῳκισμένα τοῦ γλαφυρῶς καὶ περιττῶς διάγειν ἀπολείπεται· τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖσθαι [d] ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτ' ἀλλοτρίαις, σφόδρα διαφυλάττεται. ἐμὲ γοῦν καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δ' ἄργυρος καὶ ἐλέφας· ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτμότερος· ἐνταῦθα ‹δ'› ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθ' ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν ἐκαρπούμην, ‹ἀλλ' ἐμεμφόμην› τὸν ἐμαυτοῦ βίον, ὡς [e] τῶν μεγίστων ἐνδεὴς καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμένος. τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς (εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον) [καὶ] εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες. ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ [f] τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δί' ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος. †τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς ἡμετέραις ἐνοικίζεται ψυχαῖς· ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖται, ταῖς δ' οὐκ ἀναγκαίαις ἀλλὰ φυσικαῖς μόνον οὔτ' ἀτάκτως οὔτ' ἀπλήστως ὁμιλοῦμεν. [990] [a] Καὶ ταύτας γε πρῶτον διέλθωμεν. ἡ μὲν οὖν πρὸς τὰ εὐώδη καὶ κινοῦντα ταῖς ἀποφοραῖς τὴν ὄσφρησιν οἰκείως ἡδονὴ πρὸς τῷ τὸ ὄφελος καὶ προῖκα καὶ ἁπλοῦν ἔχειν ἅμα χρείαν τινὰ συμβάλλεται τῇ διαγνώσει τῆς τροφῆς. ἡ μὲν γὰρ γλῶττα τοῦ γλυκέος καὶ δριμέος καὶ αὐστηροῦ γνώμων ἐστί τε καὶ λέγεται, ὅταν τῷ γευστικῷ προσμιγέντες οἱ χυμοὶ σύγχυσίν τινα λάβωσιν· ἡ δ' ὄσφρησις ἡμῶν πρὸ τῶν χυμῶν γνώμων οὖσα τῆς δυνάμεως ἑκάστου πολὺ τῶν βασιλικῶν προγευστῶν σκεπτικώτερον διαισθανομένη, τὸ μὲν οἰκεῖον εἴσω παρίησι τὸ δ' ἀλλότριον ἀπελαύνει καὶ οὐκ ἐᾷ θιγεῖν οὐδὲ λυπῆσαι τὴν γεῦσιν [b] ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι· τἄλλα δ' οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ φαρμακίδος τέχνης, ᾗ μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ †συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐδαμῶς χρήσιμον ὠνουμένους. ἀλλὰ καίπερ οὖσα τοιαύτη διέφθαρκεν οὐ μόνον πάσας γυναῖκας ἀλλὰ καὶ τῶν ἀνδρῶν ἤδη τοὺς πλείστους, ὡς μηδὲ ταῖς αὑτῶν ἐθέλειν συγγίγνεσθαι γυναιξίν, εἰ μὴ μύρων ὑμῖν ὀδωδυῖαι καὶ [c] διαπασμάτων εἰς ταὐτὸ φοιτῷεν. ἀλλὰ κάπρους τε σύες καὶ τράγους αἶγες καὶ τἄλλα θήλεα τοὺς συννόμους αὐτῶν ταῖς ἰδίαις ὀσμαῖς ἐπάγεται, δρόσου τε καθαρᾶς καὶ λειμώνων ὀδωδότα καὶ χλόης, συμφέρεται ‹δὲ› πρὸς τοὺς γάμους ὑπὸ κοινῆς φιλοφροσύνης, οὐχὶ θρυπτόμεναι μὲν αἱ θήλειαι καὶ προϊσχόμεναι τῆς ἐπιθυμίας ἀπάτας καὶ γοητείας καὶ ἀρνήσεις, οἱ δ' ἄρρενες ὑπ' οἴστρου καὶ μαργότητος ὠνούμενοι μισθῶν καὶ πόνου καὶ λατρείας τὸ τῆς γενέσεως ἔργον, ἄδολον δὲ σὺν καιρῷ καὶ ἄμισθον Ἀφροδίτην μετιόντες, ἣ καθ' ὥραν ἔτους ὥσπερ φυτῶν βλάστην [d] ἐγείρουσα τῶν ζῴων τὴν ἐπιθυμίαν εὐθὺς ἔσβεσεν, οὔτε τοῦ θήλεος προσιεμένου μετὰ τὴν κύησιν οὔτε πειρῶντος ἔτι τοῦ ἄρρενος. οὕτω μικρὰν ἔχει καὶ ἀσθενῆ τιμὴν ‹ἡ› ἡδονὴ παρ' ἡμῖν τὸ δ' ὅλον ἡ φύσις. ὅθεν οὔτ' ἄρρενος πρὸς ἄρρεν οὔτε θήλεος πρὸς θῆλυ μῖξιν αἱ τῶν θηρίων ἐπιθυμίαι μέχρι γε νῦν ἐνηνόχασιν· ὑμῶν δὲ πολλὰ τοιαῦτα τῶν σεμνῶν καὶ ἀγαθῶν. ἐῶ γὰρ τοὺς οὐδενὸς ἀξίους· ὁ δ' Ἀγαμέμνων τὴν Βοιωτίαν ἐπῆλθε κυνηγετῶν τὸν Ἄργυννον ὑποφεύγοντα καὶ καταψευδόμενος τῆς θαλάσσης καὶ τῶν πνευμάτων, εἶτα καλὸν καλῶς ἑαυτὸν [e] βαπτίζων εἰς τὴν Κωπαΐδα λίμνην, ὡς αὐτόθι κατασβέσων τὸν ἔρωτα καὶ τῆς ἐπιθυμίας ἀπαλλαξόμενος· ὁ δ' Ἡρακλῆς ὁμοίως ἑταῖρον ἀγένειον ἐπιδιώκων ἀπελείφθη τῶν ἀριστέων καὶ προύδωκε τὸν στόλον· ἐν δὲ τῇ θόλῳ τοῦ Πτῴου Ἀπόλλωνος λαθών τις ὑμῶν ἐνέγραψεν 'Ἀχιλλεὺς καλός' ἤδη τοῦ Ἀχιλλέως υἱὸν ἔχοντος, καὶ τὰ γράμματα πυνθάνομαι διαμένειν. ἀλεκτρυὼν δ' ἀλεκτρυόνος ἐπιβαίνων, θηλείας μὴ παρούσης, καταπίμπραται ζωός, μάντεώς τινος ἢ τερατοσκόπου μέγα καὶ δεινὸν ἀποφαίνοντος εἶναι τὸ γιγνόμενον. οὕτω καὶ παρ' αὐτῶν ἀνωμολόγηται [f] τῶν ἀνθρώπων, ὅτι μᾶλλον τοῖς θηρίοις σωφρονεῖν προσήκει καὶ μὴ παραβιάζεσθαι ταῖς ἡδοναῖς τὴν φύσιν. τὰ δ' ἐν ὑμῖν ἀκόλαστα οὐδὲ τὸν νόμον ἔχουσα σύμμαχον ἡ φύσις ἐντὸς ὅρων καθείργνυσιν, ἀλλ' ὥσπερ ὑπὸ ῥεύματος ἐκφερόμενα πολλαχοῦ ταῖς ἐπιθυμίαις δεινὴν ὕβριν καὶ ταραχὴν καὶ σύγχυσιν ἐν τοῖς ἀφροδισίοις ἀπεργάζεται τῆς φύσεως. καὶ γὰρ αἰγῶν ἐπειράθησαν ἄνδρες καὶ ὑῶν καὶ ἵππων μιγνύμενοι καὶ γυναῖκες ἄρρεσι [991] [a] θηρίοις ἐπεμάνησαν· ἐκ γὰρ τῶν τοιούτων γάμων ὑμῖν Μινώταυροι καὶ Αἰγίπανες, ὡς δ' ἐγᾦμαι καὶ Σφίγγες ἀναβλαστάνουσι καὶ Κένταυροι. καίτοι διὰ λιμόν ποτ' ἀνθρώπου καὶ κύων ἔφαγεν ὑπ' ἀνάγκης καὶ ὄρνις ἀπεγεύσατο· πρὸς δὲ συνουσίαν οὐδέποτε θηρίον ἐπεχείρησεν ἀνθρώπῳ χρήσασθαι. θηρία δ' ἄνθρωποι καὶ πρὸς ταῦτα καὶ πρὸς ἄλλα πολλὰ καθ' ἡδονὰς βιάζονται καὶ παρανομοῦσιν. Οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχονται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων. αὗται δ' εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν· ὧν ἡμεῖς μὲν τὸ ἡδὺ [b] μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν, ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός· ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδ' ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν, ἀλλ' ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον ᾗ πέφυκεν. ὁ δ' ἄνθρωπος [c] ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον. καὶ σαρξὶ χρῆται πρῶτον ὑπ' οὐδεμιᾶς ἀπορίας οὐδ' ἀμηχανίας (ᾧ πάρεστιν ἀεὶ καθ' ὥραν ἄλλ' ἐπ' ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ †λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος), ἀλλ' ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον· αἷμα μὲν γὰρ [d] καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δ' ὄψον ἐστίν. ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς τὰ θηρία τῶν πλείστων ἀπέχεται ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην, ἀλλ' οὔτε τι πτηνὸν οὔτε νηκτὸν ὡς ἔπος εἰπεῖν οὔτε χερσαῖον ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας ὑμῶν καὶ φιλοξένους τραπέζας. Εἶεν· ἀλλ' ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν· τί οὖν ἐπ' αὐτὰ ταῦτα ...φῶντας; ἀλλ' ἡ τῶν θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι, τὰς δ' ἀναγκαίας οὐκ ἐπεισάκτους [e] παρ' ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλ' αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι. τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν. παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκίνων βαδίζειν; τίς δὲ τὰς χελώνας ἐδίδαξε τῆς ἔχεως φαγούσας τὴν ὀρίγανον ἐπεσθίειν; τίς δὲ τὰς Κρητικὰς [f] αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας; ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις τὴν τῶν θηρίων φρόνησιν· ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ δι' ἔργων ἀμείνονα καὶ [992] [a] θαυμασιωτέραν παρέχεται τὴν δύναμιν· οὐκ ἀμαθὴς οὐδ' ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ δι' ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς χαίρειν ἐῶσα τὸν παρ' ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν. ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος [καὶ] περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις. ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλεσθαι διὰ τροχῶν περιφερομένων. ἵπποι δὲ καὶ βόες ἐν [b] θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδ' ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες †εὐμαθείας ἐπίδειξιν ὡς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν. εἰ δ' ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν. αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον †ἀνθ' ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας· καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν. αἱ δ' ἀηδόνες τοὺς νεοσσοὺς [c] προδιδάσκουσιν ᾄδειν· οἱ δὲ ληφθέντες ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες. καταδὺς εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν. Ο. Νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σὺ καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον; Γ. Αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος. ὡς γὰρ οὐκ ἔστι δένδρον [d] ἕτερον ἑτέρου μᾶλλον οὐδ' ἧττον ἄψυχον, ἀλλ' ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν (οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν), οὕτως οὐκ ἂν ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν. ἐννόησον δ' ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον · ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον. [e] οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύτην, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν. Ο. Ἀλλ' ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις. Γ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα καὶ περιττὸν Σισύφου γεγονέναι;
Le versioni del tuo libro senza doverle cercare?